RETOUR À L’ENTRÉE DU SITE 

RETOURNER à LA TABLE DES MATIÈRES D'eusèbe

 

EUSÈBE DE CÉSARÉE

 

Préparation évangélique

LIVRE IV

notice - livre I - livre II - livre III - livre V

Texte grec

 

traduction française

Si vous voulez la traduction française d'un chapitre, cliquez sur le chapitre

 

 

 

 

 

ΤΑΔΕ ΤΟ ΤΕΤΑΡΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ



ΚΕΦΑΛΑΙΟΝ Α'.

Προοίμιον περὶ τῶν κατὰ πόλεις χρηστηρίων καὶ ὧν μάλιστα διατεθρύληται τὰ μαντεῖα ἐν παραδόξοις δαιμόνων ἐπιφανείαις, τίνι τε λόγῳ καὶ τούτων κατεφρονήσαμεν

Τὸ τρίτον εἶδος τῆς πολυθέου πλάνης, ἀφ´ ἧς δυνάμει καὶ εὐεργεσίᾳ τοῦ λυτρωτοῦ καὶ σωτῆρος ἡμῶν ἠλευθερώθημεν, ἐν τετάρτῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καιρὸς ἀπελέγξαι καλεῖ. Ἐπειδὴ γὰρ τὸ πᾶν τῆς θεολογίας αὐτῶν εἶδος εἰς τρία γενικώτερον διαιροῦσιν, εἴς τε τὸ μυθικὸν ὑπὸ τῶν ποιητῶν τετραγῳδημένον καὶ εἰς τὸ φυσικὸν τὸ δὴ πρὸς τῶν φιλοσόφων ἐφευρημένον εἴς τε τὸ πρὸς τῶν νόμων διεκδικούμενον ἐν ἑκάστῃ πόλει καὶ χώρᾳ πεφυλαγμένον, τούτων δὲ μέρη δύο ἤδη πρότερον διὰ τῶν πρὸ τούτου συγγραμμάτων ἡμῖν ἐξήπλωται, τό τε ἱστορικόν, ὃ δὴ μυθικὸν ἀποκαλοῦσιν, καὶ τὸ ἐπαναβεβηκὸς τοὺς μύθους, ὃ δὴ φυσικὸν ἢ θεωρητικὸν ἢ ὅπη ἄλλῃ χαίρουσι προσαγορεύοντες, καιρὸς ἂν εἴη τὸ τρίτον ἐπὶ τοῦ παρόντος διελθεῖν. Τοῦτο δέ ἐστι τὸ κατὰ πόλεις καὶ χώρας συνεστώς, πολιτικὸν αὐτοῖς προσηγορευμένον· ὃ καὶ μάλιστα πρὸς τῶν νόμων διεκδικεῖται, ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πάτριον καὶ τῆς τῶν θεολογουμένων δυνάμεως αὐτόθεν τὴν ἀρετὴν ὑποφαῖνον. Διατεθρύληται γοῦν αὐτοῖς μαντεῖα καὶ χρησμοὶ θεραπεῖαί τε καὶ ἀκέσεις παντοίων παθῶν ἐπισκήψεις τε κατ´ ἀσεβῶν· ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς τὰ θεῖα τιμῶντας δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις ἐν οὐδενὶ λόγῳ τιθεμένους, ἄντικρυς δὲ παρανομοῦντας, δέον σέβειν ἕκαστον τὰ πάτρια μηδὲ κινεῖν τὰ ἀκίνητα, στοιχεῖν δὲ καὶ ἐφέπεσθαι τῇ τῶν προπατόρων εὐσεβείᾳ μηδὲ πολυπραγμονεῖν ἔρωτι καινοτομίας.

Ταύτη γοῦν φασιν ἐπαξίως καὶ θάνατον ὑπὸ τῶν νόμων ὡρίσθαι τοῖς πλημμελοῦσι τὴν ζημίαν. Τὸ μὲν οὖν πρῶτον ἱστορικόν τε ὂν καὶ μυθικὸν τῆς θεολογίας εἶδος ὅπη τις βούλεται ποιητῶν τιθέσθω, ὥσπερ οὖν καὶ φιλοσόφων τὸ δεύτερον, διὰ τῆς τῶν μύθων φυσικωτέρας ἀλληγορίας ἀπηγγελμένον·

τὸ δὲ τρίτον, ὃ καὶ πρὸς τῶν ἀρχόντων ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πολιτικὸν τιμητέον τε καὶ φυλακτέον εἶναι νενομοθέτηται, μήτε τις ποιητῶν, φασίν, μήτε φιλοσόφων κινείτω, τοῖς δ´ ἐκ παλαιοῦ κρατήσασι θεσμοῖς ἔν τε ἀγροῖς καὶ πόλεσι μενέτω πᾶς στοιχῶν, νόμοις πατρίοις πειθόμενος. Πρὸς δὴ οὖν ταῦτα καιρὸς ἀποδοῦναι τὸν παρ´ ἡμῖν λόγον ἀπολογισμόν τε ὑποσχεῖν τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς πραγματείας ἀντικηρυττούσης τοῖς εἰρημένοις καὶ τοῖς τῶν ἐθνῶν ἁπάντων νόμοις ἀντινομοθετούσης.

 Ὅτι μὲν οὖν οὐ θεοὶ τὰ ἄψυχα ξόανα προφανὲς καὶ αὐτοῖς, ὅτι δ´ οὐδὲ τὰ τῆς μυθικῆς αὐτῶν θεολογίας φέρει τινὰ σεμνὸν καὶ θεοπρεπῆ λόγον, ἐν τῷ πρώτῳ δέδεικται συγγράμματι, ὥσπερ οὖν καὶ ἐν τῷ δευτέρῳ καὶ ἐν τῷ τρίτῳ ὅτι μηδὲ τὰ τῆς φυσικωτέρας καὶ φιλοσόφου τῶν μύθων ἑρμηνείας ἀβίαστον αὐτοῖς περιέχει τὴν ἐξήγησιν. Τὸ δὴ τρίτον φέρε σκεψώμεθα, τί ποτε χρὴ νομίζειν τὰς ἐν τοῖς ξοάνοις φωλευούσας δυνάμεις, πότερα τὸν τρόπον ἀστείας καὶ ἀγαθὰς καὶ ὡς ἀληθῶς θείας ἢ τούτων ἁπάντων τὰ ἐναντία. Ἄλλος μὲν οὖν τάχα ἂν ἴσως τὸν περὶ τούτων ἐφοδεύων λόγον πλάνην εἶναι τὸ πᾶν καὶ γοήτων ἀνδρῶν τεχνάσματά τε καὶ ῥᾳδιουργίας ὑπεστήσατο, καθόλου περιγράφων τὴν δόξαν, ὡς μὴ ὅτι θεοῦ, ἀλλὰ μηδὲ πονηροῦ δαίμονος εἶναι νομίζειν τὰ περὶ αὐτῶν θρυλούμενα. Τὰ μὲν γὰρ ποιήματα καὶ τὰς τῶν χρησμῶν συνθέσεις οὐκ ἀφυῶν ἀνδρῶν, εὖ μάλα δὲ πρὸς ἀπάτην ἐσκευωρημένων πλάσματα τυγχάνειν, μέσῳ καὶ ἀμφιβόλῳ συγκείμενα τρόπῳ πρὸς ἑκάτερά τε τῶν ἀπὸ τῆς ἐκβάσεως προσδοκωμένων οὐκ ἀφυῶς ἐφαρμόζειν· τὰ δὲ τὸν πολὺν ἀπατῶντα διά τινων τερατειῶν θαύματα φυσικαῖς αἰτίαις ἀνῆφθαι. Πολλὰ γὰρ εἶναι εἴδη ῥιζῶν καὶ βοτανῶν καὶ φυτῶν καὶ καρπῶν καὶ λίθων ξηρῶν τε ἄλλων καὶ ὑγρῶν παντοίας ὕλης δυνάμεων ἐν τῇ τῶν ὅλων φύσει, τὰ μὲν ἀποκρουστικὰ καί τινων ἀπελαστικά, τὰ δὲ συνάγειν πεφυκότα καὶ ἐφέλκεσθαι, τὰ δὲ διακρίνειν καὶ σκεδαννύναι πυκνοῦν τε καὶ στέλλειν δυνάμενα, ἕτερα δὲ χαλᾶν καὶ ὑγραίνειν καὶ ἀραιοῦν σῴζειν τε αὖ πάλιν ἄλλα καὶ ἕτερα κτείνειν τρέπειν τε διόλου καὶ τὸ παρὸν ἐναλλάττειν καὶ τοτὲ μὲν τῇδε μεταποιεῖν, τοτὲ δὲ τῇδε καὶ τὰ μὲν πρὸς πλείω χρόνον, τὰ δὲ πρὸς βραχὺν τοῦτο ποιεῖν καὶ πάλιν τὰ μὲν εἰς πλῆθος, τὰ δὲ μέχρις ὀλίγων μόνον ἰσχύειν καὶ τῶν μὲν τάδε ἡγεῖσθαι, τισὶ δὲ ἕτερα ἐπακολουθεῖν συντρέχειν τε ἄλλα ἄλλοις καὶ συναύξειν καὶ συμφθείρεσθαι· ναὶ μὴν καὶ ὑγείας εἶναι τινὰ ποιητικά, ἰατρικῆς οὐκ ἄπωθεν ἐπιστήμης, τὰ δὲ νοσοποιὰ τυγχάνειν καὶ δηλητήρια· ἤδη δὲ φυσικαῖς ἀνάγκαις συμβαίνειν τινὰ καὶ τῇ σελήνῃ συναύξειν καὶ συμφθίνειν ζῴων τε εἶναι καὶ ῥιζῶν καὶ φυτῶν ἀντιπαθείας μυρίας καὶ πολλὰ θυμιαμάτων καρωτικῶν τε καὶ ὑπνωτικῶν, ἑτέρων δὲ φαντασίας ποιητικῶν· συναίρεσθαι δὲ οὐχ ἥκιστα καὶ τὰ χωρία καὶ τοὺς τόπους ἐν οἷς τελίσκεται τὰ γινόμενα· ὄργανά τε εἶναι καὶ σκεύη πόρρωθεν αὐτοῖς ἐπιτηδείως τῇ τέχνῃ προηυτρεπισμένα· πολλοὺς δὲ καὶ συνεργοὺς τῆς μαγγανείας παραλαμβάνεσθαι ἔξωθεν, πολυπραγμονοῦντας τοὺς ἀφικνουμένους καὶ τὰς ἑκάστου χρείας καὶ ὧν ἧκέν τις δεησόμενος· πολλὰ δὲ καὶ τὰ ἄδυτα καὶ τοὺς τοῖς πολλοῖς ἀβάτους μυχοὺς τῶν ἱερῶν ἐντὸς ἀποκρύπτειν· καὶ τὸ σκότος δὲ οὐ μικρὰ συνεργεῖν τῇ κατ´ αὐτοὺς ὑποθέσει· καὶ αὐτὴν δὲ οὐχ ἥκιστα τὴν προλαβοῦσαν ὑπόληψιν καὶ τὴν τῶν ὡς θεοῖς προσιόντων αὐτοῖς δεισιδαιμονίαν τήν τε ἐκ προγόνων προκατασχοῦσαν ἐν αὐτοῖς δόξαν. Προσκείσθω καὶ τὸ τῶν πολλῶν ἠλίθιον τῆς διανοίας τό τε ἀδρανὲς τοῦ λογισμοῦ καὶ ἀβασάνιστον τοῦ πλήθους καὶ ἔμπαλιν τὸ δεινὸν καὶ κακεντρεχὲς τῶν περὶ τὴν κακότεχνον ταύτην διατριβὴν τευταζόντων τό τε τῶν γοήτων ἀπατηλὸν καὶ πανοῦργον τοῦ τρόπου, τοτὲ μὲν τὰ πρὸς ἡδονὴν ἑκάστῳ προϋπισχνουμένων καὶ τὸ παρὸν ἐπὶ χρησταῖς ἐλπίσιν θεραπευόντων, τοτὲ δὲ τοῦ μέλλοντος καταστοχαζομένων καὶ εἰς ἄδηλον καταμαντευομένων τήν τε διάνοιαν τῶν χρησμῶν ἀμφιβολίαις ῥημάτων καὶ ἀσαφείαις ἐπισκοτούντων εἰς τὸ μή τινα συνεῖναι τὸ χρησθέν, τῇ δὲ τοῦ λεχθέντος ἀδηλίᾳ τὸν ἔλεγχον ἐκφεύγειν. Πολλὰ δὲ συμβαίνειν καὶ ἄλλαις τισὶν ἀπάταις καὶ τερατείαις, συμπαραλαμβανομένων τοῖς γιγνομένοις ἐπῳδῶν δή τινων μετά τινος ἀσήμου καὶ βαρβαρικῆς ἐπιρρήσεως, ἵνα δὴ ὑπὸ τούτων σπουδάζεσθαι δοκῇ τὰ μηδ´ ὁτιοῦν πρὸς αὐτῶν γιγνόμενα·

μάλιστα δὲ τοὺς πολλοὺς καὶ τῶν ἀπὸ παιδείας ὁρμᾶσθαι νομιζομένων ἐκπλήττειν αὐτῶν δὴ τῶν χρησμῶν τὰ ποιήματα, εὖ μὲν τῇ συνθέσει τῶν ῥημάτων κεκαλλωπισμένα, εὖ δὲ τῷ τῆς μεγαλοφωνίας ὄγκῳ τετυφωμένα, πολλῷ δὲ καὶ τῷ τῆς ἀνατάσεως κόμπῳ τῷ τε πεπλασμένῳ τύφῳ τῆς θεοφορίας ἐσχηματισμένα καὶ διὰ τῆς ἀμφιβόλου φωνῆς τὸν πάντα σχεδὸν ἀπατῶντα λεών.

ΚΕΦΑΛΑΙΟΝ Β'.

Ὅτι τοῖς θέλουσιν εὐχερὲς ἀποφῆναι πλάνην εἶναι τὴν περὶ τῶν χρηστηρίων ἐπαγγελίαν καὶ γοήτων ἀνδρῶν ῥᾳδιουργίαν

Ὅσα γοῦν αὐτοῖς τὴν ἀμφιβολίαν ἐκπέφευγεν τῶν χρησμῶν, οὐ κατὰ πρόγνωσιν τοῦ μέλλοντος, κατὰ δέ τινα στοχασμὸν ἐξενηνεγμένα, τούτων μυρία, μᾶλλον δὲ τὰ πάντα σχεδόν, ἥλω πολλάκις τῆς προρρήσεως ἀποπεπτωκότα, ἐναντίως ἢ κατὰ τὸ χρησθὲν τοῦ τῶν πραγμάτων τέλους τὴν ἔκβασιν ἀπειληφότος, εἰ μή ποτ´ ἄρα σπανίως ἕν ποτε ἐκ μυρίων συμβὰν κατά τινα φορὰν συντυχικὴν ἢ κατὰ τὴν στοχασθεῖσαν τοῦ μέλλοντος προσδοκίαν τὸν χρησμὸν ἐπαληθεύειν ἐνομίσθη ποιεῖν. Ὃ δὴ καὶ μάλιστα θρυλοῦντας ἂν ἴδοις καὶ στήλαις ἐγχαράττοντας καὶ πανταχόσε γῆς βοῶντας, ὅτι μὲν εἰ τύχοι τοσοίδε τὸν ἀριθμὸν ἀπεσφάλησαν μηδαμῆ μηδενὸς ἐθέλοντος μνημονεύειν, ὅτι δὲ τῷδε ἀπὸ μυρίων συνέτυχέν τι τῶν χρησθέντων ἄνω καὶ κάτω περιφέροντας· ὡς εἴ τις καὶ ἐπὶ δύο λαγχάνουσιν ἀπὸ μυρίων, εἰ ἄρα ποτὲ εἰς ἅπαξ αὐτοὺς κατὰ τῶν αὐτῶν συμπεσεῖν ἔτυχεν, θαυμάζοι ὡς κατὰ μαντείαν καὶ πρόγνωσιν ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις συνέβη περιελθεῖν ἀριθμόν. Οὕτω γὰρ ἔχειν τὸ ἀπὸ μυρίων ἐπὶ μυρίοις χρησθέντων ἅπαξ ποτὲ συμβὰν κατὰ τύχην· ὃ καὶ συνιδόντα τὸν μηδὲν στερρὸν ἐν βάθει ψυχῆς κεκτημένον ὑπερεκπλήττεσθαι τὸ χρηστήριον, ᾧ πολὺ κρεῖττον ἦν τὸ μὴ ἀφραίνειν συλλογισαμένῳ ὅσοις ἄλλοις θανάτου γεγόνασιν αἴτιοι στάσεώς τε καὶ πολέμων οἱ δεδηλωμένοι σκέψασθαί τε τῶν παλαιῶν τὰς ἱστορίας καὶ συνιδεῖν ὡς οὐδὲ τὸ τηνικάδε ἀρετῆς τι θείας ἔργον ἐπεδείξαντο, ὁπηνίκα ἤνθει μὲν τὰ Ἑλλήνων, συνεστήκει δὲ τὰ πρὶν βοώμενα, νῦν δὲ μηκέτ´ ὄντα χρηστήρια, πάσης προνοίας καὶ σπουδῆς ἠξιωμένα πρὸς τῶν ἐπιχωρίων τῶν δὴ πατρῴοις νόμοις τε καὶ μυστηρίοις σεβόντων τε αὐτὰ καὶ θεραπευόντων. Καὶ τότε γοῦν μάλιστα τὸ μηδὲν δύνασθαι ἀπηλέγχθησαν ἐν ταῖς τῶν πολέμων συμφοραῖς, ἐν αἷς βοηθεῖν ἀδυνατοῦντες οἱ γενναῖοι θεσπιῳδοὶ δι´ ἀμφιβολίας τῶν χρησμῶν ἥλωσαν σοφισάμενοι τοὺς πρόσφυγας, ὥσπερ οὖν κατὰ τὸν δέοντα καιρὸν ἐπιδείξομεν, παριστῶντες ὅπως καὶ εἰς τὸν κατ´ ἀλλήλων πόλεμον τοὺς χρωμένους παρώξυνον καὶ ὡς οὐδὲ περὶ σπουδαίων πραγμάτων τὰς ἀποκρίσεις ἐποιοῦντο καὶ ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας καὶ ὡς τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπεκρύπτοντο. Σκέψαι δὲ καὶ αὐτὸς πυθόμενος, ὡς καὶ ἀρρώστοις πολλάκις ῥῶσιν καὶ ζωὴν καὶ σωτηρίαν ὑποσχόμενοι κἄπειτα πιστευθέντες ὡς δὴ θεοὶ καὶ τῆς ἐνθέου ταύτης ἐμπορίας μεγάλους τοὺς μισθοὺς εἰσπραξάμενοι, οὐ μετὰ πλεῖστον οἵτινες ἦσαν ἐφωράθησαν, γόητες ἄνδρες, ἀλλ´ οὐ θεοὶ διελεγχθέντες, οὐκ αἰσίας καταστροφῆς τοὺς ἠπατημένους διαλαβούσης. Ἢ τί δεῖ λέγειν, ὡς οὐδὲ τοῖς ἑαυτῶν συνοίκοις, τοῖς δὴ κατὰ τὴν αὐτὴν πόλιν διατρίβουσιν, οἱ θαυμάσιοι μάντεις τὰς ἐξ αὐτῶν παρέσχον ἐπικουρίας, ἀλλὰ καὶ νοσοῦντας ἂν ἴδοις αὐτόσε καὶ ἀναπήρους καὶ πᾶν τὸ σῶμα λελωβημένους μυρίους; Τί δή ποτ´ οὖν τοῖς μὲν ἔξω καὶ πόρρωθεν ἐξ ἀλλοδαπῆς ἀφικνουμένοις τὰς χρηστὰς ὑπέγραφον ἐλπίδας, οὐκέτι δὲ καὶ τοῖς κατὰ τὸ αὐτὸ συνοίκοις, οἷς δὴ καὶ πρὸ πάντων ἐχρῆν, ὡς ἂν οἰκείοις φίλοις καὶ συμπολίταις, τὸ ἐκ τῆς τῶν θεῶν παρουσίας ἀγαθὸν παρέχειν; Ἀλλ´ ὅτι τοὺς μὲν ξένους ἀγνῶτας ὄντας τῆς ῥᾳδιουργίας ῥᾷον ἂν καὶ ἀπατήσαιεν, οὐκέτι δὲ τοὺς συνήθεις, ὡς ἂν τῆς τέχνης οὐκ ἀπείρους, συνίστορας δὲ ὄντας τῆς ἐπὶ τοῖς τελουμένοις παιδιᾶς; Οὕτω δὲ τὸ πᾶν οὐ θεῖον οὐδὲ ἀνθρωπίνης ἐπινοίας κρεῖττον ἦν, ὥστε κἀν ταῖς μεγίσταις συμφοραῖς, ταῖς δὴ ἄνωθεν ἐκ τοῦ παμβασιλέως θεοῦ κατὰ τῶν ἀσεβῶν ἐπαιωρουμέναις, αὐτοῖς ἀφιερώμασι καὶ ξοάνοις φθορὰν ἐσχάτην καὶ πτώσεις ἀθρόας τοὺς νεὼς αὐτῶν ὑπομεῖναι. Ποῦ γάρ σοι τὸ ἐν Δελφοῖς ἱερὸν παρὰ πᾶσιν Ἕλλησιν ἐξ αἰῶνος βεβοημένον; Ποῦ ὁ Πύθιος, ὁ Κλάριος; Ποῦ καὶ ὁ Δωδωναῖος; Τὸ μέν γε Δελφικὸν χρηστήριον τρίτον ὑπὸ Θρᾳκῶν ἐμπρησθῆναι κατέχει λόγος, οὐδὲν τοῦ μαντείου εἰς τὴν τοῦ μέλλοντος γνῶσιν, ἀλλ´ οὐδὲ τοῦ Πυθίου τὰ οἰκεῖα προφυλάξασθαι δεδυνημένου. Ταὐτὸν δὲ παθεῖν καὶ τὸ ἐν Ῥώμῃ Καπιτώλιον ἱστορεῖται κατὰ τοὺς τῶν Πτολεμαίων χρόνους, καθ´ οὓς λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐπὶ Ῥώμης ἐμπρησμὸν ὑπομεῖναι· ἀμφὶ δὲ Ἰούλιον Καίσαρα τὸ μέγα τῶν Ἑλλήνων καὶ Ὀλυμπικὸν ἄγαλμα, τὸ ἐν αὐταῖς Ὀλυμπίασι, κεραυνῷ πρὸς τοῦ θεοῦ βληθὲν ἀναγράφουσιν·  καὶ ἄλλοτέ φασι τὸν νεὼν τοῦ Καπιτωλίου Διὸς ἐμπρησθῆναι· καὶ τό γε Πάνθεον ὑπὸ κεραυνοῦ διαφθαρῆναι τό τε ἐν Ἀλεξανδρείᾳ Σαραπεῖον ὁμοίως καταφλεχθῆναι. Καὶ τούτων παρ´ αὐτοῖς Ἕλλησιν ἀνάγραπτοι φέρονται μαρτυρίαι. Μακρὸς δ´ ἂν εἴη λόγος, εἰ μέλλοι τις τὰ καθ´ ἕκαστον ἐξαριθμεῖσθαι, παριστάναι πειρώμενος ὅτι μηδὲ τοῖς οἰκείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοὶ χρησμοδόται δυνατοὶ πεφώρανται· οἱ δὲ μηδὲ σφίσιν αὐτοῖς ἐν συμφοραῖς γενόμενοι χρήσιμοι σχολῇ γ´ ἄν ποτε κἂν ἄλλοις ἐπαρκέσειαν. Ἓν δέ τι προσθεὶς τοῖς εἰρημένοις μέγιστον ἂν εἴη καθεωρακὼς κεφάλαιον, ὡς ἤδη καὶ τῶν ἄγαν θεοφόρων, αὐτῶν δὴ τῶν μάλιστα ἱεροφαντῶν θεολόγων τε αὐτοῖς καὶ προφητῶν, πλείους οὐ μόνον πάλαι, ἀλλὰ καὶ ἔναγχος καθ´ ἡμᾶς αὐτούς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βασάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων τὴν πᾶσαν ἐξέφηναν πλάνην ἀνδρῶν ἀπάταις γίγνεσθαι, γοητείαν τετεχνασμένην τὸ πᾶν εἶναι ὁμολογήσαντες· οἵ γε καὶ τὸν πάντα τρόπον τῆς κατασκευῆς καὶ τὰς μεθόδους τῆς κακοτεχνίας ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν ἀφεθείσαις φωναῖς ἐνεγράψαντο. Διὸ δὴ καὶ τὴν ἀξίαν τῆς ὀλεθρίου πλάνης δίκην ἐκτίσαντες πάντα λόγον 〈ἀν〉εκάλυψαν, αὐτοῖς ἔργοις τὴν τῶν δηλουμένων ἀπόδειξιν πιστωσάμενοι. Ὁποῖοι δὲ ἦσαν οὗτοι; Μὴ δὴ νόμιζε τῶν ἀπερριμμένων καὶ ἀφανῶν τινάς· οἱ μέν γε αὐτοῖς ἀπὸ τῆς θαυμαστῆς ταύτης καὶ γενναίας φιλοσοφίας ὡρμῶντο, τῶν ἀμφὶ τὸν τρίβωνα καὶ τὴν ἄλλην ὀφρὺν ἀνεσπακότων, οἱ δὲ ἀπὸ τῶν ἐν τέλει τῆς Ἀντιοχέων ἡλίσκοντο πόλεως, οἱ δὴ μάλιστα καὶ ἐπὶ ταῖς καθ´ ἡμῶν ὕβρεσιν ἐν τῷ καθ´ ἡμᾶς διωγμῷ λαμπρυνάμενοι. Ἴσμεν δὲ καὶ τὸν φιλόσοφον ὁμοῦ καὶ προφήτην τὰ ὅμοια τοῖς εἰρημένοις κατὰ τὴν Μίλητον ὑπομείναντα.

Ταῦτα δή τις καὶ τούτων ἔτι πλείω συνάγων εἴποι ἂν μὴ θεοὺς εἶναι μηδὲ μὴν δαίμονας τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους, πλάνην δὲ καὶ ἀπάτην ἀνδρῶν γοήτων. Καὶ ἦσάν γε παρ´ αὐτοῖς Ἕλλησιν αἵδε φιλοσοφίας διαπρεπεῖς αἱρέσεις ταύτης προϊστάμεναι τῆς δόξης, ὡς οἱ ἀπὸ Ἀριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου Κυνικοί τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα ἔγωγε ἐθαύμασα, ὅπως ἐν τοῖς Ἑλλήνων ἤθεσι τραφέντες ἐξέτι τε σπαργάνων παῖς παρὰ πατρὸς θεοὺς εἶναι τοὺς δηλουμένους παρειληφότες, οὐ θατέρᾳ ληπτοὶ γεγόνασιν, ἀλλὰ κατὰ κράτος καὶ τὰ βοώμενα χρηστήρια καὶ τὰ παρὰ πᾶσιν μεταδιωκόμενα μαντεῖα οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν ἀνωφελῆ τε εἶναι ἀπεφήναντο καὶ μᾶλλον ἐπιβλαβῆ τυγχάνειν. Μυρίων δὲ ὄντων καὶ διὰ πλειόνων τὴν τῶν μαντείων ἀνατροπὴν πεποιημένων, ἐξαρκεῖν ἔμοιγε μαρτυρίας χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων προρρήσεως κατασκευασθέντα. Γράφει δ´ οὖν ὁ συγγραφεὺς πρὸς αὐτόν, ἀπελέγχων ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην καὶ ὅτι ἐν τοῖς πλείστοις τὰ τῶν Ἑλλήνων μαντεῖα διαψεύδονται καὶ ὅτι σπανίως αὐτοῖς ἐκ συντυχίας ποτέ τινα συμβαίνει ὅτι τε ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόρρησις. Ἄκουε δ´ οὖν ἅ φησιν κατὰ λέξιν·

ΚΕΦΑΛΑΙΟΝ Γ'.

Ὅτι ἀσύστατος αὐτῶν ἡ μαντικὴ καὶ τὰ πολλὰ ψευδομένη, καὶ ὅτι ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόρρησις


« Φέρει δὲ καὶ ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ βιβλίῳ τοιαύτην τινά. Μὴ γὰρ ἂν τὰς τῶν μάντεων προρρήσεις ἀληθεῖς εἶναί φησιν, εἰ μὴ πάντα ὑπὸ τῆς εἱμαρμένης περιείχοντο. Ὃ καὶ αὐτὸ πολλῆς εὐηθείας μεστόν ἐστιν·

ὡς γὰρ ἐναργοῦς ὄντος τοῦ πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προρρήσεις ἢ ὡς μᾶλλον ἂν ὑπό τινος τούτου συγχωρηθέντος, τοῦ πάντα γίνεσθαι καθ´ εἱμαρμένην, καὶ οὐχὶ ὁμοίως ἂν ψευδοῦς ῥηθέντος καὶ αὐτοῦ, ἐπειδὴ καὶ τὸ ἐναντίον, λέγω δὲ τὸ μὴ πάντα ἀποβαίνειν τὰ προαγορευθέντα, μᾶλλον δὲ τὰ πλεῖστα αὐτῶν, ἡ ἐνάργεια δείκνυσιν. Οὕτω τὴν ἀπόδειξιν ἡμῖν Χρύσιππος κεκόμικεν, δι´ ἀλλήλων κατασκευάζων ἑκάτερα. Τὸ μὲν γὰρ πάντα γίγνεσθαι καθ´ εἱμαρμένην ἐκ τοῦ μαντικὴν εἶναι δεικνύναι βούλεται, τὸ δὲ εἶναι μαντικὴν οὐκ ἂν ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ προλάβοι τὸ πάντα συμβαίνειν καθ´ εἱμαρμένην. Ποῖος δ´ ἂν μοχθηρότερος τρόπος ἀποδείξεως τούτου γένοιτο; Τὸ γὰρ ἀποβαίνειν τινὰ κατὰ τὴν ἐνάργειαν ὧν προλέγουσιν οἱ μάντεις, οὐ τοῦ μαντικὴν ἐπιστήμην εἶναι σημεῖον ἂν εἴη, ἀλλὰ τοῦ τυχικῶς συμπίπτειν ταῖς προαγορεύσεσι συμφώνους τὰς ἐκβάσεις· ὅπερ οὐδεμίαν ἡμῖν ἐπιστήμην ὑποδείκνυσιν. Οὐδὲ γὰρ τοξότην ἂν εἴποιμεν ἐπιστήμονα τὸν ἅπαξ ποτὲ τυχόντα τοῦ σκοποῦ, πολλάκις δὲ ἀποτυγχάνοντα, οὐδὲ ἰατρὸν τὸν ἀναιροῦντα τοὺς πλείους τῶν θεραπευομένων ὑπ´ αὐτοῦ, ἕνα δέ ποτε διασῶσαι δυνηθέντα· οὐδὲ ὅλως ἐπιστήμην λέγομεν τὴν μὴ πάντα ἢ τά γε πλεῖστα τῶν οἰκείων ἔργων κατορθοῦσαν. Ὅτι δὲ ἀποτυγχάνεται τὰ πολλὰ τοῖς καλουμένοις μάντεσιν, ὁ πᾶς τῶν ἀνθρώπων βίος μάρτυς ἂν εἴη καὶ οὗτοί γε αὐτοὶ οἱ τὴν μαντικὴν ἐπαγγελλόμενοι τέχνην, οὐχὶ διὰ ταύτης ἑαυτοῖς βοηθοῦντες ἐν ταῖς κατὰ τὸν βίον χρείαις, ἀλλὰ γνώμῃ τε ἰδίᾳ ποτὲ χρώμενοι καὶ συμβουλῇ καὶ συνεργίᾳ τῶν ἐν ἑκάστοις τῶν πραγμάτων ἐμπειρίαν κεκτῆσθαι νενομισμένων. Ἀλλὰ περὶ μὲν τοῦ μὴ συνεστάναι τοῦτο, ὃ προειλήφαμεν καλεῖν μαντικήν, ἐν ἄλλοις ἀποδώσομεν πληρέστερον, παρατιθέμενοι τὰ Ἐπικούρῳ καὶ περὶ τούτου δοκοῦντα. Νυνὶ δὲ τοσοῦτο τοῖς εἰρημένοις προσθήσομεν, ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάντεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη (οὐ γὰρ τὸ μηδεπώποτε τοῦ προκειμένου τυγχάνειν, ἀλλὰ τὸ μὴ πάντοτε μηδ´ ὡς ἐπὶ τὸ πλεῖστον μηδ´ ὡς ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἱ διειληφότες τὰς ὑφ´ ἕκαστον ὄνομα τεταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν)· ἔπειτα εἰ καὶ καθ´ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντικὴν τῶν μελλόντων ἁπάντων εἶναι θεωρητικήν τε καὶ προαγορευτικήν, τὸ μὲν πάντα καθ´ εἱμαρμένην εἶναι συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο, διὸ καὶ μάλιστα δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν. Τί γὰρ ὄφελος ἡμῖν ἦν προμανθάνειν τὰ πάντως ἐσόμενα δυσχερῆ, ἃ οὐδὲ προφυλάξασθαι δυνατὸν ἂν εἴη; Τὰ γὰρ καθ´ εἱμαρμένην γινόμενα πῶς ἄν τις φυλάξασθαι δύναιτο; Ὥστ´ οὐδὲν ὄφελος ἡμῖν τῆς μαντικῆς, μᾶλλον δὲ καὶ πρὸς κακοῦ τινος ἐγίνετο ἂν αὕτη, τὸ προλυπεῖσθαι μάτην παρέχουσα τοῖς ἀνθρώποις ἐπὶ ταῖς προδηλουμέναις δυσχερείαις κατ´ ἀνάγκην ἐσομέναις. Οὐ γὰρ τὴν ἴσην πάλιν εὐφροσύνην παρέχειν τις φήσει τὴν τῶν ἐσομένων ἀγαθῶν προαγόρευσιν, ἐπειδήπερ οὐχ οὕτως πέφυκεν ἄνθρωπος χαίρειν ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς ὡς ἐπὶ τοῖς κακοῖς ἀνιᾶσθαι. Ἄλλως τε καὶ ταῦτα μὲν οὐ πάνυ τι περὶ ἑαυτοὺς ἔσεσθαι πρὶν ἀκοῦσαι κατελπίζομεν· τὰ δ´ ἀγαθὰ μᾶλλον ἅπαντες, ὡς εἰπεῖν, προσδοκῶμεν, διὰ τὴν φυσικὴν οἰκείωσιν πρὸς αὐτά· οἱ μὲν γὰρ πολλοὶ καὶ μείζω τῶν δυνατῶν γενέσθαι κατηλπίκασιν. Ἐξ οὗ συμβαίνει τὸ τὴν μὲν τῶν ἀγαθῶν προαγόρευσιν μὴ ἐπιτείνειν πάνυ τι τὴν χαράν, διὰ τὸ καὶ χωρὶς τῆς προαγορεύσεως ἕκαστον ἐξ ἑαυτοῦ τὰ κρείττω προσδοκᾶν, ἢ ἐπ´ ὀλίγον ἐπιτείνειν τῇ δοκούσῃ βεβαιότητι, πολλάκις δὲ καὶ μειοῦν τὴν χαράν, ὅταν ἐλάττω τῶν ἐλπισθέντων ἀκουσθῇ· τὴν δὲ τῶν κακῶν προαγόρευσιν καὶ διὰ τὸ ἀπόστρεπτον αὐτῶν φύσει καὶ διὰ τὸ παρ´ ἐλπίδας ἐνίοτε προλέγεσθαι μεγάλως συνταράττειν. Ἀλλ´ ὅμως εἰ καὶ μὴ τοῦτο συνέβαινεν, τό γε ἀχρεῖον ἔσεσθαι τὴν προαγόρευσιν παντί που δῆλον ἂν εἴη. Εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ προφυλαξαίμεθα, οὐκέτι πάντα δείξει συμβησόμενα καθ´ εἱμαρμένην, ἐφ´ ἡμῖν ὄντος τοῦ φυλάξασθαί τε καὶ μὴ φυλάξασθαι. Εἰ γὰρ καὶ τοῦτο κατηναγκάσθαι φήσει τις, ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱμαρμένην, πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναιρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ φυλαξόμεθα δῆλον ὡς εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προαγορεύσωσιν ἡμῖν. Τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριάμου καὶ αὐτὸς ὁ Χρύσιππός φησιν πολλὰ μηχανησαμένων τῶν γονέων ὥστε ἀποκτεῖναι, ἵνα τὸ ἀπ´ αὐτῶν προρρηθὲν αὐτοῖς κακὸν φυλάξωνται, μὴ δυνηθῆναι. Οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγορεύσεώς φησιν εἶναι διὰ τὴν ἐκ τῆς εἱμαρμένης αἰτίαν. Τοῦτο μὲν οὖν ἐκ περιουσίας εἰρήσθω πρὸς τὸ μὴ μόνον ἀνυπόστατον, ἀλλὰ καὶ ἀχρεῖον τῆς μαντικῆς. »

Ταῦτα μὲν ὁ φιλόσοφος. Σύ γε μὴν παρὰ σαυτῷ σκέψαι, πῶς Ἕλληνες ὄντες καὶ τὴν Ἑλλήνων σύντροφον παιδείαν ἐκ νέας ἡλικίας κτησάμενοι τά τε πάτρια περὶ θεῶν πάντων μᾶλλον διεγνωκότες Ἀριστοτελικοὶ πάντες Κυνικοί τε καὶ Ἐπικούρειοι καὶ ὅσοι τούτοις ἐφρόνησαν τὰ παραπλήσια, τῶν παρ´ αὐτοῖς Ἕλλησι βοωμένων μαντείων κατεγέλασαν. Καὶ μὴν εἴπερ ἦν ἀληθῆ τὰ θρυλούμενα περὶ τῆς τῶν χρηστηρίων παραδοξοποιίας, εἰκὸς ἦν καὶ τούσδε καταπλαγῆναι Ἕλληνας ὄντας καὶ τὰ πάτρια ἀκριβῶς ἐξεπισταμένους μηδέν τε τῶν γνωσθῆναι ἀξίων ἐν δευτέρῳ τεθειμένους. Ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα συνάγειν εἰς ἀνασκευὴν τῆς περὶ τῶν χρηστηρίων ὑποθέσεως πλείστη τις ἦν περιουσία. Ἀλλ´ οὐ ταύτη μοι δοκεῖ τὸν παρόντα μεθοδεῦσαι λόγον, ἀλλ´ ᾗπερ ὡρμήθημεν ἀρξάμενοι, ἀληθῆ λέγειν δόντες τοὺς ὑπὲρ αὐτῶν προϊσταμένους, ὡς ἂν ἐκ τῶν παρ´ αὐτοῖς ὁμολογουμένων, μαντεῖά τε εἶναι ἀληθῆ καὶ Πυθόχρηστα θεοπρόπια τὰ δηλούμενα φασκόντων, τὴν ἀκριβῆ τῶν δηλουμένων ἔκφανσιν καταμάθοιμεν.

ΚΕΦΑΛΑΙΟΝ Δ'

 Ὅτι μεγίστων ἡμᾶς κακῶν τούτων αὐτῶν ἠλευθέρωσεν ἡ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴ διδασκαλία

Οἶμαι δὲ παντί τῳ εἶναι σαφές, ὡς ὁ τῶν προκειμένων ἔλεγχος οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον ὁμοῦ καὶ ἀναγκαιότατον περιέξει μέρος τῆς εὐαγγελικῆς ὑποθέσεως. Εἰ γὰρ οἱ πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας πανταχοῦ πάντες, Ἕλληνες καὶ βάρβαροι, δειχθεῖεν μὴ τὸν ἀληθῆ θεὸν ἐπεγνωκότες, ἀλλ´ ἤτοι τὰ μὴ ὄντα ὡς ὄντα δοξάζοντες ἢ ὑπό τινων μοχθηρῶν καὶ θεομάχων πνευμάτων δαιμόνων τε πονηρῶν καὶ ἀκαθάρτων τυφλῶν δίκην ὧδε κἀκεῖσε περιηγμένοι καὶ βυθῷ κακίας πρὸς αὐτῶν καθειλκυσμένοι (καὶ τί γὰρ ἄλλ´ ἢ δαιμονῶντες;), Πῶς οὐ μειζόνως ἂν ὀφθείη τὸ μέγα τῆς εὐαγγελικῆς οἰκονομίας μυστήριον πάντας πανταχόθεν ἐκ τῆς πατροπαραδότου πλάνης τῆς τῶν δαιμόνων καταδυναστείας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν φωνῆς ἀνακεκλημένον καὶ τοὺς μέχρις ἐσχατιῶν γῆς οἰκοῦντας ἀνθρώπους τῆς ἐξ αἰῶνος κατασχούσης τὸν πάντα βίον ἀπάτης λελυτρωμένον, ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο λελύσθαι μὲν καὶ καθῃρῆσθαι αὐτοῖς ναοῖς καὶ ξοάνοις τὰ πεπαλαιωμένα τῆς τῶν ἐθνῶν ἁπάντων πλάνης ἱδρύματα, ἱερὰ δὲ ὄντως σεμνὰ καὶ εὐσεβείας διδασκαλεῖα τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ὅλων ἐν μέσαις πόλεσί τε καὶ κώμαις δυνάμει καὶ ἀρετῇ τοῦ σωτῆρος ἡμῶν ἀνὰ τὸν σύμπαντα κόσμον ἀνεγηγέρθαι θυσίας τε τὰς θεοπρεπεῖς εὐχαῖς ὁσίων διαθέσει κεκαθαρμένῃ κακίας ἁπάσης ἔν τε ἀπαθείᾳ ψυχῆς καὶ πάσης ἀρετῆς ἀναλήψει κατὰ τὰ θεῖα καὶ σωτηριώδη παιδεύματα ἐξ ἁπάντων ὁσημέραι διηνεκῶς τῶν ἐθνῶν ἐπιτελεῖσθαι, τὰς δὴ καὶ μόνας ἀρεστὰς οὔσας καὶ προσηνεῖς θυσίας τῷ ἐπὶ πάντων θεῷ. Τούτων δὲ οὕτως ἐχόντων πῶς οὐκ ἂν εἴημεν δεδειχότες ἐν ταὐτῷ καὶ ὅτι μετὰ σώφρονος λογισμοῦ, οὐχὶ δὲ ἀλογίᾳ ἑαυτοὺς ἐπιδόντες ἀποστάται τῆς πατροπαραδότου γεγόναμεν δεισιδαιμονίας, κρίσει δικαίᾳ καὶ ἀληθεῖ τὸ κρεῖττον ἀγαπήσαντες καὶ τῆς ἐνθέου καὶ ἀληθοῦς εὐσεβείας ἐρασταὶ γεγενημένοι. Ἀλλὰ τούτων μὲν ἅλις, ἁπτέον δὲ λοιπὸν τῶν προκειμένων.

ΚΕΦΑΛΑΙΟΝ Ε'

Τίς ἡ διαίρεσις τῆς καθ´ Ἕλληνας θεολογίας

Οἱ μὲν δὴ τὴν Ἑλληνικὴν θεολογίαν ἐξηκριβωκότες, καθ´ ἕτερον παρὰ τοὺς προειρημένους ἡμῖν τρόπον εἰς γένη τέτταρα πάντα τὸν λόγον διαιροῦντες, πρώτιστα πάντων τὸν πρῶτον ἀφορίσαντες θεὸν εἰδέναι φασὶ τοῦτον εἶναι τὸν ἐπὶ πᾶσι πρῶτόν τε ὄντα καὶ πάντων θεῶν πατέρα τε καὶ βασιλέα, μεθ´ ὃν γένος τὸ θεῶν ὑπάρχειν δεύτερον, ἑπόμενον δὲ τὸ δαιμόνων, τὸ δὲ ἡρώων τέταρτον· ἃ πάντα τῆς τοῦ κρείττονος ἰδέας μετασχόντα πῆ μὲν ἄγειν, πῆ δὲ ἄγεσθαι, καὶ φῶς ἅπαν προσαγορεύεσθαι τὸ τοιόνδε φωτὸς μετοχῇ. Ἀλλὰ καὶ τῆς τοῦ χείρονος οὐσίας τὸ κακὸν ἡγεῖσθαί φασι· τοῦτο δὲ εἶναι μοχθηρῶν δαιμόνων γένος, φίλῳ μὲν οὐδαμῶς χρώμενον τἀγαθῷ, δύναμίν γε μὴν ἐν τῇ τῶν ἐναντίων φύσει κεκτημένον πρώτην, καθάπερ ἐν τοῖς κρείττοσιν ὁ θεός· πᾶν δὲ τὸ τοιόνδε σκότος προσαγορεύεσθαι. Ταῦτα τοῦτον διαστειλάμενοι τὸν τρόπον θεοῖς μὲν οὐρανὸν καὶ τὸν ἄχρι σελήνης αἰθέρα φασὶν ἀποτετάχθαι, δαίμοσιν δὲ τὰ περὶ σελήνην καὶ ἀέρα, ψυχαῖς δὲ τὰ περὶ γῆν καὶ ὑπόγεια. Τοιούτῳ δ´ ἀφορισμῷ κεχρημένοι πρῶτον ἁπάντων φασὶ τοὺς οὐρανίους δεῖν καὶ αἰθερίους θεοὺς θεραπεύειν, δεύτερον τοὺς ἀγαθοὺς δαίμονας, τρίτον τὰς τῶν ἡρώων ψυχάς, τέταρτον τοὺς φαύλους καὶ πονηροὺς ἀπομειλίσσεσθαι δαίμονας. Ταῦτα δὲ λόγῳ διαιροῦντες ἔργῳ συγχέουσι τὰ πάντα, μόνας ἀντὶ τῶν εἰρημένων πάντων τὰς πονηρὰς δυνάμεις θεραπεύοντες καὶ ὅλοι ταύταις καταδουλούμενοι, ὡς ὁ λόγος προϊὼν ἀπελέγξει. Πάρεστι γοῦν σοι τὰς διὰ τῶν ξοάνων ἐνεργούσας δυνάμεις ὁποίας χρῆν ἀποφαίνεσθαι σκοπεῖν, πότερα θεοὺς ἢ δαίμονας καὶ εἴτε φαύλους εἴτε ἀγαθούς, ἐκ τῶν παρατεθησομένων. Τὰ μὲν γὰρ παρ´ ἡμῖν θεῖα λόγια οὐδ´ ὅλως ἀγαθὸν οὐδέν´ ὀνομάζειν δαίμονα, πάντας δὲ πονηροὺς εἶναι τοὺς τῆς λήξεως ταύτης καὶ δὴ καὶ τῆς προσηγορίας μετειληφότας, ὡς οὐδ´ ἕτερον θεὸν ἀληθῶς καὶ κυρίως πλὴν ἕνα τὸν πάντων αἴτιον· τὰς δὲ ἀστείας καὶ ἀγαθὰς δυνάμεις, ἅτε τὴν φύσιν γενητὰς οὔσας καὶ πολλῷ τὸν ἀγένητον καὶ σφῶν αὐτῶν ποιητὴν θεὸν ἀφυστερούσας, οὐ μὴν ἀλλὰ καὶ τοῦ τῶν δαιμόνων μοχθηροῦ γένους ἀφωρισμένας, οὔτε θεοὺς οὔτε δαίμονας ἀποκαλεῖν ἀξιοῖ, μέσας δὲ οὔσας θεοῦ καὶ δαιμόνων εὐθυβόλῳ καὶ μέσῃ προσηγορίᾳ ἀγγέλους θεοῦ καὶ πνεύματα λειτουργικὰ δυνάμεις τε θείας καὶ ἀρχαγγέλους καί τισιν ἄλλαις ἐπωνυμίαις φερωνύμως τοῖς ἐπιτηδεύμασιν αὐτῶν ὀνομάζειν εἴωθε, τοὺς μέντοι δαίμονας, εἰ δὴ καὶ τούτων ἡμᾶς προσήκει τὴν ἐτυμολογίαν ἐξειπεῖν, οὐχ ᾗπερ Ἕλλησι δοκεῖ παρὰ τὸ δαήμονας εἶναι καὶ ἐπιστήμονας, ἀλλ´ ἢ παρὰ τὸ δειμαίνειν, ὅπερ ἐστὶ φοβεῖσθαι καὶ ἐκφοβεῖν, δαίμονάς τινας προσφυῶς ὀνομάζεσθαι. Τάς γέ τοι θείας καὶ ἀγαθὰς δυνάμεις, ὥσπερ οὖν τοῦ τρόπου, οὑτωσὶ δὲ καὶ τῆς προσηγορίας τῆς δαιμονικῆς ἀλλοτρίας τυγχάνειν· ἐπεὶ καὶ πάντων ἂν εἴη παραλογώτατον τὰς μήτε μὴν τὴν προαίρεσιν μήτε τὴν ἐκ τοῦ τρόπου φύσιν ὁμοίας μιᾶς καὶ τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῦν.

ΚΕΦΑΛΑΙΟΝ  Ϛ'.

 Ὅτι μὴ ἀφ´ ἑαυτῶν, ἀλλ´ ἐκ Ἑλληνικῶν παραθέσεων μαρτυρίας πιστούμεθα

Φέρε οὖν ἐπισκεψώμεθα, τίς ὁ κατ´ αὐτοὺς τῶν χρηστηρίων τρόπος, ὡς ἂν μάθοιμεν ποίας χρὴ δυνάμεως αὐτοὺς ἀποφήνασθαι καὶ εἴτε ὀρθῶς αὐτῶν ἀνεχωρήσαμεν εἴτε καὶ μή. Εἰ δὲ μέλλοιμι παρ´ ἐμαυτοῦ τοὺς ἐλέγχους τῶν δηλουμένων προφέρειν, εὖ οἶδ´ ὅτι μηδ´ ἀνεπίληπτον παρέξω τοῖς φιλεγκλήμοσι τὸν λόγον. Διόπερ αὐτὸς οὐδὲν οἴκοθεν εἰπὼν αὖθις ταῖς τῶν ἔξωθεν ἀποχρήσομαι μαρτυρίαις. Μυρίων δὲ ὄντων παρ´ Ἕλλησι λογογράφων τε καὶ φιλοσόφων, πρὸ πάντων ἐπιτήδειον εἰς τὰ προκείμενα ἐγκρίνω τὸν δαιμόνων φίλον αὐτὸν ἐκεῖνον, ὃς δὴ καθ´ ἡμᾶς γεγονὼς ταῖς καθ´ ἡμῶν ἐλλαμπρύνεται ψευδηγορίαις. Μάλιστα γὰρ φιλοσόφων οὗτος τῶν καθ´ ἡμᾶς δοκεῖ καὶ δαίμοσιν καὶ οἷς φησι θεοῖς ὡμιληκέναι ὑπέρ τε τούτων πρεσβεῦσαι καὶ πολλῷ μᾶλλον τὰ περὶ αὐτῶν ἀκριβέστερον διηρευνηκέναι. Οὗτος τοιγαροῦν ἐν οἷς ἐπέγραψεν « Περὶ τῆς ἐκ λογίων φιλοσοφίας » συναγωγὴν ἐποιήσατο χρησμῶν τοῦ τε Ἀπόλλωνος καὶ τῶν λοιπῶν θεῶν τε καὶ ἀγαθῶν δαιμόνων, οὓς καὶ μάλιστα ἐκλεξάμενος ἑαυτῷ ἡγήσατο ἱκανοὺς εἶναι εἴς τε ἀπόδειξιν τῆς τῶν θεολογουμένων ἀρετῆς εἴς τε προτροπὴν ἧς αὐτῷ φίλον ὀνομάζειν θεοσοφίας. Ἐκ δὴ τούτων τοιγαροῦν τῶν ἐγκριθέντων καὶ μνήμης ἀξιωθέντων λογίων διακρῖναι καλὸν τοὺς χρησμολόγους καὶ σκέψασθαι ποίας ποτὲ ὄντες τυγχάνουσι δυνάμεως. Πρῶτον δὲ θεασώμεθα ὅπως τῆς γραφῆς ὁ δηλωθεὶς ἀνὴρ ἀρχόμενος ἦ μὴν ἀληθεύειν ἐπόμνυται λέγων οὕτως·

ΚΕΦΑΛΑΙΟΝ Ζ'.

Περὶ τῶν κατὰ τοὺς χρησμοὺς ἀπορρήτων ἐκ τῆς Ἑλληνικῆς παραθέσεως.  Ὅρκος περὶ τῶν λεχθησομένων


« Βέβαιος δὲ καὶ μόνιμος ὁ ἐντεῦθεν ὡς ἂν ἐκ μόνου βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυτόμενος· οἷς δὴ καὶ μεταδώσεις μηδὲν ὑφαιρούμενος. Ἐπεὶ κἀγῶ τοὺς θεοὺς μαρτύρομαι ὡς οὐδὲν οὔτε προστέθεικα οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων, εἰ μή που λέξιν ἡμαρτημένην διώρθωσα ἢ πρὸς τὸ σαφέστερον μεταβέβληκα ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα ἤ τι τῶν μὴ πρὸς τὴν πρόθεσιν συντεινόντων διέγραψα, ὡς τόν γε νοῦν ἀκραιφνῆ τῶν ῥηθέντων διετήρησα, εὐλαβούμενος τὴν ἐκ τούτων ἀσέβειαν μᾶλλον ἢ τὴν ἐκ τῆς ἱεροσυλίας τιμωρὸν ἑπομένην δίκην. Ἕξει δὲ ἡ παροῦσα συναγωγὴ πολλῶν μὲν τῶν κατὰ φιλοσοφίαν δογμάτων ἀναγραφήν, ὡς οἱ θεοὶ τἀληθὲς ἔχειν ἐθέσπισαν· ἐπ´ ὀλίγον δὲ καὶ τῆς χρηστικῆς ἁψόμεθα πραγματείας, ἥτις πρός τε τὴν θεωρίαν ὀνήσει καὶ τὴν ἄλλην κάθαρσιν τοῦ βίου. Ἣν δ´ ἔχει ὠφέλειαν ἡ συναγωγή, μάλιστα εἴσονται ὅσοιπερ τὴν ἀλήθειαν ὠδίναντες ηὔξαντό ποτε τῆς ἐκ θεῶν ἐπιφανείας τυχόντες ἀνάπαυσιν λαβεῖν τῆς ἀπορίας διὰ τὴν τῶν λεγόντων ἀξιόπιστον διδασκαλίαν. »

Τοιούτοις χρησάμενος προοιμίοις μαρτύρεται καὶ προπαραγγέλλει μὴ εἰς πολλοὺς ἐκφῆναι τὰ λεχθησόμενα, λέγων οὕτως·

ΚΕΦΑΛΑΙΟΝ Η'.

Ὅτι οὐ χρὴ τὰ λεχθησόμενα εἰς πάντας ἐκφέρειν

 « Σὺ δ´ εἴπερ τι καὶ ταῦτα πειρῶ μὴ δημοσιεύειν μηδ´ ἄχρι καὶ τῶν βεβήλων ῥίπτειν αὐτὰ δόξης ἕνεκα ἢ κέρδους ἤ τινος ἄλλης οὐκ εὐαγοῦς κολακείας. Κίνδυνος γὰρ οὐ σοὶ μόνον τὰς ἐντολὰς παραβαίνοντι ταύτας, ἀλλὰ κἀμοὶ ῥᾳδίως πιστεύσαντι τῷ στέγειν παρ´ ἑαυτῷ μὴ δυναμένῳ τὰς εὐποιίας. Δοτέον δὴ τοῖς τὸν βίον ἐνστησαμένοις πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν. »

Καὶ μεθ´ ἕτερα ἐπιλέγει·

« Ταῦτά μοι ὡς ἀρρήτων ἀρρητότερα κρύπτειν· οὐδὲ γὰρ οἱ θεοὶ φανερῶς περὶ αὐτῶν ἐθέσπισαν, ἀλλὰ δι´ αἰνιγμάτων. »

Ἐπειδὴ τοίνυν τοιαῦτα ὁ λόγος ἀνετείνατο, φέρε λοιπὸν διὰ τῶν ἐνθέων καὶ Πυθοχρήστων λογίων σκεψώμεθα, ποταπὰς εἶναι τὰς θεολογουμένας ἀφανεῖς δυνάμεις προσήκει λογίζεσθαι· γένοιτο γὰρ καὶ ἀνδρὸς ἔλεγχος ἐκ τῶν οἰκείων λόγων τε καὶ ἐπιτηδευμάτων. Ὁ δὴ οὖν προδηλωθεὶς ἀνὴρ ἐν αὐτοῖς οἷς ἐπέγραψεν « Περὶ τῆς ἐκ λογίων φιλοσοφίας » χρησμοὺς τίθησι τοῦ Ἀπόλλωνος, τὰς διὰ ζῴων θυσίας ἐργάζεσθαι παρακελευομένου καὶ μὴ μόνοις δαίμοσιν μηδὲ μόναις ταῖς περιγείοις δυνάμεσιν, ἀλλὰ καὶ ταῖς αἰθερίοις καὶ οὐρανίοις ζῳοθυτεῖν. Ἐν ἑτέροις δ´ ὁ αὐτὸς δαίμονας, ἀλλ´ οὐ θεοὺς εἶναι ὁμολογῶν ἅπαντας, οἷς Ἕλληνες τὰς δι´ αἱμάτων καὶ ζῴων ἀλόγων σφαγῆς ἐπετέλουν θυσίας, μὴ χρῆναι μηδὲ ὅσιον εἶναι θεοῖς ζῳοθυτεῖν φησίν.

Ἄκουε τοιγαροῦν τῶν πρώτων αὐτοῦ φωνῶν, δι´ ὧν τὰ περὶ τῆς ἐκ λογίων φιλοσοφίας συνάγων, πῶς ὁ Ἀπόλλων χρῆναι θεραπεύειν τοὺς θεοὺς διδάσκει. Ὃ καὶ παρατίθεται γράφων ὧδε·

ΚΕΦΑΛΑΙΟΝ Θ'.

 Ὅπως θεραπεύειν διὰ θυσιῶν ὁ Ἀπόλλων προστάττει τοὺς θεούς

 « Ἀκολούθως μετὰ τὰ ῥηθέντα περὶ εὐσεβείας ἃ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν, ἀναγράφοιμεν ἂν ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθάσαντες παρατεθείκαμεν. Ἔστιν δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλωνος ἅμα καὶ διαίρεσιν τῆς τῶν θεῶν περιέχων τάξεως· ἐργάζευ, φίλε, τήνδε θεόσδοτον ἐς τρίβον ἐλθών, μηδ´ ἐπιλήθεο τῶν μακάρων, θυσίας ἐναρίζων πῆ μὲν ἐπιχθονίοις, πῆ δ´ οὐρανίοις, ποτὲ δ´ αἴθρης αὐτοῖσιν βασιλεῦσι καὶ ἠέρος ὑγροπόροιο ἠδὲ θαλασσαίοις καὶ ὑποχθονίοισιν ἅπασιν· πάντα γὰρ ἐνδέδεται φύσεως μεστώμασι τῶνδε. Ζῴων δ´ ὡς θέμις ἐστὶ τελευτῆσαι καθαγισμοὺς ἀείσω (δέλτοις δὲ χαράσσετε χρησμὸν ἐμεῖο), τοῖς μὲν ἐπιχθονίοις, τοῖς δ´ οὐρανίοισι θεοῖσι· φαιδρὰ μὲν οὐρανίοις, χθονίοις δ´ ἐναλίγκια χροιῇ. Τῶν χθονίων διάειρε τριχῇ θυσίας ἐναρίζων· νερτερίων κατάθαπτε καὶ ἐς βόθρον αἷμα ἴαλλε· χεῦε μέλι νύμφαισι Διωνύσοιό τε δῶρα·  ὅσσοι δ´ ἀμφὶ γέην πωτώμενοι αἰὲν ἔασιν, τοῖσδε φόνου πλήσας πάντη πυριπληθέα βωμὸν ἐν πυρὶ βάλλε δέμας θύσας ζῴοιο ποτανοῦ καὶ μέλι φυρήσας Δηωΐῳ ἀλφίτῳ ἔνθευ ἀτμούς τε λιβάνοιο καὶ οὐλοχύτας ἐπίβαλλε· εὖτε δὲ πὰρ ψαμάθοισιν ἴῃς, γλαυκὴν ἅλα χεύας κὰκ κεφαλῆς θυσίαζε καὶ εἰς βαθὺ κῦμα θαλάσσης ζῷον ὅλον προΐαλλε. Τελευτήσας τάδε πάντα ἐς πλατὺν ἠερίων χορὸν ἔρχεο οὐρανιώνων. Ἀστραίοις δἤπειτα καὶ αἰθερίοις ἐπὶ πᾶσιν αἷμα μὲν ἐκ λαιμῶν κρουνώμασιν ἀμφὶ θυηλὰς λιμνάζειν, τὰ δὲ γυῖα θεοῖς ἐν δαιτὶ πονεῖσθαι, ἄκρα μὲν Ἡφαίστῳ δόμεναι, τὰ δὲ λοιπὰ πάσασθαι, ἀτμοῖσιν λαροῖσιν ἐνιπλήσαντες ἅπαντα ἠέρα ῥευσταλέον· ἐπὶ δ´ εὐχὰς πέμπετε τοῖσδε. »

Καὶ μετ´ ὀλίγα ἐπεξηγεῖται τὸν χρησμὸν ἑρμηνεύων ὧδε·

« Αἱ δὲ θυσίαι ἔχουσι τὸν τρόπον τοῦτον κατὰ τὴν προρρηθεῖσαν διαίρεσιν τῶν θεῶν ἐκδεδομέναι. Ὄντων γὰρ ὑποχθονίων καὶ ἐπιχθονίων θεῶν καὶ τῶν μὲν ὑποχθονίων καὶ νερτερίων καλουμένων, τῶν δ´ ἐπιχθονίων καὶ χθονίων κληθέντων θεῶν, κοινῶς μὲν τούτοις ἱερεῖα τετράποδα μέλανα ἄγειν παρακελεύεται, περὶ δὲ τὸν τρόπον τῆς θυσίας ἐξαλλάττει· τοῖς μὲν γὰρ ἐπιχθονίοις σφάττειν ἐπὶ βωμῶν, τοῖς δ´ ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται καὶ μέντοι καταθάπτειν τούτοις θύσαντας τὰ σώματα. Ὅτι γὰρ κοινὰ τούτων καὶ τὰ τετράποδα, αὐτὸς ἐρωτηθεὶς ἐπήγαγεν· ξυνὰ πέλει χθονίων καὶ ὑποχθονίων τάδε μούνων τετράποδα· χθονίοις ἀρνῶν νεοπηγέα γυῖα.  Τοῖς δὲ ἀερίοις πτηνὰ θύειν παρακελεύεται ὁλοκαυτοῦντας καὶ τὸ αἷμα ἐπὶ τῶν βωμῶν περιάγοντας· τοῖς δὲ θαλασσίοις πτηνὰ μέν, ζῶντα δὲ ἀφιέναι εἰς τὰ κύματα, μέλανα τὴν χρόαν ὄντα. Φησὶ γάρ· τοῖς δὲ θεοῖς τὰ πετεινά, θαλασσαίοις δὲ κελαινά, πᾶσιν μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ πετεινά, μόνοις δὲ τοῖς θαλασσίοις τὰ κελαινά, οὐκοῦν τοῖς ἄλλοις λευκά. Τοῖς δ´ οὐρανίοις τε καὶ αἰθερίοις τὰ ἄκρα τῶν ἱερείων λευκῶν ὄντων ἀφιεροῦν, τὰ δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον σοι, ἐκ δὲ τῶν ἄλλων μή. Οὓς δὲ εἴρηκεν ἐν τῇ διαιρέσει οὐρανίους, τούτους ἐνταῦθα ἀστραίους. Ἆρ´ οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν τὰ σύμβολα τῷ εὐσυνέτῳ δῆλα; Τετράποδα μὲν γὰρ τοῖς χθονίοις καὶ χερσαῖα· τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον. Χθόνιον δὲ τὸ πρόβατον καὶ διὰ τοῦτο Δήμητρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν μεθ´ ἡλίου λοχεύει. Μέλανα δέ· τοιαύτη γὰρ ἡ γῆ φύσει σκοτεινή. Τρία δέ· τοῦ γὰρ σωματικοῦ καὶ γεώδους τὰ τρία σύμβολον. Τοῖς μὲν οὖν ἐπιχθονίοις ἄνω ἐπὶ βωμῶν δεῖ θῦσαι, ἐπὶ γὰρ τῆς γῆς ἀναστρέφονται οὗτοι· τοῖς δ´ ὑποχθονίοις ἐν βόθρῳ καὶ ἐν ταφῇ, ἔνθα διατρίβουσιν· τὰ πτηνὰ δὲ τοῖς ἄλλοις, ὅτι πάντα θεῖ. Καὶ γὰρ τὸ ὕδωρ ἀεικίνητον τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεῖα πρόσφορα. Τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως ὢν διαφανοῦς. Οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζῴων κουφότερα, ἅπερ ἐστὶν ἄκρα. Οἷς κοινωνεῖν τῆς θυσίας δεῖ· δοτῆρες γὰρ οὗτοι ἀγαθῶν, οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες. »

Τοιαῦτα μὲν τὰ ἀπὸ τῆς ἐκ λογίων φιλοσοφίας τοῦ θαυμαστοῦ θεοσόφου.

ΚΕΦΑΛΑΙΟΝ Ι'.

Ὅτι οὐκ ἂν εἶεν θεοὶ οἱ ταῖς διὰ ζῴων θυσίαις χαίροντες

Φέρε δὲ τοῦ αὐτοῦ τὰς ἐναντίας τούτοις φωνὰς συγκρίνωμεν, ἃς τέθειται ἐν οἷς ἐπέγραψεν « Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς ». Ἔνθα δὴ ὀρθῷ λογισμῷ κινούμενος πρῶτον ἁπάντων ὁμολογεῖ μὴ δεῖν τὸ καθόλου μηδὲν μήτε θυμιᾶν μήτε θύειν τῷ ἐπὶ πᾶσιν θεῷ, ἀλλὰ μηδὲ ταῖς μετ´ αὐτὸν θείαις καὶ οὐρανίαις δυνάμεσιν. Εἶτα δὲ ἐπεξιὼν τὰς τῶν πολλῶν ὑπολήψεις ἀνασκευάζει, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας. Εἶναι γάρ φησι πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. Ταῦτα δὲ λέγων δῆλος ἂν εἴη τὸν ἑαυτοῦ θεὸν ἀπελέγχων· προστάττειν γὰρ ἀρτίως ἔφησεν τὸν χρησμὸν μὴ μόνον τοῖς ὑποχθονίοις καὶ ἐπιχθονίοις θεοῖς, ἀλλὰ καὶ τοῖς ἀερίοις οὐρανίοις τε καὶ αἰθερίοις ζῳοθυτεῖν. Καὶ ὁ μὲν Ἀπόλλων τοιαῦτα. Ὁ δὲ τὸν Θεόφραστον μαρτυρόμενος θεοῖς μὲν οὔ φησιν ἁρμόζειν τὴν διὰ ζῴων θυσίαν, δαίμοσιν δὲ μόνοις, ὥστε κατὰ τὸν αὐτοῦ καὶ Θεοφράστου λόγον δαίμονα εἶναι, ἀλλ´ οὐ θεὸν τὸν Ἀπόλλωνα, οὐ μὴν ἀλλὰ καὶ πάντας τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσιν νενομισμένους θεούς, οἷς τὰς διὰ ζῴων θυσίας πανδημεὶ πάντες ἄρχοντές τε καὶ ἀρχόμενοι κατά τε πόλεις καὶ χώρας ἐκτελοῦσιν· τούτους γὰρ οὐκ ἄλλο τι τυγχάνειν ἡγεῖσθαι χρὴ κατὰ τοὺς εἰρημένους ἢ δαίμονας. Εἰ δὲ ἀγαθοὺς εἶναί φασιν αὐτούς, καὶ πῶς, εἴπερ ἀνόσιος ἦν καὶ μυσαρὰ καὶ ἐπιβλαβὴς ἡ δι´ αἱμάτων θυσία, ἀγαθοὶ ἂν εἶεν οἱ τοῖς τοιοῖσδε χαίροντες; Εἰ δὲ καὶ μὴ μόναις ταῖς τοιαύταις δὴ θυσίαις, καθ´ ὑπερβολὴν δὲ ὠμότητος καὶ ἀπανθρωπίας φανεῖεν ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις ἡδόμενοι, πῶς οὐκ ἄντικρυς εἶεν ἂν μιαιφόνοι καὶ πάσης ὠμότητος καὶ ἀπανθρωπίας οἰκεῖοι καὶ οὐδὲν ἄλλο ἢ πονηροὶ δαίμονες; Τούτων δὲ ἡμῖν τὴν ἀπόδειξιν εἰληφότων οἶμαι τῆς ἡμετέρας ἐκ τῶν δηλουμένων ἀναχωρήσεως τὸ εὔλογον ἀποδεδόσθαι· μὴ γὰρ εἶναι ὅσιον μηδ´ εὐσεβές, μὴ ὅτι τὴν τοῦ θεοῦ σεβάσμιον προσηγορίαν καὶ τὴν ἀνωτάτω τιμὴν ἐπὶ τὰ πονηρὰ πνεύματα καταβάλλειν, ἀλλὰ μηδὲ τοῦ παρ´ ἀνθρώποις τὴν βασίλειον ἐπιειμένου ἀξίαν λῃσταῖς καὶ τοιχωρύχοις περιτιθέναι. Ὅθεν ἡμεῖς μόνον τὸν ἐπὶ πάντων σέβειν δεδιδαγμένοι θεὸν τιμᾶν τε κατὰ τὸ προσῆκον καὶ τὰς ἀμφ´ αὐτὸν θεοφιλεῖς τε καὶ μακαρίας δυνάμεις, οὐδὲν μὲν γεῶδες καὶ νεκρὸν οὐδὲ λύθρους καὶ αἵματα οὐδέ τι τῆς φθαρτῆς καὶ ὑλικῆς οὐσίας ἐπαγόμεθα· νῷ δὲ πάσης κεκαθαρμένῳ κακίας καὶ σώματι τὸν ἐξ ἁγνείας καὶ σωφροσύνης κόσμον πάσης λαμπρότερον ὄντα στολῆς περιβεβλημένῳ δόγμασί τε ὀρθοῖς καὶ θεοπρεπέσι καὶ ἐπὶ πᾶσι τούτοις διαθέσει γνησίᾳ τὴν ὑπὸ τοῦ σωτῆρος ἡμῶν παραδοθεῖσαν εὐσέβειαν μέχρι καὶ θανάτου φυλάττειν εὐχόμεθα. Ἀλλὰ γὰρ τούτων ἡμῖν προδιηρθρωμένων ὥρα καὶ ἐπὶ τὰς ἀποδείξεις τῶν εἰρημένων χωρεῖν. Πρῶτα δὲ πάντων διελθεῖν εὔλογον δι´ ὧν ὁ προειρημένος συγγραφεὺς ἐν οἷς ἐπέγραψεν « Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς » μὴ χρῆναί φησι μήτε τῷ ἐπὶ πάντων θεῷ μήτε ταῖς μετ´ αὐτὸν θείαις δυνάμεσιν γεῶδες μηδὲν μήτε θυμιᾶν μήτε θύειν· ἀλλότρια γὰρ τὰ τοιαῦτα ἢ κατὰ τὴν ἐμπρέπουσαν εὐσέβειαν.

ΚΕΦΑΛΑΙΟΝ ΙΑ'

Ὅτι οὐδὲν τῶν αὐτὸ γῆς χρὴ τῷ ἐπὶ πάντων θεῷ οὔτε θυμιᾶν οὔτε θύειν

« Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ´ ἐπονομάζοντες· οὐδὲν γὰρ ἔνυλον ὃ μὴ τῷ ἀΰλῳ εὐθύς ἐστιν ἀκάθαρτον. Διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος οὐδ´ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσωμεν αὐτόν. Δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀναγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. Ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται. »


ΚΕΦΑΛΑΙΟΝ ΙΒ'.

Ὅτι οὐδὲ ταῖς θείαις δυνάμεσι τῶν ἀπὸ γῆς τι θύειν ἢ θυμιᾶν προσήκει

 « Τοῖς δὲ αὐτοῦ ἐκγόνοις, νοητοῖς δὲ θεοῖς ἤδη καὶ τὴν ἐκ τοῦ λόγου ὑμνῳδίαν προσθετέον. Ἀπαρχὴ γὰρ ἑκάστῳ, ὧν δέδωκεν, ἡ θυσία καὶ δι´ ὧν ἡμῶν τρέφει καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. Ὡς οὖν γεωργὸς δραγμάτων ἀπάρχεται καὶ τῶν ἀκροδρύων, οὕτως ἡμεῖς ἀπαρξώμεθα αὐτοῖς ἐννοιῶν τῶν περὶ αὐτῶν καλῶν, εὐχαριστοῦντες ὧν ἡμῖν δεδώκασι τὴν θεωρίαν καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς τρέφουσιν, συνόντες καὶ φαινόμενοι καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἐπιλάμποντες. »

Ταῦτα μὲν οὖν οὗτος. Ἀδελφὰ δὲ αὐτῷ καὶ συγγενῆ περὶ τοῦ πρώτου καὶ μεγάλου θεοῦ ἐν τῷ Περὶ θυσιῶν ὁ παρὰ τοῖς πολλοῖς ᾀδόμενος αὐτὸς ἐκεῖνος ὁ Τυανεὺς Ἀπολλώνιος τάδε γράφειν λέγεται·

ΚΕΦΑΛΑΙΟΝ ΙΓ'.

Ἔτι περὶ τοῦ μὴ χρῆναι τῷ ἐπὶ πάντων θεῷ τῶν ἀπὸ γῆς τι προσφέρειν

« Οὕτως τοίνυν μάλιστα ἄν τις, οἶμαι, τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου τυγχάνοι τε αὐτόθεν ἵλεώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ´ ὅντινα οὖν μόνος ἀνθρώπων, εἰ θεῷ μέν, ὃν δὴ πρῶτον ἔφαμεν, ἑνί τε ὄντι καὶ κεχωρισμένῳ πάντων, μεθ´ ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν μήτε ἀνάπτοι πῦρ μήτε καθόλου τι τῶν αἰσθητῶν ἐπονομάζοι (δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς· οὐδ´ ἔστιν ὃ τὴν ἀρχὴν ἀνίησι γῆ φυτὸν ἢ τρέφει ζῷον ἢ ἀήρ, ᾧ μὴ πρόσεστί γέ τι μίασμα), μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν αἰεὶ τῷ κρείττονι λόγῳ, λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, καὶ παρὰ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλίστου τῶν ἐν ἡμῖν αἰτοίη τὰ ἀγαθά· νοῦς δέ ἐστιν οὗτος, ὀργάνου μὴ δεόμενος. Οὐκοῦν κατὰ ταῦτα οὐδαμῶς τῷ μεγάλῳ καὶ ἐπὶ πάντων θεῷ θυτέον. »

Τούτων δὲ ὧδε ἐχόντων θέα δὴ λοιπόν, ὁποῖα περὶ τοῦ ζῳοθυτεῖν ὁ πρότερος ἱστορεῖ συγγραφεύς, μάρτυρα τοῦ λόγου τὸν Θεόφραστον ἀνακαλούμενος·

ΚΕΦΑΛΑΙΟΝ ΙΔ'.

Ὅτι παράνομόν ἐστι καὶ βλαβερὸν καὶ ἄδικον καὶ ἀνόσιον τὸ θύειν ζῷα θεοῖς καὶ ὅτι κατάραις ὑποβεβλημένον

« Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προϊουσῶν παρανομίας ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ´ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων, ἀφ´ οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. Τοιγαροῦν τὸ δαιμόνιον, ὥς φησιν ὁ Θεόφραστος, τούτων ἑκατέρων νεμεσῆσαν ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικεν τιμωρίαν· καθὸ οἱ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώπων, οἱ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηδὲν ἡμῶν βελτίους ἡγεῖσθαι τὴν φύσιν εἶναι τοὺς θεούς. Οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινές, οἱ δὲ κακόθυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων. »

Πάλιν δὲ ὁ αὐτὸς προστίθησιν καὶ ταῦτα·

« "Ὧν δὴ τοῦτον ἐχόντων τὸν τρόπον εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας, χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις. »

Καὶ ἐπιλέγει·

« Καὶ μὴν θύειν δεῖ ἐκεῖνα ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐδὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι χρὴ πᾶσιν. Εἰ δὲ λέγοι τις ὅτι οὐχ ἧττον τῶν καρπῶν καὶ τὰ ζῷα ἡμῖν εἰς χρῆσιν ὁ θεὸς δέδωκεν, ἀλλ´ οὖν γε ἐπιθυομένων τῶν ζῴων φέρει τινὰ βλάβην αὐτοῖς, ἅτε τῆς ψυχῆς νοσφιζομένων. Οὐ θυτέον οὖν ταῦτα· ἡ γὰρ θυσία ὁσία τίς ἐστιν κατὰ τοὔνομα· ὅσιος δ´ οὐδεὶς ὃς ἐκ τῶν ἀλλοτρίων ἀποδίδωσι χάριτας, κἂν καρποὺς λάβῃ κἂν φυτὰ μὴ ἐθέλοντος. Πῶς γὰρ ὅσιον ἀδικουμένων τῶν ἀφαιρεθέντων; Εἰ δὲ οὐδὲ καρπῶν ὁ ἁψάμενος ἀλλοτρίων ὁσίως θύει, τά γε τούτων τιμιώτερα παντελῶς οὐχ ὅσιον ἀφαιρουμένους τινῶν θύειν· τὸ γὰρ δεινὸν οὕτω γίνεται μεῖζον, ἡ ψυχὴ δὲ πολλῷ τιμιώτερον τῶν ἐκ γῆς φυομένων, ἣν ἀφαιρεῖσθαι θύοντα ζῷα οὐ προσῆκεν. »

Καὶ ἐπιλέγει·

« Ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις. »

Καὶ πάλιν φησίν·

« Τὸ τοίνυν μήθ´ ὅσιον μήτ´ εὐδάπανον οὐ θυτέον. »

Καὶ ἑξῆς·

« Ὥστε καὶ τῶν ζῴων, εἰ ἀπαρκτέον αὐτὰ θεοῖς, τούτων τινὸς ἕνεκα θυτέον· καὶ γὰρ ἃ θύομεν, τούτων τινὸς ἕνεκα θύομεν. Ἆρ´ οὖν τιμῆς ἡγήσαιτ´ ἄν τις τυγχάνειν ἡμῶν ἢ θεός, ὅταν ἀδικοῦντες εὐθὺς διὰ τῆς ἀπαρχῆς φαινώμεθα, ἢ μᾶλλον ἀτιμίαν οἰήσαιτ´ ἂν τὸ τοιοῦτο δρᾶν; Ἐν τῷ δέ γε θύειν ἀναιροῦντες τὰ μηδὲν ἀδικοῦντα τῶν ζῴων ἀδικήσειν ὁμολογοῦμεν· ὥστε τιμῆς μὲν ἕνεκα οὐ θυτέον τῶν λοιπῶν ζῴων οὐδέν. Οὐ μὴν οὐδὲ τῶν εὐεργεσιῶν χάριν αὐτοῖς ἀποδιδόντας· ὁ γὰρ τὴν δικαίαν ἀμοιβὴν τῆς εὐεργεσίας καὶ τῆς εὐποιίας τὸ ἀντάξιον ἀποδιδοὺς οὐκ ἐκ τοῦ κακῶς τινας δρᾶν ὀφείλει ταῦτα παρέχειν. Οὐδὲν γὰρ μᾶλλον ἀμείβεσθαι δόξει ἢ κἂν εἰ τὰ τοῦ πέλας ἁρπάσας τις στεφανοίη τινάς, ὡς χάριν ἀποδιδοὺς καὶ τιμήν. Ἀλλ´ οὐδὲ χάριν τινὸς ἕνεκα τῶν ἀγαθῶν. Ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὖ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν. Ὥστ´ οὐδὲ ἐλπιζομένης εὐεργεσίας θυτέον ἐστὶ τοῖς θεοῖς ζῷα. Καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι τις ἂν ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμήχανον καὶ λαθεῖν. Εἰ τοίνυν θυτέον μὲν τούτων τινὸς ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρακτέον, δῆλον ὡς οὐ θυτέον ἐστὶ τὰ ζῷα τὸ παράπαν τοῖς θεοῖς. »

Καὶ πάλιν ἐπιλέγει·

« Τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀνθρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνηρέσκετο,

Ταύρων δ´ ἀκράτοισι φόνοις οὐ δεύετο βωμός,
ἀλλὰ μύσος τοῦτ´ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον,
θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἤϊα γυῖα.
»

Καὶ μεθ´ ἕτερα·

« Ὅταν δὲ νέος θεοὺς χαίρειν πολυτελείαις γνῷ καί, ὥς φασι, ταῖς τῶν βοῶν καὶ τῶν ἄλλων ζῴων θοίναις, πότ´ ἂν ἑκὼν σωφρονήσειε; Πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλλοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; Πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοί, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων, μεγίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ ὅσιος καὶ δίκαιος ἔσται; Θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπαθής· οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρέργως δέ, ἀλλὰ σὺν πάσῃ προθυμίᾳ. Ἐοικέναι γὰρ δεῖ τὰς τιμὰς ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις ὑπαναστάσεσί τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δόσεσι. »

Σαφῶς δὴ διὰ τούτων κατὰ τοὺς Ἕλληνας καὶ τοὺς τούτων φιλοσόφους ὡμολογήθη, ὅτι οὐδὲν ἔμψυχον τυθείη ἂν εὐλόγως τοῖς θεοῖς· ἀνόσιον γὰρ καὶ ἄδικον καὶ ἐπιβλαβὲς εἶναι τὸ πρᾶγμα οὐκ ἀλλότριόν τε μύσους.

Οὐκ ἦν ἄρα θεὸς οὐδέ τις ἀψευδὴς καὶ ἀγαθὸς δαίμων ὁ τὰς δι´ αἱμάτων λοιβάς τε καὶ κνίσας μικρῷ πρόσθεν εἰσπραττόμενος χρησμῳδὸς οὐδ´ ἐκεῖνοι πάντες οἷς ὁ χρησμὸς ζῷα θύειν παρεκελεύσατο. Πλάνον ἄρα καὶ ἀπατεῶνα καὶ πονηρὸν ἄντικρυς δαίμονα χρὴ φάναι τὸν καταψευσάμενον καὶ θεοὺς τοὺς μὴ ὄντας ἀνειπόντα καὶ προστάξαντα μὴ μόνον τοῖς χθονίοις καὶ τοῖς καταχθονίοις, ἀλλὰ καὶ τοῖς οὐρανίοις καὶ αἰθερίοις καὶ ἀστραίοις ζῳοθυτεῖν. Τίνας οὖν εἰ μὴ θεοὺς τοὺς εἰρημένους ἅπαντας προσήκοι ἂν ὑπολαμβάνειν, αὐτός σοι πάλιν ὁ συγγραφεὺς διηγήσεται διὰ τούτων·

ΚΕΦΑΛΑΙΟΝ ΙΕ'.

Ὅτι τὰ θυόμενα παρ´ αὐτοῖς δαίμοσιν, ἀλλ´ οὐ θεοῖς θύεται

« Οἶδεν δὲ ὁ τῆς εὐσεβείας φροντίζων, ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδέν, δαίμοσιν δέ, ἀλλ´ ἤτοι ἀγαθοῖς ἢ καὶ φαύλοις· καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις καὶ τούτων ἄχρι τίνος αὐτῶν δεομένων ».

Καὶ αὖθις ἑξῆς φησιν·

« Ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις καταμαθόντες, καὶ τοῦτο πεπίστωται παρ´ αὐτῶν τῶν θεολόγων· καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοί, οἱ δὲ ἀγαθοὶ 〈οἳ〉 οὐκ ἐνοχλήσουσιν ἡμῖν. »

Ταῦτα μὲν ὁ δεδηλωμένος. Ἐπεὶ δὲ τῶν δαιμόνων ἔφησεν τοὺς μὲν ἀγαθούς, τοὺς δὲ φαύλους εἶναι, φέρε πῶς ἴδωμεν ὅτι οὐδὲ ἀγαθοὶ δαίμονες, φαῦλοι δὲ οἱ νενομισμένοι αὐτῶν θεοὶ πάντες ἁλίσκονται; Λάβοις δ´ ἂν καὶ τούτου τὴν ἀπόδειξιν ὧδε· τὸ ἀγαθὸν ὠφελεῖ, βλάπτει δὲ τὸ ἐναντίον. Εἰ δὲ φανεῖεν οἱ κατὰ πάντα τόπον ἀνηγορευμένοι εἴτε θεοὶ εἴτε δαίμονες, αὐτοὶ δὴ οἱ παρὰ πᾶσιν αὐτοῖς βεβοημένοι καὶ πρὸς τῶν ἐθνῶν ἁπάντων προσκυνούμενοι, ὅ τε Κρόνος καὶ Ζεὺς Ἥρα τε καὶ Ἀθηνᾶ καὶ οἱ παραπλήσιοι αἵ τε ἀφανεῖς δυνάμεις καὶ οἱ δαίμονες οἱ διὰ τῶν ξοάνων ἐνεργοῦντες, οὐ μόνον ζῴων ἀλόγων σφαγαῖς καὶ θυσίαις, ἀλλὰ καὶ ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις χαίροντες καὶ ταύτη τὰς ψυχὰς τῶν ἀθλίων ἀνθρώπων λυμαινόμενοι, τίνα χείρονα ταύτης βλάβην ἐπινοήσειας; Εἰ γὰρ ἡ διὰ ζῴων ἀλόγων θυσία ἐπάρατος καὶ κακόθυτος πρὸς τῶν φιλοσόφων ἐλέχθη μυσαρά τε καὶ ἄδικος καὶ ἀνόσιος καὶ οὐκ ἀβλαβὴς τοῖς θύουσιν καὶ διά γε ταῦτα πάντα θεῶν ἀναξία, τί χρὴ νομίζειν τὴν δι´ ἀνθρώπων σφαγῆς; Ἢ παντὸς αὕτη γένοιτ´ ἂν ἀσεβεστάτη καὶ ἀνοσιωτάτη; Πῶς οὖν ἀγαθοῖς δαίμοσιν, οὐχὶ δὲ τοῖς παμμιάροις καὶ πανωλέθροις πνεύμασιν εἰκότως ἂν λεχθείη προσφιλής; Φέρ´ οὖν ἐλέγξωμεν καὶ ἀποδείξωμεν ὁπόσον ἡ τῆς πολυθέου πλάνης λύμη τοῦ βίου τῶν ἀνθρώπων πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας ἐκράτει. Λελύσθαι γὰρ αὐτὴν καὶ καθῃρῆσθαι οὐκ ἄλλοτε ἢ κατὰ τοὺς Ἁδριανοῦ χρόνους, φωτὸς δίκην ἤδη διαλαμπούσης ἐπὶ πάντα τόπον τῆς τοῦ Χριστοῦ διδασκαλίας. Οἷς οὐχ ἡμεῖς, ἀλλ´ αὐτῶν πάλιν τῶν μὴ τὰ ἡμέτερα φρονούντων μαρτυρήσουσιν αἱ φωναὶ διαρρήδην, τῶν πρὸ τούτου χρόνων τοσαύτην κατηγοροῦσαι μοχθηρίαν, ὥστε ἤδη τοὺς δεισιδαίμονας πέρα καὶ τῶν τῆς φύσεως ὅρων χωρεῖν ὑπὸ τῶν ὀλεθρίων πνευμάτων ἐξοιστρουμένους καὶ δαιμονῶντας ἄντικρυς, ὡς καὶ τοῖς τῶν φιλτάτων αἵμασι καὶ ἄλλαις μυρίαις ἀνθρωποθυσίαις ἱλεοῦσθαι νομίζειν τὰς μιαιφόνους δυνάμεις. Καί τις πατὴρ τὸν μονογενῆ παῖδα καὶ τὴν ἀγαπητὴν θυγατέρα μήτηρ προσέθυεν τῷ δαίμονι καὶ κατέσφαττον οἱ φίλτατοι ὥς τι τῶν ἀλόγων καὶ ἀλλοτρίων θρεμμάτων τοὺς προσήκοντας ἔθυόν τε τοῖς δὴ θεοῖς κατὰ πόλεις καὶ χώρας τοὺς συνοίκους καὶ πολίτας, τὴν φιλάνθρωπον καὶ συμπαθῆ φύσιν ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον ἀκονήσαντες καὶ τὸν μανιώδη καὶ δαιμονιακὸν ὡς ἀληθῶς ἐπιδεικνύμενοι τρόπον. Εὕροις δ´ οὖν πᾶσαν ἐξετάζων Ἑλληνικήν τε καὶ βάρβαρον ἱστορίαν, ὅπως οἱ μὲν υἱεῖς, οἱ δὲ θυγατέρας, οἱ δὲ καὶ σφᾶς αὐτοὺς ταῖς τῶν δαιμόνων καθιέρουν θυσίαις. Ἐγὼ δέ σοι καὶ τούτων τὸν καὶ πρότερον παρίστημι μάρτυρα ἐν τοῖς αὐτοῖς, ἐν οἷς τὴν τῶν ἀλόγων θρεμμάτων θυσίαν ὡς ἀνοσίαν καὶ ἀδικωτάτην ἀπηγόρευσεν, ταῦτα φάσκοντα πρὸς ῥῆμα·

ΚΕΦΑΛΑΙΟΝ ΙϚ'

Περὶ τῆς παλαιᾶς ἀνθρωποθυσίας

« Καὶ ὅτι ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ πλήρους οὔσης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα παραστῆσαι. Ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ. Ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν ἔθος μετεβλήθη· ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι τῶν Κρονίων συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγαγόντες τὸν ἄνθρωπον ἔξω πυλῶν ἀντικρὺ τοῦ Ἀριστοβούλης ἕδους οἴνου ποτίσαντες ἔσφαττον. Ἐν δὲ τῇ νῦν Σαλαμῖνι, πρότερον δὲ Κορωνείᾳ ὀνομαζομένῃ μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος τῇ Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίδος. Καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ Διομήδει τὸν ἄνθρωπον θύεσθαι· ὑφ´ ἕνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς καὶ ὁ τῆς Ἀγραύλου καὶ Διομήδους. Ὁ δὲ σφαγιαζόμενος ὑπὸ τῶν ἐφήβων ἀγόμενος τρὶς περιέθει τὸν βωμόν· ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζον. Τοῦτον δὲ τὸν θεσμὸν Δίφιλος ὁ τῆς Κύπρου βασιλεὺς κατέλυσεν κατὰ τοὺς Σελεύκου χρόνους τοῦ θεολόγου γενόμενος, τὸ ἔθος εἰς βουθυσίαν μεταστήσας. Προσήκατο δὲ ὁ δαίμων ἀντ´ ἀνθρώπου τὸν βοῦν· οὕτως ἰσάξιόν ἐστι τὸ δρώμενον. Κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθῶς ἐν τῷ Περὶ ἀρχαϊσμοῦ καὶ εὐσεβείας. Ἐθύοντο δὲ τῇ Ἥρᾳ καὶ ἐδοκιμάζοντο καθάπερ οἱ ζητούμενοι καθαροὶ μόσχοι καὶ συσφραγιζόμενοι. Ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς· ἀνθ´ ὧν κηρίνους ἐκέλευσεν ὁ Ἄμωσις τοὺς ἴσους ἐπιτίθεσθαι. Ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμαδίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες καὶ ἐν Τενέδῳ, ὥς φησιν Εὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λακεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον. Φοίνικες δὲ ἐν ταῖς μεγάλαις συμφοραῖς ἢ πολέμων ἢ λοιμῶν ἢ αὐχμῶν ἔθυον τῶν φιλτάτων τινὰ ἐπιψηφίζοντες Κρόνῳ· καὶ πλήρης γε ἡ Φοινικικὴ ἱστορία τῶν θυσάντων, ἣν Σαγχουνιάθων μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψε, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἑλλάδα γλῶσσαν δι´ ὀκτὼ βιβλίων ἡρμήνευσεν. Ἴστρος δὲ ἐν τῇ Συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησι τοὺς Κουρῆτας τὸ παλαιὸν τῷ Κρόνῳ θύειν παῖδας. Καταλυθῆναι δὲ τὰς ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσί φησι Πάλλας, ὁ ἄριστα 〈τὰ〉 περὶ τῶν τοῦ Μίθρα συναγαγὼν μυστηρίων, ἐπὶ Ἁδριανοῦ τοῦ αὐτοκράτορος. Ἐθύετο γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατ´ ἔτος παρθένος, νῦν δὲ ἔλαφος. Καὶ μὴν καὶ οἱ ἐν Λιβύῃ Καρχηδόνιοι ἐποίουν τὴν θυσίαν ἣν Ἰφικράτης ἔπαυσεν.

Καὶ Δουματηνοὶ δὲ τῆς Ἀραβίας κατ´ ἔτος ἕκαστον ἔθυον παῖδα, ὃν ὑπὸ βωμὸν ἔθαπτον, ᾧ χρῶνται ὡς ξοάνῳ. Φύλαρχος δὲ κοινῶς πάντας τοὺς Ἕλληνας, πρὶν ἐπὶ πολεμίους ἐξιέναι, ἀνθρωποκτονεῖν ἱστορεῖ. Καὶ παρίημι Θρᾷκας καὶ Σκύθας καὶ ὡς Ἀθηναῖοι τὴν Ἐρεχθέως καὶ Πραξιθέας θυγατέρα ἀνεῖλον. Ἀλλ´ ἔτι γε νῦν τίς ἀγνοεῖ κατὰ τὴν Μεγάλην Πόλιν τῇ τοῦ Λατιαρίου Διὸς ἑορτῇ σφαζόμενον ἄνθρωπον; »

Καὶ πάλιν φησίν·

« Ἀφ´ οὗ μέχρι τοῦ νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον τοῖς Λυκαίοις οὐδ´ ἐν Καρχηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον, τῆς τοῦ νομίμου χάριν μνήμης, ἐμφύλιον ἀεὶ αἷμα ῥαίνουσι πρὸς τοὺς βωμούς. »

Ταῦτα μὲν οὖν ἐκ τῆς προδηλωθείσης κείσθω γραφῆς.

Ἐκ δὲ τοῦ πρώτου συγγράμματος τῆς Φίλωνος Φοινικικῆς ἱστορίας παραθήσομαι ταῦτα·

« Ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις συμφοραῖς τῶν κινδύνων ἀντὶ τῆς πάντων φθορᾶς τὸ ἠγαπημένον τῶν τέκνων τοὺς κρατοῦντας ἢ πόλεως ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι λύτρον τοῖς τιμωροῖς δαίμοσι· κατεσφάττοντο δὲ οἱ διδόμενοι μυστικῶς. Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες Ἢλ προσαγορεύουσι, βασιλεύων τῆς χώρας καὶ ὕστερον μετὰ τὴν τοῦ βίου τελευτὴν εἰς τὸν τοῦ Κρόνου ἀστέρα καθιερωθείς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης υἱὸν ἔχων μονογενῆ, ὃν διὰ τοῦτο Ἰεοὺδ ἐκάλουν (τοῦ μονογενοῦς οὕτως ἔτι καὶ νῦν καλουμένου παρὰ τοῖς Φοίνιξιν), κινδύνων ἐκ πολέμου μεγίστων κατειληφότων τὴν χώραν βασιλικῷ κοσμήσας σχήματι τὸν υἱὸν βωμόν τε κατασκευασάμενος κατέθυσεν. »

Ταῦτα μὲν οὖν τοῦτον εἶχε τὸν τρόπον. Εἰκότως ἄρα ὁ θαυμάσιος Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ, ταὐτὰ δὴ ταῦτα ἐπιμεμφόμενος, τοιάδε καὶ αὐτὸς τὴν πλάνην τῶν ἀνθρώπων ἀπολοφύρεται λέγων·

« Φέρ´ οὖν δὴ καὶ τοῦτο προσθῶμεν, ὡς ἀπάνθρωποι καὶ μισάνθρωποι δαίμονες εἶεν ὑμῶν οἱ θεοὶ καὶ οὐχὶ μόνον ἐπιχαίροντες τῇ φρενοβλαβείᾳ τῶν ἀνθρώπων, πρὸς δὲ καὶ ἀνθρωποκτονίας ἀπολαύοντες, νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονεικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορμὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων. Ἤδη δὲ κατὰ πόλεις καὶ ἔθνη, οἱονεὶ λοιμοὶ ἐπισκήψαντες, σπονδὰς ἀπῄτησαν ἀνημέρους. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος τῷ Ἰθωμήτῃ Διὶ τριακοσίους ἀπέσφαξεν, τοσαύτας ὁμοῦ καὶ τοιαύτας καλλιερεῖν οἰόμενος ἑκατόμβας· ἐν οἷς καὶ Θεόπομπος ἦν ὁ Λακεδαιμονίων βασιλεύς, ἱερεῖον εὐγενές. Ταῦροι δὲ τὸ ἔθνος, οἱ περὶ τὴν Ταυρικὴν Χερρόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ´ αὐτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι· ταύτας σου τὰς θυσίας Εὐριπίδης ἐπὶ σκηνῆς τραγῳδεῖ. Μόνιμος δὲ ἱστορεῖ ἐν τῇ τῶν θαυμασίων Συναγωγῇ ἐν Πέλλῃ τῆς Θετταλίας Ἀχαιὸν ἄνθρωπον Πηλεῖ καὶ Χείρωνι καταθύεσθαι. Λυκτίους γάρ (Κρητῶν δὲ ἔθνος εἰσὶν οὗτοι) Ἀντικλείδης ἐν Νόστοις ἀποφαίνεται ἀνθρώπους ἀποσφάττειν τῷ Διί, καὶ Λεσβίους Διονύσῳ τὴν ὁμοίαν προσάγειν θυσίαν Δωσίδας λέγει. Φωκαεῖς δέ (οὐδὲ γὰρ αὐτοὺς παραπέμψομαι) τούτους Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ Ταυροπόλῳ Ἀρτέμιδι ἄνθρωπον ὁλοκαυτεῖν ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὁ μὲν τῇ Φερεφάττῃ, ὡς Δημάρατος ἐν πρώτῃ Τραγῳδουμένων, ὁ δὲ τοῖς ἀποτροπαίοις ὁ Μάριος, ὡς Δωρόθεος ἐν τῇ τετάρτῃ Ἰταλικῶν ἱστορεῖ. Φιλάνθρωποί γε ἐκ τούτων καταφαίνονται οἱ δαίμονες· πῶς δὲ οὐκ ἀνόσιοι ἀναλόγως οἱ δεισιδαίμονες; Οἱ μὲν σωτῆρες εὐφημούμενοι, οἱ δὲ σωτηρίαν αἰτούμενοι παρὰ τῶν ἐπιβούλων σωτηρίας. Καλλιερεῖν γοῦν τοπάζοντες αὐτοῖς σφᾶς αὐτοὺς λελήθασιν ἀποσφάττοντες ἀνθρώπους. Οὐ γὰρ οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος· οὐδ´ εἰ Ἀρτέμιδί τις καὶ Διὶ ἐν ἱερῷ δῆθεν χωρίῳ μᾶλλον ἢ ὀργῇ καὶ φιλαργυρίᾳ, ἄλλοις ὁμοίοις δαίμοσιν ἐπὶ βωμοῖς ἢ ἐν ὁδοῖς ἀποσφάττοι τὸν ἄνθρωπον, ἱερὸν ἱερεῖον ἐπιφημίσας· ἀλλὰ φόνος ἐστὶ καὶ ἀνδροκτασία ἡ τοιαύτη θυσία. Τί δὴ οὖν, ὦ σοφώτατοι τῶν ἄλλων ζῴων ἄνθρωποι, τὰ μὲν θηρία περιφεύγομεν τὰ ἀνήμερα, κἄν που περιτύχωμεν ἄρκτῳ ἢ λέοντι, ἐκτρεπόμεθα, ὡς δ´ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς ὑπό τε τρόμος ἔλλαβε γυῖα ἄψ τ´ ἀνεχώρησεν, δαίμονας δὲ ὀλεθρίους καὶ ἀλιτηρίους ἐπιβούλους τε καὶ μισανθρώπους καὶ λυμεῶνας ὄντας προαισθόμενοι καὶ συνιέντες οὐκ ἐκτρέπεσθε οὐδὲ ἀποστρέφεσθε; »

Τοσαῦτα καὶ ὁ Κλήμης.

Ἔχω δέ σοι καὶ ἄλλον παραστῆσαι μάρτυρα τῆς τῶν ἀθέων καὶ ἀπανθρώπων δαιμόνων μιαιφονίας, Διονύσιον τὸν Ἁλικαρνασσέα, ἄνδρα τῆς Ῥωμαϊκῆς ἱστορίας ἀκριβῆ τὴν γραφὴν ἅπασαν ἐκθέμενον. Γράφει δ´ οὖν καὶ οὗτος τὸν Δία καὶ τὸν Ἀπόλλωνα αἰτῆσαί ποτε ἀνθρωποθυσίας, τοὺς δ´ αἰτηθέντας καρπῶν μὲν ἁπάντων καὶ βοσκημάτων τὸ λάχος ἀποθῦσαι τοῖς θεοῖς, ὅτι δὲ μὴ καὶ ἀνθρώπους ἔθυσαν παντοίαις περιστῆναι συμφοραῖς. Οὐδὲν δὲ οἷον τὸ καὶ τοῦ συγγραφέως ἀκοῦσαι ὧδέ πη διεξιόντος·

« Ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ, τῶν Ἀβοριγίνων προνοίᾳ. Πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας ταῖς πόλεσιν ἐδόκει αὐχμῷ ἡ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτε ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος διέμεινεν, ἀλλ´ ὠμοὶ κατέρρεον, οὔτε ὁπόσα σπερμάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν, ἕως στάχυος ἀκμῆς τοὺς κατὰ νόμον ἐξεπλήρου χρόνους, οὔτε πόα κτήνεσιν ἐφύετο διαρκὴς τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν, τὰ δ´ ὑπελίμπανε θέρους, τὰ δ´ εἰς τέλος ἀπεσβέννυτο. Ἀδελφὰ δὲ τούτοις ἐγίνετο περὶ προβάτων καὶ γυναικῶν γονάς· ἢ γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα ἢ κατὰ τοὺς τόκους διεφθείρετο, ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα. Εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον, ἔμπηρον ἢ ἀτελὲς ἢ διὰ ἄλλην τινὰ τύχην βλαφθέν, τρέφεσθαι χρηστὸν οὐκ ἦν· ἔπειτα καὶ τὸ ἄλλο πλῆθος τὸ ἐν ἀκμῇ μάλιστα ἐκακοῦτο νόσοις καὶ θανάτοις παρὰ τὰ εἰκότα συχνοῖς. Μαντευομένοις δ´ αὐτοῖς τίνα θεῶν ἢ δαιμόνων παραβάντες τάδε πάσχουσιν καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπίς, ὁ θεὸς ἀνεῖλεν ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν ἃ ηὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου ἄξια. Οἱ γὰρ Πελασγοί, ἀφορίας αὐτοῖς γενομένης ἐν τῇ γῇ πάντων χρημάτων, ηὔξαντο τῷ Διὶ καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων, τελεσθείσης δὲ τῆς εὐχῆς ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων ἁπάντων τὸ λάχος ἀπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι. Ταῦτα δὲ Μυρσίλος ὁ Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς· τὴν δ´ αἰτίαν ὀλίγον ὕστερον ἐρῶ.

Ὡς δὲ ἀπενεχθέντα τὸν χρησμὸν ἔμαθον, οὐκ εἶχον τὰ λεγόμενα συμβαλεῖν. Ἀμηχανοῦσι δὲ αὐτοῖς τῶν γεραιτέρων τις λέγει συμβαλὼν τὸ λόγιον, ὅτι τοῦ παντὸς ἡμαρτήκασιν, εἰ οἴονται τοὺς θεοὺς ἀδίκως αὐτοῖς ἐγκαλεῖν. Χρημάτων μὲν γὰρ ἀποδεδόσθαι τὰς ἀπαρχὰς αὐτοῖς ἁπάσας ὀρθῶς τε καὶ σὺν δίκῃ, ἀνθρώπων δὲ γονῆς τὸ λάχος, χρῆμα παντὸς μάλιστα θεοῖς τιμιώτατον, ὀφείλεσθαι· εἰ δὲ δὴ καὶ τούτων λάβοιεν τὴν δικαίαν μοῖραν, τέλος ἕξειν σφίσι τὸ λόγιον. Τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δ´ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος· εἰσηγησαμένου δέ τινος τὴν γνώμην τὸν θεὸν ἐπερέσθαι, εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ δεύτερον θεοπρόπους, καὶ ὁ θεὸς ἀνεῖλεν οὕτως ποιεῖν. Ἐκ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύσεως καὶ ἐν ἀλλήλοις οἱ προεστηκότες τῶν πόλεων τότε πρῶτον ἐταράχθησαν, ἔπειτα καὶ τὸ λοιπὸν πλῆθος δι´ ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν. Ἐγίνοντο δὲ οὐδενὶ κόσμῳ αἱ ἀπαναστάσεις, ἀλλ´, ὥσπερ εἰκός, οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνομένων, καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδικαίουν οἱ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπολείπεσθαι τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπομένειν. Πρῶτον μὲν δὴ οὗτοι μεταναστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλανήθησαν. Μετὰ δὲ τοὺς πρώτους ἕτεροι τὸ αὐτὸ ἔπαθον, καὶ τοῦτο διετέλει γινόμενον ἐπὶ ἔτη. Οὐ γὰρ ἀνίεσαν οἱ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης αἰεὶ νεότητος ἐξαιρούμενοι τὰς ἀπαρχάς, τοῖς τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασιασμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. Ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων· ὥστε πολλαὶ αἱ ἀπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν γένος διεφορήθη. »

Καὶ μετὰ βραχέα φησίν·

« Λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιούς, ὥσπερ ἐν Καρχηδόνι, τέως ἡ πόλις διέμεινεν, καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται, καὶ ἐν ἄλλοις τισὶν τῶν προσεσπερίων ἐθνῶν ἀνδροφονοῦσιν, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατορνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων, ἵνα δὲ μηδὲν ᾖ τοῖς ἀνθρώποις δέους ἐνθύμιον ὡς πατρίων ἠλογηκόσι θυσιῶν, διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλισσομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων, οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τιβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα, κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον, ἐμβάλλειν εἰς τὸν ποταμόν, ἵνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἁπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ, τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σῳζομένων. Τοῦτο δὲ καὶ μέχρις ἐμοῦ ἔτι διετέλουν Ῥωμαῖοι δρῶντες [ἔτι] μικρὸν ὕστερον ἐαρινῆς ἰσημερίας ἐν μηνὶ Μαΐῳ ταῖς καλουμέναις Εἰδοῖς, διχομήνιδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν, ἐν ᾗ προθύσαντες ἱερεῖα τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι ποντίφικες, ἱερέων οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι στρατηγοί τε καὶ τῶν ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις, εἴδωλα εἰς μορφὰς ἀνθρώπων εἰκασμένα τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τιβέριος, Ἀργείους αὐτὰ καλοῦντες. »

Τοσαῦτα μὲν δὴ ταῦτα. Καὶ ὁ Διόδωρος δὲ τὰ ὅμοια τούτοις ἐν εἰκοστῇ βίβλῳ τῆς ἱστορικῆς Βιβλιοθήκης ἱστορεῖ, μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν ἐπὶ τοῦ πρώτου Πτολεμαίου, περὶ Καρχηδονίων ὑπὸ Ἀγαθοκλέους τοῦ Σικελίας τυράννου πολιορκουμένων, ταῦτα πρὸς λέξιν γράφων·

« Ἠιτιῶντο δὲ καὶ τὸν Κρόνον αὐτοῖς ἐναντιοῦσθαι, καθ´ ὅσον ἐν τοῖς ἔμπροσθεν χρόνοις θύοντες τούτῳ τῷ θεῷ τῶν υἱῶν τοὺς κρατίστους, ὕστερον ὠνούμενοι λάθρα παῖδας καὶ θρέψαντες ἔπεμπον ἐπὶ τὴν θυσίαν, καὶ ζητήσεως γενομένης εὑρέθησάν τινες τῶν καθιερουργημένων ὑποβολιμαῖοι γεγονότες. Τούτων δὲ λαβόντες ἔννοιαν καὶ τοὺς πολεμίους πρὸς τοῖς τείχεσιν ὁρῶντες στρατοπεδεύοντας ἐδεισιδαιμόνουν ὡς καταλελυκότες τὰς πατρίους τῶν θεῶν τιμάς. Διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες διακοσίους μὲν τῶν ἐπιφανεστάτων παίδων προκρίναντες ἔθυσαν δημοσίᾳ, ἄλλοι δ´ ἐν διαβολαῖς ὄντες ἑκουσίως ἑαυτοὺς ἔδοσαν, οὐκ ἐλάττους ὄντες τριακοσίων. Ἦν δὲ παρ´ αὐτοῖς ἀνδριὰς Κρόνου χαλκοῦς, ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐκτεταμένας ἐπὶ τὴν γῆν, ὥστε τὸν συντεθέντα τῶν παίδων ἀποκωλύεσθαι καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός. »

Τοιαῦτα δὴ καὶ οὗτος διὰ τῆς οἰκείας ἱστορίας παρέδωκεν. Εἰκότως ἄρα καὶ ἡ παρ´ Ἑβραίοις γραφὴ καταμέμφεται τοῖς τὰ τοιαῦτα ζηλώσασι τῶν ἐκ περιτομῆς, φάσκουσα·

« Καὶ ἔθυον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν ».

Ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων ἀπεληλέγχθαι σαφῶς δαιμονικήν τινα γεγονέναι τὴν παλαιτάτην καὶ πρώτην τῶν ξοάνων ἵδρυσιν, καὶ πᾶσαν τὴν εἰδωλικὴν τῶν ἐθνῶν θεοποιίαν καὶ δαιμόνων οὐκ ἀγαθῶν, ἀλλὰ πάντα μοχθηροτάτων καὶ φαύλων· ὡς ἐπαληθεύειν τὸ φάσκον ἐν προφητείαις λόγιον·

« Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια »

τό τε ἀποστολικόν, δι´ οὗ φησιν ὅτι

« Ἃ θύουσιν, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν ».

Ἢ εἴ τί γε ἦν ἀγαθὸν ἐν αὐτοῖς, ὡς διὰ τοῦτο καὶ τῆς τῶν ἀγαθῶν μεταλαχεῖν προσηγορίας, εὐεργετικὸν ἂν ἦν καὶ πάντων σωτήριον φίλον τε δικαιοσύνης καὶ ἀνθρώπων κηδεμονικόν. Τοιοῦτον δὲ ὂν πῶς ἀνθρώπων ἔχαιρεν σφαγαῖς; Πῶς δὲ οὐκ ἀπεῖργεν διὰ χρησμῶν τὸ ἀνθρώπειον γένος τοιαῦτα πράττειν; Ἢ που χεῖρον ἦν καὶ φαυλότερον ἀνθρώπων, οἵ γε νόμων τιμωρίαις ἐξάντεις τοὺς μαιφόνους κατέστησαν; Οὐ γὰρ θεός τις ἦν, ἀλλ´ ἄνθρωπος ὁ τῆς ἀνθρωποθυσίας τὴν χρόνιον καὶ μακρὰν παραλύσας νόσον.

Ὅτι δὲ φαύλων ἦν καὶ πονηρῶν ταῦτα δαιμόνων, εἴη ἄν σοι ἔτι μᾶλλον συμφανές, εἰ λογίσαιο τὰ τῆς ἐπιρρήτου καὶ ἀκολάστου πορνείας αὐτῶν τῆς ἐν Ἡλίου πόλει τῆς Φοινίκης εἰσέτι νῦν ἐπιτελούμενα καὶ παρὰ πλείστοις ἄλλοις ἀνθρώπων. Μοιχείας γοῦν καὶ φθορὰς καὶ παρανόμους ἑτέρας μίξεις ἐπὶ τιμῇ θεῶν, ὥσπερ τι χρέος ὀφειλόμενον, χρῆναί φασιν ἐκτελεῖν καὶ τῆς
μοιχιδίου καὶ πορνικῆς πράξεως τοῖς θεοῖς ἀπάρχεσθαι, τῆς ἀκλεοῦς ταύτης καὶ ἀσέμνου ἐμπορίας ὥσπερ τι χαριστήριον ἀγαθὸν τοὺς καρποὺς αὐτοῖς ἀνατιθέντας. Ὅμοια γὰρ ταῦτα ταῖς ἀνθρωποθυσίαις. Εἰ δὴ οὖν οὐδὲ σώφρονος ἀνδρὸς οἰκεῖον τὸ χαίρειν φόνοις αἰσχρορρημοσύναις τε καὶ παρανόμοις γυναικῶν μίξεσιν ἐπὶ μισθῷ τὴν ὥραν ἀπεμπολουσῶν, πολλοῦ δεῖ φάναι θεῶν ἢ δαιμόνων εἶναι ἀγαθῶν τὸ ἀποδέχεσθαι τὰ τοιαῦτα. Εἰ δὲ δὴ λέγοι τις φαύλων μὲν ὁμολογουμένως εἶναι ταῦτα δαιμόνων, πλὴν ἀλλ´ ἑτέρους εἶναι τοὺς ἀγαθούς, οὓς δὴ μάλιστα σέβειν αὐτοὺς οἷα σωτῆρας, πευστέον ποῦ ἄρα ἦσαν αὐτοῖς οἱ ἀγαθοὶ σωτῆρες, εἰ δὴ καὶ τούτους ἔσεβον, ὥστε μὴ τοὺς πονηροὺς τοιαῦτα δρῶντας κατὰ τῶν προσφύγων ἀπερύκειν, ποῦ δὲ οἱ ἀγαθοὶ δαίμονες, τοὺς βλαπτικοὺς μὴ ἀπελαύνειν καὶ τοῖς θεραπεύουσι συμμαχεῖν; Τί δὲ καὶ περιεφρόνουν παρορῶντες τὸ λογικὸν καὶ θεοφιλὲς ἀνθρώπων γένος τῇ τῶν φαύλων δαιμόνων ὠμότητι κατατρυχόμενον, οὐχὶ δὲ ἄντικρυς τοῖς πᾶσιν προεκήρυττον ἀμεταστρεπτεὶ φεύγειν καὶ ἀποτρέπεσθαι πάντα θεὸν ὀνομαζόμενον ὡς οὐ θεόν, ἀλλὰ φαῦλον δαίμονα, ᾧ τὰ ὠμὰ καὶ ἀπάνθρωπα τά τε παράνομα καὶ αἰσχρὰ φίλα τυγχάνει; Καὶ εἴτε τις ἦν πάλαι πρότερον ἐν Ῥόδῳ νενομισμένος θεὸς χαίρων ἀνθρωποθυσίαις, τοῦτον ὁ ἀληθὴς θεός, εἴ τις ἦν ἄρα, τὴν πρᾶξιν ἐπισχὼν ἂν οὐ θεόν, ἀλλὰ φαῦλον ἡγεῖσθαι δαίμονα τοῖς πᾶσι προεκήρυξεν, εἴτε ἐν Σαλαμῖνι, τῇ πρότερον Κορωνείᾳ ὀνομαζομένῃ, καὶ αὐτῇ ἐν μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος, καὶ τοῦτον ἂν ὁ ἀληθὴς θεὸς ἀπέφηνεν ἀλιτήριον εἶναι δαίμονα, παύσας ὡς ἀσεβὲς καὶ ἀνόσιον τὸ γινόμενον. Εἰ δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις ἔλυσε, πολὺ κρείττονα τοῦ θεοῦ τὸν ἄνθρωπον ὁ ἀληθὴς θεὸς ἐδίδαξεν ἂν γεγονέναι· οὐ γὰρ θεός, δαίμων δὲ πάλιν κἀκεῖνος ἦν ὁ κατάρχων τῆς ἀνθρωποκτονίας. Οὐκ ἂν δὲ ὁ ἀληθὴς θεὸς καὶ τὸν τῆς Ἥρας δαίμονα οὐχὶ μιαρὸν ἡγεῖσθαι δεῖν
ἐνομοθέτησεν, ᾧ τῆς ἡμέρας ἑκάστης τρεῖς ἀνθρώπους θύεσθαι παρέστησεν ἡ ἱστορία. Τί δ´ ἂν γένοιτο δαιμονικώτερον ἀληθῶς τοῦ καλουμένου Ὠμαδίου Διονύσου, ᾧ φασιν ἐν Χίῳ ἄνθρωπον μελεϊστὶ διασπῶντας θύειν, ἢ τοῦ ἐν Τενέδῳ ὡσαύτως, ὃν καὶ αὐτὸν διὰ τῆς ἀνθρωποθυσίας ἱλάσκοντο; Ἀπηγόρευσεν δ´ ἂν ὁ ἀληθὴς θεὸς καὶ τῷ Ἄρει τῷ βροτολοιγῷ καὶ φιλοπολέμῳ δαίμονι θύειν ἄνθρωπον, ἐνομοθέτησεν δὲ ἂν μήτε τῶν οἰκείων μήτε τῶν ἀλλοτρίων τὰ φίλτατα κατασφάττειν αὐτῷ. Εἰ δὲ καὶ τῇ Ἀθηνᾷ κατ´ ἔτος παρθένος, ὥς φασιν, ἐθύετο ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν καὶ ταύτην εἰπεῖν πονηρὸν δαίμονα οὐκ ἂν ἐφυλάξατο ὁ ἀληθὴς θεός· ὡς καὶ τὸν ἐν Λιβύῃ τοῖς ὁμοίοις χαίροντα καὶ τὸν ἐπὶ τῆς Ἀραβίας, ᾧ καὶ αὐτῷ κατ´ ἔτος ἕκαστον ἔθυον παῖδα, ὃν καὶ ὑπὸ βωμὸν ἔθαπτον.

ΚΕΦΑΛΑΙΟΝ ΙΖ'.

τι μετὰ τὴν εὐαγγελικὴν διδασκαλίαν κατελύθη

Τούτους ἅπαντας καὶ τούς γε αἰσχρορρημοσύναις καὶ γυναικῶν παρανόμοις διαφθοραῖς τῇ τε ἄλλῃ τῇ προκατειλεγμένῃ μανίᾳ χαίροντας προεφώνησεν ἂν ὁ ἀληθὴς καὶ ἀγαθὸς εἴτε θεὸς εἴτε καὶ δαίμων μηδαμῶς ἡγεῖσθαι θεούς. Τοῦτο δὲ οὐδεὶς τῶν πώποτε ἢ μόνος ὁ παρ´ Ἑβραίοις τιμώμενος, ὡς ἂν μόνος καὶ ἀληθὴς θεός, πεποιηκὼς μνημονεύεται. Μόνος γὰρ οὗτος διὰ τοῦ προφήτου καὶ θεολόγου Μωυσέως προεκήρυξεν τοῖς πᾶσιν μὴ σέβειν ὡς ἀγαθοὺς δαίμονας τοὺς φαύλους, ἔμπαλιν δὲ ἀποτρέπεσθαι καὶ ἀπελαύνειν ὡς ἂν πονηρὰ τυγχάνοντας πνεύματα· ναὶ μὴν καὶ καθαιρεῖν αὐτῶν τούς τε νεὼς καὶ τὰς ἀνιέρους καὶ ἀτελέστους θρησκείας καὶ πάμπαν ἐξ ἀνθρώπων ἀφανίζειν τὴν ὡς περὶ θεῶν αὐτῶν μνήμην καὶ τὴν ἀπονεμομένην αὐτοῖς τιμὴν ἐνομοθέτησεν. Οὐδὲ γὰρ τοὺς φαύλους ἀπομειλίσσεσθαι ὅσιον ἦν τοὺς τοῖς ἀγαθοῖς μεμελημένους. Εἴτε δὲ Φύλαρχος εἴτε καὶ ὁστισοῦν ἱστορεῖ πάντας τοὺς Ἕλληνας πρὶν ἐπὶ τοὺς πολέμους ἐξιέναι ἀνθρωποκτονεῖν, καὶ τοῦτον μάρτυρα τῆς Ἑλλήνων δαιμονικῆς ἐπιληψίας μὴ ὄκνει παραλαμβάνειν. Μὴ παρίδῃς μηδὲ τοὺς κατὰ τὴν Ἀφρικὴν τούς τε Θρᾷκας καὶ τοὺς Σκύθας τὰ ὅμοια πράττοντας ταῖς αὐταῖς τῶν δαιμόνων ὑπῆχθαι μανίαις ἀποφαίνεσθαι· ὡς καὶ Ἀθηναίους καὶ τοὺς κατὰ τὴν Μεγάλην Πόλιν, εἴ γε καὶ οὗτοι κατὰ τὰς τοῦ Μεγάλου Διὸς ἑορτὰς ἀνθρώπους ἔσφαζον. Ἀλλὰ γὰρ συναγαγὼν ὁμοῦ τὸν πάντων τῶν προειρημένων κατάλογον εὕροις ἂν σχεδὸν εἰπεῖν πᾶσαν τὴν τῶν ἐθνῶν θεοποιίαν τούτοις αὐτοῖς τοῖς ἀνθρωποκτόνοις πνεύμασι καὶ τοῖς πονηροῖς δαίμοσιν ἀνακειμένην. Εἰ γὰρ ἐν Ῥόδῳ καὶ ἐν Σαλαμῖνι καὶ ἐν Ἡλίου πόλει τῇ κατ´ Αἴγυπτον ἔν τε Χίῳ καὶ Τενέδῳ καὶ Λακεδαίμονι καὶ Ἀρκαδίᾳ Φοινίκῃ τε καὶ Λιβύῃ καὶ πρὸς τούτοις ἅπασιν ἐν Συρίᾳ καὶ Ἀραβίᾳ καὶ παρά γε τοῖς Πανέλλησιν καὶ ἔτι τούτων τοῖς κορυφαιοτάτοις Ἀθηναίοις κατά τε Καρχηδόνα καὶ τὴν Ἀφρικὴν καὶ παρὰ Θρᾳξὶ καὶ Σκύθαις ἀποδέδεικται τὰ τῆς δαιμονικῆς ἀνθρωποκτονίας κατὰ τοὺς παλαιοὺς χρόνους ἐπιτελούμενα καὶ μέχρι τοῦ σωτῆρος ἡμῶν παρατείναντα· πῶς οὐκ εὐλόγως τοὺς πάντας εἴποις ἂν τότε τοῖς πονηροῖς δαίμοσιν δεδουλῶσθαι οὐ πρότερόν τε παῦλαν τῶν τοσούτων τῷ βίῳ γενέσθαι κακῶν ἢ τὴν τοῦ σωτῆρος ἡμῶν καταλάμψαι διδασκαλίαν; Ὅτι δὴ μέχρι τῶν Ἁδριανοῦ χρόνων διαμεῖναι ταῦτα, λελύσθαι δ´ ἐξ ἐκείνου παρέστησεν ὁ τῆς ἱστορίας λόγος. Οὗτος δὲ ἦν μάλιστα ὁ χρόνος, καθ´ ὃν ἡ σωτήριος εἰς πάντας ἀνθρώπους ἤκμαζεν διδασκαλία. Καὶ μὴν οὐδὲ δυνατὸν αὐτοῖς εἰπεῖν ὡς τοῖς πονηροῖς δαίμοσιν ἔθυον· αὐτοῖς γὰρ μάλιστα τοῖς μεγίστοις θεοῖς ἡ ἱστορία τὰς ἀνθρωποθυσίας ἐδήλωσεν ἐπιτελεῖσθαι. Θύεσθαι γὰρ ἔφησεν τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ Κρόνῳ τε καὶ Ἄρει καὶ Διονύσῳ καὶ αὐτῷ γε τῷ ἐπὶ πάντων Διὶ καὶ τῷ Φοίβῳ, τῷ δὴ σεμνοτάτῳ πάντων καὶ σοφωτάτῳ Ἀπόλλωνι· τούτους δὲ καὶ οὐκ ἄλλους τοὺς μεγίστους καὶ ἀγαθοὺς σωτῆράς τε καὶ θεοὺς ἀναγορεύουσιν. Αὐτοὶ δὲ ἄρα εἶεν ἂν οἱ πονηροὶ δαίμονες. Εἰ γὰρ οἵδε τοιαύταις ἀνθρωποθυσίαις καὶ ἀνθρωποκτονίαις ἔχαιρον, πῶς οὐκ ἂν αὐτοὺς εἰκότως τῇ τῶν μοχθηρῶν πνευμάτων μιαιφονίᾳ καταριθμήσειας, εἴτε αὐτοὶ χαίρειν λέγοιντο τοῖς τοιούτοις εἴτε συγχωρεῖν καὶ περιορᾶν ἑτέροις γιγνόμενα; Τί γὰρ χρῆν ὅλως ἐπιτρέπειν ἀνθρώποις ἱλάσκεσθαι τὰ πονηρὰ πνεύματα; Τί δὲ τοσοῦτον πλανᾶσθαι ὡς θεραπεύειν καὶ κολακεύειν τοὺς φαύλους; Τί δὲ τοῖς πονηροῖς καταδουλοῦσθαι, δέον ἀγαθοὺς ὄντας καὶ θεοὺς πορρωτάτω τῆς ἀνθρώπων διατριβῆς πᾶν ὅ τι φαῦλον καὶ πονηρὸν δυνάμει κρείττονι καὶ θειοτέρᾳ ἀπελαύνειν; Ἦ πατὴρ μὲν ἀγαθὸς οὐκ ἂν ὑπὸ φαύλοις ἀνδράσι φθειρόμενον περιίδοι ἂν τὸν αὑτοῦ παῖδα οὐδὲ τὸν οἰκέτην σώφρων δεσπότης ὑπὸ τοῖς ἐχθροῖς ἀγόμενον περιόψεται οὐδέ γε πολέμου στρατηγὸς τοὺς οἰκείους, παρὸν διασώσασθαι, τοῖς πολεμίοις αἰχμαλώτους ἀνήσει οὐδὲ ποιμὴν τὰ θρέμματα τοῖς λύκοις· θεοὶ δὲ ἄρα καὶ ἀγαθοὶ δαίμονες ὑπὸ τοῖς μοχθηροῖς καὶ φαύλοις ἀνήσουσι τὸ ἀνθρώπων γένος; Καὶ οἱ « τρισμύριοι φύλακες μερόπων ἀνθρώπων », οἱ δὴ ποιμένες καὶ σωτῆρες βασιλεῖς τε καὶ πατέρες καὶ κύριοι, τοῖς ἐχθροῖς καὶ πολεμίοις καὶ ἀγρίοις θηρσὶν ἀνηλεῶς οὕτως καὶ ὠμῶς ἄγειν καὶ φέρειν τὰ φίλτατα παραδώσουσιν, οὐχὶ δὲ προπολεμήσουσιν ὑπερασπίζοντες τῶν προσφύγων καὶ τοὺς μὲν ἐχθροὺς καὶ πονηροὺς δαίμονας τῆς ἀνθρώπων ἀγέλης μακρὰν ὥσπερ τινὰς ἀγρίους καὶ ὠμοβόρους θῆρας ἀποδιώξουσιν, διδάξουσι δὲ πάντα ἄνθρωπον μυρίων θεῶν καὶ δαιμόνων ἀγαθῶν πλήθει προσῳκειωμένον ἐπιθαρσοῦντα καὶ τοῖς οὐ μόνον κρείττοσιν, ἀλλὰ καὶ πλείοσιν καὶ μεγίστοις θεοῖς καθωσιωμένον σμικρά, μᾶλλον δὲ τὸ μηθὲν ἐπιστρέφεσθαι τῆς τῶν πονηρῶν δαιμόνων ἀσθενείας; Ὅτε δὲ τοῦτο μὴ ἔπραττον, συνήργουν δ´ ἔμπαλιν τοῖς πονηροῖς αὐτοί, διὰ τῶν χρησμῶν τὰς προδηλωθείσας ἀνιέντες ἀνθρωποθυσίας χαίροντές τε αἰσχρορρημοσύναις ἁπάσαις καὶ ταῖς τούτων ἀκολούθοις πράξεσιν, ἔργῳ, φασί, δῆλον ὡς οὐδέν τι καὶ αὐτοὶ φαύλων δαιμόνων τὴν φύσιν διήλλαττον, μᾶλλον δὲ μιᾶς καὶ τῆς αὐτῆς ὑπῆρχον προαιρέσεως καὶ γνώμης· καὶ ἔτι μᾶλλον εἰπεῖν, ὡς οὐδὲ ὅλως θεός τις ἦν οὐδέ τις ἀγαθὸς δαίμων ὁ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων κατὰ πόλεις τε καὶ χώρας προσκυνούμενος. Πῶς γὰρ ἂν γένοιτό ποτε τῷ ἀγαθῷ τὸ φαῦλον φίλον, εἰ μὴ καὶ φωτὸς καὶ σκότους κρᾶσιν δύνασθαι μίαν φαίη τις ἂν γενέσθαι; Πόσῳ δὲ κρείττων ὁ παρὰ ἀνθρώποις λογισμὸς τῶν νενομισμένων θεῶν, μηδὲ φαύλοις δαίμοσιν χρῆναι θύειν παρακελευόμενος; Λέγει δ´ οὖν ὁ πρόσθεν εἰρημένος συγγραφεύς, ἐν οἷς ἔφησεν μὴ δεῖν ζῳοθυτεῖν, ὅτι μηδὲ φαύλοις δαίμοσιν θυτέον, τοῦτον τὸν τρόπον·

ΚΕΦΑΛΑΙΟΝ ΙΗ'.

Ὅτι μὴ δεῖ τοῖς πονηροῖς δαίμοσι θύειν

« Διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβηθήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι´ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται, διὰ τὸ αὐτοῖς ἀνόμοιον. Εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτους ἀπομειλίσσεσθαι, οὐδὲν πρὸς ἡμᾶς· ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται, καὶ τὰ ἐναντία κακά, ὀλιγοστὸν δ´ ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον. »

Τούτοις ἑξῆς ἐπάγει λέγων·

ΚΕΦΑΛΑΙΟΝ ΙΘ'.

Ὅπως ἀνακεῖσθαι δεῖ τῷ ἐπὶ πάντων θεῷ

« Ἡμεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλ´ ἔκ τε ψυχῆς ἔκ τε τῶν ἐκτὸς πᾶσαν σπουδὴν ποιούμεθα θεῷ μὲν καὶ τοῖς ἀμφ´ αὐτὸν ὁμοιοῦσθαι (ὃ γίνεται δι´ ἀπαθείας καὶ τῆς περὶ τῶν ὄντως ὄντων διηρθρωμένης διαλήψεως καὶ πρὸς αὐτὰ καὶ κατ´ αὐτὰ ζωῆς), πονηροῖς δὲ ἀνθρώποις καὶ δαίμοσιν καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι.»

« Ὃν δὲ ἡμεῖς ὑπογράφομεν φιλόσοφον ἀφιστάμενον τῶν ἐκτός, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσιν μηδὲ μάντεων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων. Ὧν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος μεμελέτηκεν ἀφίστασθαι. Οὔτε γὰρ εἰς γάμον καθίησιν, ἵνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ, οὐκ εἰς ἐμπορίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ κλοπῆς καὶ τῆς ἄλλης παρὰ ἀνθρώποις δοξοκοπίας. Περὶ ὧν δὲ ζητεῖ, μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές· αὐτὸς δὲ δι´ ἑαυτοῦ, ὡς λέγομεν, προσιὼν τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγχνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρεύσας. »

Σαφέστατα δὴ διὰ τούτων ὁ λόγος ἐξέφηνεν τίνων ἡγεῖσθαι χρὴ τὰ μαντεῖα καὶ τὰς διὰ θυτικῆς ἐρωτήσεις τάς τε παρὰ τοῖς πολλοῖς θαυμαζομένας περὶ τῶν ἀδήλων προγνώσεις. Πάντα γὰρ ταῦτα, δοξοκοπίας ὀνομάσας, ὡς ἂν ὑπὸ δαιμόνων πονηρῶν ἐνεργούμενα ἀποβάλλει. Τὸν γοῦν περὶ φαύλων δαιμόνων διεξιὼν λόγον καὶ φάσκων τὸν συνετὸν ἄνδρα καὶ σώφρονα μή ποτε τούτοις ἑαυτὸν ἐπιδοῦναι μηδ´ ἐπισπάσασθαι εἰς ἑαυτὸν διὰ τῶν θυσιῶν τοὺς τοιούτους, ἑξῆς ἐπισυνάπτει λέγων τὸν φιλόσοφον μηδὲ μαντείων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων καὶ τῶν παραπλησίων, ὡς ἂν τῆς δαιμονικῆς ὄντων κακοτεχνίας. Εἰ δὴ οὖν κατὰ ταῦτα εὐλαβητέον τῷ συνετῷ καὶ σώφρονι τοιαύταις χρῆσθαι θυσίαις, δι´ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς δαίμονας (αὗται δ´ ἦσαν αἱ δι´ αἱμάτων ἐκχύσεως καὶ δι´ ἀλόγων ζῴων σφαγῆς), οὐδεὶς ἂν ἐνδίκως ῥηθείη σώφρων καὶ συνετὸς τῶν πάλαι ζῳοθυτούντων τοῖς δαίμοσιν καὶ πολὺ μᾶλλον τῶν ἀνθρωποθυτούντων. Ἥλω δὲ τὰ πανταχοῦ πάντα σχεδὸν εἰπεῖν ἔθνη, πρόσθεν ἢ τὸν ἡμέτερον Σωτῆρα εἰς ἀνθρώπους ἀναδειχθῆναι, τοὺς φαύλους ἱλεούμενα δαίμονας ταῖς κατὰ πάντα τόπον ἐπιτελουμέναις ἀνθρωποθυσίαις. Οὐδεὶς ἄρα τούτων συνετὸς ἦν καὶ σώφρων. Ὁ μὲν οὖν κοινὸς καὶ ἀνθρώπινος λογισμὸς ἑπόμενος ὀρθῷ λόγῳ παντὶ τῷ συνετῷ καὶ σώφρονι διαρρήδην προκηρύττει μὴ χρῆσθαι θυσίαις ἐπὶ θεραπείᾳ τῶν πονηρῶν δαιμόνων, σπουδάζειν δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι, διὰ τὸ αὐτοῖς ἀνόμοιον. Ὁ δὲ θεὸς αὐτοῖς ὁ Ἀπόλλων (πάλιν γὰρ ἀνθρώποις τοῦτον παραβλητέον καὶ δεικτέον ὅσον τοῦ ὀρθοῦ λείπεται λογισμοῦ) προστάττει τῷ πονηρῷ δαίμονι θύειν, οὐκ ἄλλως ἢ δηλαδὴ φίλος ὢν αὐτῷ· κακῷ δὲ τὸ ὅμοιον φίλον. Τούτου δὲ μάρτυς ὁ καὶ πρόσθεν ἐν οἷς ἐπέγραψεν « Περὶ τῆς ἐκ λογίων φιλοσοφίας » ὧδε ἱστορῶν πρὸς λέξιν·

ΚΕΦΑΛΑΙΟΝ Κ'.

Ὡς ὁ Ἀπόλλων τῷ πονηρῷ δαίμονι προστάττει θύειν

« Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι τὸ θεῖον καὶ ἐπειγομένου ὁ Ἀπόλλων ἀδύνατον ἔφη τὸ τοιοῦτο πρὶν λύτρα τῷ πονηρῷ δαίμονι δοῦναι. Λέγει δὲ οὕτως·

Λύτρα δίδου γαίης πατρίης οἰκήτορι σεμνῷ,
πρῶτα χοάς, μετέπειτα πυρὴν ἠδ´ αἷμα κελαινὸν
οἴνου παμμέλανός 〈τ´〉 ὀΐων θ´ ἅμα λευκὰ ῥέεθρα.

Καὶ σαφέστερον εἶπεν περὶ τῶν αὐτῶν·

οἶνον καὶ γάλα βάλλε καὶ ὕδατος ἀγλαὸν εἶδος
καὶ ξύλα καρπὸν ἔχοντα διογνήτων ἀκυλαίων·
σπλάγχνα δὲ κατθέμενος λιπαροῖς ἅμα νάμασι σπένδε.

Μετὰ ποίας δὲ εὐχῆς, ἐρωτηθεὶς ἤρξατο μέν, οὐ μὴν ἐπλήρωσεν, οὕτως εἰπών· δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχώς, ἠερίων ὑπένερθε μυχῶν χθονίων τ´ ἐφύπερθεν. »

Ταῦτα μὲν ὁ θαυμάσιος θεός, μᾶλλον δὲ τὸ πολυπλανὲς δαιμόνιον. Τὰ δὲ τοῦ κατὰ φύσιν λογισμοῦ τἀναντία, καθαίρειν τὴν ψυχήν, ἀλλὰ μὴ θυσίαις ἐπισπᾶσθαι τοὺς πονηροὺς δαίμονας παρακελευόμενα· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι διὰ τὸ αὐτοῖς ἀνόμοιον. Εἰ δὲ δὴ συνετὸς εἶναι καὶ σώφρων ἀνὴρ ὀρθῶς ἐκρίθη ὁ εὐλαβὴς καὶ μὴ θύων δαίμοσιν, ὁ τοῖς πονηροῖς θύειν διὰ τοῦ χρησμοῦ παραινῶν τίς ἂν εὐλόγως καὶ ποταπὸς νομισθείη σοὶ καταλείπω σκοπεῖν. Ἐντεῦθεν δὲ ἀναδραμόντι προφανὲς ἔσται ποῖοί τινες ὑπῆρχον τὴν τοῦ τρόπου φύσιν οἱ ταῖς ἀνθρωποθυσίαις χαίροντες, ἢ οἱ τούτοις πᾶν τὸ ἀνθρώπινον γένος πάλαι πρότερον καταδεδουλωμένοι. Εἰ δὲ λέγοι τις μὴ φαῦλον εἶναι τὸν τῆς ἀνθρωποθυσίας τρόπον, ὀρθότατα δ´ ὑπὸ τῶν παλαιῶν τελεῖσθαι, ὥρα τοῖς νῦν καταμέμφεσθαι πᾶσιν, ὅτι μηδεὶς ὁμοίως τοῖς πατράσιν εὐσεβεῖ.

ΚΕΦΑΛΑΙΟΝ ΚΑ'.

Ὡς οὐδεὶς ἄλλος τῶν ἐξ αἰῶνος ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ τῶν ἀνθρώπων γένος τῆς δαιμονικῆς ἠλευθέρωσεν πλάνης

Εἰ δ´ ἐμφρόνως οἱ καθ´ ἡμᾶς τῆς ἀπηνοῦς καὶ ἀγρίας ὠμότητος τὴν ἀποστροφὴν ἐποιήσαντο, τῶν παλαιῶν οὐδεὶς ἦν ἄρα σοφός, τοὺς πονηροὺς δαίμονας ταῖς ἀνθρωποκτονίαις μειλισσόμενος. Ἀλλὰ γὰρ καὶ τυφλῷ, φασί, δῆλον ὡς οὔτε θεοὶ εἶεν ἂν οὔτε ἀγαθοὶ δαίμονες οἱ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων θεολογούμενοι, πορρωτάτω δὲ τοῦ ἀγαθοῦ ἐξῳκισμένοι. Διὸ καὶ ἐνδίκως θεομάχοι τινὲς καὶ ἀσεβεῖς λεχθεῖεν, τὸν πάντα λυμηνάμενοι βίον, ὧν ἐξ αἰῶνος οὐδεὶς ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν ἀνθρώποις τὴν φυγὴν προεξένησεν, εὐαγγελιζόμενος ὁμοῦ πάντας Ἕλληνάς τε καὶ βαρβάρους θεραπείαν τῆς πατρικῆς νόσου καὶ τῆς πικρᾶς καὶ παλαιοτάτης δουλείας ἐλευθερίαν· ἐφ´ ἣν σπεύδειν ὁ τῆς εὐαγγελικῆς ἀποδείξεως παρορμᾷ λόγος, μεγάλῃ τῇ φωνῇ τοῖς πᾶσιν εἰς ἐξάκουστον βοῶν·

« Πνεῦμα κυρίου ἐπ´ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν. »

Καὶ πάλιν·

« Ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. »

 Ταῦτα γὰρ ἄνωθεν ἐκ παλαιοῦ τὰ θεῖα ὡς ἀληθῶς παρ´ Ἑβραίοις ἐθέσπιζεν λόγια, τὴν ἡμῶν τῶν πάλαι τυφλῶν τὰς ψυχὰς καὶ δαιμόνων πονηρῶν πολυπλόκοις δεσμοῖς πεπεδημένων ἀπολύτρωσιν εὐαγγελιζόμενα. Ὅθεν εἰκότως τοὺς τῆς διανοίας ὀφθαλμοὺς πρὸς τοῦ σωτηρίου καταυγασθέντες λόγου, σώφρονές τε καὶ συνετοὶ καὶ εὐλαβεῖς γενόμενοι καὶ πάντων ἐλεύθεροι κακῶν, οὔτε θύσομεν οὔτε δουλεύσομεν τοῖς τῶν ἐθνῶν νενομισμένοις θεοῖς, οἳ δὴ καὶ ἡμῶν τὸ πρὶν κατετυράννουν· ἀχθέντες δὲ καὶ προσαχθέντες ὑπὸ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τῷ μόνῳ καὶ ἀληθεῖ θεῷ, τῷ δὴ καὶ δεσπότῃ καὶ τροφεῖ σωτῆρί τε καὶ εὐεργέτῃ καὶ ἔτι ποιητῇ καὶ δημιουργῷ καὶ παμβασιλεῖ τῶν ὅλων, μόνον τοῦτον ἀληθῆ θεὸν ἡγησόμεθα καὶ μόνῳ τὸ προσῆκον ἀπονεμοῦμεν σέβας, μόνον γεραίροντες καὶ μόνον αὐτὸν εὐσεβοῦντες, οὐχ ᾗ τοῖς δαίμοσιν φίλον, ἀλλ´ ᾗ τῷ πρὸς αὐτοῦ καταπεμφθέντι πάντων ἀνθρώπων σωτῆρι διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας παραδέδοται. Ταύτη δὲ θεοσεβοῦντες διώξομεν καὶ ἀπελάσομεν ἑαυτῶν, πολλοῦ δεῖ φοβηθησόμεθα, τοὺς πονηροὺς δαίμονας δι´ ἁγνείας καὶ καθαροῦ τρόπου βίου τε σώφρονος καὶ παναρέτου, τοῦ δὴ πρὸς τοῦ σωτῆρος ἡμῶν διωρισμένου· καθαρᾷ γὰρ μὴ δύνασθαι ψυχῇ πλησιάζειν διὰ τὸ ἀνόμοιον ὡμολογεῖτο. Ἀλλ´ οὐδὲ μαντείας καὶ χρησμῶν δεησόμεθα οὐδὲ σπλάγχνα ζῴων διερευνήσομεν οὐδέ τι τῶν διὰ δαιμονικῆς κινήσεως ἐνεργουμένων πολυπραγμονήσομεν. Ὧν γὰρ ἕνεκα ταῦτα τοῖς πολλοῖς σπουδάζεται, τούτων ἡμῖν ἀφίστασθαι μελετᾶν ὁ τοῦ Χριστοῦ λόγος διεστείλατο, μόνων δὲ ἐκείνων ἐφίεσθαι προὔτρεψεν, περὶ ὧν ἀληθῶς μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές, αὐτὸς δὲ μόνος ὁ τοῦ θεοῦ λόγος, ὁ ἐν τοῖς ἀληθινοῖς ἐνοικῶν σπλάγχνοις τῶν οἵων τε αὐτὸν δι´ ἄκραν ψυχῆς καθαρότητα ἔνδον ἐν ἑαυτοῖς χωρεῖν. Περὶ ὧν φησί που ἐν τοῖς ἱεροῖς γράμμασιν·

« Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.»

Ταῦτα μὲν οὖν τὰ ἀπὸ τοῦ περὶ θυσιῶν τόπου ἀπελεγκτικὰ τῆς τῶν δαιμόνων μοχθηρίας. Ἄκουε δὲ οἷα περὶ τῶν αὐτῶν αὖθις ὁ Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς συγγραφεὺς ἱστορεῖ, διαρρήδην ὁμολογῶν τοὺς πονηροὺς δαίμονας ἐν σχήμασι πλείοσιν ἐντυπουμένους καὶ παντοίας μορφὰς χαρακτηρίζοντας λανθάνειν καὶ ἐξαπατᾶν τοὺς πολλοὺς τῶν ἀνθρώπων. Ἀγαθῶν γάρ, φησίν, ὑποδυόμενοι πρόσωπα καὶ προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν, τοὺς ἀνωτάτω θεοὺς ἑαυτοὺς ἐπιφημίζεσθαι βούλονται. Τοσοῦτόν τε αὐτούς φησιν ἰσχῦσαι ὡς ἀπατῆσαι καὶ τοὺς σοφωτάτους τῶν Ἑλλήνων ποιητάς τε καὶ φιλοσόφους, οὓς καὶ ὁμολογεῖ τῆς τοῦ πλήθους γεγονέναι διαστροφῆς αἰτίους· ὅτι τε ἐξ αὐτῶν πᾶσα γοητεία συνέστη καὶ τὰ πρὸς ἡδονὴν ἀνθρώποις δι´ αὐτῶν προξενεῖται· ὅπως τε θεοὶ εἶναι βούλονται, δαίμονες ὄντες φαῦλοι· καὶ ὡς ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖ θεὸς εἶναι ὁ μέγιστος. Ταῦτα δὴ ὁ Πορφύριος πάντα τοῦτον ἱστορεῖ τὸν τρόπον·

ΚΕΦΑΛΑΙΟΝ ΚΒ'.

Τίς ὁ τρόπος τῆς δαιμονικῆς ἐνεργείας

« Ὅσαι δὲ ψυχαὶ τοῦ συνεχοῦς πνεύματος οὐ κρατοῦσιν, ἀλλ´ ὡς τὸ πολὺ καὶ κρατοῦνται, διὰ τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν, ὅταν αἱ τοῦ πνεύματος ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν· αὗται δὲ αἱ ψυχαὶ δαίμονες μὲν καὶ αὐταί, κακοεργοὶ δ´ ἂν εἰκότως λέγοιντο. Καί εἰσιν οἱ σύμπαντες, οὗτοί τε καὶ οἱ τῆς ἐναντίας δυνάμεως, ἀόρατοι καὶ τελέως ἀναίσθητοι αἰσθήσεσιν ἀνθρωπίναις. Οὐ γὰρ στερεὸν σῶμα περιβέβληνται οὐδὲ μορφὴν πάντες μίαν, ἀλλ´ ἢ ἐν σχήμασιν πλείοσιν ἐκτυπούμεναί τε καὶ χαρακτηρίζουσαι τὸ πνεῦμα αὐτῶν αἱ μορφαὶ τοτὲ μὲν ἐπιφαίνονται, τοτὲ δὲ ἀφανεῖς εἰσιν, ἐνίοτε δὲ καὶ μεταβάλλουσιν τὰς μορφὰς οἵ γε χείρους. Τὸ δὲ πνεῦμα, ᾗ μέν ἐστι σωματικόν, παθητικόν ἐστιν καὶ φθαρτόν· τῷ δὲ ὑπὸ τῶν ψυχῶν οὕτως δεδέσθαι, ὥστε τὸ εἶδος αὐτῶν διαμένειν πλείω χρόνον, οὐ μήν ἐστιν αἰώνιον· καὶ γὰρ ἀπορρεῖν αὐτοῦ τι συνεχῶς εἰκός ἐστι καὶ τρέπεσθαι. Ἐν συμμετρίᾳ μὲν οὖν τὰ τῶν ἀγαθῶν ὡς καὶ τὰ σώματα τῶν φαινομένων, τῶν δὲ κακοποιῶν ἀσύμμετρα, οἳ πλέον τῷ παθητικῷ νέμοντες τὸν περίγειον τόπον οὐδὲν ὅ τι τῶν κακῶν οὐκ ἐπιχειροῦσιν δρᾶν. Βίαιον γὰρ ὅλως καὶ ὕπουλον ἔχοντες ἦθος ἐστερημένον τε τῆς φυλακῆς τῆς ἀπὸ τοῦ κρείττονος δαιμονίου, σφοδρὰς καὶ αἰφνιδίους, οἷον ἐνέδρας, ὡς τὸ πολὺ ποιοῦνται τὰς ἐμπτώσεις, πῆ μὲν λανθάνειν πειρώμενοι, πῆ δὲ βιαζόμενοι. »

Καὶ ἐπιλέγει ἑξῆς·

« Ταῦτα δὲ καὶ τὰ ὅμοια ποιοῦσιν μεταστῆσαι ἡμᾶς ἐθέλοντες ἀπὸ τῆς ὀρθῆς ἐννοίας τῶν θεῶν καὶ ἐφ´ ἑαυτοὺς ἐπιστρέψαι. Πᾶσιν γὰρ τοῖς οὕτως ἀνομολόγως καὶ ἀκαταλλήλως γιγνομένοις αὐτοὶ χαίρουσιν καὶ ὥσπερ ὑποδύντες τὰ τῶν ἄλλων θεῶν πρόσωπα τῆς ἡμετέρας ἀβουλίας ἀπολαύουσιν, προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν ἔρωσι καὶ πόθοις πλούτων καὶ δυναστειῶν καὶ ἡδονῶν κενοδοξίαις τε αὖ, ἐξ ὧν στάσεις καὶ πόλεμοι φύονται καὶ τὰ συγγενῆ τούτων. Τὸ δὲ πάντων δεινότατον, ἐπαναβαίνουσιν ἐκ τῶνδε καὶ τὰ ὅμοια ἀναπείθουσιν καὶ περὶ τῶν μεγίστων θεῶν, μέχρι τοῦ καὶ τὸν ἄριστον θεὸν τούτοις τοῖς ἐγκλήμασιν ὑπάγειν· ᾧ δὴ καὶ τεταράχθαι φασὶν πάντ´ ἄνω κάτω. Πεπόνθασιν δὲ τοῦτο οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οὐκ ὀλίγοι. Ἡ δ´ αἰτία δι´ ἀλλήλων γέγονεν. Καὶ γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς κοινῆς φορᾶς εἰς τὰ αὐτὰ τοῖς πλήθεσιν συνέβησαν· καὶ πάλιν αὖ τὰ πλήθη σύμφωνα ταῖς αὑτῶν δόξαις παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον περὶ τῶν θεῶν τὰ τοιαῦτα. Τὸ μὲν γὰρ ποιητικὸν καὶ προσεξέκαυσεν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τῷ χρῆσθαι φράσει πρὸς ἔκπληξιν καὶ γοητείαν πεποιημένῃ κήλησίν τε ἐμποιῆσαι καὶ πίστιν περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ, δέον ἐμπέδως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτὲ οὔτε τὸ κακὸν ὠφελεῖ. Οὐ γὰρ θερμότητος, ὥς φησιν Πλάτων, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναντίου οὐδὲ ψυχρότητος τὸ θερμαίνειν, ἀλλὰ τοῦ ἐναντίου· οὕτως οὐδὲ τοῦ δικαίου τὸ βλάπτειν. Δικαιότατον δὲ δήπου φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδ´ ἂν ἦν θεῖον. Οὐκοῦν ἀποτετμῆσθαι δεῖ ταύτην τὴν δύναμιν καὶ μοῖραν τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. Ἡ γὰρ βλάπτειν πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγαθοεργῷ· τὰ δ´ ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο. »

Καὶ αὖθις·

« Διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα γοητεία ἐπιτελεῖται· τούτους γὰρ μάλιστα καὶ τὸν προεστῶτα αὐτῶν ἐκτιμῶσιν οἱ τὰ κακὰ διὰ τῶν γοητειῶν διαπραττόμενοι. Πλήρεις γὰρ πάσης φαντασίας καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας. Διὰ τούτων φίλτρα καὶ ἐρωτικὰ κατασκευάζουσιν οἱ κακοδαίμονες· πᾶσα γὰρ ἀκολασία καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, καὶ μάλιστα ἡ ἀπάτη. Τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοὶ καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖν θεὸς εἶναι ὁ μέγιστος. Οὗτοι οἱ χαίροντες ‘λοιβῇ τε κνίσῃ τε’, δι´ ὧν αὐτῶν τὸ πνευματικὸν καὶ σωματικὸν πιαίνεται. Ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιάσεσιν, ποικίλως διὰ τῶν ποικίλων, καὶ δυναμοῦται ταῖς ἐκ τῶν αἱμάτων καὶ σαρκῶν θυσίαις. »

Διὰ δὴ τούτων ἀκηκόαμεν ὁμολογούντων ὅτι μὴ μόνον οἱ παρ´ Ἕλλησι ποιηταὶ προσεξέκαυσαν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τὰς περὶ τῶν φαύλων δαιμόνων ὡς περὶ θεῶν καὶ ἀγαθῶν, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οἱ περὶ θεοὺς δοκοῦντες σπουδαίως ἔχειν, οἳ καὶ αὐτοὶ οὐ θεούς, ἀλλὰ πονηροὺς δαίμονας περιέποντες τὰ πλήθη καὶ τοὺς δήμους εἰς τὴν ὁμοίαν πλάνην ἐξετραχήλισαν. Ὡμολόγησε γοῦν σαφῶς ὁ λόγος ὡς ἄρα παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα περὶ θεῶν τὰ πλήθη σύμφωνα ταῖς αὑτῶν δόξαις ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον ὡς περὶ θεῶν περὶ τῶν μοχθηρῶν δαιμόνων. Καὶ ταῦτα οὐκ ἐξ ἡμῶν κατηγόρηται, ἀλλ´ ὑπ´ αὐτῶν τῶν ἀκριβέστατα τὰ οἰκεῖα μᾶλλον ἢ ἡμεῖς εἰδότων. Ὁ γέ τοι αὐτὸς συγγραφεὺς οὐ παρέργως ὁμιλήσας τῇ τοὺς πολλοὺς λανθανούσῃ δεισιδαιμονίᾳ φησὶ τοὺς πονηροὺς δαίμονας βούλεσθαι εἶναι θεοὺς καὶ ἀγαθῶν δόξαν ἔχειν παρ´ ἀνθρώποις· τίς τε ἡ προεστῶσα αὐτῶν δύναμις τυγχάνει, ὁ αὐτὸς πάλιν διασαφήσει, τοὺς ἄρχοντας τῶν πονηρῶν δαιμόνων λέγων εἶναι τὸν Σάραπιν καὶ τὴν Ἑκάτην (ἡ δὲ θεία γραφὴ τὸν Βεελζεβούλ).

Ἄκουε δὲ ὅπως καὶ περὶ τούτου γράφει ἐν τοῖς « Περὶ τῆς ἐκ λογίων φιλοσοφίας. »

ΚΕΚΑΛΑΙΟΝ ΚΓ.'

Περὶ τῶν πονηρῶν διαμόνων, καὶ τίνες ποτ´ εἰσὶν αὐτῶν οἱ ἄρχοντες

« Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῆ ὑπὸ τὸν Σάραπιν ὑποπτεύομεν οὐδ´ ἐκ τῶν συμβόλων μόνον ἀναπεισθέντες, ἀλλ´ ὅτι τὰ μειλίγματα καὶ τὰ τούτων ἀποτρόπαια πρὸς τὸν Πλούτωνα γίνεται, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυμεν. Ὁ αὐτὸς δὲ τῷ Πλούτωνι ὁ θεὸς καὶ διὰ τοῦτο μάλιστα δαιμόνων ἄρχων καὶ σύμβολα διδοὺς πρὸς τὴν τούτων ἔλασιν. Οὗτος γοῦν καὶ τοῖς ἱκέταις ἐδήλωσεν ὡς πᾶσι ζῴοις ὁμοιούμενοι προσίασιν τοῖς ἀνθρώποις· ὅθεν καὶ παρ´ Αἰγυπτίοις καὶ παρὰ Φοίνιξι καὶ ὅλως παρὰ τοῖς τὰ θεῖα σοφοῖς ἱμάντες ἐν τοῖς ἱεροῖς ἐπιρρήσσονται καὶ ζῷα προσουδίζεται πρὸ τῆς θρησκείας τῶν θεῶν, ἐξελαυνόντων τῶν ἱερέων τούτους διὰ τοῦ δοῦναι πνεῦμα ἢ αἷμα ζῴων καὶ διὰ τῆς τοῦ ἀέρος πληγῆς, ἵνα τούτων ἀπελθόντων παρουσία τοῦ θεοῦ γένηται. Καὶ οἶκος δὲ πᾶς μεστὸς καὶ διὰ τοῦτο προκαθαίρουσιν καὶ ἐκβάλλουσι τούτους, ὅταν θεὸν κατακαλῶσιν· καὶ τὰ σώματα τοίνυν μεστὰ ἀπὸ τούτων· καὶ γὰρ μάλιστα ταῖς ποιαῖς τροφαῖς χαίρουσιν. Σιτουμένων γὰρ ἡμῶν προσίασι καὶ προσιζάνουσι τῷ σώματι, καὶ διὰ τοῦτο αἱ ἁγνεῖαι, οὐ διὰ τοὺς θεοὺς προηγουμένως, ἀλλ´ ἵν´ οὗτοι ἀποστῶσιν. Μάλιστα δὲ αἵματι χαίρουσι καὶ ταῖς ἀκαθαρσίαις καὶ ἀπολαύουσι τούτων εἰσδύνοντες τοῖς χρωμένοις. Ὅλως γὰρ ἡ ἐπίτασις τῆς πρός τι ἐπιθυμίας καὶ ἡ τοῦ πνεύματος τῆς ὀρέξεως ὁρμὴ ἀλλαχόθεν οὐ σφοδρύνεται ἢ ἐκ τῆς τούτων παρουσίας· οἳ καὶ εἰς ἀσήμους φθόγγους καὶ φύσας ἀναγκάζουσι τοὺς ἀνθρώπους ἐμπίπτειν διὰ τῆς συναπολαύσεως τῆς μετ´ αὐτῶν γιγνομένης. Ὅπου γὰρ πνεύματος πλείονος ὁλκή, ἢ τῆς γαστρὸς ἐξ ἡδυπαθείας πεπρησμένης ἢ τῆς προθυμίας δι´ ἡδονῆς ἐπίτασιν ἐκφυσώσης καὶ πολὺ τὸ ἔξωθεν σπώσης, ἐκεῖ παρουσία τῶν τοιούτων πνευμάτων σοι δηλούσθω. Ἄχρι τούτων τολμᾷ φύσις ἀνθρώπου εὑρίσκειν τὰς περὶ αὑτῆς συνεστώσας παγίδας· καὶ γὰρ ὁ θεὸς ὅταν εἰσκριθῇ, πολυπλασιάζεται τὸ πνεῦμα. »

Ταῦτα μὲν οὖν περὶ τῶν πονηρῶν δαιμόνων, ὧν φησιν ἄρχοντα εἶναι τὸν Σάραπιν. Καὶ τὴν Ἑκάτην δὲ τούτων ἄρχειν ὁ αὐτὸς διδάσκει λέγων οὕτως·

« Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις καὶ τούτων σύμβολον ὁ τρίκρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων; Οὓς καταπαύσει ὁ θεὸς ὁ ἔχων ὑπὸ χεῖρα. Ἄρχει δ´ αὐτῶν καὶ ἡ Ἑκάτη ὡς συνέχουσα τὸ τρίστοιχον. »

Καὶ πάλιν φησίν·

« Ἔτι παραθεὶς ἓν χρηστήριον, ὅπερ αὐτὴ ἡ Ἑκάτη πεποίηται, καταπαύσω τὸν περὶ ταύτης λόγον· ἥδ´ ἐγώ εἰμι κόρη πολυφάσματος, οὐρανόφοιτος, ταυρῶπις, τρικάρηνος, ἀπηνής, χρυσοβέλεμνος,

Φοίβη ἀπειρολεχής, φαεσίμβροτος Εἰλείθυια,
τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα·
αἰθέρι μὲν πυρόεσσιν ἐειδομένη εἰδώλοις,
ἠέρα δ´ ἀργεννοῖσι τροχάσμασιν ἀμφικάθημαι·
γαῖα δ´ ἐμῶν σκυλάκων δνοφερὸν γένος ἡνιοχεύει.
»

Οἷς ἐπιλέγει ὁ συγγραφεὺς σαφῶς, τίνες οἱ σκύλακες· ὅτι οἱ πονηροὶ δαίμονες, περὶ ὧν ἄρτι πεπαύμεθα λέγοντες. Τοσαῦτα μὲν δὴ καὶ ταῦτα. Περὶ δὲ τοῦ δαίμονας εἶναι πονηροὺς ἀληθῶς, ἀλλ´ οὐδὲν ἀγαθὸν ἐπαγομένους τοὺς παρὰ τοῖς πολλοῖς θεολογουμένους φέρε ἔτι μᾶλλον διὰ πλειόνων κρατύνωμεν.