RETOUR À L 'ENTRÉE DU SITE

 

RETOURNER à LA TABLE DES MATIÈRES D'eusèbe

 

EUSÈBE DE CÉSARÉE

 

Préparation évangélique

LIVRE ΙI

notice - livre IΙI

traduction française

Si vous voulez la traduction française d'un chapitre, cliquez sur le chapitre

 

ΤΑΔΕ ΤΟ ΔΕΥΤΕΡΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ

Τὰ μὲν δὴ τῆς Φοινίκων θεολογίας τὸν προειρημένον περιέχει τρόπον· ἧς ἀμεταστρεπτεὶ φεύγειν καὶ τῆς τῶν παλαιῶν φρενοβλαβείας τὴν ἴασιν μεταδιώκειν ὁ σωτήριος εὐαγγελίζεται λόγος. Ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ καὶ παλαιῶν, ὡς ἂν αὐτοὶ φαῖεν, θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχουσαι τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας τῶν τε παρ' ἑκάστοις ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη ἀπό τε τῆς τῶν λοιπῶν συγγραφέων καὶ δὴ καὶ τῶν νομιζομένων θεολόγων ὁμολογίας, δι' ἧς ἐμαρτύρησαν τοὺς παλαιοὺς καὶ πρώτους τὰ περὶ θεῶν συστησαμένους μηδὲν εἰς φυσικὰς ἀναφέρειν τροπολογίας μηδ' ἀλληγορεῖν τοὺς περὶ θεῶν μύθους, ἐπὶ μόνης δὲ τῆς λέξεως φυλάττειν τὰς ἱστορίας. Ταῦτα γὰρ αἱ προπαρατεθεῖσαι τῶν εἰρημένων ἐδήλουν φωναί, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὑτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων.

Τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία. Ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι, εἰς τὸ κατανοῆσαι ἀκριβῶς καὶ συνιδεῖν ἐξητασμένως, εἰ μὴ κεκριμένη καὶ εὔλογος συνέστηκεν ἡμῖν ἡ ἐξ αὐτῶν ἀναχώρησις οὐδ' ἄλλως ἢ διὰ μόνης τῆς εὐαγγελικῆς ἀποδείξεως, πρώτιστα πάντων αὐτοῖς Αἰγυπτίοις, εἶτα δὲ καὶ τοῖς τὰ ἴσα φρονοῦσιν αὐτοῖς κατωρθωμένη. Πᾶσαν μὲν οὖν τὴν Αἰγυπτιακὴν ἱστορίαν εἰς πλάτος τῇ Ἑλλήνων μετείληφεν φωνῇ ἰδίως τε τὰ περὶ τῆς κατ' αὐτοὺς θεολογίας Μανεθῶς ὁ Αἰγύπτιος ἔν τε ᾗ ἔγραψεν ἱερᾷ βίβλῳ καὶ ἐν ἑτέροις αὐτοῦ συγγράμμασιν. Πλὴν ἀλλὰ καὶ Διόδωρος ὁ πρόσθεν ἡμῖν μνημονευθεὶς ἐκ πλειόνων τὰς ἱστορίας ἀναλεξάμενος καὶ ὡς ἔνι μάλιστα τὰ παρ' ἑκάστοις ἔθνεσιν ἀπηκριβωκώς, ἐπιφανὴς ἀνὴρ καὶ δόξαν οὐ μικρὰν παιδείας παρὰ πᾶσιν τοῖς φιλολόγοις κτησάμενος, ὁ δὴ καὶ πᾶσαν τὴν παλαιὰν συναγαγὼν ἱστορίαν συνάψας τε τὰ πρῶτα τοῖς ἑξῆς πράγμασιν, τὴν καταρχὴν τῆς ὅλης ἐποιήσατο πραγματείας ἀπὸ τῆς κατ' Αἰγυπτίους θεολογίας· ἀφ' ἧς ἡγοῦμαι κρεῖττον εἶναι ποιήσασθαι τὴν τῶν προκειμένων παράθεσιν, ὡς ἂν μᾶλλον οὔσης γνωριμωτέρας τοῖς Ἕλλησιν τῆς τούτου γραφῆς. Ἱστορεῖ δ' οὖν ταῦτα πρὸς λέξιν·
 

ΚΕΦΑΛΑΙΟΝ Α'.

Ἐπιτομὴ τῆς Αἰγυπτίων θεολογίας καὶ ὡς εἰς Ἕλληνας μετεκομίσθη ὅτι τε εὐλόγως τὴν τούτων ἁπάντων ἀποστροφὴν πεποιήμεθα

« Φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτουςἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. Τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζῳογονηθέντα. Τοὺς δὲ θεοὺς ἀνθρώπους μὲν ὑπάρξαι θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τυχεῖν τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γενέσθαι. Μεθερμηνευομένων δὲ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιόν τε καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ καὶ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δὲ Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν. Καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ' Αἴγυπτον, ὁμώνυμον ὄντα τῷ κατ' οὐρανὸν ἄστρῳ. Ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον. Μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μέν τινας τὸν Ὄσιριν καὶ τὴν Ἶσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν, οὓς δι' ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου. Ἐκ δὲ τούτων γενέσθαι πέντε θεούς, Ὄσιριν καὶ Ἶσιν καὶ Τυφῶνα Ἀπόλλωνά τε καὶ Ἀφροδίτην. Καὶ τὸν μὲν Ὄσιριν εἶναι τὸν Διόνυσον, τὴν δὲ Ἶσιν τὴν Δήμητραν. Ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ· κτίσαι τε πόλιν ἐν τῇ Θηβαΐδι ἑκατόνπυλον, ἣν τινὰς μὲν Διὸς πόλιν, ἐνίους δὲ Θήβας προσειπεῖν. Ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, Διός τε καὶ Ἥρας, καὶ τῶν ἄλλων δὲ θεῶν ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς· εὑρετὴν δὲ γενέσθαι τὸν Ὄσιριν τῆς ἀμπέλου πρῶτόν τε ψιλῷ χρήσασθαι καὶ διδάξαι τοὺς ἄλλους ἀνθρώπους τὴν γεωργίαν. Τιμᾶσθαι δὲ ὑπ' αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν διαφόρῳ φύσει κεχορηγημένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν βίον. Εὑρετήν τε γὰρ αὐτὸν γενέσθαι τῶν γραμμάτων καὶ θυσίας θεῶν διατάξασθαι λύραν τε εὑρεῖν καὶ τοὺς Ἕλληνας διδάξαι τὰ περὶ τὴν τούτων ἑρμηνείαν· ἀφ' οὗπερ αὐτὸν Ἑρμῆν ὀνομασθῆναι. Τοῦτον δὲ καὶ τῆς ἐλαίας τὸ φυτὸν εὑρεῖν. Τὸν δὲ Ὄσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμένην ἐπὶ μὲν Φοινίκης καταστῆσαι Βούσιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην Ἀνταῖον. Αὐτὸν δὲ ἐπιστρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀπόλλωνος, ὅν φασιν εὑρετὴν γενέσθαι τοῦ φυτοῦ τῆς δάφνης. Συστρατεῦσαι δὲ τῷ Ὀσίριδι τοὺς δύο υἱούς, Ἄνουβίν τε καὶ Μακεδόνα, παραλαβεῖν δὲ καὶ τὸν Πᾶνα διαφερόντως ὑπ' Αἰγυπτίων τιμώμενον, οὗ καὶ ἐπώνυμον εἶναι τὴν Πανὸς πόλιν. Ὄντι δὲ αὐτῷ περὶ τὴν Ταφόσιριν ἀχθῆναι τὸ τῶν Σατύρων γένος. Φιλόμουσον δὲ ὄντα περιάγειν πλῆθος μουσουργῶν, ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾄδειν καὶ τἆλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας, ὧν ἡγεῖσθαι τὸν Ἀπόλλωνα. Παντὸς δὲ ἔθνους ὡς θεὸν ἀποδεχομένου τὸν Ὄσιριν διὰ τὰς εὐεργεσίας πανταχοῦ μνημεῖα ἑαυτοῦ καταλιπεῖν. Κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς. Ἐπελθεῖν δὲ καὶ τὰ ἄλλα τὰ κατὰ τὴν Φρυγίαν ἔθνη καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην. Καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν βασιλέα τῆς Μακεδονίας, Τριπτολέμῳ δὲ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας. Καὶ μετὰ ταῦτα ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ ἱερῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν θεοῖς τιμῶν. Τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι. Ἀναιρεθῆναι δὲ αὐτὸν ὑπὸ Τυφῶνος τοῦ ἀδελφοῦ, πονηροῦ καὶ ἀσεβοῦς ὄντος· ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη δοῦναι τῶν συνεπιτιθεμένων ἑκάστῳ μερίδα, βουλόμενον ἅπαντας μετασχεῖν τοῦ μύσους. Τὴν δὲ Ἶσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὥρου. Ἀνελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς συμπράξαντας παρὰ τὴν νῦν Ἀνταίου κώμην καλουμένην βασιλεῦσαι τῆς Αἰγύπτου. Εὑροῦσαν δὲ πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων τοῦ Ὀσίριδος ἑκάστῳ μέρει περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ, παραπλήσιον Ὀσίριδι τὸ μέγεθος, ἐξ ἀρωμάτων καὶ κηροῦ καὶ παραδοῦναι τοῖς ἱερεῦσι καθ' ὅλης τῆς Αἰγύπτου τιμᾶν. Καθιερῶσαι δὲ καὶ τῶν γινομένων παρ' αὐτοῖς ζῴων ἓν ὁποῖον ἂν βουληθῶσιν. Τοὺς δὲ ταύρους τοὺς ἱερούς, τόν τε ὀνομαζόμενον Ἆπιν καὶ τὸν Μνεῦιν, Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς κοινῇ καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις· ταῦτα γὰρ τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι πρὸς τὸν σπόρον καὶ τὰς κοινὰς γεωργίας. Ὀμόσαι δὲ τὴν Ἶσιν μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδέξασθαι· μεταστᾶσαν δὲ καὶ αὐτὴν ἐξ ἀνθρώπων τυχεῖν ἀθανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμφιν. Τὰ μὲν οὖν ἀνευρεθέντα τοῦ Ὀσίριδος μέρη ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρημένον τρόπον· τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγουσιν, ὑπὸ δὲ τῆς Ἴσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων. Ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμὰς καταδεῖξαι καὶ τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντιμοτάτας ποιῆσαι. Διὸ καὶ τοὺς Ἕλληνας ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτὰς τιμᾶν τοῦτο τὸ μόριον ἐν τοῖς μυστηρίοις καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν. Τοὺς δὲ λέγοντας ἐν Θήβαις ταῖς Βοιωτικαῖς γεγονέναι τὸν θεὸν ἐκ Σεμέλης καὶ Διὸς σχεδιάζειν. Ὀρφέα γὰρ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα τῆς τελετῆς καὶ τῶν Διονυσιακῶν μυστηρίων μεταλαβεῖν τοῖς τε Καδμείοις φίλον ὄντα καὶ τετιμημένον ὑπ' αὐτῶν μεταθεῖναι τοῦ θεοῦ τὴν γένεσιν ἐκείνοις χαριζόμενον, τοὺς δὲ ὄχλους τὰ μὲν διὰ τὴν ἄγνοιαν, τὰ δὲ διὰ τὸ βούλεσθαι τὸν θεὸν Ἕλληνα ὀνομάζεσθαι προσδέξασθαι προσηνῶς τὰς τελετὰς καὶ τὰ μυστήρια. Ἀφορμὰς δὲ ἔχειν τὸν Ὀρφέα πρὸς τὴν μετάθεσιν τῆς τοῦ θεοῦ γενέσεως καὶ τελετῆς τοιαύτας· Κάδμον ἐκ Θηβῶν ὄντα τῶν Αἰγυπτίων γεννῆσαι σὺν ἄλλοις τέκνοις καὶ Σεμέλην· ταύτην δὲ ὑφ' ὅτου δήποτε φθαρεῖσαν ἔγκυον γενέσθαι καὶ τεκεῖν ἑπτὰ μηνῶν διελθόντων βρέφος οἷόν περ οἱ κατ' Αἴγυπτον τὸν Ὄσιριν γεγονέναι νομίζουσιν· τὸν δὲ Κάδμον τελευτῆσαν τὸ βρέφος χρυσῶσαι καὶ τὰς καθηκούσας αὐτῷ ποιήσασθαι θυσίας, ἀνάψαι δὲ καὶ τὴν γένεσιν εἰς Δία, σεμνύνοντα τὸν Ὄσιριν καὶ τῆς φθαρείσης τὴν διαβολὴν ἀφαιρούμενον. Διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐκδοθῆναι λόγον ὡς ἡ Κάδμου θυγάτηρ Σεμέλη τέτοκεν ἐκ Διὸς Ὄσιριν. Ἔπειτα παρελθόντων τῶν μυθογράφων ἐμπλῆσαι τὸ θέατρον καὶ τοῖς ἐπιγινομένοις ἰσχυρὰν πίστιν καὶ ἀμετάθετον γενέσθαι. Καθόλου δέ φασι τοὺς Ἕλληνας ἐξιδιάζεσθαι τοὺς ἐπιφανεστάτους Αἰγυπτίων ἥρωάς τε καὶ θεούς. Καὶ γὰρ Ἡρακλέα τὸ γένος Αἰγύπτιον ὄντα δι' ἀνδρείαν ἐπελθεῖν πολλὴν τῆς οἰκουμένης. Ἐξοικειοῦσθαι δὲ αὐτὸν τοὺς Ἕλληνας, καὶ μὴν ἕτερον ὄντα τοῦ ἐξ Ἀλκμήνης παρ' Ἕλλησιν ὕστερόν ποτε γενομένου. Φασὶ δὲ καὶ τὸν Περσέα γενέσθαι κατὰ τὴν Αἴγυπτον καὶ τῆς Ἴσιδος τὴν γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Ἄργος μεταφέρεσθαι, μυθολογούντων αὐτὴν εἶναι Ἰὼ τὴν εἰς βοὸς τύπον μεταμορφωθεῖσαν. Τὴν αὐτὴν δὲ τοὺς μὲν Ἶσιν, τοὺς δὲ Δήμητραν, τοὺς δὲ Θεσμοφόρον, ἄλλους δὲ Σελήνην καὶ ἄλλους Ἥραν νομίζειν. Τὸν δὲ Ὄσιριν τοὺς μὲν Σάραπιν, τοὺς δὲ Διόνυσον, τοὺς δὲ Πλούτωνα, τοὺς δὲ Ἄμμωνα, τοὺς δὲ Δία, ἑτέρους δὲ Πᾶνα νομίζειν. Εὑρέτιν δὲ γενέσθαι φασὶ τὴν Ἶσιν φαρμάκων πολλῶν καὶ ἰατρικῆς ἐπιστήμης· εὑρεῖν δὲ καὶ τὸ τῆς ἀθανασίας φάρμακον, δι' οὗ τὸν υἱὸν Ὧρον ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα καὶ νεκρὸν εὑρεθέντα καθ' ὕδατος μὴ μόνον ἀναστῆσαι δοῦσαν τὴν ψυχήν, ἀλλὰ καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν. Τὸν δὲ Ὧρον ὕστατον ὄντα τῶν θεῶν βασιλεῦσαι τῆς Αἰγύπτου. Μεθερμηνευόμενον δέ φασιν αὐτὸν εἶναι τὸν Ἀπόλλωνα τήν τε ἰατρικὴν καὶ μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχθέντα διὰ τῶν χρησμῶν καὶ θεραπειῶν εὐεργετεῖν. Συμφωνεῖται δὲ παρὰ τοῖς πλείστοις ὅτι τοῖς περὶ τὸν Δία καὶ τὸν Ὄσιριν θεοῖς κατὰ τὴν Ἴσιδος ἡλικίαν μεγαλόσωμοί τινες γίγαντες ἐπὶ τὸ τερατῶδες κοσμούμενοι πόλεμον ἤγειραν. Νομοθετῆσαι δὲ τοὺς Αἰγυπτίους γαμεῖν ἀδελφὰς διὰ τὸ τὴν Ἶσιν τῷ Ὀσίριδι ἀδελφῷ ὄντι αὐτῆς γαμηθῆναι. »

Καὶ ταῦτα μὲν περὶ τούτων ἱστοροῦσιν. Περὶ δὲ τῶν ἀφιερωμένων ζῴων κατ' Αἴγυπτον τοιοῦτός τις παρ' αὐτοῖς κατέχει λόγος·

« Τινὲς μέν φασι τοὺς ἐξ ἀρχῆς γενομένους θεούς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους καὶ τῆς ἀσεβείας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί τισιν ἀλόγοις ζῴοις καὶ οὕτως διαφυγεῖν· ἔπειτα χάριν ἀποδιδόντας τῆς σωτηρίας ἀφιερῶσαι τὰς φύσεις αὐτῶν τῶν ζῴων, οἷς ἀφωμοιώθησαν. Οἱ δέ φασιν ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς κατασκευάσαντας εἰκόνας τῶν ζῴων ἃ νῦν τιμῶσι φορεῖν ταύτας τοὺς ἡγεμόνας ἐπὶ τῆς κεφαλῆς καὶ τοῦτο γνώρισμα τῆς ἀρχῆς ἔχειν· ἐν δὲ ταῖς κατὰ τῶν ἐχθρῶν νίκαις, ὡς ἂν αἴτια γενόμενα τὰ ζῷα, ὧν τὰς εἰκόνας ἔφερον, ἀποθεῶσαι. Ἕτεροι δὲ τρίτην αἰτίαν φέρουσι, τῆς χρείας ἕνεκα τῶν ζῴων φάσκοντες αὐτὰ τετιμῆσθαι. Τὴν μὲν γὰρ θήλειαν βοῦν τίκτειν καὶ ἀροῦν, τὰ δὲ πρόβατα τίκτειν καὶ σκέπην παρέχειν καὶ τὴν διὰ τοῦ γάλακτος καὶ τοῦ τυροῦ τροφήν, τὸν δὲ κύνα συνθηρεύειν ἀνθρώποις καὶ φυλακτικὸν εἶναι· διόπερ τὸν θεὸν τὸν παρ' αὐτοῖς καλούμενον Ἄνουβιν κυνὸς ἔχειν κεφαλήν, ἐμφαίνοντες ὅτι σωματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν. Ἔνιοι δέ φασι τῆς Ἴσιδος προηγουμένους τοὺς κύνας καθ' ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν τά τε θηρία καὶ τοὺς ἀπαντῶντας ἀπείργειν. Καὶ τὸν μὲν αἴλουρον πρὸς τὰς ἀσπίδας εὔθετον ὑπάρχειν καὶ τὰ ἄλλα δάκετα τῶν ἑρπετῶν, τὸν δὲ ἰχνεύμονα τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβειν ἀναιρεῖν τε τοὺς κροκοδείλους πηλῷ κυλιόμενον καὶ ἐπιπηδῶντα κεχηνόσι τοῖς στόμασι, διαφαγόντα δὲ αὐτῶν τὰ ἐντὸς τῆς κοιλίας νεκροὺς ἀπεργάζεσθαι. Τῶν δὲ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δὲ ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας καὶ τὰ μικρὰ τῶν δακέτων θηρίων καὶ διὰ τὸ συμβάλλεσθαι ταῖς μαντείαις· τὸν δ' ἀετὸν διὰ τὸ βασιλικὸν εἶναι. Τὸν δὲ τράγον φασὶν ἀποτεθεῶσθαι, καθάπερ καὶ τοῖς Ἕλλησιν τὸν Πρίηπον, διὰ τὸ γεννητικὸν μόριον· τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως, ὡς ἂν ἀρχέγονον τῆς τῶν ζῴων φύσεως. Καθόλου δὲ τὸ αἰδοῖον οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερωκέναι κατὰ τὰς τελετάς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως· τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατ' Αἴγυπτον τούτῳ τῷ θεῷ μυεῖσθαι. Καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρὰ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῇ τοῦ τράγου φύσει παραπλησίας· τὸ γάρ τοι ζῷον τοῦτο παραδίδοσθαι πρὸς τὰς συνουσίας ὑπάρχειν ἐνεργότατον. Τοὺς δὲ ταύρους τοὺς ἱεροὺς τὸν Ἆπιν καὶ τὸν Μνεῦιν τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, ἅμα μὲν διὰ τὴν γεωργίαν, ἅμα δὲ καὶ διὰ τὸ τὴν εὕρεσιν τῶν καρπῶν αὐτοῖς ἀνατιθέναι. Τοὺς δὲ λύκους τιμᾶσθαι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα καὶ ἐπεὶ τὸ παλαιόν, φασίν, τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα παραγενέσθαι βοηθὸν ἐξ Ἅιδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικί, λύκῳ τὴν ὄψιν ὁμοιωθέντα. Ἕτεροι δὲ λέγουσιν Αἰθίοπας στρατεύσαντας ἐπὶ τὴν Αἴγυπτον ὑπὸ πλήθους λύκων διωχθῆναι· διὸ καὶ Λυκοπολῖτιν κληθῆναι τὴν χώραν. Τὸν δὲ κροκόδειλον σέβεσθαί φασι διὰ τὸ μὴ τολμᾶν διανήχεσθαι τὸν Νεῖλον τοὺς ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης λῃστὰς τῶν κροκοδείλων χάριν. Φασὶ δέ τινα τῶν παρ' αὐτοῖς βασιλέων διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν καταφυγεῖν εἰς τὴν λίμνην, ἔπειτα ὑπὸ κροκοδείλου παραδόξως ἀναληφθέντα εἰς τὸ πέραν ἀπενεχθῆναι. Αἰτίας δὲ καὶ ἄλλας φασίν τινες τῆς τῶν ἀλόγων ζῴων τιμῆς. Τοῦ γὰρ πλήθους τὸ παλαιὸν ἀφισταμένου τῶν βασιλέων καὶ συμφρονοῦντος εἰς τὸ μηκέτι βασιλεύεσθαι, ἐπινοῆσαί τινα διάφορα σεβάσματα αὐτοῖς τῶν ζῴων παρασχεῖν, ὅπως ἑκάστων τὸ μὲν παρ' αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατ' Αἴγυπτον. Ὅταν δὲ ἀποθάνῃ τι τῶν εἰρημένων ζῴων, σινδόνι καλύψαντες καὶ μετ' οἰμωγῆς τὰ στήθη καταπληξάμενοι ἐν ἱεραῖς θήκαις θάπτουσιν. Ὃς δ' ἄν τι τούτων τῶν ζῴων ἑκὼν διαφθείρῃ, θανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ· ταῦτα δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνῃ τις, πάντως θανάτῳ περιπίπτει. Ἀλλὰ μὴν καὶ καθ' ἣν ἂν οἰκίαν εὑρεθῇ κύων τετελευτηκώς, ξυρῶνται πάντες ὅλον τὸ σῶμα καὶ ποιοῦνται πένθος· κἂν οἶνος ἢ σῖτος ἤ τι τῶν πρὸς τὸν βίον ἀναγκαίων τύχῃ κείμενον ἐν τῷ οἴκῳ, οὐκ ἂν ἔτι χρήσασθαι αὐτοῖς ὑπομείνειαν. Τρέφουσι δὲ τὸν Ἆπιν ἐν Μέμφει καὶ τὸν Μνεῦιν ἐν Ἡλίου πόλει καὶ τὸν τράγον ἐν Μένδητι καὶ τὸν κροκόδειλον ἐν τῇ Μοίριδος λίμνῃ καὶ τὰ λοιπὰ θηρία ἐν ἱεροῖς περιβόλοις, σεμίδαλιν προσφέροντες ἢ χόνδρον ἕψοντες ἐν γάλακτι καὶ πέμματα παντοδαπὰ μέλιτι φύροντες καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, τὰ δὲ ὀπτῶντες. Τοῖς δὲ ὠμοφάγοις πολλὰ τῶν ὀρνέων παραβάλλουσιν, καὶ θηλείας ἑκάστῳ τῶν ζῴων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλακίδας προσαγορεύουσιν. Ὅταν δὲ ὁ Ἆπις τελευτήσας ταφῇ μεγαλοπρεπῶς, ζητοῦσιν ἕτερον ὅμοιον· ὅταν δὲ εὑρεθῇ, τὰ μὲν πλήθη τοῦ πένθους ἀπολύεται, ἄγεται δὲ ὁ μόσχος πρῶτον εἰς Νείλου πόλιν. Καὶ τότε μόνον αὐτὸν αἱ γυναῖκες ὁρῶσι κατὰ πρόσωπον ἱστάμεναι καὶ δεικνύουσιν ἀνασυράμεναι τὰ ἑαυτῶν γεννητικὰ μόρια, τὸν δὲ ἕτερον χρόνον ἅπαντα κεκωλυμένον ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσθαι τούτῳ τῷ θεῷ. Φασὶ δὲ τὴν τοῦ Ὀσίριδος ψυχὴν εἰς τοῦτον μετὰ τὴν τελευτὴν μεταστῆναι. »

Τοιαύτη καὶ ἡ Αἰγυπτίων ἀσχήμων ἀθεότης μᾶλλον ἢ θεολογία, πρὸς ἣν καὶ τὸ ἐνίστασθαι αἰσχρόν. Ἧς καὶ εἰκότως καταπτύσαντες ἀνεχωρήσαμεν, λύτρωσιν καὶ ἐλευθερίαν τῶν τοσούτων κακῶν οὐδ' ἑτέρως εὑράμενοι ἢ διὰ μόνης τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, τοῖς τὰς διανοίας τυφλοῖς τὴν ἀνάβλεψιν εὐαγγελισαμένης. Τούτων δὲ αὐτῶν τὰς σεμνοτέρας δὴ θεωρίας τε καὶ φυσιολογίας μικρὸν ὕστερον ἐπισκεψόμεθα, ἐπὰν καὶ τὰ Ἑλληνικὰ διαλάβωμεν. Οὕτω δῆτα ἀναμὶξ Αἰγυπτιακῆς ὁμοῦ καὶ Φοινικικῆς συνδραμούσης θεολογίας κεκράτηκεν εἰκότως παρὰ τοῖς πλείστοις τῶν ἐθνῶν ἡ τῆς παλαιᾶς πλάνης δεισιδαιμονία. Ἀλλὰ γὰρ λεκτέον καὶ τὰ Ἑλλήνων. Τὰ μὲν δὴ σεμνὰ τῆς Αἰγυπτίων θεολογίας τὸν προεκτεθέντα περιείληφε τρόπον, τὰ δὲ Ἑλληνικὰ ὅτι τούτων αὐτῶν ἀποσπάσματα καὶ παρακούσματα τυγχάνει προείρηται μὲν πολλάκις καὶ διὰ τῆς τῶν προτεθέντων συγγραφέων διαγνώσεως· οὐ μὴν ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Ἑλληνικῆς θεολογίας γένοιτ' ἂν ἔκδηλον ἐπαγομένων ἐν ταῖς οἰκείαις περὶ θεῶν ἀναγραφαῖς οἴκοθεν μὲν οὐδέν, ταῖς δὲ τῶν ἔξωθεν περιπιπτόντων μυθολογίαις· ξοάνοις τε γὰρ τοῖς παραπλησίοις καὶ μυστηρίοις τοῖς αὐτοῖς ἀποδείκνυνται συγχρώμενοι, ὡς ἔστι μαθεῖν ἐκ τῆς καὶ περὶ τούτων ἱστορίας, ἣν ὁ τὰς βιβλιοθήκας ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν οὗ καὶ πρόσθεν ἐμνημόνευσα, κατὰ τὸ τρίτον καὶ τέταρτον τῆς δηλωθείσης αὐτοῦ πραγματείας ἱστορεῖ, τὴν τῆς θεολογίας ἀρχὴν ἀπὸ τῶν Κάδμου χρόνων πεποιημένος. Τὸν δὲ Κάδμον μετὰ Μωσέα γενέσθαι αἱ ἀκριβεῖς τῶν χρονογραφιῶν παριστῶσι διαδοχαί, ὡς κατὰ καιρὸν ἐπιδείξομεν· ὥστε καὶ τῶν Ἑλληνικῶν θεῶν ἀποδείκνυσθαι τὸν Μωσέα προτερεῖν, εἰ δὴ πρὸ Κάδμου μὲν οὗτος, οἱ δὲ θεοὶ νεώτεροι τῆς Κάδμου γεγονότες ἡλικίας ἀναφαίνονται. Ἄκουε δ' οὖν τῶν τοῦ συγγραφέως φωνῶν·

ΚΕΦΑΛΑΙΟΝ Β.'

Ἐπιτομὴ τῶν παρ' Ἕλλησι περί τε θεῶν καὶ τῶν παρ' αὐτοῖς ἡρώων μυθευομένων

 « Κάδμον τὸν Ἀγήνορός φασιν ἐκ Φοινίκης ὑπὸ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς ἀναζήτησιν τῆς Εὐρώπης, ἣν ὑπὸ Διὸς ἁρπαγῆναι· μὴ εὑρόντα δὲ εἰς Βοιωτίαν ἐλθεῖν κτίσαι τε τὰς αὐτόθι Θήβας, γήμαντα δὲ Ἁρμονίαν τὴν Ἀφροδίτης γεννῆσαι ἐξ αὐτῆς Σεμέλην καὶ τὰς ταύτης ἀδελφάς. Τῇ δὲ Σεμέλῃ τὸν Δία μιγέντα παρακληθῆναι τὰς ἐπιπλοκὰς ὁμοίας αὐτῇ ποιήσασθαι ταῖς πρὸς τὴν Ἥραν. Ἐπελθόντος δὲ αὐτοῦ θεοπρεπῶς μετὰ βροντῶν καὶ ἀστραπῶν, οὐκ ἐνεγκοῦσαν τὴν Σεμέλην ἐγκύμονα οὖσαν ἐκτρῶσαι τὸ βρέφος, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι. Τὸν δὲ Δία λαβόντα τὸ παιδίον παραδοῦναι τῷ Ἑρμῇ ἐκπέμψαι τε εἰς τὸ ἐν τῇ Νύσῃ ἄντρον, κείμενον μεταξὺ Φοινίκης τε καὶ Νείλου. Οὕτω δὲ τραφέντα τὸν Διόνυσον ὑπὸ τῶν νυμφῶν εὑρετὴν τοῦ οἴνου γενέσθαι καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνθρώπους. Εὑρεῖν δὲ καὶ τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, τὸ καλούμενον ζῦθον· περιφέρειν δὲ στρατόπεδον οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, τοὺς δ' ἀδίκους καὶ ἀσεβεῖς τῶν ἀνθρώπων κολάζειν. Στρατεῦσαι δὲ εἰς τὴν Ἰνδικὴν τριετεῖ χρόνῳ. Ἐντεῦθεν τοὺς Ἕλληνας καταδεῖξαι τριετηρικὰς θυσίας Διονύσῳ καὶ τὸν θεὸν νομίζειν κατὰ τὸν χρόνον τοῦτον ποιεῖσθαι τὰς παρὰ τοῖς ἀνθρώποις ἐπιφανείας σέβειν τε αὐτὸν πάντας ἀνθρώπους διὰ τὴν τοῦ οἴνου δόσιν, ὥσπερ καὶ τὴν Δήμητραν διὰ τὴν τοῦ σίτου τῆς τροφῆς εὕρεσιν.

Εἶναι δέ φασι καὶ ἄλλον Διόνυσον πολὺ τοῖς χρόνοις προτεροῦντα τούτου, τὸν ὑπό τινων Σαβάζιον ὀνομαζόμενον, ἐκ Διὸς καὶ Περσεφόνης γενόμενον· οὗ τὴν γένεσιν καὶ τὰς θυσίας καὶ τὰς τιμὰς νυκτερινὰς καὶ κρυφίους εἰσάγουσι διὰ τὴν αἰσχύνην τὴν ἐκ τῆς συνουσίας ἐπακολουθοῦσαν. Ὃν καὶ πρῶτον ἐπιχειρῆσαι βοῦς ζευγνύειν, ἀφ' οὗ δὴ καὶ κερατίαν αὐτὸν εἰσάγουσιν. Τὸν δὲ ἐκ Σεμέλης νεώτερον, τρυφερὸν τῷ σώματι, καὶ εὐπρεπείᾳ διενεγκεῖν καὶ πρὸς τὰς ἀφροδισιακὰς ἡδονὰς εὐκατάφορον γεγονέναι φασίν, κατὰ δὲ τὰς στρατείας γυναικῶν πλῆθος περιάγειν καθωπλισμένας λόγχαις τεθυρσωμέναις. Φασὶ δὲ καὶ τὰς Μούσας αὐτῷ συναποδημεῖν παρθένους οὔσας καὶ πεπαιδευμένας διαφερόντως, ἃς καὶ διὰ μελῳδίας καὶ ὀρχήσεως ψυχαγωγεῖν τὸν θεόν. Παιδαγωγόν τε αὐτοῦ Σειληνὸν μεγάλα συμβάλλεσθαι αὐτῷ πρὸς ἀρετήν. Πρὸς δὲ τὰς ἐκ τοῦ πλεονάζοντος οἴνου κεφαλαλγίας ἀναδεδέσθαι τὴν κεφαλὴν μίτρᾳ. Διμήτορα δὲ αὐτὸν προσαγορεύουσιν διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς δύο Διονύσους, μητέρων δὲ δυοῖν. Νάρθηκα δὲ προσάπτουσιν αὐτῷ διὰ τὸ πίνοντας ἄκρατον τοὺς παλαιοὺς τὸν οἶνον μανιώδεις γίνεσθαι καὶ ταῖς βακτηρίαις ἀλλήλους τύπτειν, ὡς καὶ ἀναιρεῖσθαί τινας, ὅθεν καὶ ἀντὶ ξύλων νάρθηξι χρῆσθαι καταδεῖξαι.  Καὶ καλεῖσθαι καὶ αὐτὸν Βάκχιον ἀπὸ τῶν Βακχῶν, Ληναῖον δὲ ἀπὸ τοῦ πατεῖσθαι τὰς σταφυλὰς ἐν ληνοῖς, Βρόμιον δὲ ἀπὸ τοῦ κατὰ τὴν γένεσιν αὐτοῦ γενομένου βρόμου. Καὶ Σατύρους δέ φασιν αὐτὸν περιάγεσθαι ἐν ταῖς ὀρχήσεσι καὶ ταῖς τραγῳδίαις τέρψιν αὐτῷ καὶ ἡδονὴν παρέχοντας, καταδεῖξαι δὲ θέατρον καὶ μουσικῶν ἀκροαμάτων σύστημα. Τοιαῦτα μὲν τὰ περὶ Διονύσου.

Τὸν δὲ Πρίηπον υἱὸν εἶναί φασι Διονύσου καὶ Ἀφροδίτης, διὰ τὸ τοὺς οἰνωθέντας φυσικῶς ἐντετάσθαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς. Τινὲς δέ φασι τὸ αἰδοῖον τῶν ἀνθρώπων τοὺς παλαιοὺς μυθικῶς Πρίηπον ὀνομάζειν. Ἔνιοι δὲ λέγουσι τὸ γεννητικὸν μόριον αἴτιον ὑπάρχειν τῆς γενέσεως τῶν ἀνθρώπων καὶ διὰ τοῦτο εἰς ἅπαντα τὸν αἰῶνα τυχεῖν τῆς ἀθανάτου τιμῆς· ὥσπερ οὖν καὶ οἱ Αἰγύπτιοι τὴν Ἶσιν ἔφησαν τὰ μέλη τοῦ Ὀσίριδος ἀναζητοῦσαν, τὸ αἰδοῖον αὐτοῦ μὴ δυναμένην εὑρεῖν, καταδεῖξαι τιμᾶν ὡς θεὸν καὶ ἀναθεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον. Ἀλλὰ καὶ παρ' Ἕλλησιν οὐ μόνον ἐν ταῖς Διονυσιακαῖς τελεταῖς, ἀλλὰ καὶ ταῖς ἄλλαις ἁπάσαις οὗτος ὁ θεὸς τυγχάνει τινὸς τιμῆς, μετὰ γέλωτος καὶ παιδιᾶς παρεισαγόμενος ἐν ταῖς θυσίαις· ὡς καὶ τὸν Ἑρμαφρόδιτον, ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηθέντα τυχεῖν τῆς προσηγορίας. Τοῦτον δέ φασι τὸν θεὸν κατά τινας χρόνους φαίνεσθαι παρ' ἀνθρώποις καὶ γεννᾶσθαι τὴν τοῦ σώματος φύσιν ἔχοντα μεμιγμένην ἐξ ἀνδρὸς καὶ γυναικός· ἔνιοι δὲ τὰ τοιαῦτα τέρατα ὑπάρχειν φασὶ σπανίως τε γεννώμενα σημαντικὰ ποτὲ μὲν κακῶν, ποτὲ δ' ἀγαθῶν γίνεσθαι.

Τὰς δὲ Μούσας θυγατέρας εἶναι Διὸς καὶ Μνημοσύνης, τινὲς δὲ Οὐρανοῦ καὶ Γῆς. Παρθένους τε αὐτὰς οἱ πλεῖστοι μυθολογοῦσιν τυχεῖν τε τῆς προσηγορίας  ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους, τοῦτο δέ ἐστι διδάσκειν τὰ καλά.

Περὶ δὲ τοῦ Ἡρακλέους Ἕλληνες τοιαῦτά φασι· Δανάης τῆς Ἀκρισίου καὶ Διὸς γενέσθαι Περσέα, Περσέως δὲ καὶ Ἀνδρομέδας Ἠλεκτρύωνα, ἐκ δὲ τούτου γενέσθαι τὴν Ἀλκμήνην, ᾗ μιγέντα τὸν Δία γεννῆσαι τὸν Ἡρακλέα. Μισγόμενον δὲ αὐτῇ τὸν Δία τριπλασίονα τὴν νύκτα ποιῆσαι· μόνην δὲ ταύτην τοῦ Διὸς τὴν ὁμιλίαν οὐκ ἐρωτικῆς ἐπιθυμίας ἕνεκα γενέσθαι, καθάπερ ἐπὶ τῶν ἄλλων γυναικῶν, ἀλλὰ τὸ πλεῖστον τῆς παιδοποιίας χάριν. Τὴν δὲ Ἥραν ζηλοτυποῦσαν παρακατασχεῖν μὲν τῆς Ἀλκμήνης τὰς ὠδῖνας, τὸν δὲ Εὐρυσθέα πρὸ τοῦ καθήκοντος χρόνου πρὸς τὸ φῶς ἀγαγεῖν, τοῦ Διὸς προαγορεύσαντος τὸν τεχθησόμενον κατ' ἐκείνην τὴν ἡμέραν βασιλεῦσαι τοῦ Περσειδῶν γένους. Τεκοῦσα δὲ Ἀλκμήνη ἐξέθηκεν, ὥς φασι, τὸ βρέφος, φόβῳ τῆς Ἥρας. Τὴν δὲ Ἀθηνᾶν ἀγασθεῖσαν τὸ βρέφος πεῖσαι τὴν Ἥραν ὑποσχεῖν αὐτῷ τὴν θηλήν. Τοῦ δὲ παιδὸς ὑπὲρ τὴν ἡλικίαν βιαιότερον ἐπισπασαμένου τὴν θηλὴν ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν, Ἀθηνᾶ δὲ κομίσασα αὐτὸ τὴν μητέρα τρέφειν παρεκελεύσατο.

Μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα θλίψας ἀπέπνιξεν τοὺς δράκοντας. Ἀνδρὶ δὲ γενομένῳ τῷ Ἡρακλεῖ Εὐρυσθεὺς ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας προστάττει ἄθλους ἐκτελέσαι δώδεκα. Εἰς πολλὴν δὲ ἀμηχανίαν ἐμπεσόντος αὐτοῦ Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύσσαν, ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσεν· τοῦ πάθους δὲ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν ἑταῖρον καὶ ἀδελφιδοῦν Ἰόλαον ἐπεβάλετο κτείνειν, τοῦ δὲ φυγόντος, τοὺς ἰδίους παῖδας ἐκ Μεγάρας τῆς Κρέοντος τοῦ βασιλέως θυγατρὸς γενομένους αὐτῷ κατετόξευσεν ὡς πολεμίους. Καὶ μετὰ ταῦτα ἠρέμα καταστὰς ὑπουργεῖ τῷ Εὐρυσθεῖ τοὺς δώδεκα ἄθλους. Ἀναιρεῖ δὲ καὶ τοὺς Κενταύρους, μεθ' ὧν καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικῇ βοώμενον.

Φασὶ δὲ ἴδιόν τι συμβῆναι κατὰ τὴν γένεσιν τοῦδε τοῦ θεοῦ. Ζεὺς γὰρ πρώτῃ μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δὲ Ἀλκμήνῃ τῇ τοῦ Ἡρακλέους μητρί. Ταύτην δὲ ἀπὸ Νιόβης ἑκκαιδεκάτην γενεαλογοῦσιν. Ἐν ταύτῃ δὲ τὴν πρὸς τὰς θνητὰς ὁμιλίαν κατέλυσεν.

Ἀλλὰ γὰρ τελέσας τοὺς ἄθλους ὁ Ἡρακλῆς τὴν μὲν ἑαυτοῦ γυναῖκα Μεγάραν συνῴκισεν Ἰολάῳ τῷ ἀδελφιδῷ διὰ τὴν περὶ τὰ τέκνα συμφοράν· αὐτὸς δὲ Ἰόλην τὴν Εὐρύτου πρὸς γάμον αἰτήσας, μὴ δόντος δὲ τοῦ πατρὸς νοσήσας, χρησμὸν λαμβάνει ἀπολυθήσεσθαι τῆς νόσου, εἰ πρότερον πραθεὶς δουλεύσειεν. Πλεύσας οὖν εἰς τὴν Φρυγίαν ὑπό τινος τῶν φίλων πιπράσκεται καὶ δοῦλος γίνεται Ὀμφάλης βασιλευούσης τῶν τότε Μαιόνων, νῦν δὲ Λυδῶν ὀνομαζομένων. Γίνεται δὲ αὐτῷ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόλαος. Γήμας δὲ τὴν Ὀμφάλην ποιεῖται καὶ ἐξ αὐτῆς παῖδα.

Ἐπανιὼν δὲ εἰς τὴν Ἀρκαδίαν καὶ καταλύσας παρ' Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρᾳ μιγεὶς καὶ ποιήσας αὐτὴν ἔγκυον ἐπανῆλθεν.

Καὶ μετὰ ταῦτα πάλιν ἔγημεν Δηιάνειραν τὴν Οἰνέως, τετελευτηκότος ἤδη Μελεάγρου.

Λαβὼν δὲ αἰχμάλωτον τὴν Φυλέως θυγατέρα ἐπεμίγη ταύτῃ καὶ ἐτέκνωσεν Τληπόλεμον. Δειπνῶν δὲ παρ' Οἰνεῖ τὸν διακονοῦντα περί τι διαμαρτήσαντα κονδύλῳ πατάξας ἀπέκτεινεν. Ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὔηνον ποταμόν, καταλαμβάνει Νέσσον τὸν Κένταυρον μισθοῦ διαβιβάζοντα τὸν ποταμόν. Οὗτος δὲ πρῶτον διαβιβάσας τὴν Δηιάνειραν καὶ διὰ τὸ κάλλος ἐρασθεὶς ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ἐπιβοωμένης δὲ αὐτῆς τὸν ἄνδρα ὁ μὲν Ἡρακλῆς ἐτόξευσεν τὸν Κένταυρον, ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων ἔφησεν τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι. Παρεκελεύσατο οὖν λαβοῦσαν τὸν ἐξ αὐτοῦ πεσόντα γόνον καὶ τούτῳ προσμίξασαν ἔλαιον καὶ τὸ ἀπὸ τῆς ἀκίδος ἀποσταζόμενον αἷμα χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους. Τοῦτο δὲ ποιήσασα Δηιάνειρα κατεῖχε παρ' ἑαυτῇ τὸ φάρμακον. Πάλιν δὲ ὁ Ἡρακλῆς τὴν Φύλαντος θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον ἐγέννησεν. Καὶ πάλιν Ἀστυάνειραν τὴν Ἀρμενίου τοῦ βασιλέως θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ Κτήσιππον υἱὸν ἐγέννησεν. Θέσπιος δὲ ὁ Ἀθηναῖος, Ἐρεχθέως παῖς, ἐκ διαφόρων γυναικῶν θυγατέρας ἀριθμῷ πεντήκοντα πεποιηκὼς φιλοτιμησάμενός τε αὐτὰς ἐξ Ἡρακλέους παῖδας κτήσασθαι, καλέσας ἐπί τινα θυσίαν τὸν Ἡρακλέα καὶ λαμπρῶς αὐτὸν ἑστιάσας κατὰ μίαν αὐτῷ τῶν θυγατέρων ἀπέστειλεν. Ὁ δὲ ἐν μιᾷ νυκτὶ διέφθειρεν τὰς πάσας, καὶ γίνεται πατὴρ τῶν καλουμένων Θεσπιαδῶν. Λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον καὶ θυσίαν ἐπιτελῶν, ἀποστείλας ἐπὶ τὴν γυναῖκα Δηιάνειραν ᾔτει χιτῶνα καὶ ἱμάτιον οἷς εἰώθει χρῆσθαι πρὸς τὰς θυσίας· ἡ δὲ τὸν χιτῶνα χρίσασα τῷ παρὰ τοῦ Κενταύρου δεδομένῳ φίλτρῳ ἀποστέλλει. Ὁ δὲ Ἡρακλῆς τὸν χιτῶνα περιθέμενος περιέπεσεν συμφορᾷ τῇ μεγίστῃ. Τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς ἐχίδνης ἰὸν ἀπειληφυίας καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμαινομένου περιαλγὴς γενόμενος τὸν διακονήσαντα ἀπέκτεινεν, αὐτὸς δὲ κατὰ χρησμὸν πυρὶ ἑαυτὸν παραδοὺς οὕτως κατέλυσε τὸν βίον. Καὶ τὰ μὲν καθ' Ἡρακλέα τοιαῦτα. Περὶ δὲ τοῦ Ἀσκληπιοῦ φασιν Ἀπόλλωνος υἱὸν εἶναι καὶ Κορωνίδος, ζηλῶσαι δὲ τὴν ἰατρικὴν ἐπιστήμην, ἐπὶ τοσοῦτον δὲ προβῆναι τῇ δόξῃ ὡς πολλοὺς τῶν ἀπεγνωσμένων ἀρρώστων παραδόξως θεραπεύειν· ὥστε τὸν Δία παροξυνθέντα κεραυνῷ βαλόντα αὐτὸν διαφθεῖραι, τὸν δὲ Ἀπόλλωνα διὰ τὴν ἀναίρεσιν τοῦ παιδὸς παροξυνθέντα φονεῦσαι τοὺς τὸν κεραυνὸν τῷ Διὶ κατασκευάσαντας Κύκλωπας· ἐπὶ δὲ τῇ τούτων τελευτῇ παροξυνθέντα τὸν Δία προστάξαι τῷ Ἀπόλλωνι θητεῦσαι παρ' Ἀδμήτῳ καὶ ταύτην τιμωρίαν λαβεῖν παρ' αὐτοῦ τῶν ἐγκλημάτων. »

Ταῦτα μὲν οὖν ἐν τῷ τετάρτῳ τῶν βιβλιοθηκῶν ὁ Διόδωρος παρατέθειται. Καὶ τὴν λοιπὴν δὲ θεολογίαν πάλιν ὁ αὐτὸς ἐκ τῶν ἄλλων ἐθνῶν μετειληφέναι φησὶ τοὺς Ἕλληνας, γράφων ἐν τῷ τρίτῳ τῆς αὑτοῦ ἱστορίας τάδε·

« Φασὶ τοίνυν Ἀτλάντειοι πρῶτον παρ' αὐτοῖς Οὐρανὸν βασιλεῦσαι, τούτου δὲ γενέσθαι παῖδας ἐκ πλειόνων γυναικῶν πέντε πρὸς τοῖς τεσσαράκοντα, ὧν ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τεπαίας γυναικός, ἣν σώφρονα γενομένην καὶ πολλῶν ἀγαθῶν αἰτίαν ἀποθεωθῆναι μετὰ τὴν τελευτήν, Γῆν μετονομασθεῖσαν. Γενέσθαι δὲ Οὐρανῷ θυγατέρας Βασίλειαν καὶ Ῥέαν, τὴν καὶ Πανδώραν. Τὴν δὲ Βασίλειαν ἐκθρέψασαν τοὺς ἀδελφοὺς μητρὸς εὔνοιαν παρεχομένην Μητέρα προσαγορευθῆναι. Ὕστερον δὲ μετὰ τὴν τοῦ Οὐρανοῦ τελευτὴν συνοικήσασαν Ὑπερίονι τῷ ἀδελφῷ γεννῆσαι δύο παῖδας, οὓς καὶ ὀνομάσαι Ἥλιον καὶ Σελήνην. Τοὺς δὲ ἀδελφοὺς τῆς Ῥέας φοβηθέντας τὸν μὲν Ὑπερίονα κατασφάξαι, τὸν δὲ Ἥλιον εἰς τὸν Ἠριδανὸν ποταμὸν ἀποπνῖξαι· τὴν δὲ Σελήνην ταῦτα μαθοῦσαν ἀπὸ τέγους ἑαυτὴν ῥῖψαι, τὴν δὲ Μητέρα ἐμμανῆ γενομένην πλανᾶσθαι κατὰ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, διὰ τυμπάνων δὲ καὶ κυμβάλων ἐνθεάζουσαν, καὶ οὕτως ἀφανῆ καὶ αὐτὴν γενέσθαι. Τοὺς δὲ ὄχλους θαυμάσαντας τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην μεταγαγεῖν ἐπὶ τὰ κατ' οὐρανὸν ἄστρα, τὴν δὲ μητέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύσασθαι καὶ ταῖς διὰ τυμπάνων καὶ κυμβάλων ἐνεργείαις τιμῆσαι. Φρύγες δὲ Μῄονά φασι βασιλεύσαντα τῆς Φρυγίας παῖδα Κυβέλην κτήσασθαι, ἣν καὶ σύριγγα πρώτην εὑρεῖν κληθῆναί τε ὀρείαν μητέρα. Μαρσύαν δὲ τὸν Φρύγα πρὸς ταύτην φιλίαν ἔχοντα πρῶτον αὐλοὺς συστήσασθαι, διατελέσαι δὲ μέχρι τελευτῆς ἀπείρατον ἀφροδισίων. Τὴν δὲ Κυβέλην συνελθοῦσαν εἰς ὁμιλίαν Ἄττιδι γενέσθαι ἐγκύμονα. Οὗ γνωσθέντος ὁ ταύτης πατὴρ τὸν Ἄττιν ἀναιρεῖ καὶ τὰς τροφούς· τὴν δὲ Κυβέλην ἐμμανῆ γενομένην εἰς τὴν χώραν ἐκπηδῆσαι ἐκεῖσέ τε ὀλολύζουσαν καὶ τυμπανίζουσαν διατελεῖν. Συνεῖναι δὲ αὐτῇ Μαρσύαν, ὃν εἰς ἅμιλλαν περὶ μουσικῆς ἐλθόντα τῷ Ἀπόλλωνι καὶ ἡττηθέντα ζῶντα ὑπὸ τοῦ Ἀπόλλωνος ἐκδαρῆναι. Τὸν δὲ Ἀπόλλωνα ἐρασθέντα τῆς Κυβέλης συμπλανηθῆναι αὐτῇ μέχρι τῶν Ὑπερβορέων κελεῦσαί τε θάψαι τὸ Ἄττιδος σῶμα καὶ τιμᾶν ὡς θεὸν τὴν Κυβέλην. Διόπερ εἰσέτι καὶ σήμερον τοὺς Φρύγας τοῦτο ποιεῖν, θρηνοῦντας τοῦ μειρακίου τὸν θάνατον, βωμούς τε ἱδρυσαμένους θυσίαις Ἄττιν τε καὶ Κυβέλην τιμᾶν. Ὕστερον δὲ ἐν  Πισινοῦντι τῆς Φρυγίας κατασκευάσαι νεὼν πολυτελῆ καὶ τιμὰς καὶ θυσίας καταδεῖξαι μεγαλοπρεπεστάτας. Μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν τοὺς Οὐρανοῦ παῖδας διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον. Τούτων δὲ τὸν Ἄτλαντα λαβεῖν τοὺς παρὰ τὸν Ὠκεανὸν τόπους, γενόμενον ἀστρολόγον ἄριστον· ὑπάρξαι δὲ αὐτῷ καὶ θυγατέρας ἑπτά, τὰς καλουμένας Ἀτλαντίδας. Ταύτας δὲ μιγείσας τοῖς εὐφυεστάτοις θεοῖς ἀρχηγοὺς καταστῆναι τοῦ πλείστου γένους, τεκούσας δι' ἀρετὴν θεοὺς καὶ ἥρωας, ὧν τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν τεκνοποιῆσαι τὸν Ἑρμῆν. Τὸν δὲ Κρόνον διαφέροντα πλεονεξίᾳ καὶ ἀσεβείᾳ γῆμαι τὴν ἀδελφὴν Ῥέαν, ἐξ ἧς γεννῆσαι τὸν Δία. Γεγονέναι δὲ καὶ ἕτερον Δία, τὸν ἀδελφὸν μὲν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῇ δόξῃ πολὺ λειπόμενον τοῦ μεταγενεστέρου. Τοῦτον μὲν οὖν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, τὸν δὲ τῆς Κρήτης καὶ δέκα παῖδας γεννῆσαι τοὺς ὀνομασθέντας Κουρῆτας. Δείκνυσθαι δὲ αὐτοῦ φασιν εἰσέτι νῦν τάφον ἐν Κρήτῃ. Δυναστεῦσαι δὲ τὸν Κρόνον κατὰ Σικελίαν καὶ Λιβύην καὶ Ἰταλίαν. Τούτου δὲ γενόμενον τὸν Δία τὸν ἐναντίον τῷ πατρὶ βίον ζηλῶσαι. Διαδέξασθαι δὲ αὐτὸν τὴν βασιλείαν οἱ μέν φασιν ἑκόντος τοῦ πατρὸς παραχωρήσαντος, οἱ δὲ ὑπὸ τῶν ὄχλων αἱρεθέντα διὰ τὸ μῖσος τὸ πρὸς τὸν πατέρα. Ἐπιστρατεύσαντος δὲ ἐπ' αὐτὸν τοῦ Κρόνου μετὰ τῶν Τιτάνων κρατῆσαι μάχῃ τὸν Δία καὶ ἐπελθεῖν πᾶσαν τὴν οἰκουμένην. Διενεγκεῖν δὲ αὐτὸν σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς σπουδήν τε ποιεῖσθαι τὴν πᾶσαν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν, εὐεργεσίας δὲ τῶν ἀγαθῶν, ἀνθ' ὧν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ὀνομασθῆναι Ζῆνα, διὰ τὸ δοκεῖν τοῦ καλῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις. Τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντείοις θεολογουμένων τὰ κεφάλαια ταῦτά ἐστιν. Τούτοις δέ φασι καὶ τοὺς Ἕλληνας συγχρῆσθαι. »

Ταῦτα ὁ Διόδωρος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν. Ὁ δ' αὐτὸς καὶ ἐν τῇ ἕκτῃ ἀπὸ τῆς Εὐημέρου τοῦ Μεσσηνίου γραφῆς ἐπικυροῖ τὴν αὐτὴν θεολογίαν, ὧδε κατὰ λέξιν φάσκων·

« Περὶ θεῶν τοίνυν διττὰς οἱ παλαιοὶ τῶν ἀνθρώπων τοῖς μεταγενεστέροις παραδεδώκασιν ἐννοίας. Τοὺς μὲν γὰρ ἀϊδίους καὶ ἀφθάρτους εἶναί φασιν, οἷον ἥλιόν τε καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα τὰ κατ' οὐρανόν, πρὸς δὲ τούτοις ἀνέμους καὶ τοὺς ἄλλους τοὺς τῆς ὁμοίας φύσεως τούτοις τετευχότας· τούτων γὰρ ἕκαστον ἀΐδιον ἔχειν τὴν γένεσιν καὶ τὴν διαμονήν· ἑτέρους δὲ λέγουσιν ἐπιγείους γενέσθαι θεούς, διὰ δὲ τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἀθανάτου τετευχότας τιμῆς τε καὶ δόξης, οἷον Ἡρακλέα, Διόνυσον, Ἀρισταῖον, τοὺς ἄλλους τοὺς τούτοις ὁμοίους. Περὶ δὲ τῶν ἐπιγείων θεῶν πολλοὶ καὶ ποικίλοι παραδέδονται λόγοι παρὰ τοῖς ἱστορικοῖς τε καὶ μυθογράφοις. Καὶ τῶν μὲν ἱστορικῶν Εὐήμερος, ὁ τὴν Ἱερὰν Ἀναγραφὴν ποιησάμενος, ἰδίως ἀναγέγραφεν, τῶν δὲ μυθολόγων Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς καὶ ἕτεροι τοιοῦτοι τερατωδεστέρους μύθους περὶ θεῶν πεπλάκασιν· ἡμεῖς δὲ τὰ παρ' ἀμφοτέροις ἀναγεγραμμένα πειρασόμεθα συντόμως ἐπιδραμεῖν, στοχαζόμενοι τῆς συμμετρίας. Εὐήμερος μὲν οὖν φίλος γεγονὼς Κασσάνδρου τοῦ βασιλέως καὶ διὰ τοῦτον ἠναγκασμένος τελεῖν βασιλικάς τινας χρείας καὶ μεγάλας ἀποδημίας, φησὶν ἐκτοπισθῆναι κατὰ τὴν μεσημβρίαν εἰς τὸν ὠκεανόν· ἐκπλεύσαντα γὰρ αὐτὸν ἐκ τῆς εὐδαίμονος Ἀραβίας ποιήσασθαι τὸν πλοῦν δι' ὠκεανοῦ πλείους ἡμέρας καὶ προσενεχθῆναι νήσοις πελαγίαις· ὧν μίαν ὑπάρχειν τὴν ὀνομαζομένην Παγχαίαν, ἐν ᾗ τεθεᾶσθαι τοὺς ἐνοικοῦντας Παγχαίους εὐσεβείᾳ διαφέροντας καὶ τοὺς θεοὺς τιμῶντας μεγαλοπρεπεστάταις θυσίαις καὶ ἀναθήμασιν ἀξιολόγοις, ἀργυροῖς τε καὶ χρυσοῖς. Εἶναι δὲ καὶ τὴν νῆσον ἱερὰν θεῶν καὶ ἕτερα πλείω θαυμαζόμενα κατά τε τὴν ἀρχαιότητα καὶ τὴν τῆς κατασκευῆς πολυτεχνίαν, περὶ ὧν τὰ κατὰ μέρος ἐν ταῖς πρὸ ταύτης βίβλοις ἀναγεγράφαμεν. Εἶναι δ' ἐν αὐτῇ κατά τινα λόφον ὑψηλὸν καθ' ὑπερβολὴν ἱερὸν Διὸς Τριφυλίου, καθιδρυμένον ὑπ' αὐτοῦ καθ' ὃν καιρὸν ἐβασίλευσε τῆς οἰκουμένης ἁπάσης ἔτι κατὰ ἀνθρώπους ὤν. Ἐν τούτῳ τῷ ἱερῷ στήλην εἶναι χρυσῆν, ἐν ᾗ τοῖς Παγχαίοις γράμμασιν ὑπάρχειν γεγραμμένας τάς τε Οὐρανοῦ καὶ Κρόνου καὶ Διὸς πράξεις κεφαλαιωδῶς. Μετὰ ταῦτά φησι πρῶτον Οὐρανὸν γεγονέναι βασιλέα, ἐπιεικῆ τινα ἄνδρα καὶ εὐεργετικὸν καὶ τῆς τῶν ἄστρων κινήσεως ἐπιστήμονα· ὃν καὶ πρῶτον θυσίαις τιμῆσαι τοὺς οὐρανίους θεούς, διὸ καὶ Οὐρανὸν προσαγορευθῆναι. Υἱοὺς δὲ αὐτῷ γενέσθαι ἀπὸ γυναικὸς Ἑστίας Πᾶνα καὶ Κρόνον, θυγατέρας δὲ Ῥέαν καὶ Δήμητραν. Κρόνον δὲ βασιλεῦσαι μετὰ Οὐρανὸν καὶ γήμαντα Ῥέαν γεννῆσαι Δία καὶ Ἥραν καὶ Ποσειδῶνα. Τὸν δὲ Δία διαδεξάμενον τὴν βασιλείαν γῆμαι Ἥραν καὶ Δήμητραν καὶ Θέμιν· ἐξ ὧν παῖδας ποιήσασθαι Κουρῆτας μὲν ἀπὸ τῆς πρώτης, Περσεφόνην δὲ ἐκ τῆς δευτέρας, Ἀθηνᾶν δὲ ἀπὸ τῆς τρίτης. Ἐλθόντα δὲ εἰς Βαβυλῶνα ἐπιξενωθῆναι Βήλῳ καὶ μετὰ ταῦτα εἰς τὴν Παγχαίαν νῆσον πρὸς τῷ ὠκεανῷ κειμένην παραγενόμενον Οὐρανοῦ τοῦ ἰδίου προπάτορος βωμὸν ἱδρύσασθαι κἀκεῖθεν διὰ Συρίας ἐλθεῖν πρὸς τὸν τότε δυνάστην Κάσσιον, ἐξ οὗ τὸ Κάσσιον ὄρος· ἐλθόντα δὲ εἰς Κιλικίαν πολέμῳ νικῆσαι Κίλικα τοπάρχην. Καὶ ἄλλα δὲ πλεῖστα ἔθνη ἐπελθόντα παρὰ πᾶσιν τιμηθῆναι καὶ θεὸν ἀναγορευθῆναι. »

Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὡς περὶ θνητῶν ἀνδρῶν περὶ τῶν θεῶν διελθὼν ἐπιφέρει λέγων·

« Καὶ περὶ μὲν Εὐημέρου τοῦ συνταξαμένου τὴν Ἱερὰν Ἀναγραφὴν ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν, τὰ δὲ παρὰ τοῖς Ἕλλησι μυθολογούμενα περὶ θεῶν ἀκολούθως Ἡσιόδῳ καὶ Ὁμήρῳ καὶ Ὀρφεῖ πειρασόμεθα συντόμως ἐπιδραμεῖν. »

Εἶθ' ἑξῆς ἐπισυνάπτει τὰς τῶν ποιητῶν μυθολογίας. Ἀλλὰ γὰρ τοσαῦτα καὶ ἀπὸ τῆς Ἑλλήνων θεολογίας ἀποχρώντως ἡμῖν ἐπιτετμήσθω, οἷς εὔλογον ἐπισυνάψαι τῶν αὐτῶν θεῶν τὰς ἐν τοῖς ἀδύτοις τελετὰς καὶ τὰ ἀπόρρητα μυστήρια σκέψασθαί τε πότερον θείας ὡς ἀληθῶς θεολογίας ἐχούσης τι θεοπρεπὲς δεῖγμα φέρουσιν ἢ κάτωθέν ποθεν ἀπὸ μακρᾶς καὶ δαιμονικῆς πλάνης ὁρμῶνται, γέλωτος ἢ καὶ μᾶλλον αἰσχύνης, μᾶλλον δὲ τοῖς ἔτι τυφλώττουσιν οἴκτου ὄντα ἄξια. Ταῦτα δὲ Κλήμης ὁ θαυμάσιος ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ διαρρήδην ἐκκαλύπτει, πάντων μὲν διὰ πείρας ἐλθὼν ἀνήρ, θᾶττόν γε μὴν τῆς πλάνης ἀνανεύσας, ὡς ἂν πρὸς τοῦ σωτηρίου λόγου καὶ διὰ τῆς εὐαγγελικῆς διδασκαλίας τῶν κακῶν λελυτρωμένος. Βραχέα δ' οὖν καὶ τούτων ἐπάκουσον·

ΚΕΦΑΛΑΙΟΝ Γ''

Περὶ τῶν ἀπορρήτων τελετῶν καὶ τῶν κρυφίων μυστηρίων τῆς πολυθέου πλάνης

« Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε, μηδὲ βαράθρων στόματα τερατείας ἔμπλεα ἢ λέβητα Θεσπρώτειον ἢ τρίποδα Κιρραῖον ἢ Δωδωναῖον χαλκεῖον, γεράνδρυον δὲ ψάμμοις ἐρήμαις τετιμημένον καὶ τὸ αὐτόθι μαντεῖον αὐτῇ δρυῒ μεμαρασμένον μύθοις γεγηρακόσι καταλείψατε. Σεσίγηται γοῦν ἡ Κασταλίας πηγὴ καὶ Κολοφῶνος ἄλλη πηγή, καὶ τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα μαντικὰ καὶ δὴ τοῦ τύφου κενὰ ὀψὲ μέν, ὅμως δ' οὖν διελήλεγκται τοῖς ἰδίοις συνεκρεύσαντα μύθοις. Διήγησαι ἡμῖν καὶ τῆς ἄλλης μαντικῆς, μᾶλλον δὲ μανικῆς τὰ ἄχρηστα χρηστήρια, τὸν Κλάριον, τὸν Πύθιον, τὸν Διδυμέα, τὸν Ἀμφιάρεω, τὸν Ἀπόλλω, τὸν Ἀμφίλοχον· εἰ δὲ βούλει, καὶ τερατοσκόπους καὶ οἰωνοσκόπους καὶ τοὺς ὀνείρων κριτὰς ἀνιέρου σὺν αὐτοῖς· στῆσον δὲ ὁμοῦ παρὰ τὸν Πύθιον ἄγων τοὺς ἀλευρομάντεις καὶ κριθομάντεις καὶ τοὺς εἰσέτι παρὰ τοῖς πολλοῖς τετιμημένους ἐγγαστριμύθους· ναὶ μὴν ἄδυτα Αἰγυπτίων καὶ Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδιδόσθων· μανικὰ ταῦτα ὡς ἀληθῶς ἀνθρώπων ἀπίστων σοφιστήρια καὶ πλάνης ἀκράτου κυβευτήρια. Συνέμποροι τῆσδε τῆς γοητείας αἶγες αἱ ἐπὶ μαντικὴν ἠσκημέναι καὶ κόρακες ἀνθρώποις χρᾶν ὑπ' ἀνθρώπων διδασκόμενοι.

Τί δ' εἴ σοι καταλέγοιμι τὰ μυστήρια; Οὐκ ἐξορχήσομαι μὲν ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς, καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεούς, ὧν αἱ τελεταὶ μυστικαί, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς ἀληθείας ἐκκυκλήσω θεαταῖς. Διόνυσον Μαινόλην ὀργιάζουσι Βάκχοι ὠμοφαγίᾳ τὴν ἱερομηνίαν ἄγοντες καὶ τελίσκουσι τὰς κρεανομίας τῶν φόνων, ἀνεστεμμένοι τοῖς ὄφεσιν, ἐπολολύζοντες Εὖαν Εὖαν ἐκείνην, δι' ἣν ἡ πλάνη παρηκολούθησε. Καὶ σημεῖον ὀργίων Βακχικῶν ὄφις ἐστὶ τετελεσμένος. Αὐτίκα γοῦν κατὰ τὴν ἀκριβῆ τῶν Ἑβραίων φωνὴν τὸ ὄνομα τὸ Εὖα δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια. Δηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικὸν καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδουχεῖ.

Καί μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν ἐτυμολογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς Δηοῦς τῆς πρὸς Δία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ μύσους τοῦ συμβεβηκότος περὶ τὸν Διόνυσον· εἰ δὲ καὶ ἀπὸ Μυοῦντός τινος Ἀττικοῦ, ὃν ἐν κυνηγίᾳ διαφθαρῆναι Ἀπολλόδωρος λέγει, οὐ φθόνος ὑμῶν δεδοξάσθαι τὰ μυστήρια ἐπιτυμβίῳ τιμῇ. Πάρεστιν δὲ καὶ ἄλλως μυθήριά σοι νοεῖν, ἀντιστοιχούντων τῶν γραμμάτων, τὰ μυστήρια. Θηρεύουσι γάρ, εἰ καὶ ἄλλοι τινές, ἀτὰρ δὴ καὶ οἱ μῦθοι οἱ τοιοίδε Θρᾳκῶν τοὺς βαρβαρικωτάτους, Φρυγῶν τοὺς ἀνοητοτάτους, Ἑλλήνων τοὺς δεισιδαίμονας. Ὄλοιτο οὖν ὁ τῆσδε ἄρξας τῆς ἀπάτης ἀνθρώποις, εἴτε ὁ Δάρδανος ὁ μύθους θεῶν καταδείξας τὰ μυστήρια, εἴτε Ἠετίων ὁ τὰ Σαμοθρᾴκων ὄργια καὶ τελετὰς ὑποστησάμενος, εἴτε ὁ Φρὺξ ἐκεῖνος ὁ Μίδας, ὁ παρὰ τοῦ Ὀδρύσου μαθών, ἔπειτα διαδοὺς τοῖς ὑποτεταγμένοις ἔντεχνον ἀπάτην. Οὐ γάρ με ὁ Κύπριος ὁ νησιώτης Κινύρας παραπείσαι ποτ' ἄν, τὰ περὶ τὴν Ἀφροδίτην μαχλῶντα ὄργια ἐκ νυκτὸς ἡμέρᾳ παραδοῦναι τολμήσας, φιλοτιμούμενος θειάσαι πόρνην πολίτιδα. Μελάμποδα δὲ τὸν Ἀμυθάονος ἄλλοι φασὶν ἐξ Αἰγύπτου μετακομίσαι τῇ Ἑλλάδι τὰς Δηοῦς ἑορτάς, πένθος ὑμνούμενον. Τούτους ἔγωγ' ἂν ἀρχεκάκους φήσαιμι μύθων ἀθέων καὶ δεισιδαιμονίας ὀλεθρίου πατέρας, σπέρμα κακίας καὶ φθορᾶς ἐγκαταφυτεύσαντας τῷ βίῳ τὰ μυστήρια.

Ἤδη δέ (καὶ γὰρ καιρός) αὐτὰ ὑμῶν τὰ ὄργια ἐξελέγξω ἀπάτης καὶ τερατείας ἔμπλεα. Καὶ εἰ μεμύησθε, μᾶλλον ἐπιγελάσεσθε τοῖς μύθοις ὑμῶν τούτοις τοῖς τιμωμένοις. Ἀγορεύσω δὲ ἀναφανδὸν τὰ κεκρυμμένα, οὐκ αἰδούμενος λέγειν ἃ προσκυνεῖν οὐκ αἰσχύνεσθε. Ἡ μὲν οὖν « ἀφρογενής » τε καὶ « κυπρογενής », ἡ Κινύρᾳ φίλη (τὴν Ἀφροδίτην λέγω, τὴν « φιλομηδέα, ὅτι μηδέων ἐξεφαάνθη », μηδέων ἐκείνων τῶν ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν τομὴν τὸ κῦμα βεβιασμένων, ὡς ἀσελγῶν ὑμῖν μορίων ἄξιος Ἀφροδίτη γίνεται καρπός), ἐν ταῖς τελεταῖς ταύτης τῆς πελαγίας ἡδονῆς τεκμήριον τῆς γονῆς ἁλῶν χόνδρος καὶ φαλλὸς τοῖς μυουμένοις τὴν τέχνην τὴν μοιχικὴν ἐπιδίδοται, νόμισμα δὲ εἰσφέρουσιν αὐτῇ οἱ μυούμενοι ὡς ἑταίρᾳ ἐρασταί.

Δηοῦς δὲ μυστήρια καὶ Διὸς πρὸς μητέρα Δήμητραν Ἀφροδίσιοι συμπλοκαὶ καὶ μῆνις (οὐκ οἶδ' ὅ τι φῶ λοιπόν, μητρὸς ἢ γυναικός) τῆς Δηοῦς, ἧς δὴ χάριν Βριμὼ προσαγορευθῆναι λέγεται· ἱκετηρίαι Διὸς καὶ πόμα χολῆς καὶ καρδιουλκίαι καὶ ἀρρητουργίαι· ταῦτα οἱ Φρύγες τελίσκουσιν Ἄττιδι καὶ Κυβέλῃ καὶ Κορύβασιν. Τεθρυλήκασι δὲ ὡς ἄρα ἀποσπάσας ὁ Ζεὺς τοῦ κριοῦ τοὺς διδύμους φέρων ἐν μέσοις ἔρριψε τοῖς κόλποις τῆς Δηοῦς, τιμωρίαν ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων, ὡς ἑαυτὸν δῆθεν ἐκτεμών. Τὰ σύμβολα τῆς μυήσεως ταύτης ἐκ περιουσίας παρατεθέντα οἶδ' ὅτι κινήσει γέλωτα καὶ μὴ γελασείουσιν ὑμῖν διὰ τοὺς ἐλέγχους· « ἐκ τυμπάνου ἔφαγον, ἐκ κυμβάλου ἔπιον, ἐκερνοφόρησα, ὑπὸ τὸν παστὸν ὑπέδυν ». Ταῦτα οὐχ ὕβρις τὰ σύμβολα; Οὐ χλεύη τὰ μυστήρια;

Τί δ' εἰ καὶ τὰ ἐπίλοιπα προσθείην; Κυεῖ μὲν ἡ Δημήτηρ, ἀνατρέφεται δὲ ἡ κόρη, μίγνυται δ' αὖθις ὁ γεννήσας οὑτοσὶ Ζεὺς τῇ Φερεφάττῃ τῇ ἰδίᾳ θυγατρὶ μετὰ τὴν μητέρα τὴν Δηώ, ἐκλαθόμενος τοῦ προτέρου μύσους, καὶ μίγνυται δράκων γενόμενος, ὃς ἦν ἐλεγχθείς. Σαβαζίων γοῦν μυστηρίων σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου θεὸς θέων· δράκων δέ ἐστιν οὗτος διελκόμενος τοῦ κόλπου τῶν τελουμένων, ἔλεγχος ἀκρασίας Διός. Κυεῖ καὶ ἡ Φερέφαττα παῖδα ταυρόμορφον. Ἀμέλει φησί τις ποιητὴς εἰδωλικός· ταῦρος δράκοντος καὶ πατὴρ ταύρου δράκων,
ἐν ὄρει τὸ κρύφιον βουκόλος τὸ κέντρον· βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ Βάκχοι.

Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσωμαί σοι καὶ τὸν κάλαθον καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀϊδωνέως καὶ τὸ χάσμα τῆς γῆς καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκαταποθείσας ταῖν θεαῖν, δι' ἣν αἰτίαν ἐν τοῖς Θεσμοφορίοις μεγαρίζοντες χοίρους ἐμβάλλουσι; Ταύτην τὴν μυθολογίαν ποικίλως κατὰ πόλιν αἱ γυναῖκες ἑορτάζουσιν, Θεσμοφόρια, Σκιροφόρια, Ἀρρητοφόρια, πολυτρόπως τὴν Φερεφάττης ἐκτραγῳδοῦσαι ἁρπαγήν. Τὰ γὰρ Διονύσου μυστήρια τέλεον ἀπάνθρωπα, ὃν εἰσέτι παῖδα ὄντα ἐνόπλῳ κινήσει περιχορευόντων Κουρήτων, δόλῳ δὲ ὑποδύντων Τιτάνων, ἀπατήσαντες παιδαριώδεσιν ἀθύρμασιν οὗτοι δὴ οἱ Τιτᾶνες διέσπασαν ἔτι νηπίαχον ὄντα, ὡς ὁ τῆς τελετῆς ποιητὴς Ὀρφεύς φησιν ὁ Θρᾴκιος· κῶνος καὶ ῥόμβος καὶ παίγνια καμπεσίγυια μῆλά τε χρύσεα καλὰ παρ' Ἑσπερίδων λιγυφώνων.

Καὶ τῆσδε ὑμῖν τῆς τελετῆς τὰ ἀχρεῖα σύμβολα οὐκ ἀχρεῖον εἰς κατάγνωσιν παραθέσθαι· ἀστράγαλος, σφαῖρα, στρόβιλος, μῆλα, ῥόμβος, ἔσοπτρον, πόκος. Ἀθηνᾶ μὲν οὖν τὴν καρδίαν τοῦ Διονύσου ὑφελομένη Παλλὰς ἐκ τοῦ πάλλειν τὴν καρδίαν προσηγορεύθη· οἱ δὲ Τιτᾶνες, οἱ καὶ διασπάσαντες αὐτόν,  λέβητά τινα τρίποδι ἐπιθέντες καὶ τοῦ Διονύσου ἐμβαλόντες τὰ μέλη καθήψουν πρότερον, ἔπειτα ὀβελίσκοις ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.

Ζεὺς δὲ ὕστερον ἐπιφανείς — εἰ θεὸς ἦν, τάχα που τῆς κνίσης τῶν ὀπτωμένων κρεῶν μεταλαβών, ἧς δὴ τὸ « γέρας λαχεῖν » ὁμολογοῦσιν ὑμῶν οἱ θεοί — κεραυνῷ τοὺς Τιτᾶνας αἰκίζεται καὶ τὰ μέλη τοῦ Διονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται καταθάψαι. Ὁ δέ, οὐ γὰρ ἠπείθησε Διί, εἰς τὸν Παρνασὸν φέρων κατατίθεται διεσπασμένον τὸν νεκρόν.

Εἰ θέλεις δ' ἐποπτεῦσαι καὶ Κορυβάντων ὄργια, τὸν τρίτον ἀδελφὸν ἀποκτείναντες οὗτοι τὴν κεφαλὴν τοῦ νεκροῦ φοινικίδι ἐπεκαλυψάτην καὶ καταστέψαντ' ἐθαψάτην, φέροντες ἐπὶ χαλκῆς ἀσπίδος ὑπὸ τὰς ὑπωρείας τοῦ Ὀλύμπου. Καὶ ταῦτ' ἐστὶ τὰ μυστήρια, συνελόντι φάναι, φόνοι καὶ τάφοι· οἱ δὲ ἱερεῖς οἱ τῶνδε, οὓς Ἀνακτοτελέστας οἷς μέλον καλεῖν καλοῦσι, προσεπιτερατεύονται τῇ συμφορᾷ, ὁλόριζον ἀπαγορεύοντες σέλινον ἐπὶ τραπέζης τιθέναι· οἴονται γὰρ δὴ ἐκ τοῦ αἵματος τοῦ ἀπορρυέντος τοῦ κορυβαντικοῦ τὸ σέλινον ἐκπεφυκέναι· ὥσπερ ἀμέλει καὶ αἱ θεσμοφοριάζουσαι τῆς ῥοιᾶς τοὺς κόκκους παραφυλάττουσιν ἐσθίειν· τοὺς γὰρ ἀποπεπτωκότας χαμαὶ ἐκ τῶν τοῦ Διονύσου αἵματος σταγόνων βεβλαστηκέναι νομίζουσι τὰς ῥοιάς.

Καβείρους δὲ τοὺς Κορύβαντας καλοῦντες καὶ τελετὴν Καβειρικὴν καταγγέλλουσιν. Αὐτὼ γὰρ δὴ τούτω τὼ ἀδελφοκτόνω τὴν κίστην ἀνελομένω, ἐν ᾗ τὸ τοῦ Διονύσου αἰδοῖον ἀπέκειτο, εἰς Τυρρηνίαν κατήγαγον, εὐκλεοῦς ἔμποροι φορτίου· κἀνταῦθα διετριβέτην φυγάδε ὄντε, τὴν πολυτίμητον εὐσεβείας διδασκαλίαν, αἰδοῖα καὶ κίστην, θρησκεύειν παραθεμένω Τυρρηνοῖς· δι' ἣν αἰτίαν οὐκ ἀπεικότως τὸν Διόνυσον προσαγορεύεσθαί τινες Ἄττιν θέλουσιν, αἰδοίων ἐστερημένον.

Καὶ τί θαυμαστὸν εἰ Τυρρηνοὶ οἱ βάρβαροι αἰσχροῖς οὕτω τελίσκονται παθήμασιν, ὅπου γε Ἀθηναίοις καὶ τῇ ἄλλῃ Ἑλλάδι (αἰδοῦμαι καὶ λέγειν) αἰσχύνης ἔμπλεως ἡ περὶ τὴν Δηὼ μυθολογία; Ἀλωμένη γὰρ ἡ Δηὼ κατὰ ζήτησιν τῆς θυγατρὸς τῆς Κόρης περὶ τὴν Ἐλευσῖνα — τῆς Ἀττικῆς ἐστι τοῦτο τὸ χωρίον — ἀποκάμνει καὶ φρέατι ἐπικαθίζει λυπουμένη. Τοῦτο τοῖς μυουμένοις ἀπαγορεύεται εἰσέτι νῦν, ἵνα μὴ δοκοῖεν οἱ τετελεσμένοι μιμεῖσθαι τὴν ὀδυρομένην. ᾬκουν δὲ τηνικάδε τὴν Ἐλευσῖνα οἱ γηγενεῖς· ὀνόματα αὐτοῖς Βαυβὼ καὶ Δυσαύλης καὶ Τριπτόλεμος, ἔτι δὲ Εὔμολπός τε καὶ Εὐβουλεύς· βουκόλος ὁ Τριπτόλεμος ἦν, ποιμὴν δὲ ὁ Εὔμολπος, συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ' ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ Κηρύκων τὸ ἱεροφαντικὸν δὴ τοῦτο Ἀθήνησι γένος ἤνθησε. Καὶ δὴ (οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν) ξενίσασα ἡ Βαυβὼ τὴν Δηὼ ὀρέγει κυκεῶνα αὐτῇ. Τῆς δὲ ἀναινομένης λαβεῖν καὶ πιεῖν οὐκ ἐθελούσης — πενθήρης γὰρ ἧν — περιαλγὴς ἡ Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν, ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ, ἡ δὲ τέρπεται τῇ ὄψει ἡ Δηὼ καὶ μόλις ποτὲ δέχεται τὸ ποτόν, ἡσθεῖσα τῷ θεάματι.

Ταῦτ' ἐστὶ τὰ κρύφια τῶν Ἀθηναίων μυστήρια, ταῦτά τοι καὶ Ὀρφεὺς ἀναγράφει. Παραθήσομαι δέ σοι αὐτὰ τοῦ Ὀρφέως τὰ ἔπη, ἵν' ἔχῃς μάρτυρα τῆς ἀναισχυντίας τὸν μυσταγωγόν· ὣς εἰποῦσα πέπλους ἀνεσύρατο, δεῖξε δὲ πάντα σώματος οὐδὲ πρέποντα τύπον· παῖς δ' ἦεν Ἴακχος χειρί τέ μιν ῥίπτασκε γελῶν Βαυβοῦς ὑπὸ κόλποις. Ἡ δ' ἐπεὶ οὖν μείδησε θεά, μείδης' ἐνὶ θυμῷ, δέξατο δ' αἰόλον ἄγγος, ἐν ᾧ κυκεὼν ἐνέκειτο. Κἄστι τὸ σύνθημα Ἐλευσινίων μυστηρίων· « ἐνήστευσα, ἔπιον τὸν κυκεῶνα, ἔλαβον ἐκ κίστης, ἐργασάμενος ἀπεθέμην εἰς κάλαθον καὶ ἐκ καλάθου εἰς κίστην ». Καλά γε τὰ θεάματα καὶ θεᾷ πρέποντα.

Ἄξια μὲν οὖν νυκτὸς τὰ τελέσματα καὶ πυρὸς καὶ τοῦ « μεγαλήτορος », μᾶλλον δὲ ματαιόφρονος Ἐρεχθειδῶν δήμου, πρὸς δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, οὕστινας « μένει τελευτήσαντας ἅσσα οὐδὲ ἔλπονται ». Τίσι δὴ μαντεύεται Ἡράκλειτος ὁ Ἐφέσιος; « Νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις », τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ· « τὰ γὰρ νομιζόμενα κατὰ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται ». Νόμος οὖν καὶ ὑπόληψις κενὴ καὶ τοῦ δράκοντος τὰ μυστήρια ἀπάτη τίς ἐστι θρησκευομένη τὰς ἀμυήτους ὄντως μυήσεις καὶ τὰς ἀνοργιάστους τελετὰς εὐσεβείᾳ νόθῳ προτρεπομένων. Οἷαι δὲ καὶ αἱ κίσται αἱ μυστικαί; Δεῖ γὰρ ἀπογυμνῶσαι τὰ ἅγια αὐτῶν καὶ τὰ ἄρρητα ἐξειπεῖν· οὐ σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα πολυόμφαλα χόνδροι τε ἁλῶν καὶ δράκων, ὄργιον Διονύσου Βασσάρου; Οὐχὶ δὲ ῥοιαὶ πρὸς τοῖσδε καὶ κράδαι νάρθηκές τε καὶ κιττοί, πρὸς δὲ καὶ φθοῖς καὶ μήκωνες; Ταῦτ' ἐστὶν αὐτῶν τὰ ἅγια. Καὶ προσέτι τῆς Θέμιδος τὰ ἄρρητα σύμβολα, ὀρίγανον, λύχνος, ξίφος, κτεὶς γυναικεῖος, ὅς ἐστιν εὐφήμως καὶ μυστικῶς μόριον γυναικεῖον. Ὢ τῆς ἐμφανοῦς ἀναισχυντίας· πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπωμένη, νυνὶ δὲ τοῖς μυουμένοις ἡ ἱερὰ τῆς ἀκρασίας νύξ ἐστι λαλουμένη, καὶ τὸ πῦρ ἐλέγχει τὰ πάθη δᾳδουχούμενον. Ἀπόσβεσον, ὦ ἱεροφάντα, τὸ πῦρ· αἰδέσθητι, δᾳδοῦχε, τὰς λαμπάδας· ἐλέγχει σου τὸν Ἴακχον τὸ φῶς· ἐπίτρεψον ἀποκρύψαι τῇ νυκτὶ τὰ μυστήρια· σκότει τετιμήσθω τὰ ὄργια. Τὸ πῦρ οὐχ ὑποκρίνεται· ἐλέγχειν καὶ κολάζειν κελεύεται.

Ταῦτα τῶν ἀθέων τὰ μυστήρια. Ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασι, παιδίον δὲ Τιτάνων ὕπο διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπ' αἰσχύνης ἀναισχύντως σέβουσιν, διττῇ ἐνισχημένοι τῇ ἀθεότητι· προτέρᾳ μέν, καθ' ἣν ἀγνοοῦσι τὸν θεόν, τὸν ὄντα ὄντως μὴ γνωρίζοντες θεόν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ δὴ ταύτῃ τῇ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες καὶ θεοὺς τούτους ὀνομάζοντες τοὺς οὐκ ὄντας ὄντως, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τε τυχηκότας. »

Τοσαῦτα καὶ οὗτος.

ΚΕΦΑΛΑΙΟΝ Δ'.

Τίσι λογισμοῖς τοῦ τὰ ὅμοια τοῖς Ἕλλησι περὶ θεῶν φρονεῖν ἀνεχρήσαμεν

Εἰκότως δῆτα ἡμεῖς τούτων ἁπάντων ἐλευθέρους ἡμᾶς γενέσθαι ὁμολογοῦμεν, τῆς μὲν μακρᾶς καὶ πεπαλαιωμένης πλάνης ὥσπερ τινὸς δεινῆς καὶ χαλεπωτάτης νόσου λελυτρωμένοι, πρῶτα μὲν τῇ τοῦ παντοκράτορος θεοῦ χάριτι καὶ εὐεργεσίᾳ, δεύτερον δὲ ἀπορρήτῳ δυνάμει τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, καὶ τρίτον σώφρονι λογισμῷ κρίναντες ἀνόσιον εἶναι καὶ δυσσεβὲς τῇ τοῦ θεοῦ σεβασμίῳ προσηγορίᾳ τιμᾶν τοὺς πάλαι ἐν νεκροῖς κειμένους θνητοὺς ἄνδρας καὶ οὐδὲ σωφρόνων ἀνδρῶν μνήμην ἀπολελοιπότας, ἐσχάτης δὲ ἀκρασίας καὶ ἀκολασίας ὠμότητός τε καὶ φρενοβλαβείας δείγματα τοῖς μετ' αὐτοὺς φυλάττειν παραδεδωκότας. Πῶς γὰρ οὐ πάντων ἠλιθιώτατον τοὺς σωφροσύνης ἐραστὰς τοῖς αἰσχροῖς καὶ ἀκολάστοις τῶν πρωτείων παραχωρεῖν, καὶ τοὺς συνετοὺς καὶ ἔμφρονας τοῖς τὰς φρένας ἀπολωλεκόσι τὴν σεβάσμιον παρέχειν τιμὴν τούς τε δικαιοσύνης καὶ φιλανθρωπίας ἀσκητὰς τοῖς δι' ὑπερβολὴν ὠμότητος καὶ ἀπανθρωπίας τεκνοκτονίας καὶ πατροκτονίας μιάσμασιν ἐνισχημένοις; Ποίαν δ' οὐχ ὑπερηκόντισεν ὑπερβολὴν ἀσεβείας τὸ καταβάλλειν εἰς ἄρρητα ἀνδρῶν καὶ γυναικῶν μόρια καὶ εἰς τὴν ἄλογον καὶ θηριώδη φύσιν τὴν σεμνὴν καὶ παναγίαν τοῦ θεοῦ πρόσρησιν τοιαῦτά τε αἰσχρὰ καὶ ἀπάνθρωπα θεολογεῖν, οἷα καὶ ἐπὶ τῶν ἐν ἀνθρώποις κακούργων, εἰ κατελεγχθείη, ταῖς ἀπὸ τῶν νόμων ἀπαραιτήτοις ὑποπέσοιεν ἂν τιμωρίαις; Καὶ τί χρὴ μηκύνειν εὐαγγελιζομένους πάντα βάρβαρον ὁμοῦ καὶ Ἕλληνα τὴν ἀπὸ τῶν εἰρημένων κακῶν ἐλευθερίαν τῆς τε τῶν ψευδωνύμων θεῶν ἀποστασίας τὸ εὔλογον εἰς φῶς ἀγαγόντας, ὁπότε καὶ αὐτῶν ἤδη τῶν σφόδρα δεισιδαιμόνων οἱ πλείους, ὥσπερ ἐκ βαθέος κάρου ἀνανήψαντες καὶ τῆς παλαιᾶς ἀχλύος τὸ τῆς ψυχῆς ὄμμα διανοίξαντες τὸν βαθὺν λῆρον συνεῖδον τῆς πατρικῆς πλάνης καὶ στάντες ἐπὶ λογισμοῦ τὴν ἑτέραν ὁδὸν εἵλοντο, τῆς παλαιᾶς ἀναχωρήσαντες; Ὧν οἱ μὲν ὁμόσε χωρήσαντες τῆς ὅλης κατέπτυσαν θεολογίας τῶν σφετέρων προγόνων πλατὺ καταγελάσαντες, οἱ δ' ἀθεότητος δόξαν ἐκκλίναντες οὔτ' ἐπὶ τοῖς πρότερον ἔστησαν οὔτ' ἐξ ἅπαντος αὐτῶν ἀνεχώρησαν, κολακεῦσαι δὲ καὶ θεραπεῦσαι τὴν οἰκείαν προθέμενοι δόξαν τὰς περὶ τῶν τεθρυλημένων παρ' αὐτοῖς θεῶν ἱστορίας ἀληθεῖς μύθους εἶναι πεπλασμένους ὑπὸ ποιητῶν ἐπεφήμισαν, φυσικὰς ἐν αὐτοῖς ἀποκρύπτοντες θεωρίας. Ὧν εἰ καὶ ὅτι μάλιστα μηδὲν φέρουσιν ἀληθείας δεῖγμα, ὅμως δ' οὖν ἀναγκαία γένοιτ' ἂν ἡμῖν ἡ ἔκθεσις εἰς θεωρίαν τῶν καὶ παρὰ τούτοις σεμνῶν, ὡς ἂν καὶ τῆς τούτων ἀναχωρήσεως οὐκ ἄλλως ἡμῖν προξενηθείσης ἢ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸ εὔλογον παρασταίη. Φέρ' οὖν καὶ τούτων τὸν λόγον ἄνωθεν ἀναλαβόντες ἐπισκεψώμεθα.

ΚΕΦΑΛΑΙΟΝ Ε'.

 Ἀνακεφαλαίωσις τῶν πρόσθεν εἰρημένων

Τῆς μὲν οὖν Ἑλληνικῆς θεολογίας, λέγω δὲ τῆς πανδήμου καὶ μυθικωτέρας καὶ πολὺ πρότερον τῆς παρὰ Φοίνιξι καὶ Αἰγυπτίοις τοῖς τε ἄλλοις, ὧν τὴν μνήμην οἱ πρὸ τούτου περιέσχον λόγοι, τοιόσδε τις ὁ τρόπος ἀποδέδεικται, οἷος διὰ τῶν προεκτεθεισῶν φωνῶν αὐτῶν δὴ τῶν Ἑλληνικῶν συγγραφέων προδεδήλωται· ὃν καὶ εἰκότως ἐν ἀρχαῖς τῆς προκειμένης Εὐαγγελικῆς Προπαρασκευῆς εἰς διάκρισίν τε καὶ ἐπίγνωσιν τοῖς ἐντευξομένοις προτεθείκαμεν, ὡς ἂν μάθοιμεν ἡμεῖς τε αὐτοὶ καὶ οἱ τῶνδε εἰσέτι νῦν ἄπειροι, τίνες ὄντες πάλαι πρότερον καὶ οἵων ἐκ πατέρων φύντες ὁπηλίκοις τε τὸ πρὶν κακοῖς πεπεδημένοι δυσσεβείας τε ὁπόσῃ καὶ ἀγνωσίας θεοῦ μέθῃ τὰς ψυχὰς κατορωρυγμένοι τῆς τούτων ἁπάντων ἀθρόως ἀνανεύσεως καὶ ἐλευθερίας ἠξιώθημεν διὰ μιᾶς μόνης τῆς εὐαγγελικῆς διδασκαλίας, οὐκ ἄλλως ἡμῖν πρυτανευθείσης ἢ δι' ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ· ὃς οὐ μέρει γῆς οὐδ' ἐν γωνίᾳ χώρας ἔθνους ἑνός, καθ' ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης, ἐν ᾗ τὰ τῆς μάλιστα δεισιδαίμονος πλάνης ὑπερίσχυσεν, οἷά τις νοερῶν καὶ λογικῶν ψυχῶν ἥλιος τὰς τοῦ οἰκείου φωτὸς ἐφαπλώσας ἀκτῖνας ὁμοῦ πᾶν γένος ἀνθρώπων, βαρβάρων τε καὶ Ἑλλήνων, ὥσπερ ἐξ ἀχλύος δεινῆς καὶ ζοφερωτάτης τε καὶ ἀειδοῦς νυκτὸς τῆς δεισιδαίμονος πλάνης ἐπὶ λαμπρὰν καὶ διαυγεστάτην ἡμέραν τῆς ἀληθοῦς εὐσεβείας τοῦ παμβασιλέως θεοῦ πάντας ἡμᾶς μετεστήσατο. Διαρρήδην γοῦν αἱ προπαρατεθεῖσαι φωναὶ νεκρῶν εἴδωλα καὶ ἀνδρῶν πάλαι κατοιχομένων εἰκόνας πάντας πανδημεὶ τοὺς ἀμφὶ τὴν πολύθεον πλάνην κατά τε πόλεις καὶ κώμας ἐπτοημένους θεραπεύειν τε καὶ περιέπειν ἐδίδαξαν, πάντων πάλαι ἀνδρῶν δι' ὑπερβάλλουσαν τοῦ τότε βίου θηριωδίαν θεοῦ μὲν τοῦ πάντων δημιουργοῦ μηδένα λόγον ποιουμένων μηδὲ τῆς θείας καὶ ἐπὶ τοῖς πλημμελουμένοις τιμωροῦ δίκης ἐμπαζομένων, εἰς πάσας δὲ ἀνοσιουργίας καταβαλλόντων. Οὔπω γὰρ εἰσέτι τότε νόμων καθ' οὓς χρὴ βιοῦν συνεστώτων οὐδέ γε τῆς ἡμέρου πολιτείας ἐν ἀνθρώποις κατατεταγμένης, ἀνειμένου δὲ καὶ νομαδικοῦ τοῦ βίου θηριώδους τε καθεστῶτος, τοῖς μὲν θρεμμάτων ἀλόγων δίκην τῶν τῆς γαστρὸς ἀποπληρώσεων πλέον οὐδὲν ἔμελεν, οἷς καὶ πρῶτος οὗτος ἀθεότητος ὑποικουρεῖ τρόπος· οἱ δ' εἰς βραχύ τι φυσικαῖς ἐννοίαις ἀνακινούμενοι θεὸν καὶ θεοῦ δύναμιν σωτήριόν τι καὶ ἀγαθὸν εἶναι χρῆμα διενοήθησαν, εὑρεῖν δὲ τοῦτον θελήσαντες ἄνω μὲν τὰς ψυχὰς εἰς οὐρανὸν ἔτειναν, αὐτόθι δὲ τῇ διανοίᾳ στάντες καὶ τῶν κατ' οὐρανὸν φαινόντων τε καὶ φαινομένων φωστήρων καταπλαγέντες τὰ κάλλη, ταῦτ' εἶναι θεοὺς ἀπεφήναντο. Τρίτοι δὲ ἄλλοι σφᾶς αὐτοὺς ἐπὶ γῆς ῥίψαντες τοὺς ἐπὶ συνέσει τῶν κατ' αὐτοὺς προφέρειν νενομισμένους ἢ καὶ ῥώμῃ σώματος καὶ δυναστείας ἰσχύϊ τῶν πλειόνων ἐπικρατήσαντας, γίγαντάς τινας ἢ τυράννους ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας ἔκ τινος τῶν θείων ἀποπτώσεως τὰς κακοτέχνους γοητείας συνεσκευασμένους ἢ καὶ τοὺς ἄλλους κοινῆς τινος καὶ βιωφελοῦς εὐεργεσίας προάρξαντας ζῶντάς τε καὶ μετὰ τὴν τελευτὴν θεοὺς ἐπεφήμισαν. Ἔνθεν αὐτοῖς καὶ οἱ τῶν θεῶν οἶκοι νεκρῶν εἶναι τάφοι μνημονεύονται, ὡς ὁ Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ ἱστορεῖ, τοῦ λόγου μάρτυρας αὐτοὺς Ἕλληνας ἐπαγόμενος. Εἰ δή σοι φίλον, αὖθις καὶ τούτου τόνδε γράφοντος ἄκουε τὸν τρόπον·

ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.

Περὶ τοῦ νεκρῶν εἶναι τάφους τὰ καλούμενα αὐτῶν ἱερὰ τῶν θεῶν

« Εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαιμονία λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή· ἔπειτα μὴ ἀνακοπεῖσα, ἀλλ' εἰς ἐπίδοσιν ἐλθοῦσα πολλὴ δὴ ῥυεῖσα δημιουργὸς πολλῶν καθίσταται δαιμόνων, ἑκατόμβας ποιοῦσα καὶ πανηγύρεις ἐπιτελοῦσα καὶ ἀγάλματα ἀνιστᾶσα καὶ νεὼς ἀνοικοδομοῦσα, οὓς δὴ (οὐδὲ γὰρ οὐδὲ τοῦτο σιωπήσομαι, πρὸς δὲ καὶ αὐτοὺς ἐλέγξω) νεὼς μὲν εὐφήμως ὀνομαζομένους, τάφους δὲ γενομένους, τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους. Ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι.

Ἐν τῷ ναῷ τῆς Ἀθηνᾶς ἐν Λαρίσσῃ ἐν τῇ ἀκροπόλει τάφος ἐστὶν Ἀκρισίου, Ἀθήνησι δὲ ἐν τῇ ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν  ἱστοριῶν. Τί δὲ Ἐριχθόνιος; οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται, Ἴμμαρος δὲ ὁ Εὐμόλπου καὶ Δαείρας οὐχὶ ἐν τῷ περιβόλῳ τοῦ Ἐλευσινίου τοῦ ὑπὸ τῇ ἀκροπόλει, αἱ δὲ Κελεοῦ θυγατέρες ἐν Ἐλευσῖνι τετάφαται; τί σοι καταλέγω τὰς ἐξ Ὑπερβορέων γυναῖκας; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον, ἐν τῷ Ἀρτεμισίῳ ἐν Δήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ Δηλίου ἐστὶν ἱερῷ. Λέανδρος δὲ Κλέοχον ἐν Μιλήτῳ τεθάφθαι ἐν τῷ Διδυμαίῳ φησίν. Ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνημεῖον οὐκ ἄξιον παρελθεῖν ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ (ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται)· οὐδὲ μὴν τὸν ἐν Τελμησσῷ βωμὸν τοῦ Ἀπόλλωνος· (μνῆμα εἶναι καὶ τοῦτον Τελμησσέως τοῦ μάντεως ἱστοροῦσι). Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ πρώτῳ τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους κεκηδεῦσθαι. Ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους ὑμῖν τάφους ἐμοὶ μὲν οὐδ[ὲ] ὁ πᾶς ἂν ἀρκέσαι χρόνος· ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον ὄντες νεκροῖς πεπιστευκότες περιέρχεσθε· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; »

Καὶ μετ' ὀλίγα φησί·

« Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ' Ἕλλησι, σεβασμίως τεθείακε θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων· τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενόμενον Ἀντίνοον ἀνιέρωσεν οὗτος, ὡς Γανυμήδην ὁ Ζεύς. Οὐ γὰρ κωλύεται ῥᾳδίως ἐπιθυμία φόβον οὐκ ἔχουσα· καὶ νύκτας ἱερὰς τὰς Ἀντινόου προσκυνοῦσιν ἄνθρωποι νῦν, ἃς αἰσχρὰς ἠπίστατο ὁ συναγρυπνήσας ἐραστής. »

Καὶ ἐπάγει·

« Ἤδη δὲ ὁ τάφος τοῦ ἐρωμένου νεώς ἐστιν Ἀντινόου καὶ πόλις· καθάπερ δέ, οἶμαι, οἱ ναοὶ οὕτω καὶ οἱ τάφοι θαυμάζονται, πυραμίδες δὴ καὶ μαυσώλ〈ε〉ια καὶ λαβύρινθοι, ἄλλοι ναοὶ τῶν νεκρῶν, ὡς ἐκεῖνοι τάφοι τῶν θεῶν. »

Καὶ πάλιν μετ' ὀλίγα·

« Ἴθι δὴ καὶ τοὺς ἀγῶνας ἐν βραχεῖ περιοδεύσωμεν καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν, Ἴσθμιά τε καὶ Νέμεα καὶ Πύθια καὶ τὰ ἐπὶ τούτοις Ὀλύμπια. Πυθοῖ μὲν οὖν ὁ δράκων ὁ Πύθιος θρησκεύεται καὶ τοῦ ὄφεως ἡ πανήγυρις καταγγέλλεται Πύθια, Ἰσθμοῖ δὲ σκύβαλον προσέπτυσεν ἐλεεινὸν ἡ θάλασσα καὶ Μελικέρτην ὀδύρεται τὰ Ἴσθμια, Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται Νέμεα. Πῖσα δ' ἐστὶν ἐν ὑμῖν τάφος, ὦ Πανέλληνες, ἡνιόχου Φρυγός, καὶ τοῦ Πέλοπος τὰς χοὰς τὰ Ὀλύμπια ὁ Φειδίου σφετερίζεται Ζεύς. »

Ταῦτα μὲν οὗτος. Σὺ δὲ τὸν λόγον ἐξ ἀρχῆς ἀναλαβὼν τῆς δεισιδαίμονος πλάνης ἐπίσκεψαι τὴν διάπτωσιν. Φύσει μὲν οὖν καὶ αὐτοδιδάκτοις ἐννοίαις, μᾶλλον δὲ θεοδιδάκτοις καλόν τι καὶ ὠφέλιμον τυγχάνειν τὸ σημαῖνον τὴν τοῦ θεοῦ προσηγορίαν τε καὶ οὐσίαν πάντες ἄνθρωποι κοινοῖς λογισμοῖς προειλήφεσαν, τοῦ τῶν ὅλων δημιουργοῦ τοῦτο πάσῃ λογικῇ καὶ νοερᾷ ψυχῇ φυσικαῖς ἐννοίαις ὑποσπείραντος. Οὐ μὴν καὶ τῇ προαιρέσει τῇ κατὰ λόγον ἐκέχρηντο· εἷς μὲν γάρ που τάχα τις καὶ δεύτερος ἢ καί τινες ἄλλοι κομιδῆ βραχεῖς, ὧν τὴν μνήμην τὰ Ἑβραίων περιέχει λόγια, εἰς οὐδὲν τῶν ὁρωμένων ἐφαρμόσαντες τὴν περὶ θεοῦ ἔννοιαν, ἀδιαστρόφοις δὲ τοῖς λογισμοῖς ἐπὶ τὸν τοῦ σύμπαντος κόσμου δημιουργὸν καὶ τὸν μέγαν τῶν ὅλων ποιητὴν ἐκ τῶν ὁρωμένων ἀναγαγόντες, διανοίας ὄμμασι κεκαθαρμένοις μόνον αὐτὸν εἶναι τὸν θεὸν τῶν πάντων σωτῆρα καὶ μόνον ἀγαθῶν δοτῆρα συνενόησαν· οἱ δὲ λοιποὶ παντοίᾳ ψυχῆς ἀμαυρώσει περιτραπέντες κατὰ βυθὸν ἀσεβείας ἠνέχθησαν, ὥστε θηρίων ἀγρίων τρόπον τὸ καλὸν καὶ συμφέρον καὶ ἀγαθὸν μέχρι σωμάτων καὶ σαρκὸς ἡδονῆς στῆσαι ταύτη τε κατὰ τὰ προειρημένα τοὺς τῶν νενομισμένων τοῦ σώματος καλῶν καὶ χρησίμων εὐεργέτας ἢ καὶ δυνάστας τινὰς καὶ τυράννους ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας, τῇ φύσει θνητοὺς καὶ ἀνθρωπίναις κεχρημένους συμφοραῖς, ὡς ἀγαθῶν χορηγοὺς σωτῆρας καὶ θεοὺς ἀναγορεύειν, τὴν σεβάσμιον ἔννοιαν φυσικῶς
αὐτοῖς ἐνυπάρχουσαν ἐφ' οὓς ἐνόμιζον εὐεργέτας μετατεθεικότες. Τοσαύτη δ' ἄρα συνεῖχεν αὐτοὺς φρενῶν ἀποπληξία, ὡς μηδὲν τῶν πλημμελουμένων τοῖς θεολογουμένοις ὑπολογίζεσθαι μηδ' ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχρῶς περὶ αὐτῶν φημιζομένοις, τὰ πάντα δὲ τοὺς ἄνδρας διὰ τὰς ἐξ αὐτῶν παρεχομένας ὠφελείας ἢ καὶ διὰ τὰς τότε πρῶτον συνισταμένας δυναστείας τε καὶ τυραννίδας ἀποθαυμάζειν. Νόμων γοῦν, ὥσπερ ἔφην ἤδη πρότερον, μηδέπω τότε ἐν ἀνθρώποις πολιτευομένων μηδ' ἐπὶ τοῖς ἁμαρτανομένοις τιμωρίας ἐπῃωρημένης, μοιχείας καὶ ἀρρένων φθοράς, ἐκθέσμους τε καὶ παρανόμους γάμους, μιαιφονίας τε καὶ πατροκτονίας, τέκνων τε καὶ ἀδελφῶν σφαγάς, ναὶ μὴν καὶ πολέμους καὶ στάσεις πεπραγμένας ὄντως τοῖς οἰκείοις προστάταις. Οὓς θεοὺς ἡγοῦντό τε καὶ ἀπεκάλουν, ὥσπερ ἐν μέρει κατορθωμάτων καὶ ἀνδραγαθίας ἀπεμνημόνευον, τὴν τούτων μνήμην ὡς σεμνῶν καὶ ἀνδρείων τοῖς ὀψιγόνοις ἀπολιπόντες.

Τοιαῦτα ἦν τὰ τῆς παλαιᾶς θεολογίας, ἣν μεταβαλόντες νέοι τινές, ἐχθὲς καὶ πρώην ἐπιφυέντες λογικώτερόν τε φιλοσοφεῖν αὐχοῦντες, τὴν δὴ φυσικωτέραν τῆς περὶ θεῶν ἱστορίας δόξαν εἰσηγήσαντο, σεμνοτέρας εὑρησιλογίας τοῖς μύθοις προσεπινοήσαντες καὶ μήτε πάντη τῶν προπατόρων τὸ πλημμελὲς τῆς δυσσεβείας ἐκφυγόντες μήτ' αὖ πάλιν τὴν αὐτόθεν προφαινομένην τῶν θεολογουμένων μοχθηρίαν ὑπομείναντες. Θεραπεῦσαι δ' οὖν ὅμως οἵδε τὸ πατρικὸν ἁμάρτημα προθυμηθέντες ἐπὶ φυσικὰς διηγήσεις καὶ θεωρίας τοὺς μύθους μετεσκευάσαντο, τὰ θρεπτικὰ καὶ αὐξητικὰ τῆς τῶν σωμάτων φύσεως ταῦτ' εἶναι τὰ διὰ τῶν μύθων δηλούμενα ὡς δὴ μυστικώτερον κομπάσαντες. Ἔνθεν ἀνιόντες καὶ οἵδε τὰ στοιχεῖα τοῦ κόσμου θεοὺς ἐπεφήμισαν, οὐκ αὐτὸ μόνον ἥλιον καὶ σελήνην καὶ ἄστρα, προσέτι δὲ γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ τά τε ἐκ τούτων συγκρίματά τε καὶ ἀποτελέσματα, ναὶ μὴν καὶ τοὺς ὡραίους ἀπὸ γῆς καρποὺς καὶ τὰ λοιπὰ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς βλαστήματα, ἃ καὶ αὐτὰ ὡς ἂν τῆς τῶν σωμάτων ζωῆς αἴτια Δήμητραν καὶ Κόρην καὶ Διόνυσον καὶ ὅσα ἄλλα τούτοις ἐμφερῆ προσειπόντες τεθειάκασι, βεβιασμένον καὶ οὐκ ἀληθῆ τῶν μύθων τὸν καλλωπισμὸν εἰσηγησάμενοι. Ἀλλ' οὗτοι μὲν ὀψέ ποτε, ὡς ἂν ἐπαισχυνόμενοι τὰς τῶν προγόνων θεολογίας, οἴκοθεν ἃς ἕκαστος ἐφεῦρε σεμνολογίας τοῖς περὶ θεῶν μύθοις προσεπενόησαν, κινεῖν τὰ πάτρια τολμῶντος οὐδενός, περὶ πολλοῦ δὲ τὴν ἀρχαιότητα καὶ τὴν συνήθη καὶ σύντροφον ἐκ παίδων ἀγωγὴν τιμώμενοι. Οἵ γε μὴν τούτων πρεσβύτεροι ἐν ἴσῳ τῇ τῶν ἀνδρῶν θεοποιίᾳ καὶ τὰς τῶν ἀλόγων ζῴων ἐκθεώσεις διετάξαντο διὰ τὸ καὶ ἐξ αὐτῶν χρήσιμον κατὰ τὰς πρόσθεν ἀποδοθείσας αἰτίας καὶ τοῖς ἀλόγοις θηρίοις τὰς ἴσας ἀφιέρωσαν θρησκείας, σπονδαῖς καὶ θυσίαις καὶ μυστικαῖς τελεταῖς ὕμνοις τε καὶ ᾠδαῖς ὁμοίως τοῖς τεθεοποιημένοις ἀνδράσι καὶ τὰς τούτων τιμὰς ἐπάραντες· εἰς τοσοῦτον δὲ ἄρα κακῶν ἤλαυνον ὡς δι' ὑπερβολὴν ἀκρατοῦς ἡδυπαθείας τὰ ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τοῦ σώματος τά τε ἀκόλαστα ἐν ἀνθρώποις πάθη ταῖς ἰσοθέοις ἐκθειάσαι τιμαῖς, μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων.

Τηρητέον γοῦν, ὡς ὅτι μάλιστα οἱ παλαίτατοι οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν. Πλὴν ἀλλ' ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ τὰ σεμνὰ καὶ ἀπόρρητα τῶν γενναίων φιλοσόφων κατασκοπῆσαι, φέρε καὶ ταῦτα ἐπιθεωρήσωμεν, ὡς ἂν μὴ δοκοίημεν ἀγνοεῖν καὶ τὰς θαυμαστὰς αὐτῶν φυσιολογίας. Πρὶν δὲ τὴν τούτων ποιήσασθαι ἔκθεσιν ἐμοὶ δοκεῖ προεπισημήνασθαι τὴν αὐτῶν τῶν θαυμαστῶν φιλοσόφων κἀν τούτοις πρὸς ἑαυτοὺς ἐναντιολογίαν. Οἱ μὲν γὰρ τηνάλλως διηγοῦνται καὶ κατὰ τὸ παραστὰν ἑκάστοις ἰδίως ἀποφαίνονται (οὐδὲ γὰρ ἀλλήλοις σύμφωνα φυσιολογοῦσιν)· οἱ δ' εὐγνωμονέστερον τὸ σύμπαν ἀναιροῦσιν καὶ τῆς οἰκείας πολιτείας οὐ μόνον τὰς ἀπρεπεῖς περὶ θεῶν διηγήσεις, ἀλλὰ καὶ τὰς τούτων ἑρμηνείας ἀπελαύνουσιν, ἔστι δ' ὅτε φόβῳ τῆς ἀπὸ τῶν νόμων τιμωρίας τοὺς μύθους ὑποκορίζονται. Ἄκουε δ' οὖν αὐτῶν τῶν Ἑλλήνων δι' ἑνὸς τοῦ πάντων ἀρίστου τοτὲ μὲν ἐξωθοῦντος, τοτὲ δ' αὖ πάλιν εἰσποιουμένου τοὺς μύθους. Ὁ δ' οὖν θαυμάσιος αὐτῶν Πλάτων, ὅτε μὲν τὴν οἰκείαν ἀπογυμνοῖ προαίρεσιν, τολμηρότερον ἀπαγορεύει καθόλου περὶ θεῶν τοιαῦτα φρονεῖν τε καὶ λέγειν οἷα τοῖς παλαιοῖς εἴρητο, εἴτε περιέχοιέν τι λεληθὸς ἐν ὑπονοίαις δηλούμενον εἴτ' ἐκτὸς πάσης ὑπονοίας λέγοιτο· ὅτε δὲ τοὺς νόμους ὑποκορίζεται, καὶ δεῖν φησιν τοῖς περὶ θεῶν μύθοις πιστεύειν ὡς μηδὲν ἔχουσιν ἐν ὑπονοίαις ἐξ αὐτῶν δηλούμενον. Ἤδη δέ ποτε τῶν παλαιῶν μύθων τὴν οἰκείαν θεολογίαν ἀφορίσας, περί τε οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ ἔτι περὶ τοῦ σύμπαντος κόσμου καὶ τῶν τούτου μερῶν κεχωρισμένως φυσιολογήσας, ἰδίως πάλιν καὶ ἀφωρισμένως περὶ
τῶν πάλαι γενεαλογηθέντων θεῶν ὧδέ πως αὐτοῖς ῥήμασιν ἐν τῷ Τιμαίῳ διέξεισιν·


 ΚΕΦΑΛΑΙΟΝ Ζ'.

Ὅπως ὁ Πλάτων περὶ τῆς τῶν παλαιῶν θεολογίας ἐδόξαζεν

« Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς· πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ' ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανὸς καὶ Τηθὺς ἐγενέσθην· τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων· ἐκ δὲ Κρόνου τε καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, ὅσους ἴσμεν [πάντας] ἀδελφοὺς λεγομένους αὐτῶν ἔτι τε τούτων ἐκγόνους ἄλλους. »

Ταῦτά φησιν ὁ Πλάτων ἑπομένους τῷ νόμῳ πιστευτέα εἶναι, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων εἰρῆσθαι αὐτὰ ὁμολογήσας· προσεκτέον δέ, ὡς οὐδὲν ἔχειν ἀπόρρητον τὰς τῶν θεῶν δὴ προσηγορίας τε καὶ γενεαλογίας ἐν φυσιολογίαις δηλούμενον ἐμφαίνει. αὖθις δὲ ἐν ἑτέροις ὁ αὐτὸς τὴν οἰκείαν ἀπογυμνῶν προαίρεσιν πάλιν τούτοις κέχρηται τοῖς ῥήμασιν·

« Πρῶτον μέν, ἦν δ' ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησιν δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τί δὲ δὴ τὰ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος; οὐδ' ἂν εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ' ἀνάγκη τις ἦν λέγειν, δι' ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον, ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὡς ἐλαχίστοις συνέβη ἀκοῦσαι. καὶ γάρ, ἦ δ' ὃς, οὗτοι δὴ οἱ λόγοι χαλεποί. καὶ οὐ λεκτέοι γε, ὦ Ἀδείμαντε, ἐν τῇ  ἡμετέρᾳ πόλει· οὐδὲ λεκτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ οὐδ' αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν. οὐδέ γε, ἦν δ' ἐγώ, τὸ παράπαν, ὡς θεοὶ θεοῖς πολεμοῦσι καὶ ἐπιβουλεύουσιν καὶ μάχονται (οὐδὲ γὰρ ἀληθῆ), εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάξειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ γε δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν· ἀλλ' εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ' ἔστι τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γενομένοις, καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ' ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν. »

Σαφῶς δὴ διὰ τούτων ὁ φιλόσοφος καὶ τοὺς τῶν παλαιῶν μύθους τοὺς περὶ θεῶν καὶ τὰς τῶν μύθων ἐν ὑπονοίαις εἰρῆσθαι νομιζομένας φυσιολογίας παραιτητέας εἶναι διδάσκει· ὡς μηκέτ' ἀλόγως ἡμῖν καὶ τὴν ἐκ τούτων ἀναχώρησιν τὴν τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν εὐαγγελίζεσθαι, ὁπότε καὶ πρὸς τῶν οἰκείων ἀποβέβληται. ὅθεν ἔπεισί μοι καὶ τοὺς παλαιοὺς τῶν Ῥωμαίων θαυμάζειν, τίνα τρόπον ἁπάσας τὰς Ἑλληνικὰς περὶ θεῶν φυσιολογίας ἀτόπους οὔσας καὶ ἀνωφελεῖς, μᾶλλον δὲ βεβιασμένας καὶ ἀσυστάτους κατανοήσαντες, αὐτοῖς μύθοις τῆς οἰκείας περιέγραψαν θεολογίας. καὶ τοῦτο δέ σοι γνῶναι πάρεστιν ἀπὸ τῆς Διονυσίου τοῦ Ἁλικαρνασέως Ῥωμαϊκῆς ἀρχαιολογίας· οὗτος γὰρ ἐν τῷ δευτέρῳ τὰ κατὰ Ῥωμύλον τὸν πρῶτον κτίστην τῆς Ῥωμαίων πόλεως ἱστορῶν τά τε ἄλλα αὐτοῦ διέξεισι κατορθώματα, ἀτὰρ καὶ τὰ περὶ τῶνδε, τοῦτον γράφων τὸν τρόπον·

ΚΕΦΑΛΑΙΟΝ Η'.

Περὶ τῆς κατὰ Ῥωμαίους θεολογίας

« Ἀλλ' ἔγνω ὅτι νόμοι σπουδαῖοι καὶ καλῶν ζῆλος ἐπιτηδευμάτων εὐσεβῆ καὶ σώφρονα καὶ τὰ δίκαια ἀσκοῦσαν καὶ τὰ πολέμια ἀγαθὴν ἐξεργάζονται πόλιν· ὧν πολλὴν ἔσχε πρόνοιαν, τὴν ἀρχὴν ποιησάμενος ἀπὸ τῶν περὶ τὰ θεῖα καὶ δαιμόνια σεβασμῶν. ἱερὰ μὲν οὖν καὶ τεμένη καὶ βωμοὺς καὶ ξοάνων ἱδρύσεις μορφάς τε αὐτῶν καὶ σύμβολα καὶ δυνάμεις καὶ δωρεάς, αἷς τὸ γένος ἡμῶν εὐηργέτησαν, ἑορτάς τε, ὁποίας τινὰς ἑκάστῳ θεῶν ἢ δαιμόνων ἄγεσθαι προσήκει, καὶ θυσίας, αἷς χαίρουσι γεραιρόμενοι πρὸς ἀνθρώπων, ἐκεχειρίας τε αὖ καὶ πανηγύρεις καὶ πόνων ἀναπαύλας καὶ πάντα τὰ τοιαῦτα ὁμοίως κατεστήσατο τῶν κρατίστων παρὰ τοῖς Ἕλλησι νομίμων. τοὺς δὲ παραδεδομένους περὶ αὐτῶν μύθους, ἐν οἷς βλασφημίαι τινές εἰσι περὶ αὐτῶν ἢ κατηγορίαι, πονηροὺς καὶ ἀνωφελεῖς καὶ ἀσχήμονας ὑπολαβὼν εἶναι καὶ οὐχ ὅτι τῶν θεῶν, ἀλλ' οὐδὲ ἀνθρώπων ἀγαθῶν ἀξίους, ἅπαντας ἐξέβαλεν καὶ παρεσκεύασεν τοὺς ἀνθρώπους τὰ κάλλιστα περὶ θεῶν λέγειν τε καὶ φρονεῖν, μηδὲν αὐτοῖς προσανάψας ἀνάξιον ἐπιτήδευμα τῆς μακαρίας φύσεως. οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων παρὰ Ῥωμαίοις λέγεται οὔτε Κρόνος ἀφανίζων τὰς ἑαυτοῦ γονὰς φόβῳ τῆς ἐξ αὐτῶν ἐπιθέσεως οὔτε Ζεὺς καταλύων τὴν Κρόνου δυναστείαν καὶ κατακλείων ἐν τῷ δεσμωτηρίῳ τοῦ Ταρτάρου τὸν ἑαυτοῦ πατέρα, οὐδέ γε πόλεμοι καὶ τραύματα καὶ δεσμὰ καὶ θητεῖαι θεῶν παρ' ἀνθρώποις. ἑορτή τε οὐδεμία παρ' αὐτοῖς μελανείμων ἢ πένθιμος ἄγεται, τυπετοὺς ἔχουσα καὶ θρήνους γυναικῶν ἐπὶ θεοῖς ἀφανιζομένοις, ἃ παρ' Ἕλλησιν ἐπιτελοῦνται περί τε Περσεφόνης ἁρπαγὴν καὶ Διονύσου πάθη καὶ ὅσα ἄλλα τοιαῦτα. οὐδ' ἂν ἴδοι τις παρ' αὐτοῖς, καίτοι διεφθαρμένων τῶν ἐθῶν ἤδη, οὐ θεοφορήσεις, οὐ κορυβαντιασμούς, οὐ βακχείας καὶ τελετὰς ἀπορρήτους, οὐ διαπαννυχισμοὺς ἐν ἱεροῖς θεῶν ἀνδρῶν σὺν γυναιξίν, οὐκ ἄλλο τῶν παραπλησίων τούτοις τερατευμάτων οὐδέν, ἀλλ' εὐλαβῶς ἅπαντα πραττόμενα καὶ λεγόμενα τὰ περὶ τοὺς θεούς, ὡς οὔτε παρ' Ἕλλησιν οὔτε παρὰ βαρβάροις. καὶ ὃ πάντων μάλιστα ἔγωγε τεθαύμακα, καίπερ μυρίων ὅσων εἰς τὴν πόλιν ἐπεληλυθότων ἐθνῶν, οἷς πολλὴ ἀνάγκη σέβειν τοὺς πατρίους θεοὺς τοῖς οἴκοθεν νομίμοις, οὐδενὸς εἰς ζῆλον ἐλήλυθεν τῶν ξενικῶν ἐπιτηδευμάτων ἡ πόλις δημοσίᾳ, ὃ πολλοῖς ἤδη συνέβη παθεῖν, ἀλλὰ καὶ εἴ τινα κατὰ χρησμοὺς ἐπεισῆκται ἱερά, τοῖς αὐτόθι αὐτὰ νομίμοις μεθήρμοσεν, ἅπασαν ἐκβαλοῦσα τερθρείαν μυθικήν, ὥσπερ τὰ τῆς ἱερᾶς θεᾶς ἱερά. θυσίας μὲν γὰρ αὐτῇ καὶ ἀγῶνας ἄγουσιν ἀνὰ πᾶν ἔτος οἱ στρατηγοὶ κατὰ τοὺς Ῥωμαίων νόμους, ἱερᾶται δ' αὐτῆς ἀνὴρ Φρὺξ καὶ γυνὴ Φρυγία καὶ περιάγουσιν ἀνὰ τὴν πόλιν οὗτοι μηναγυρτοῦντες, ὥσπερ αὐτοῖς ἔθος, τύπους τε περικείμενοι τοῖς στήθεσι καὶ καταυλούμενοι πρὸς τῶν ἑπομένων τὰ μητρῷα μέλη καὶ τύμπανα κροτοῦντες. Ῥωμαίων δὲ τῶν αὐθιγενῶν οὔτε μηναγυρτῶν τις οὔτε καταυλούμενος πορεύεται διὰ τῆς πόλεως, ποικίλην ἐνδεδυμένος στολήν, οὔτε ὀργιάζει τὴν θεὸν τοῖς Φρυγίοις ὀργιασμοῖς κατὰ νόμον ἢ ψήφισμα βουλῆς. οὕτως εὐλαβῶς ἡ πόλις ἔχει πρὸς τὰ οὐκ ἐπιχώρια ἔθη περὶ θεῶν καὶ πάντα ὀττεύεται τῦφον, οὗ μηδέν ἐστι τὸ εὐπρεπές. καὶ μηδεὶς ὑπολάβῃ με ἀγνοεῖν ὅτι τῶν Ἑλληνικῶν μύθων εἰσί τινες ἀνθρώποις χρήσιμοι, οἱ μὲν ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα [διὰ λύπην], οἱ δὲ παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρωπίνων συμφορῶν, οἱ δὲ ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δὲ ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας. ἀλλὰ καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον ὅμως εὐλαβῶς διάκειμαι πρὸς αὐτούς, καὶ τὴν Ῥωμαίων μᾶλλον ἀποδέχομαι θεολογίαν, ἐνθυμούμενος ὅτι τὰ μὲν ἐκ τῶν Ἑλληνικῶν μύθων ἀγαθὰ μικρά τέ ἐστι καὶ οὐ πολλοὺς δυνάμενα ὠφελεῖν, ἀλλὰ μόνον τοὺς ἐξητακότας ὧν ἕνεκα γίνεται. σπάνιοι δ' εἰσὶν οἱ μετειληφότες ταύτης τῆς φιλοσοφίας· ὁ δὲ πολὺς καὶ ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ τοὺς περὶ αὐτῶν λόγους καὶ πάσχει θάτερον, ἢ καταφρονεῖ τῶν θεῶν ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμένων ἢ τῶν αἰσχίστων τε καὶ παρανομωτάτων οὐδενὸς ἀπέχεται, θεοῖς ὁρῶν αὐτὰ προσκείμενα. ἀλλ' ὑπὲρ μὲν τούτων τοῖς αὐτὸ μόνον τὸ θεωρητικὸν τῆς φιλοσοφίας μέρος ἀσκοῦσιν ἀφείσθω σκοπεῖν, τῆς δὲ ὑπὸ Ῥωμύλου κατασταθείσης πολιτείας καὶ τάδε ἡγησάμην ἱστορίας ἄξια. »

Τὰ μὲν δὴ παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς Ῥωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις παραδεχόμενα οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας. ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ' αὐτῶν αὖθις τὰ αὐτῶν οἰκεῖα καταμάθοιμεν.