RETOUR À L’ENTRÉE DU SITE  

    

RETOURNER à LA TABLE DES MATIÈRES D'eusèbe

 

EUSÈBE DE CÉSARÉE

 

Préparation évangélique

LIVRE ΙΙI

notice - livre Ι - livre II - livre IV

 

traduction française

Si vous voulez la traduction française d'un chapitre, cliquez sur le chapitre

 

ΤΑΔΕ ΤΟ ΤΡΙΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ


Τὰ μὲν παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς Ῥωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις παραδεχόμενα οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας. Ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ´ αὐτῶν αὖθις τὰ αὐτῶν σεμνὰ καὶ ἀπόρρητα καταμάθοιμεν.

Μυρίοις μὲν οὖν καὶ ἄλλοις τῶν φιλοσοφεῖν ἐπαγγελλομένων πολὺς περὶ τούτων εἰσῆκται πόνος, διαφόρους τῶν αὐτῶν εὑρησιλογίας πεποιημένοις καὶ τὸ παραστὰν καὶ δόξαν ἑκάστῳ τοῦτ´ εἶναι τὸ ἀληθὲς ἀπισχυριζομένοις· ἐμοὶ δὲ ἐξαρκεῖ τὰς ἀποδείξεις ἀπὸ τῶν μάλιστα διαφανῶν καὶ πᾶσι τοῖς φιλοσόφοις γνωρίμων κλέος τε οὐ μικρὸν φιλοσοφίας παρ´ Ἕλλησιν ἀπενηνεγμένων παρασχεῖν. Ὧν πρώτου λαβὼν ἀνάγνωθι τοῦ Χαιρωνέως Πλουτάρχου τὰς περὶ τῶν προκειμένων φωνάς, ἐν αἷς σεμνολογῶν παρατρέπει τοὺς μύθους ἐφ´ ἅς φησιν εἶναι μυστηριώδεις θεολογίας· ἃς δὴ ἐκκαλύπτων τὸν μὲν Διόνυσον τὴν μέθην εἶναί φησιν, οὐκέτι τὸν ὑπὸ τῆς ἱστορίας ἐν τῷ πρὸ τούτου συγγράμματι δεδηλωμένον θνητὸν ἄνδρα, τὴν δὲ Ἥραν τὴν γαμήλιον ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν· εἶθ´, ὥσπερ ἐπιλελησμένος τῆς ἀποδόσεως, ἑτέραν ἑξῆς ἐπισυνάψας ἱστορίαν τὴν Ἥραν οὐκέτι ὡς τὸ πρότερον, ἀλλὰ τὴν γῆν ὀνομάζει, λήθην δὲ καὶ νύκτα τὴν Λητώ· καὶ πάλιν τὴν αὐτὴν τῇ Λητοῖ φησιν εἶναι τὴν Ἥραν· εἶτ´ ἐπὶ τούτοις εἰσάγεται αὐτῷ ὁ Ζεὺς εἰς τὴν αἰθέριον δύναμιν ἀλληγορούμενος. Καὶ τί με δεῖ ταῦτα προλαμβάνειν, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ ἀνδρὸς ὧδέ πως ἐν οἷς ἐπέγραψεν Περὶ τῶν ἐν Πλαταιαῖς Δαιδάλων τὰ λανθάνοντα τοὺς πολλοὺς τῆς ἀπορρήτου περὶ θεῶν φυσιολογίας ἐκφαίνοντος·

ΚΕΦΑΛΑΙΟΝ Α'.

Περὶ τῆς Ἑλλήνων φυσικῆς θεολογίας

 « Ὅτι μὲν οὖν ἡ παλαιὰ φυσιολογία καὶ παρ´ Ἕλλησι καὶ βαρβάροις λόγος ἦν φυσικὸς ἐγκεκαλυμμένος μύθοις, τὰ πολλὰ δι´ αἰνιγμάτων καὶ ὑπονοιῶν ἐπίκρυφος, καὶ μυστηριώδης θεολογία τά τε λαλούμενα τῶν σιγωμένων 〈ἀ〉σαφέστερα τοῖς πολλοῖς ἔχοντα καὶ τὰ σιγώμενα τῶν λαλουμένων ὑποπτότερα, κατάδηλόν ἐστι τοῖς Ὀρφικοῖς ἔπεσι καὶ τοῖς Αἰγυπτιακοῖς καὶ Φρυγίοις λόγοις· μάλιστα δὲ οἱ περὶ τὰς τελετὰς ὀργιασμοὶ καὶ τὰ δρώμενα συμβολικῶς ἐν ταῖς ἱερουργίαις τὴν τῶν παλαιῶν ἐμφαίνει διάνοιαν. Οἷον, ἵνα μὴ μακρὰν τῶν ἐνεστηκότων λόγων βαδίζωμεν, οὐ νομίζουσιν οὐδὲ ἀξιοῦσι κοινωνίαν εἶναι πρὸς Διόνυσον Ἥρᾳ· φυλάσσονται δὲ συμμιγνύναι τὰ ἱερὰ καὶ τὰς Ἀθήνησιν ἱερείας ἀπαντώσας φασὶν ἀλλήλαις μὴ προσαγορεύειν μηδὲ ὅλως κιττὸν εἰς τὸ τῆς Ἥρας εἰσκομίζεσθαι τέμενος, οὐ διὰ τὰς μυθικὰς καὶ φλυαρώδεις ζηλοτυπίας, ἀλλ´ ὅτι γαμήλιος μὲν ἡ θεὸς καὶ νυμφαγωγός, ἀπρεπὲς δὲ τὸ μεθύειν νυμφίοις καὶ γάμοις ἀναρμοστότατον, ὥς φησιν ὁ Πλάτων· ἀκρατοποσία γὰρ ταραχὴν ἐμποιεῖ καὶ ψυχαῖς καὶ σώμασιν, ὑφ´ ἧς ἄπλαστα καὶ πεπλανημένα ῥιζοῦται κακῶς τὰ σπειρόμενα καὶ κυϊσκόμενα. Πάλιν οἱ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ καθαγίζουσιν, ἀλλὰ κατορύττουσι παρὰ τὸν βωμόν, ὡς δέον ἄθυμον καὶ ἄχολον καὶ καθαρεύουσαν ὀργῆς καὶ πικρίας ἁπάσης τὴν γυναικὸς καὶ ἀνδρὸς εἶναι συμβίωσιν.

Τοῦτο δὴ τὸ συμβολικὸν εἶδος ἐν τοῖς λόγοις καὶ τοῖς μύθοις ἐστὶν μᾶλλον. Οἷον ἱστοροῦσι τὴν Ἥραν ἐν τῇ Εὐβοίᾳ τρεφομένην ἔτι παρθένον ὑπὸ τοῦ Διὸς κλαπῆναι καὶ διακομισθεῖσαν ἐνταῦθα κρύπτεσθαι, Κιθαιρῶνος αὐτοῖς μυχὸν ἐπίσκιόν τινα καὶ θάλαμον αὐτοφυῆ παρασχόντος. Ἐλθούσης δὲ τῆς Μακρίδος κατὰ ζήτησιν — ἦν δὲ Ἥρας τιθήνη — καὶ βουλομένης ἐρευνᾶν οὐκ ἐᾶν τὸν Κιθαιρῶνα πολυπραγμονεῖν οὐδὲ τῷ χωρίῳ προσάγειν, ὡς τοῦ Διὸς ἐκεῖ τῇ Λητοῖ συναναπαυομένου καὶ συνδιατρίβοντος. Ἀπελθούσης δὲ τῆς Μακρίδος, οὕτω τότε μὲν διαλαθεῖν τὴν Ἥραν, ὕστερον δὲ τῇ Λητοῖ χάριν ἀπομνημονεύουσαν ὁμοβώμιον θέσθαι καὶ σύνναον, ὥστε καὶ Λητοῖ Μυχίᾳ προθύεσθαι· τινὲς δὲ Νυχίαν λέγουσιν· σημαίνεται δὲ ἐν ἑκατέρῳ τῶν ὀνομάτων τὸ κρύφιον καὶ διαλεληθός. Ἔνιοι δὲ τὴν Ἥραν αὐτὴν ἐκεῖ τῷ Διὶ λάθρᾳ συνοῦσαν καὶ λανθάνουσαν οὕτω φασὶ Λητὼ Νυχίαν προσηγορεῦσθαι· φανερῶν δὲ τῶν γάμων γενομένων καὶ περὶ τὸν Κιθαιρῶνα πρῶτον ἐνταῦθα καὶ τὰς Πλαταιὰς τῆς ὁμιλίας ἀνακαλυφθείσης Ἥραν Τελείαν καὶ Γαμήλιον αὐτὴν προσαγορευθῆναι.

Οἱ δὲ φυσικῶς μᾶλλον καὶ πρεπόντως ὑπολαμβάνοντες τὸν μῦθον οὕτως εἰς τὸ αὐτὸ τῇ Λητοῖ συνάγουσιν τὴν Ἥραν· γῆ μέν ἐστιν ἡ Ἥρα, καθάπερ εἴρηται, νὺξ δὲ ἡ Λητώ, ληθώ τις οὖσα τῶν εἰς ὕπνον τρεπομένων, νὺξ δὲ οὐδέν ἐστιν ἄλλο πλὴν σκιὰ γῆς· ὅταν γὰρ πλησιάσασα ταῖς δυσμαῖς ἀποκρύψῃ τὸν ἥλιον, ἀναπλατυνομένη μελαίνει τὸν ἀέρα, καὶ τοῦτο ἔστι τὸ ἐκλειπτικὸν ὀλίσθημα τῶν πανσελήνων, ὅταν τῆς σελήνης περιφερομένης ἡ σκιὰ τῆς γῆς ἐπιψαύσῃ καὶ διαθολώσῃ τὸ φέγγος.

Ὅτι δὲ οὐκ ἄλλη τίς ἐστιν τῆς Ἥρας ἡ Λητώ, μάθοιτ´ ἂν ἐνθένδε· τὴν Ἄρτεμιν ἤδη που θυγατέρα Λητοῦς καλοῦμεν, ἀλλὰ καὶ Εἰλείθυιαν τὴν αὐτὴν ὀνομάζομεν· οὐκοῦν ἥ τε Ἥρα καὶ ἡ Λητὼ δύο εἰσὶ μιᾶς θεοῦ προσηγορίαι. Πάλιν, ἐκ μὲν Λητοῦς ὁ Ἀπόλλων, ἐκ δὲ Ἥρας ὁ Ἄρης γέγονεν, μία δέ ἐστιν ἀμφοτέρων δύναμις, καὶ κέκληται Ἄρης μὲν ὡς ἀρήγων τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν, Ἀπόλλων δὲ ὡς ἀπαλλάττων καὶ ἀπολύων τῶν περὶ σῶμα νοσηματικῶν παθῶν τὸν ἄνθρωπον. Διὸ καὶ τῶν ἐμπυρωτάτων ἄστρων καὶ πυριφλεγεστάτων ὁ μὲν ἥλιος Ἀπόλλων κέκληται, ὁ δὲ πυρροειδὴς Ἄρης ἐπωνόμασται. Καὶ οὐκ ἀπὸ τρόπου ἐστὶν τὴν αὐτὴν θεὸν Γαμήλιον λέγεσθαι καὶ μητέρα Εἰλειθυίας καὶ ἡλίου νομίζεσθαι. Γάμου μὲν γὰρ τέλος γένεσίς ἐστιν, γένεσις δὲ ἡ εἰς ἥλιον καὶ φῶς ἐκ σκότους πορεία. Καὶ καλῶς ὁ ποιητής·

« Αὐτὰρ ἐπειδὴ τόν γε μογοστόκος Εἰλείθυια
ἐξάγαγε πρὸ φόωσδε καὶ ἠελίου ἴδεν αὐγάς.
»

Εὖ ὁ ποιητὴς τῇ μὲν προθέσει τὴν σύνθεσιν ἔθλιψεν, ἐμφαίνων τὸ βεβιασμένον τῆς ὠδῖνος, τέλος δὲ τῆς γενέσεως ἐποίησεν ἥλιον ἰδεῖν. Οὐκοῦν ἡ αὐτὴ θεὸς ἐποίησεν καὶ γάμον συνελθεῖν, ἵνα γένεσιν παρασκευάσῃ.

Δεῖ δὲ ἴσως καὶ τὸν εὐηθέστερον μῦθον εἰπεῖν. Λέγεται γὰρ ὁ Ζεύς, τῆς Ἥρας αὐτῷ διαφερομένης καὶ μηκέτι φοιτᾶν εἰς τὸ αὐτὸ βουλομένης, ἀλλὰ κρυπτούσης ἑαυτήν, ἀμηχανῶν καὶ πλανώμενος Ἀλαλκομένει τῷ αὐτόχθονι συντυχεῖν καὶ διδαχθῆναι ὑπὸ τούτου ὡς ἐξαπατητέον τὴν Ἥραν σκηψάμενον γαμεῖν ἑτέραν. Συνεργοῦντος δὲ τοῦ Ἀλαλκομένους κρύφα τεμόντας αὐτοὺς εὐκτέανον καὶ παγκάλην δρῦν μορφῶσαί τε αὐτὴν καὶ καταστεῖλαι νυμφικῶς, Δαιδάλην προσαγορεύσαντας· εἶτα οὕτως ἀναμέλπεσθαι μὲν τὸν ὑμέναιον, λουτρὰ δὲ κομίζειν τὰς Τριτωνίδας νύμφας, αὐλοὺς δὲ καὶ κώμους τὴν Βοιωτίαν παρασχεῖν· περαινομένων δὲ τούτων οὐκέτι τὴν Ἥραν καρτερεῖν, ἀλλὰ καταβᾶσαν ἐκ τοῦ Κιθαιρῶνος Πλαταια〈τί〉δων αὐτῇ γυναικῶν ἑπομένων, ὑπ´ ὀργῆς καὶ ζηλοτυπίας θέουσαν ἐλθεῖν πρὸς τὸν Δία καὶ τοῦ πλάσματος φανεροῦ γενομένου διαλλαγεῖσαν μετὰ χαρᾶς καὶ γέλωτος αὐτὴν νυμφαγωγεῖν· τιμὴν δὲ τῷ ξοάνῳ προσθεῖναι καὶ Δαίδαλα τὴν ἑορτὴν προσαγορεῦσαι, κατακαῦσαι δὲ ὅμως αὐτὸ καίπερ ἄψυχον ὂν ὑπὸ ζηλοτυπίας.

Ὁ μὲν οὖν μῦθος τοιοῦτος, ὁ δὲ λόγος αὐτοῦ τοιόσδε· Ἥρας καὶ Διὸς διαφορὰ καὶ στάσις οὐδὲν ἄλλο πλὴν στοιχείων δυσκρασία καὶ τάραχός ἐστιν, ὅταν ἀλλήλοις μηκέτι συμμετρῆται κατὰ κόσμον, ἀλλὰ καὶ ἀνωμαλίας καὶ τραχύτητος ἐγγενομένης δυσμαχήσαντα λύσῃ τὴν κοινωνίαν καὶ φθορὰν τῶν ὅλων ἀπεργάσηται. Ἂν μὲν οὖν ὁ Ζεύς, τουτέστιν ἡ θερμὴ καὶ πυρώδης δύναμις, αἰτίαν παράσχῃ τῆς διαφθορᾶς, αὐχμὸς τὴν γῆν καταλαμβάνει, ἐὰν δὲ περὶ τὴν Ἥραν, τουτέστι τὴν ὑγρὰν καὶ πνευματικὴν φύσιν, ὕβρις τις ἢ πλεονασμὸς γένηται, ῥεῦμα ἦλθε πολὺ καὶ συνώμβρησεν καὶ κατέκλυσε τὰ πάντα. Τοιούτου δέ τινος γενομένου καὶ περὶ τοὺς τότε χρόνους καὶ μάλιστα τῆς Βοιωτίας βυθισθείσης, ὡς πρῶτον ἀνέδυ τὸ πεδίον καὶ ἡ πλήμμυρα ἐλώφησεν, ὁ μὲν ἐξ εὐδίας κόσμος τοῦ περιέχοντος ὁμόνοια καὶ διαλλαγὴ τῶν θεῶν ἐλέχθη, πρῶτον δὲ ἀνέσχεν ἐκ τῆς γῆς τῶν φυτῶν ἡ δρῦς καὶ ταύτην ἠγάπησαν οἱ ἄνθρωποι, τροφῆς βίου καὶ σωτηρίου διαμονὴν παρασχοῦσαν. Οὐ γὰρ μόνον τοῖς εὐσεβέσιν, ὡς Ἡσίοδός φησιν, ἀλλὰ καὶ τοῖς ὑπολειφθεῖσιν τῆς φθορᾶς Ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας. »

ΚΕΦΑΛΑΙΟΝ B'.

Ταῦτα μὲν ὁ Πλούταρχος. Ἡμεῖς δὲ ἔγνωμεν ἐκ τῶν παρατεθεισῶν αὐτῷ φωνῶν ὡς ἄρα καὶ ἡ θαυμαστὴ καὶ ἀπόρρητος φυσιολογία τῆς Ἑλληνικῆς θεολογίας θεῖον μὲν οὐδὲν οὐδέ τι μέγα καὶ θεοπρεπὲς καὶ τῆς ἀνατάσεως ἄξιον ἐπήγετο. Ἀκήκοας γὰρ τὴν Ἥραν τοτὲ μὲν γαμήλιον ἀναγορευομένην καὶ τὴν ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν δηλοῦσαν, τοτὲ δὲ τὴν γῆν πάλιν Ἥραν ὀνομαζομένην, τοτὲ δὲ τὴν ὑγρὰν οὐσίαν, τὸν δὲ Διόνυσον εἰς τὴν μέθην μετενηνεγμένον, εἰς νύκτα δὲ τὴν Λητὼ καὶ τὸν ἥλιον εἰς Ἀπόλλωνα καὶ αὐτὸν δὲ τὸν Δία εἰς τὴν θερμὴν καὶ πυρώδη δύναμιν. Οὐκοῦν πρὸς τῇ τῶν μύθων ἀπρεπείᾳ καὶ ἡ δοκοῦσα σεμνοτέρα διήγησις καὶ φυσιολογία οὐκ ἐπί τινας οὐρανίους νοερὰς καὶ θείας δυνάμεις οὐδ´ ἐπὶ λογικὰς καὶ ἀσωμάτους ἀνῆγεν οὐσίας, κάτω δὲ πάλιν καὶ αὐτὴ εἰς μέθας καὶ γάμους καὶ ἀνθρώπεια πάθη εἴς τε πῦρ καὶ γῆν καὶ ἥλιον καὶ τὰ λοιπὰ τῆς ὕλης στοιχεῖα κατέστρεφεν τὰ μέρη τοῦ κόσμου, καὶ πλέον θεοποιοῦσα οὐδέν. Τοῦτο δὲ καὶ ὁ Πλάτων οἶδεν. Ὁμολογεῖ γοῦν διαρρήδην ἐν Κρατύλῳ μηδὲν πλέον τῶν ὁρωμένων τοῦ κόσμου μερῶν τοὺς πρώτους τῶν περὶ τὴν Ἑλλάδα ἀνθρώπων ἐγνωκέναι, μόνους δὲ θεοὺς εἶναι τοὺς ἐν οὐρανῷ φωστῆρας καὶ τὰ λοιπὰ τῶν φαινομένων νομίσαι. Λέγει δ´ οὖν ὧδε πρὸς λέξιν· 

« Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους τοὺς θεοὺς ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν. »

Ἀλλὰ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα. Ἴδωμεν δὲ καὶ τὰ τούτων παλαίτατα· ἦν δὲ τὰ Αἰγύπτια. Τὴν Ἶσίν φασι καὶ τὸν Ὄσιριν τὸν ἥλιον καὶ τὴν σελήνην εἶναι καὶ Δία μὲν τὸ διὰ πάντων χωροῦν πνεῦμα, Ἥφαιστον δὲ τὸ πῦρ, τὴν δὲ γῆν Δήμητραν ἐπονομάσαι Ὠκεανόν τε τὸ ὑγρὸν νομίζεσθαι παρ´ Αἰγυπτίοις καὶ τὸν παρ´ αὐτοῖς ποταμὸν Νεῖλον, ᾧ καὶ τὰς τῶν θεῶν ἀναθεῖναι γενέσεις· τὸν δὲ ἀέρα φασὶν αὐτοὺς προσαγορεύειν Ἀθηνᾶν. Τούτους δὲ τοὺς πέντε θεούς, τὸν Ἀέρα λέγω καὶ τὸ Ὕδωρ τό τε Πῦρ καὶ τὴν Γῆν καὶ τὸ Πνεῦμα, τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι, ἄλλοτε ἄλλως εἰς μορφὰς καὶ ἰδέας ἀνθρώπων τε καὶ παντοίων ζῴων σχηματιζομένους, καὶ τούτων ὁμωνύμους παρ´ αὐτοῖς Αἰγυπτίοις γεγονέναι θνητοὺς ἀνθρώπους, Ἥλιον καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ Δία καὶ Ἥραν καὶ Ἥφαιστον καὶ Ἑστίαν ἐπονομασθέντας. Γράφει δὲ καὶ τὰ περὶ τούτων πλατύτερον μὲν ὁ Μανεθῶς, ἐπιτετμημένως δὲ ὁ Διόδωρος ἐν τῇ προλεχθείσῃ αὐτοῦ γραφῇ ὧδέ πως ἱστορῶν κατὰ λέξιν·

 ΚΕΦΑΛΑΙΟΝ Γ'.

Περὶ τῆς Αἰγυπτίων ἀλληγορουμένης θεολογίας

« Τούτους δὲ τοὺς θεοὺς (τὸν Ἥλιόν φησι καὶ τὴν Σελήνην, Ὄσιριν ὄντας κατ´ Αἰγυπτίους καὶ Ἶσιν) τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις, ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις, τῇ τε ἐαρινῇ καὶ θερινῇ καὶ χειμερινῇ· ταύτας δὲ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίᾳ. Φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζῳογονίαν τῶν θεῶν τούτων τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῇ δ´ ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. Διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα, τό τε πνεῦμα καὶ τὸ πῦρ 〈καὶ〉 τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρὸν καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ´ ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τὰ ἄλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων. Τούτων δ´ ἕκαστον θεὸν νομίσαι καὶ προσηγορίαν ἰδίαν ἑκάστῳ θεῖναι κατὰ τὸ οἰκεῖον τοὺς πρώτους διαλέκτῳ χρησαμένους διηρθρωμένῃ τῶν κατ´ Αἴγυπτον ἀνθρώπων. Τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι μεθερμηνευομένης τῆς λέξεως· ὃν αἴτιον ὄντα τοῦ ψυχικοῦ τοῖς ζῴοις ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα πατέρα. Συμφωνεῖν δὲ τούτοις φασὶ καὶ τὸν ἐπιφανέστατον τῶν παρ´ Ἕλλησι ποιητῶν ἐπὶ τοῦ θεοῦ τούτου λέγοντα· ‘πατὴρ ἀνδρῶν τε θεῶν τε’. Τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. Τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητραν καλεῖν, βραχὺ μετατεθείσης διὰ τὸν χρόνον τῆς λέξεως. Τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι γῆν μητέρα, καθάπερ καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα· Γῆ μήτηρ πάντων, Δημήτηρ πλουτοδότειρα. Τὸ δ´ ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς Ὠκεανόν, ὃ μεθερμηνευόμενον μὲν εἶναι τροφῆς μητέρα, παρ´ ἐνίοις δὲ τῶν Ἑλλήνων Ὠκεανὸν ὑπάρχειν ὑπειλῆφθαι, περὶ οὗ καὶ τὸν ποιητὴν λέγειν· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. Οἱ γὰρ Αἰγύπτιοι νομίζουσιν Ὠκεανὸν εἶναι τὸν παρ´ αὐτοῖς ποταμὸν Νεῖλον, πρὸς ᾧ καὶ τὰς τῶν θεῶν γενέσεις ὑπάρξαι. Τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἶναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας· οἷον Διός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλωνος, Πανός, Εἰλειθυίας, ἄλλων πλειόνων. Τὸν δὲ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν, μεθερμηνευομένης τῆς λέξεως, καὶ Διὸς θυγατέρα τε νομίσαι ταύτην καὶ παρθένον ὑποστήσασθαι διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμπαντος κόσμου· διόπερ ἐκ τῆς κορυφῆς τοῦ Διὸς μυθολογηθῆναι γενέσθαι ταύτην. Ὠνομάσθαι δὲ αὐτὴν καὶ Τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν αὐτῆς τὴν φύσιν κατ´ ἐνιαυτόν, ἔαρος καὶ θέρους καὶ χειμῶνος. Λέγεσθαι δὲ αὐτὴν καὶ γλαυκῶπιν, οὐχ ὥσπερ ἔνιοι τῶν Ἑλλήνων ὑπέλαβον ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς γλαυκοὺς ἔχειν· τοῦτο μὲν γὰρ εὔηθες ὑπάρχειν· ἀλλ´ ἀπὸ τοῦ τὸν ἀέρα τὴν πρόσοψιν ἔχειν ἔγγλαυκον. Φασὶ δὲ τοὺς πέντε θεοὺς τοὺς προειρημένους τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι φανταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζῴων μορφαῖς, ἔστι δ´ ὅτε εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μεταβάλλοντας. Καὶ τοῦτο μὴ μυθῶδες ὑπάρχειν, ἀλλὰ δυνατόν, εἴπερ οὗτοι πρὸς ἀλήθειάν εἰσιν οἱ πάντα γεννῶντες. Καὶ τὸν ποιητὴν δ´ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα παρὰ τῶν ἱερέων τῶν τοιούτων λόγων θεῖναί που κατὰ τὴν ποίησιν τὸ προειρημένον ὡς γινόμενον·

Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι
παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας,
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐσορῶντες.

Περὶ μὲν οὖν τῶν ἐν οὐρανῷ θεῶν καὶ γένεσιν ἀΐδιον ἐσχηκότων τοσαῦτα λέγουσιν Αἰγύπτιοι.

Ἄλλους δὲ ἐκ τούτων ἐπιγείους γενέσθαι φασίν, ὑπάρξαντας μὲν θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. Μεθερμηνευομένων δ´ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δ´ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιον τε καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δὲ Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν. Καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ´ Αἴγυπτον, ὁμώνυμον ὄντα τῷ κατ´ οὐρανὸν ἄστρῳ. »

Ταῦτα μὲν οὖν ὁ δηλωθεὶς συγγραφεύς. Καὶ ὁ Πλούταρχος δὲ ἐν τῷ Περὶ τῶν κατὰ τὴν Ἶσιν αὐτοῦ συγγράμματι τάδε γράφει κατὰ λέξιν·

« Ἀπ´ ἄλλης δὲ ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν δοκούντων τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον. Οὗτοι δ´ εἰσὶν οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον ἀλληγοροῦσι τὸν χρόνον, Ἥραν δὲ τὸν ἀέρα, γένεσιν δὲ Ἡφαίστου τὴν εἰς πῦρ ἀέρος μεταβολήν, οὕτω παρ´ Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν Ἴσιδι συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται. »

Ταῦτα καὶ τὰ τοιαῦτα εἰπὼν πάλιν εἰς δαίμονας ἀναφέρει τοὺς περὶ τῶν δηλουμένων θεῶν μύθους καὶ πάλιν ἄλλως ἀποδίδωσι καὶ αὖθις ἑτέρως ἀλληγορῶν. Ἦν δ´ ἂν κατὰ λόγον πυθέσθαι ὁποτέρων θεῶν τὰ ξόανα τὰς ἐντετυπωμένας μορφὰς σῴζειν φήσουσι. Πότερα δαιμόνων, ἀλλὰ πυρὸς καὶ ἀέρος καὶ γῆς καὶ ὕδατος; Ἢ ἀνδρῶν καὶ γυναικῶν εἰκόνας καὶ ζῴων ἀλόγων καὶ θηρίων σχήματα; Ἐπεὶ γὰρ καὶ πρὸς αὐτῶν συγκεχώρηται ὁμωνύμως ἡλίῳ καὶ τοῖς καθόλου στοιχείοις θνητούς τινας ἄνδρας γεγονέναι καὶ τούτους θεοὺς ἀνηγορεῦσθαι, τίνων εἰκὸς ἂν εἴη λέγειν μορφὰς εἶναι καὶ εἰκόνας τὰς ἐν τοῖς ἀψύχοις ξοάνοις γλυφάς; Πότερον τῶν καθόλου στοιχείων ἤ, ὅπερ καὶ τὸ ἐναργὲς τῆς ὄψεως ἐπιδείκνυσιν, τῶν ἐν νεκροῖς κειμένων θνητῶν; Ἀλλ´ εἰ καὶ αὐτοὶ μὴ λέγοιεν, ὅ γέ τοι ἀληθὴς λόγος βοᾷ καὶ κέκραγεν, μονονουχὶ φωνὴν ἀφιείς, θνητοὺς ἄνδρας μαρτυρῶν γεγονέναι τοὺς δηλουμένους. Ὁ δὲ Πλούταρχος καὶ τῶν σωμάτων αὐτῶν ἐκ περιουσίας τὸν ποιὸν ὑπογράφει τοῦ σχήματος χαρακτῆρα, ἐν τοῖς Περὶ τῆς Ἴσιδος καὶ τῶν Αἰγυπτίων θεῶν ὧδέ πως λέγων·

« Ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν Ἑρμῆν τῷ σώματι γενέσθαι γαλιάγκωνα, τὸν δὲ Τυφῶνα τῇ χροιᾷ πυρρόν, λευκὸν δὲ τὸν Ἄρην καὶ μελάγχρουν τὸν Ὄσιριν, ὡς τῇ φύσει γεγονότας ἀνθρώπους. »

Ταῦτα καὶ ὁ Πλούταρχος. Νεκρῶν ἄρα ἡ πᾶσα αὐτῶν θεοποιία καθέστηκεν· πέπλασται δὲ αὐτοῖς τὰ τῆς φυσιολογίας. Τί γὰρ χρῆν ἀνδρῶν καὶ γυναικῶν σχήματα ζῳοπλαστεῖν, παρὸν καὶ δίχα τούτων ἥλιον σέβειν καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κόσμου στοιχεῖα; Ποτέροις δὲ τούτων καὶ ἐκ τίνων ἀρξάμενοι τὰς τοιάσδε προσηγορίας ἐπεφήμισαν; Οἷον λέγω τὸν Ἥφαιστον καὶ τὴν Ἀθηνᾶν Δία τε καὶ Ποσειδῶνα καὶ Ἥραν. Ἆρα γὰρ ταῦτα τῶν καθόλου στοιχείων πρότερον ὄντα ὀνόματα δεύτερον αὐτὰ τοῖς θνητοῖς ὁμωνύμως τοῖς οὐρανίοις ἐπιτεθείκασιν, ἢ τοὔμπαλιν ἐκ τῆς παρ´ ἀνθρώποις ἐπικλήσεως τὴν μεταφορὰν ἐπὶ τὰς οὐσίας πεποίηνται; Καὶ τί χρὴ θνηταῖς προσηγορίαις τὰς καθόλου φύσεις ἐπιφημίζειν; Τὰ δὲ καθ´ ἕκαστον θεὸν μυστήρια οἵ τε ὕμνοι καὶ αἱ ᾠδαὶ καὶ τῶν τελετῶν τὰ ἀπόρρητα πότερον τῶν καθόλου στοιχείων ἢ τῶν πάλαι θνητῶν ἀνδρῶν τῶν τοῖς θεοῖς ὁμωνύμων ἐπάγονται τὰ σύμβολα; Ἀλλὰ γὰρ πλάνας καὶ μέθας καὶ ἔρωτας φθοράς τε γυναικῶν καὶ ἀνδρῶν ἐπιβουλὰς καὶ μυρία ἄττα, θνητὰ ὡς ἀληθῶς καὶ αἰσχρὰ καὶ ἄσεμνα, πῶς ἄν τις ἀναθείη τοῖς καθόλου στοιχείοις, αὐτόθεν τὸ θνητὸν καὶ ἀνθρωποπαθὲς ἐπενηνεγμένα; Ὥστε ἐκ τούτων ἁπάντων ἁλίσκεσθαι τὴν θαυμαστὴν ταύτην καὶ γενναίαν φυσιολογίαν κατ´ οὐδὲν ἀληθείας ἡμμένην οὐδέ τι θεῖον ἀληθῶς ἐπαγομένην, βεβιασμένην δὲ καὶ διεψευσμένην ἔχουσαν τὴν ἔξωθεν σεμνολογίαν.

Ἄκουε δ´ οὖν οἷα καὶ ὁ Πορφύριος ἐν τῇ πρὸς  Ἀνεβοὼ τὸν Αἰγύπτιον ἐπιστολῇ περὶ τῶν αὐτῶν ἱστορεῖ·

ΚΕΦΑΛΑΙΟΝ Δ.

Ὅτι περὶ τῶν αὐτῶν. Ὅτι τὴν πᾶσαν ἀναφορὰν τῆς τροπικῆς αὐτῶν θεωρίας ἐπὶ μόνα τὰ φαινόμενα κατ´ οὐρανὸν ἄστρα ἐπί τε ὕδωρ καὶ πῦρ καὶ τὰ λοιπὰ μέρη τοῦ κόσμου μετῆγον

 « Χαιρήμων μὲν γὰρ καὶ οἱ ἄλλοι οὐδ´ ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγοῦνται, ἐν ἀρχῆς λόγῳ τιθέμενοι τοὺς Αἰγυπτίων, οὐδ´ ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν λεγομένων καὶ τῶν συμπληρούντων τὸν ζῳδιακὸν καὶ ὅσοι τούτοις παρανατέλλουσιν, τάς τε εἰς τοὺς δεκανοὺς τομὰς καὶ τοὺς ὡροσκόπους καὶ τοὺς λεγομένους κραταιοὺς ἡγεμόνας, ὧν καὶ τὰ ὀνόματα ἐν τοῖς Ἀλμενιχιακοῖς φέρεται καὶ θεραπεῖαι παθῶν καὶ ἀνατολαὶ καὶ δύσεις καὶ μελλόντων σημειώσεις. Ἑώρα γὰρ τοὺς τὸν ἥλιον δημιουργὸν φαμένους καὶ τὰ περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν καὶ πάντας τοὺς ἱερατικοὺς μύθους ἢ εἰς τοὺς ἀστέρας καὶ τὰς τούτων φάνσεις καὶ κρύψεις καὶ ἐπιτολὰς ἑλιττομένους ἢ εἰς τὰς τῆς σελήνης αὐξήσεις καὶ μειώσεις ἢ εἰς τὴν τοῦ ἡλίου πορείαν ἢ τό γε νυκτερινὸν ἡμισφαίριον ἢ τὸ ἡμερινὸν ἢ τόν γε ποταμόν, καὶ ὅλως πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας. Ὧν οἱ πλείους καὶ τὸ ἐφ´ ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν κινήσεως, οὐκ οἶδ´ ὅπως δεσμοῖς ἀλύτοις Ἀνάγκης, ἣν Εἱμαρμένην λέγουσιν, πάντα καταδήσαντες καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς, οὓς ὡς λυτῆρας τῆς Εἱμαρμένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις καὶ τοῖς ἄλλοις θεραπεύουσιν. »

Ταῦτα μὲν οὖν ἀπὸ τῆς δηλωθείσης ἐπιστολῆς κείσθω, σαφῶς διαγορεύοντα ὅτι καὶ ἡ τῶν Αἰγυπτίων ἀπόρρητος θεολογία οὐδὲ ἄλλους πλὴν τῶν κατ´ οὐρανὸν ἀστέρων, τῶν τε ἀπλανῶν ὀνομαζομένων καὶ τῶν πλανητῶν καλουμένων, ἐθεολόγει δημιουργόν τε τῶν ὅλων εἰσῆγεν οὔ τινα νοῦν ἀσώματον οὐδὲ λόγον δημιουργικὸν οὐδὲ μὴν θεὸν οὐδὲ θεοὺς οὐδέ τινας νοερὰς καὶ ἀφανεῖς δυνάμεις, μόνον δὲ τὸν ὁρώμενον ἥλιον· διὸ καὶ μόνοις τοῖς ἄστροις τὴν τῶν ὅλων ἀνετίθεσαν αἰτίαν, τὰ πάντα Εἱμαρμένης ἐξάπτοντες καὶ τῆς τῶν ἄστρων κινήσεώς τε καὶ φορᾶς, ὥσπερ ἀμέλει εἰσέτι καὶ νῦν ἥδε παρ´ αὐτοῖς κεκράτηκεν ἡ δόξα. Εἰ τοίνυν εἰς μόνα τὰ ὁρώμενα τοῦ κόσμου στοιχεῖα καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἡρμήνευται τοῖς Αἰγυπτίοις, τὰ δὲ στοιχεῖα καὶ πάντα τὰ ὁρατὰ σώματα τῷ ἰδίῳ λόγῳ ἄψυχα καὶ ἄλογα ῥευστά τε τὴν φύσιν καὶ φθαρτὰ συνέστηκεν, θέα εἰς οἷα πάλιν αὐτῶν καταπέπτωκεν ἡ θεολογία, τὴν ἄψυχον οὐσίαν καὶ τὰ νεκρὰ καὶ ἄλογα σώματα θειάζουσα, μάλιστα ὅτε εἰς ἀσωμάτους καὶ νοερὰς οὐσίας οὐδὲν αὐτοῖς ἀνεφέρετο οὐδ´ ἐπὶ νοῦν καὶ λόγον δημιουργικὸν τῶν ὅλων.

Ἐπεὶ δὲ προωμολογήθη διὰ τῶν πρόσθεν εἰς Ἕλληνας παρ´ Αἰγυπτίων τὰ τῆς θεολογίας μετακεκομίσθαι, ὥρα τούτοις στοιχεῖν καὶ Ἕλληνας καὶ τὰ αὐτὰ Αἰγυπτίοις φυσιολογεῖν ἀπελέγχεσθαί τε αὐτοὺς οὐδὲν πλέον τῆς ἀψύχου ὕλης θεοποιοῦντας. Ταῦτα γὰρ ἦν τὰ σεμνὰ Αἰγυπτίων κατὰ τὴν τοῦ δεδηλωμένου συγγραφέως γραφήν, ὅστις πάλιν ἐν οἷς ἐπέγραψεν Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς τοιαῦτα περὶ τῶν αὐτῶν διέξεισιν·

« Ἀπὸ δὲ ταύτης ὡρμημένοι τῆς ἀσκήσεως καὶ τῆς πρὸς τὸ θεῖον οἰκειώσεως ἔγνωσαν ὡς οὐ δι´ ἀνθρώπου μόνου τὸ θεῖον διῆλθεν οὐδὲ ψυχὴ ἐν μόνῳ ἀνθρώπῳ ἐπὶ γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν ἡ αὐτὴ διὰ πάντων διῆλθεν τῶν ζῴων. Διὸ εἰς τὴν θεοποιίαν παρέλαβον πᾶν ζῷον καὶ ὁμοίως που ἀνέμιξαν θηρία καὶ ἀνθρώπους καὶ πάλιν ὀρνέων σώματα καὶ ἀνθρώπων. Εἴκασται γάρ τις παρ´ αὐτοῖς μέχρι τραχήλου ἀνθρωποειδής, τὸ δὲ πρόσωπον ὀρνέου ἢ λέοντος ἢ ἄλλου τινὸς ζῴου κεκτημένος· καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώπειος καὶ ἄλλων τινῶν ζῴων μέρη, πῆ μὲν ὑποκείμενα, πῆ δὲ ἐπικείμενα· δι´ ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα ἀλλήλοις κοινωνεῖ καὶ σύντροφα ἡμῖν καὶ τιθασά ἐστιν τῶν θηρίων τὰ ἄγρια οὐκ ἄνευ τινὸς θείας βουλήσεως. Ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται καὶ μέρος τι τῆς Αἰγύπτου, ὃ καλοῦσιν νομόν, ἐπώνυμον ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσιρίτην, ἄλλο δὲ Κυνοπολίτην. Τὴν γὰρ ἐπὶ πάντα δύναμιν 〈τοῦ θείου〉 διὰ τῶν συννόμων ζῴων ὧν ἕκαστος τῶν θεῶν παρέσχεν ἐθρήσκευσαν. Ὕδωρ δὲ καὶ πῦρ σέβονται, τὰ κάλλιστα τῶν στοιχείων, ὡς ταῦτα αἰτιώτατα τῆς σωτηρίας ἡμῶν, καὶ ταῦτα δεικνύντες ἐν τοῖς ἱεροῖς, ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ ἁγίου Σαράπιδος ἡ θεραπεία διὰ πυρὸς καὶ ὕδατος γίνεται, λείβοντος τοῦ ὑμνῳδοῦ τὸ ὕδωρ καὶ τὸ πῦρ φαίνοντος, ὁπηνίκα ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῇ πατρίῳ τῶν Αἰγυπτίων φωνῇ ἐγείρει τὸν θεόν. Ταῦτ´ οὖν σέβονται [τὰ μέτοχα] καὶ πλεῖον τούτων ἐσέφθησαν τὰ ὡς ἐπὶ πλέον τῶν ἱερῶν μέτοχα. Τοιαῦτα δὲ πάντα τὰ ζῷα, ἐπεὶ καὶ ἄνθρωπον σέβουσιν κατὰ Ἄναβιν κώμην, ἐν ᾗ καὶ τούτῳ θύεται καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερὰ ἐκκάεται· ὁ δὲ μετ´ ὀλίγον φάγοι ἂν τὰ ἰδίᾳ αὐτῷ ὡς ἀνθρώπῳ παρεσκευασμένα. Ὡς οὖν ἀνθρώπου ἀφεκτέον, οὕτω καὶ τῶν ἄλλων. Ἔτι δὲ ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ θεῖον συντροφίας κατέλαβόν τισι τῶν θεῶν προσφιλῆ τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώπων, ὡς ἡλίῳ ἱέρακα σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύματος, οἰκτείροντα δὲ καὶ ἄνθρωπον καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ γῆν τε ἐπαμώμενον. »

Καὶ μετὰ βραχέα φησί·

« Κάνθαρον δὲ ἀμαθὴς μὲν βδελυχθείη ἂν ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύπτιοι δὲ ἐσέφθησαν ὡς εἰκόνα ἡλίου ἔμψυχον. Κάνθαρος γὰρ πᾶς ἄρρην καὶ ἀφιεὶς τὸν θορὸν ἐν τέλματι καὶ ποιήσας σφαιροειδῆ τοῖς ὀπισθίοις ἀνταναφέρει ποσίν, ὡς ἥλιος οὐρανόν, καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν. Οὕτω δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσιν καὶ ἄλλο τι περὶ κροκοδείλου περί τε γυπὸς καὶ ἴβεως καὶ ὅλως καθ´ ἕκαστον τῶν ζῴων, ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων. »

ΚΕΦΑΛΑΙΟΝ Ε'.

Ὅτι καὶ ταῦτα πάσης ὑπῆρχε μεστὰ καταγνώσεως

Τοιαῦτα καὶ τὰ περὶ τῆς γενναίας τῶν σοφῶν Αἰγυπτίων φυσιολογίας τέθειται ὁ δεδηλωμένος, Αἰγυπτίων διασαφήσας ἡμῖν τὰ ἀπόρρητα, ὅτι τε ὕδωρ καὶ πῦρ σέβουσιν καὶ μία λογικῶν καὶ ἀλόγων οὐ μόνον σωμάτων, ἀλλὰ καὶ ψυχῆς οὐσία κέκριται εἶναι παρ´ αὐτοῖς, ὡς εὐλόγως αὐτῷ δοκεῖν θεοὺς ἀνηγορεῦσθαι τὰ θηρία. Καίτοι πῶς οὐ παραλογώτατον εἰς θεοποιίαν παραλαμβάνειν τὴν ἄλογον καὶ θηριώδη φύσιν διὰ τὸ τῆς ἴσης, ὥς φασιν, ἀνθρώποις μετέχειν ψυχῆς; Ἐχρῆν γάρ, εἴπερ ἄρα, ἀνθρώπους καὶ αὐτὰ ἡγεῖσθαι καὶ τῆς ἀνθρωπείας αὐτοῖς δόξης τε καὶ τιμῆς μεταδιδόναι. Οἱ δὲ τοῦτο μὴ πράξαντες, τὰ πρὸς αὐτῆς τῆς φύσεως ἄλογα θηρία γενόμενα καὶ ταύτην εἰληχότα τὴν ἐπωνυμίαν καὶ οὐδὲ τῆς ἀνθρώπων προσρήσεως ἠξιωμένα οὐδ´ ὁμοίως ἀνθρώποις ἠξίωσαν ἀποδέξασθαι· τὴν ἀνωτάτω δὲ τοῦ παμβασιλέως προσηγορίαν καὶ τοῦ τῶν ἁπάντων δημιουργοῦ θεοῦ φέροντες εἰς τὴν θηρίων φύσιν καταβεβλήκασιν καὶ θεοὺς ἐπεφήμισαν ἃ μηδὲ τῆς ἀνθρώπων πρὸς αὐτοῦ τοῦ θεοῦ κατηξίωται προσηγορίας. Ἐπὶ τούτοις ἀκήκοας καὶ τῆς θεοσοφίας τῆς μυστικῆς, δι´ ἣν οἱ θαυμάσιοι τῶν Αἰγυπτίων λύκους καὶ κύνας καὶ λέοντας ἐσεβάσθησαν· ἔγνως καὶ τοῦ κανθάρου τὸ θαῦμα καὶ ἱέρακος τὴν ἀρετήν· μὴ δὴ γέλα τοῦ λοιποῦ τοὺς θεούς, ἐλέει δὲ τῆς πολλῆς εὐηθείας καὶ ἀβλεψίας τὸ τρισάθλιον ἀνθρώπων γένος. Καὶ δὴ σκόπει τὰ πάντα περιαθρῶν οἵων ἡμῖν ἀγαθῶν παρέστη δοτὴρ ὁ Χριστὸς τοῦ θεοῦ, τοιαύτης νόσου μακρᾶς τε καὶ πολυχρονίου πηρώσεως καὶ τὰς Αἰγυπτίων ψυχὰς διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λελυτρωμένος, ὡς τοὺς πλείους ἤδη τῶν κατ´ Αἴγυπτον καὶ ταύτης ἀπηλλάχθαι τῆς νόσου.

ΚΕΦΑΛΑΙΟΝ Ϛ'.

Ὅτι καὶ τῆς φυσικωτέρας αὐτῶν περὶ θεωρίας εὐλόγως ἀναχωρήσαντες τὴν μόνην καὶ ἀληθῆ θεολογίαν προετιμήσαμεν

Ἀλλὰ γὰρ τοιαῦτα καὶ τὰ παρ´ Αἰγυπτίοις, ἃ καὶ παλαιότερα τῶν Ἑλληνικῶν ἁπάντων μνημονεύεται. Ἔχεις τοιγαροῦν πρὸς τῇ μυθικῇ καὶ τὴν φυσικωτέραν θεολογίαν Ἑλλήνων ὁμοῦ καὶ Αἰγυπτίων τῶν τὴν πολύθεον πάλαι δεισιδαιμονίαν συστησαμένων, παρ´ οἷς ὅτι μηδέν τι τῶν ἀληθῶς θείων ἀσωμάτων τε καὶ νοερῶν οὐσιῶν ἐγνωρίζετο μεμάθηκας. Πλὴν ἀλλὰ δεδόσθω καὶ συγκεχωρήσθω τουτοισὶ τοῖς μετεωρολέσχαις λέγειν ἀληθῆ καὶ ἐπιτυγχάνειν ἐν τῇ τῶν ἀλληγορουμένων φυσιολογίᾳ· γινέσθω τε αὐτοῖς ὁ ἥλιος ποτὲ μὲν Ἀπόλλων καὶ πάλιν Ὧρος καὶ Ὄσιρις πάλιν ὁ αὐτὸς καὶ μυρία ἄλλα ὅσα καὶ θέλοιεν· ὥσπερ οὖν καὶ ἡ σελήνη ἢ Ἶσις ἢ Ἄρτεμις καὶ ὅσα ἄν τις ἐξαριθμεῖν βούλοιτο· μὴ γὰρ ἔστω ταῦτα θνητῶν ἀνδρῶν, ἀλλ´ αὐτῶν τῶν ἐπουρανίων φωστήρων σημαντικαὶ προσηγορίαι· τὸν ἥλιον ἄρα καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ὡς θεοὺς προσκυνητέον.

Καὶ ταύτη τοιγαροῦν ἡ γενναία τῶν Ἑλλήνων φιλοσοφία ὥσπερ διὰ μηχανῆς πέφηνεν εἰς ὕψος μὲν ἀνάγουσα τὴν ἐπαγγελίαν τοῦ λόγου, κάτω δὲ περιστρέφουσα ἀμφὶ τὴν αἰσθητὴν καὶ φαινομένην τοῦ θεοῦ δημιουργίαν τὴν τῶν σοφῶν διάνοιαν καὶ πλέον οὐδὲν ἀλλ´ ἢ πῦρ καὶ τὴν θερμὴν οὐσίαν τά τε μέρη τοῦ κόσμου διὰ τῶν οὐρανίων φωστήρων, ἔστω δὲ καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν καὶ τὴν σύγκρασιν τῶν σωμάτων θειάζουσα. Πῶς οὖν οὐ μέγα καὶ θαυμάσιον τὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ εὐαγγέλιον, πᾶν γένος ἀνθρώπων παιδεῦον τὸν ἡλίου καὶ σελήνης δεσπότην θεὸν καὶ τὸν δημιουργὸν τοῦ σύμπαντος κόσμου, αὐτὸν τὸν ἀνωτάτω καὶ ἐπέκεινα τῶν ὅλων, ταῖς προσηκούσαις ἐννοίαις εὐσεβεῖν καὶ οὐ τὰ τῶν σωμάτων στοιχεῖα, ἀλλὰ τὸν ζωῆς αὐτῆς  καὶ τροφὸν καὶ τῶν ἀγαθῶν πάντων ταμίαν ὑμνεῖν μέρη τε τοῦ κόσμου τὰ ὁρώμενα καὶ πᾶν τὸ καταληπτὸν σαρκὸς αἰσθήσει, ὡς ἂν τῆς φθαρτῆς ὄντα φύσεως, οὐδαμῶς καταπλήττεσθαι, τὸν δ´ ἐν τούτοις ἅπασιν ἀόρατον καὶ τῶν καθόλου τε καὶ κατὰ μέρος δημιουργικὸν νοῦν μόνον ἀποθαυμάζειν καὶ θεολογεῖν μίαν μόνην ἐκείνην τὴν διήκουσαν καὶ διακοσμοῦσαν τὰ πάντα θείαν δύναμιν, ἀσώματον οὖσαν καὶ νοερὰν τὴν φύσιν, μᾶλλον δὲ ἄρρητον εἰπεῖν καὶ ἀκατάληπτον, διὰ πάντων, δι´ ὧν καὶ ἐνεργεῖ, παραφαινομένην διήκουσάν τε ἀσωμάτως καὶ ἀσυμπλόκως τὰ πάντα ἐπιπορευομένην καὶ διὰ πάντων οὐκ οὐρανίων μόνον, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, τῶν τε καθόλου στοιχείων καὶ τῶν ἐπὶ μέρους, τὴν τῆς θεότητος διαρκῆ μεγαλουργίαν ἐπιδεικνυμένην πᾶσί τε ἀφανῶς καὶ ἡμῖν ἀνεπαισθήτως ἐπιστατοῦσαν καὶ λόγοις ἀνεκφράστου σοφίας τὸν σύμπαντα κόσμον διακυβερνῶσαν;

Τοσούτων ἡμῖν ἀποδεδειγμένων εἰς ἔλεγχον τῆς ἀσυστάτου θεολογίας τῆς τε λεγομένης μυθικωτέρας καὶ τῆς ὑψηλοτέρας δὴ καὶ φυσικωτέρας, ἣν οἱ παλαιοὶ Ἕλληνές τε καὶ Αἰγύπτιοι σεμνύνοντες ἀπεδείχθησαν, ὥρα καὶ τῶν νέων τῶν δὴ καθ´ ἡμᾶς αὐτοὺς φιλοσοφεῖν ἐπαγγελλομένων ἐπαθρῆσαι τὰ καλλωπίσματα. Οἵδε γὰρ τὰ περὶ νοῦ δημιουργοῦ τῶν ὅλων καὶ τὰ περὶ ἀσωμάτων ἰδεῶν νοερῶν τε καὶ λογικῶν δυνάμεων τοῖς ἀμφὶ τὸν Πλάτωνα μακροῖς ποθ´ ὕστερον χρόνοις ἐφευρημένα καὶ λογισμοῖς ὀρθοῖς ἐπινενοημένα συμπλέξαι τῇ τῶν παλαιῶν θεολογίᾳ πεπειραμένοι μείζονι τύφῳ τὴν περὶ τῶν μύθων ἐπαγγελίαν ἐξῆραν. Ἄκουε δ´ οὖν καὶ τῆς τούτων φυσιολογίας, μεθ´ οἵας ἐξενήνεκται τῷ Πορφυρίῳ ἀλαζονείας·

 

ΚΕΦΑΛΑΙΟΝ Ζ'.

Ὁποίας οἱ νεώτεροι τῶν φιλοσόφων τοῖς περὶ θεῶν μύθοις συνέπλεξαν αἰτιολογίας

 « Φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ´ ἐπίθεσθε βέβηλοι, σοφίας θεολόγου νοήματα δεικνύς, οἷς τὸν θεὸν καὶ τοῦ θεοῦ τὰς δυνάμεις διὰ εἰκόνων συμφύλων αἰσθήσει ἐμήνυσαν ἄνδρες, τὰ ἀφανῆ φανεροῖς ἀποτυπώσαντες πλάσμασιν, τοῖς καθάπερ ἐκ βίβλων τῶν ἀγαλμάτων ἀναλέγειν τὰ περὶ θεῶν μεμαθηκόσι γράμματα. Θαυμαστὸν δὲ οὐδὲν ξύλα καὶ λίθους ἡγεῖσθαι τὰ ξόανα τοὺς ἀμαθεστάτους, καθὰ δὴ καὶ τῶν γραμμάτων οἱ ἀνόητοι λίθους μὲν ὁρῶσι τὰς στήλας, ξύλα δὲ τὰς δέλτους, ἐξυφασμένην δὲ πάπυρον τὰς βίβλους.»

Τοιαῦτα δὲ ὡς ἐν προοιμίῳ κατακομπήσας ἄκουε οἷα ἑξῆς προϊὼν γράφει πρὸς λέξιν·

« Φωτοειδοῦς δὲ ὄντος τοῦ θείου καὶ ἐν πυρὸς αἰθερίου περιχύσει διάγοντος ἀφανοῦς τε τυγχάνοντος αἰσθήσει περὶ θνητὸν βίον ἀσχόλῳ, διὰ μὲν τῆς διαυγοῦς ὕλης, οἷον κρυστάλλου ἢ Παρίου λίθου ἢ καὶ ἐλέφαντος, εἰς τὴν τοῦ φωτὸς αὐτοῦ ἔννοιαν ἐνῆγον, διὰ δὲ τῆς τοῦ χρυσοῦ εἰς τὴν τοῦ πυρὸς διανόησιν καὶ τὸ ἀμίαντον αὐτοῦ, ὅτι χρυσὸς οὐ μιαίνεται. Πολλοὶ δὲ αὖ καὶ μέλανι λίθῳ τὸ ἀφανὲς αὐτοῦ τῆς οὐσίας ἐδήλωσαν. Καὶ ἀνθρωποειδεῖς μὲν ἀπετύπουν τοὺς θεοὺς ὅτι λογικὸν τὸ θεῖον, καλοὺς δέ, ὅτι κάλλος ἐν ἐκείνοις ἀκήρατον. Διαφόροις δὲ σχήμασιν καὶ ἡλικίαις καθέδραις τε καὶ στάσεσιν καὶ ἀμφιάσεσιν καὶ τοὺς μὲν ἄρρενας, τὰς δὲ θηλείας καὶ παρθένους καὶ ἐφήβους ἢ γάμου πεῖραν εἰληφότας, εἰς παράστασιν αὐτῶν τῆς διαφορᾶς. Ὅθεν πᾶν τὸ λευκὸν τοῖς οὐρανίοις θεοῖς ἀπένειμαν· σφαῖράν τε καὶ τὰ σφαιρικὰ πάντα. Ἰδίως τε κόσμῳ καὶ ἡλίῳ καὶ σελήνῃ, ἔσθ´ ὅπου δὲ καὶ τύχῃ καὶ ἐλπίδι· κύκλον δὲ καὶ τὰ κυκλικὰ αἰῶνι καὶ τῇ κατὰ τὸν οὐρανὸν κινήσει ταῖς τε ἐν αὐτῷ ζώναις καὶ τοῖς κύκλοις· κύκλων δὲ τμήματα τοῖς σχηματισμοῖς τῆς σελήνης· πυραμίδας δὲ καὶ ὀβελίσκους τῇ πυρὸς οὐσίᾳ καὶ διὰ τοῦτο τοῖς  Ὀλυμπίοις θεοῖς· ὥσπερ αὖ κῶνον μὲν ἡλίῳ, γῇ δὲ κύλινδρον, σπορᾷ δὲ καὶ γενέσει φάλητα, καὶ τὸ τρίγωνον σχῆμα διὰ τὸ μόριον τῆς θηλείας. »

Ταῦτα ὁ θαυμαστὸς φιλόσοφος· ὧν τί ἂν γένοιτο ἀσχημονέστερον τὰ αἰσχρὰ σεμνολογοῦσιν; Τί δὲ βιαιότερον, τὰς ἀψύχους ὕλας, χρυσὸν καὶ λίθον καὶ τὰ τοιαῦτα, εἰκόνας φέρειν τοῦ φωτὸς τῶν θεῶν καὶ τῆς οὐρανίου καὶ αἰθερίου φύσεως δηλώματα φάσκειν; Ὅτι δὲ τῶν νέων ἐστὶ ταῦτα σοφίσματα μηδ´ ὄναρ τῶν παλαιῶν εἰς ἐνθύμησιν ἐλθόντα, γνοίης ἂν μαθὼν ὅτι καὶ ἀπόβλητα ἦν παρὰ τοῖς προτέροις τὰ διὰ χρυσοῦ καὶ τῆς νομιζομένης πολυτελεστέρας ὕλης ξόανα. Λέγει δ´ οὖν Πλούταρχος ὧδέ πη κατὰ λέξιν·

ΚΕΦΑΛΑΙΟΝ Η'.

Περὶ τῆς παλαιᾶς τῶν ξοάνων κατασκευῆς

« Ἡ δὲ τῶν ξοάνων ποίησις ἀρχαῖον ἔοικεν εἶναί τι καὶ παλαιόν, εἴ γε ξύλινον μὲν ἦν τὸ πρῶτον εἰς Δῆλον ὑπὸ Ἐρυσίχθονος Ἀπόλλωνι ἐπὶ τῶν θεωριῶν ἄγαλμα, ξύλινον δὲ τὸ τῆς Πολιάδος ὑπὸ τῶν αὐτοχθόνων ἱδρυθέν, ὃ μέχρι νῦν Ἀθηναῖοι διαφυλάττουσιν. Ἥρας δὲ καὶ Σάμιοι ξύλινον εἶχον ἕδος, ὥς φησιν Καλλίμαχος·

Οὔπω Σκέλμιον ἔργον ἐΰξοον, ἀλλ´ ἐπὶ τεθμὸν δηναιὸν γλυφάνων ἄξοος ἦσθα σανίς. Ὧδε καθιδρύοντο θεοὺς τότε· καὶ γὰρ Ἀθήνης ἐν Λίνδῳ Δαναὸς λιτὸν ἔθηκεν ἕδος. Λέγεται δὲ Πείρας ὁ πρῶτος Ἀργολίδος Ἥρας ἱερὸν εἱσάμενος, τὴν ἑαυτοῦ θυγατέρα Καλλίθυιαν ἱέρειαν καταστήσας, ἐκ τῶν περὶ Τίρυνθα δένδρων ὄγχνην τεμὼν εὐκτέανον Ἥρας ἄγαλμα μορφῶσαι. Πέτραν μὲν γὰρ εἰς θεοῦ κοπῆναι εἰκόνα σκληρὰν καὶ δύσεργον καὶ ἄψυχον οὐκ ἐβούλοντο, χρυσὸν δὲ καὶ ἄργυρον ἡγοῦντο γῆς ἀκάρπου καὶ διεφθαρμένης χρώματα νοσώδη καὶ κηλῖδας ἐξανθεῖν ὥσπερ μώλωπας ὑπὸ πυρὸς ῥαπισθείσης· ἐλέφαντι δὲ παίζοντες μὲν ἔσθ´ ὅπου προσεχρῶντο ποικίλματι τρυφῆς. »

Ταῦτα ὁ Πλούταρχος. Καὶ τούτου δὲ πολὺ πρότερον ὁ Πλάτων οὐδὲν εἶναι σεμνὸν οὐδὲ προσεοικὸς θείᾳ φύσει ἐν χρυσῷ καὶ ἐλέφαντι τοῖς τε ἐξ ὕλης ἀψύχου κατασκευάσμασιν εὖ μάλα εἰδὼς ἐπάκουσον ἐν τοῖς Νόμοις ὁποῖα διατάττεται·

« Γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσιν πάντων θεῶν· μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς. Χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα, ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα. »

Ταῦτα δὲ σαφῆ περιέχειν ἡγοῦμαι τῆς προτεθείσης ἀνατροπὴν φυσιολογίας, ἧς φέρε καὶ τὰ λοιπὰ ἐπιθεωρήσωμεν.

Ἐπάκουσον οὖν οἷά φησιν·

ΚΕΦΑΛΑΙΟΝ Θ'.

Ἔτι περὶ τῆς ἀλληγορουμένης Ἑλλήνων καὶ Αἰγυπτίων θεολογίας

« Ὅρα δὲ τὴν τῶν Ἑλλήνων σοφίαν οὑτωσὶ διασκοπούμενος· τὸν γὰρ Δία τὸν νοῦν τοῦ κόσμου ὑπολαμβάνοντες, ὃς τὰ ἐν αὐτῷ ἐδημιούργησεν ἔχων τὸν κόσμον, ἐν μὲν ταῖς θεολογίαις ταύτη περὶ αὐτοῦ παραδεδώκασιν οἱ τὰ Ὀρφέως εἰπόντες·

Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ´ ἐκ πάντα τέτυκται. Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄφθιτος ἔπλετο νύμφη. Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος. Ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων, ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ νύξ τε καὶ ἦμαρ καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής· πάντα γὰρ ἐν μεγάλῳ Ζηνὸς τάδε σώματι κεῖται. Τοῦ δή τοι κεφαλὴ[ν] μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται, ταύρεα δ´ ἀμφοτέρωθε δύο χρύσεια κέρατα, ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων, ὄμματα δ´ ἠέλιός τε καὶ ἀντιόωσα σελήνη.  Νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται οὐδέ τίς 〈ἐστιν〉 αὐδὴ οὔτ´ ἐνοπὴ οὔτε κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος· ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα. Σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον, ὄβριμον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται· ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο, τῇς ἐπὶ πάντα ποτᾶθ´, ἱερὴ δέ οἱ ἔπλετο νηδὺς γαῖά τε παμμήτειρ´ ὀρέων τ´ αἰπεινὰ κάρηνα· μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης καὶ πόντου· πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι Τάρταρά τ´ εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης. Πάντα δ´ ἀποκρύψας αὖθις φάος ἐς πολυγηθὲς μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι, θέσκελα ῥέζων.

Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν· Ζεὺς δὲ καθὸ νοῦς, ἀφ´ οὗ προφέρει πάντα καὶ δημιουργεῖ τοῖς νοήμασιν. Τῶν δὴ θεολόγων τὰ περὶ θεοῦ τοῦτον τὸν τρόπον ἐξηγησαμένων, εἰκόνα μὲν τοιαύτην δημιουργεῖν, οἵαν ὁ λόγος ἐμήνυσεν, οὔθ´ οἷόν τε ἦν οὔτ´, εἴ τις ἐπενόησεν, τὸ ζωτικὸν καὶ νοερὸν καὶ προνοητικὸν διὰ τῆς σφαίρας ἐδείκνυεν. Ἀνθρωπόμορφον δὲ τοῦ Διὸς τὸ δείκηλον πεποιήκασιν, ὅτι νοῦς ἦν καθ´ ὃν ἐδημιούργει καὶ λόγοις σπερματικοῖς ἀπετέλει τὰ πάντα· κάθηται δέ, τὸ ἑδραῖον τῆς δυνάμεως αἰνιττόμενος· γυμνὰ δὲ ἔχει τὰ ἄνω, ὅτι φαν〈ερ〉ὸς ἐν τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεσίν ἐστιν· σκέπεται δὲ αὐτῷ τὰ πρόσθια, ὅτι ἀφανὴς τοῖς κάτω κεκρυμμένοις· ἔχει δὲ τῇ μὲν λαιᾷ τὸ σκῆπτρον, καθ´ ὃ μάλιστα τῶν τοῦ σώματος μερῶν τὸ ἡγεμονικώτατόν τε καὶ νοερώτατον ὑποικουρεῖ σπλάγχνον, ἡ καρδία· βασιλεὺς γὰρ τοῦ κόσμου ὁ δημιουργικὸς νοῦς· προτείνει δὲ τῇ δεξιᾷ ἢ ἀετόν, ὅτι κρατεῖ τῶν ἀεροπόρων θεῶν ὡς τῶν μεταρσίων ὀρνέων ὁ ἀετός, ἢ νίκην, ὅτι νενίκηκεν αὐτὸς πάντα. »

Ταῦτά σοι ὁ Πορφύριος, ὧν τὸν εἰρημένον τρόπον ἀποδεδομένων ἠρέμα καὶ ἐπὶ σχολῆς ἐπιθεωρῆσαι καλόν, τίνα ποτὲ ἄρα τὸν Δία φασὶν εἶναι τὰ ἔπη. Ἐγὼ μὲν γὰρ οὐδ´ ἄλλον ἡγοῦμαι ἢ τὸν ὁρώμενον κόσμον ἐκ παντοίων συνεστῶτα μερῶν, τῶν τε κατ´ οὐρανὸν καὶ αἰθέρα καὶ τῶν ἐν τούτοις φαινομένων ἄστρων, ὥσπερ ἐν μεγάλου σώματος κεφαλῇ προτεταγμένων, τῶν τε ἐν ἀέρι καὶ γῇ καὶ θαλάσσῃ καὶ τοῖς παραπλησίοις. Μέρη γοῦν κόσμου καὶ γῆ καὶ ὄρη καὶ βουνοὶ εἱλεῖταί τε αὐτῶν ἐν μέσῳ ζώνης τρόπον ἡ θάλασσα, καὶ πῦρ δὲ καὶ ὕδωρ νύξ τε καὶ ἡμέρα τῆς αὐτῆς εἶεν ἂν τοῦ κόσμου φύσεως μέρη. Ταῦτα δ´ ἄντικρυς τὸν ὁρώμενον ὑποφαίνειν ἡγοῦμαι κόσμον, εἰ μή τι καὶ σφάλλομαι, καὶ τὸ ὅλον συνεστὼς ἐκ μερῶν διδάσκει. Λέγει δ´ οὖν·

Πάντα γὰρ ἐν μεγάλῳ Ζηνὸς τάδε σώματι κεῖται.

Καὶ τίνα τὰ πάντα διασαφεῖ· πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ νύξ τε καὶ ἦμαρ. Τοῦ δή τοι κεφαλὴ[ν] μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται, καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐπιφέρει τὸν νοῦν τοῦ Διὸς λέγων εἶναι τὸν αἰθέρα καὶ οὐδὲν ἄλλο, κατὰ τοὺς Στωϊκοὺς τὴν πυρώδη καὶ θερμὴν οὐσίαν τὸ ἡγεμονικὸν φάσκοντας εἶναι τοῦ κόσμου καὶ τὸν θεὸν εἶναι σῶμα καὶ τὸν δημιουργὸν αὐτὸν οὐδ´ ἕτερον τῆς τοῦ πυρὸς δυνάμεως. Κατὰ τὰ αὐτὰ γὰρ οἶμαι καὶ ἐν τοῖς ἔπεσιν εἰρῆσθαι·

Νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ,
ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται.

Δι´ ὧν ἀνεπικαλύπτως ζῷον μέγα τὸν κόσμον ὑποθέμενος, καὶ τοῦτον Δία προσειπὼν νοῦν μὲν αὐτοῦ τὸν αἰθέρα, σῶμα δὲ τὰ λοιπὰ μέρη τοῦ κόσμου εἶναι ἀπεφήνατο. Τοιοῦτος μέν τις ὁ διὰ τῶν ἐπῶν ὑπογραφόμενος τυγχάνει Ζεύς. Ὁ δὲ τῶν ἐπῶν ἐξηγητὴς ἀρξάμενος μὲν τοῖς ἔπεσιν ἀκολούθως λέγει·

« Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν »,

 σαφῶς τὸν θεολογούμενον Δία οὐδὲ ἄλλον ἢ τὸν ὁρώμενον καὶ αἰσθητὸν κόσμον δηλοῦσθαι διὰ τῶν ἐπῶν ἑρμηνεύσας.

Αἰγυπτίων δὲ ὁ λόγος, παρ´ ὧν καὶ Ὀρφεὺς τὴν θεολογίαν ἐκλαβὼν τὸν κόσμον εἶναι τὸν θεὸν ᾤετο, ἐκ πλειόνων θεῶν τῶν αὐτοῦ μερῶν (ὅτι καὶ τὰ μέρη τοῦ κόσμου θεολογοῦντες ἐν τοῖς πρόσθεν ἀπεδείχθησαν) συνεστῶτα, καὶ τούτου πλέον οὐδὲν τὰ παρατεθέντα τῶν ἐπῶν ῥήματα διεσάφησεν. Ὁ δὲ μετὰ τὴν πρώτην ἑρμηνείαν δευτέραν ἐξ αὑτοῦ προστίθησι, τὸν τῶν ὅλων ποιητὴν θεὸν τὸν δημιουργικὸν νοῦν τοῦτον εἶναι φάσκων τὸν τεθεολογημένον. Πῶς δ´ ἂν αὐτὸν τοῦτον ἐθεολόγει, ὃν μηδὲ τὴν ἀρχὴν ἔγνω ὁ τῶν ἐπῶν ποιητής, εἴτε ὁ Θρᾷξ εἴη Ὀρφεὺς εἴτε τις ἄλλος, εἰ δὴ παρ´ Αἰγυπτίων ἢ καὶ παρὰ τῶν πρώτων Ἑλλήνων ἥκοντα ἦν εἰς αὐτὸν τὰ τῆς θεολογίας, οἱ δέ γε ἀπεδείχθησαν οὐδὲν νοητὸν ἐπιστάμενοι οὐδ´ ἐν ἀφανεῖ καὶ ἀσωμάτῳ οὐσίᾳ περιεχόμενον, εἴ τῳ ἱκανὸς πιστώσασθαι ὁ Πλάτων, ὁμολογῶν ἐν Κρατύλῳ τοὺς πρώτους τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν. Καὶ ὁ Χαιρήμων δὲ μικρῷ ἔμπροσθεν ἐμαρτύρει οὐδ´ ἄλλο τι πρὸ τοῦ ὁρωμένου κόσμου τοὺς Αἰγυπτίους ἡγεῖσθαι οὐδ´ ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν καὶ τῶν λοιπῶν ἀστέρων, πάντα τε εἰς τὰ ὁρώμενα τοῦ κόσμου μέρη καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας.

ΚΕΦΑΛΑΙΟΝ Ι'.

Ἔλεγχος καὶ ἀνατροπὴ τῆς καὶ τούτων βεβιασμένης ἀποδόσεως

 Ὁ δὴ οὖν ἐκ τούτων ὁρμώμενος ποιητὴς πόθεν ἢ πῶς ἢ παρὰ τίνος λαβὼν ἐν τοῖς ἔπεσιν τὸν ἐπέκεινα τοῦ κόσμου θεὸν καὶ τὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ αὐτοῦ τε οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργὸν κατεβάλλετο; Ἀσωμάτου δὲ ἡ γνῶσις αὐτῷ πόθεν; Ἀλλ´ οὐ τούτων γε οὐδὲν εἰδὼς τυγχάνει· ὁ γάρ τοι τῶν ὅλων δημιουργικὸς νοῦς οὔτ´ ἐκ πλειόνων μερῶν συνέστηκεν οὔτ´ ἂν γένοιτο αὐτοῦ κεφαλὴ οὐρανός, οὐ σῶμα πῦρ καὶ ὕδωρ καὶ γαῖα, ἀλλ´ οὐδὲ ὄμματα αὐτοῦ ἥλιος καὶ σελήνη. Πῶς δ´ ἂν εἶεν ὦμοι καὶ στέρνα καὶ νῶτα καὶ νηδὺς τοῦ τῶν ὅλων δημιουργοῦ  θεοῦ « ἀὴρ εὐρυβίης » καὶ γῆ « ὀρέων τ´ αἰπεινὰ κάρηνα »; Ἢ πῶς ὁ αἰθὴρ νοῦς ποτ´ ἂν ἐπινοηθείη τοῦ τῶν ὅλων ποιητοῦ, ἢ τοῦ νοῦ τοῦ δημιουργικοῦ; Ὅτι μὲν οὖν ταῦτα σεσόφισται τῷ τῶν ἐπῶν ἑρμηνεῖ, οὐδὲν ἐπιλέγειν χρή. Ἔγωγε μὴν τὰ ἔσχατα ἀσεβεῖν φημι τὸν φάσκοντα μέρη εἶναι τοῦ θεοῦ τὰ μέρη τοῦ κόσμου καὶ ἔτι μᾶλλον τὸν ἀποφηνάμενον τὸν αὐτὸν εἶναι τῷ κόσμῳ τὸν θεὸν καὶ ἐπὶ τούτοις τὸν ἡγούμενον τοῦ κόσμου νοῦν εἶναι τὸν τῶν ὅλων δημιουργόν. Ποιητὴν μὲν γὰρ αὐτὸν καὶ πατέρα τοῦ κόσμου ἕτερον ὄντα τοῦ πεποιημένου εὐσεβὲς ἀποφαίνειν, νοῦν δὲ τοῦ κόσμου, ὥσπερ τινὸς ζῴου ψυχήν, ἡνωμένον διόλου καὶ τὸ πᾶν ἠμφιεσμένον, οὐκέθ´ ὅσιον ἂν εἴη λέγειν. Καίτοι παρεῖναι αὐτὸν τῷ παντὶ καὶ προνοεῖν τοῦ κόσμου παιδεύει τὰ καθ´ ἡμᾶς ἱερὰ λόγια, θεολογοῦντα ἐπαξίως καὶ θεοπρεπῶς δι´ ὧν φησιν·

« Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; Λέγει κύριος. »

Καὶ πάλιν·

« Ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. »

Καὶ πάλιν·

« Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, »

ἀλλ´ οὐχ ὡς ἐν μέρει τοῦ κόσμου οὐδ´ ὡς ἐν ψυχῇ αὐτοῦ καὶ νοΐ. Ἀλλ´ εἰ δεῖ παραδείγματι χρήσασθαι, θεοπρεπέστερον καὶ ἀληθείας οἰκείως ὁ ἱερός που λόγος ἐξεφώνησεν·

« Ὁ οὐρανός μοι θρόνος » εἰπών, « ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. »

Εἰ γὰρ χρῆν ὅλως προσωποποιεῖν ἀνθρωπινωτέρῳ λόγῳ, θέα τὸ διάφορον τῆς θεολογίας. Ὁ μὲν γὰρ τὸν οὐρανὸν εἰπὼν θρόνον ἐπέκεινα τοῦ θρόνου καὶ ἀνωτάτω τῶν ὅλων τὸν παμβασιλέα θεὸν ἀφωρίσατο οὐδὲ τὴν γῆν τῆς προνοίας αὐτοῦ χωρίσας· συγκατιέναι γὰρ καὶ ἐπὶ τὰ τῇδε τῆς θεότητος αὐτοῦ τὰς προνοητικὰς δυνάμεις διδάσκει, διό φησιν·

« Ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. »

Ἀλλ´ οὔτε τὸ ὑποπόδιον οὔτε μὴν ὁ θρόνος σῶμα τοῦ καθιδρυμένου οὐδέ γε μέρη ποτ´ ἂν αὐτοῦ λεχθείη. Ὁ δὲ κεφαλὴν τοῦ θεοῦ τὸν οὐρανὸν καὶ τὰ ἐν τούτῳ φήσας καὶ νοῦν αὐτοῦ τὸν αἰθέρα μέλη τε αὐτοῦ καὶ σῶμα τὰ λοιπὰ τοῦ κόσμου μέρη, οὔτε δημιουργὸν οὔτε θεὸν ἁλίσκεται εἰδώς.  Οὐ γὰρ ἂν αὐτὸς ἑαυτὸν δημιουργοίη οὐδ´ ἂν ἔτι νοῦς λέγεσθαι δύναιτο οὗ νοῦς ἦν ὁ αἰθήρ. Ποῖος δὲ καὶ εἴη θεὸς οὗ μέρη γῆ καὶ τὰ ἐπὶ γῆς ὄρη, ὄγκοι σωμάτων ἄλογοι; Πῶς δὲ καὶ εὔλογον θεὸν ἀναγορεύειν τὸν ἀδελφὸν καὶ συγγενῆ πυρὸς καὶ ὕδατος καὶ ἀέρος, ἀλόγου καὶ φθαρτῆς ὕλης ἐκγόνων; Εἰ δὲ καὶ ὁ νοῦς τοῦ Διὸς οὐδὲν ἄλλο πλὴν τοῦ δηλωθέντος αἰθέρος ἦν, αἰθὴρ δὲ ἀήρ ἐστιν ὁ ὑψηλότατος καὶ πυρώδης ἀπὸ τοῦ αἴθεσθαι, ὅπερ ἐστὶ καίεσθαι, ταύτην, ὥς φασιν, εἰληχὼς τὴν ἐπωνυμίαν, σώματα δὲ ἄμφω ὅ τε ἀὴρ ὅ τε αἰθήρ, ὅρα ποῦ σοι τοῦ Διὸς ὁ νοῦς ἀποπέπτωκεν. Καὶ τίς ἂν ἔτι προσείποι θεὸν τῶν εὖ φρονούντων τοῦτον ᾧ νοῦς ὑπῆρχεν ἄνους καὶ ἄλογος, εἰ δὴ τοιαύτη παντὸς σώματος φύσις; Διόπερ ἡμῖν ἐν ταῖς θεολογίαις πάντα τοῖς εἰρημένοις τἀναντία παραληπτέον, ὅτι γε μὴ οὐρανὸς ὢν τυγχάνει μήτε αἰθὴρ μήτε ἥλιος μήτε σελήνη μήτε ὁ σύμπας τῶν ἄστρων χορὸς μήτ´ αὐτὸς ἀθρόως ὁ πᾶς κόσμος, ἔργα δὲ χειρῶν αὐτοῦ ταῦτα σμικρὰ ἔτι καὶ βραχέα, ταῖς ἀσωμάτοις καὶ νοεραῖς οὐσίαις παραβαλλόμενα· ὅτι δὴ πᾶν σῶμα φθαρτὸν καὶ ἄλογον, τοιαύτη δὲ τῶν ὁρωμένων ἡ φύσις, τὰ δ´ ἐπέκεινα ἐν ἀοράτοις λογικὰ καὶ ἀθάνατα, συνδιαιωνίζοντα τῇ τοῦ παμβασιλέως θεοῦ μακαρίᾳ ζωῇ, μακρῷ γένοιτ´ ἂν τῶν ὁρωμένων ἁπάντων βελτίω. Εἰκότως οὖν τὰ θεῖα λόγια περὶ τῶν ὁρωμένων τοῦ κόσμου μερῶν ὧδέ πως παιδεύει·

« Ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. »

Καὶ πάλιν·

« Καὶ σὺ κατ´ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. »

Καὶ Αὖθις·

« Ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέδειξεν ταῦτα πάντα. »

Ταῦτα μὲν οὖν εἰς τὴν πρώτην τῶν ἐπῶν ἑρμηνείαν εἰρήσθω· φέρε δὲ καὶ τὰ ἑξῆς διασκοπήσωμεν. Ἐπεὶ μὴ οἷόν τε ἦν, φησίν, εἰκόνα τοιαύτην δημιουργεῖν οἵαν ὁ λόγος ἐμήνυσεν, διὰ τοῦτο ἀνθρωπόμορφον τοῦ Διὸς τὸ δείκηλον πεποιήκασιν, ὅτι νοῦς ἦν, καθ´ ὃν ἐδημιούργει, καὶ λόγοις σπερματικοῖς ἀπετέλει τὰ πάντα. Καὶ πῶς εἰ μὴ οἷόν τε ἦν εἰκόνα τοιαύτην ποιεῖν οἵαν ὁ λόγος ἐμήνυσεν (ἐμήνυσεν δὲ ἄρα τοῦ φαινομένου καὶ ὁρωμένου κόσμου τὰ μέρη, οὐρανὸν καὶ τὰ ἐν οὐρανῷ ἀέρα τε καὶ γῆν καὶ τὰ ἐν τούτοις)· εἰ δὴ οὖν τῶν ὁρωμένων τοῦ κόσμου μερῶν οὐχ οἷόν τε ἦν εἰκόνα συστήσασθαι, καθὸ νοῦς ἦν ὁ θεός, πῶς ἄν τις τὴν εἰκόνα αὐτοῦ δημιουργήσειεν; Τί δ´ ἂν ἔχοι σῶμα ἀνθρώπειον ἐμφερὲς πρὸς τὸν τοῦ θεοῦ νοῦν; Ἐγὼ μὲν γὰρ οὐδὲ πρὸς τὸν ἀνθρώπινον ἡγοῦμαι· ἐπεὶ ὁ μὲν ἀσώματος καὶ ἀσύνθετος καὶ ἀμερής, τὸ δὲ βαναύσων ἀνδρῶν ἔργον θνητοῦ σώματος φύσιν ἀπομεμίμηται καὶ ζώσης σαρκὸς ἀψύχῳ καὶ νεκρᾷ ὕλῃ κωφὴν καὶ ἄναυδον εἰκόνα καταγέγραπται. Ψυχὴ μὲν οὖν λογικὴ καὶ ἀθάνατος καὶ νοῦς ἀπαθὴς ἐν ἀνθρώπου φύσει εὖ μοι δοκεῖ λέγεσθαι εἰκόνα καὶ ὁμοίωσιν ἀποσῴζειν θεοῦ, καθ´ ὅσον ἄυλος καὶ ἀσώματος νοερά τε καὶ λογικὴ τὴν οὐσίαν συνέστηκεν, ἀρετῆς οὖσα καὶ σοφίας δεκτική. Εἰ δή τις εἴη δυνατὸς ψυχῆς ἄγαλμα καὶ μορφὴν ἐν εἰκόνι τεκτήνασθαι, δύναιτ´ ἂν οὗτος καί τι τῶν κρειττόνων· εἰ δὲ ἄμορφος καὶ ἀειδὴς καὶ ἀσχημάτιστος, οὔτε ὁράσει θεωρητὸς οὔτε λόγῳ καὶ ἀκοῇ τὴν οὐσίαν καταληπτὸς ὁ ἀνθρώπινος νοῦς, τίς ἂν μανείη τοσοῦτον ὡς τὸ ἀνδρείκελον ξόανον θεοῦ τοῦ ἀνωτάτω μορφὴν καὶ εἰκόνα φέρειν ἀποφήνασθαι; Θεοῦ μὲν οὖν φύσις ἔξω πάσης θνητῆς ὕλης φαντάζεται, νῷ διαυγεῖ καὶ σιγῇ ψυχαῖς κεκαθαρμέναις ἐπινοουμένη· τὸ δέ γε τοῦ ὁρωμένου Διὸς ἐν τῷ δεικήλῳ σχῆμα εἴη ἂν θνητοῦ τὴν φύσιν ἀνδρὸς εἰκὼν οὐδὲ τὸν ὅλον ἄνθρωπον, μέρος δέ τι τὸ χεῖρον αὐτοῦ μεμιμημένον, ὅτι μηδὲν ἴχνος ζωῆς καὶ ψυχῆς ἐπάγεται. Πῶς οὖν ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ τῶν ὅλων δημιουργικὸς εἴη ἂν αὐτὸς ὁ ἐν τῷ χαλκῷ ἢ τῷ νεκρῷ ἐλέφαντι Ζεύς; Ὁ δὲ δὴ τῶν ὅλων δημιουργικὸς νοῦς πῶς ποτε αὐτὸς ἦν ἄρα ἐκεῖνος ὁ Ζεὺς ὁ τοῦ ἐξ Ἀλκμήνης Ἡρακλέος πατὴρ καὶ τῶν λοιπῶν ἐκ Διὸς μυθευομένων ἀνδρῶν, οἳ τὸν θνητὸν βίον κοινῶς ἅπασιν ἀνθρώποις καταστρέψαντες τῆς οἰκείας φύσεως ἀνεξάλειπτα τοῖς μετ´ αὐτοὺς μνημεῖα καταλελοίπασι; Φοινίκων μὲν οὖν οἱ πρῶτοι θεολόγοι, ὡς ἐν τῷ πρώτῳ συγγράμματι παρεστήσαμεν, τὸν Δία παῖδα Κρόνου θνητὸν ἀπὸ θνητοῦ γενόμενον, ἄνδρα Φοίνικα τὸ γένος, ἀπεμνημόνευον, Αἰγύπτιοι δὲ ἐξοικειούμενοι τὸν ἄνδρα θνητὸν πάλιν αὐτὸν ὡμολόγουν, κατὰ τοῦτό γε Φοίνιξιν ὁμοφωνοῦντες. Ἀλλὰ καὶ Κρῆτες τάφον τοῦ Διὸς παρ´ ἑαυτοῖς δεικνύντες τρίτοι ἂν εἶεν τοῦ αὐτοῦ μάρτυρες· καὶ Ἀτλάντειοι δὲ καὶ πάντες οἱ πρὸ τούτου δεδηλωμένοι, κατ´ οἰκείαν ἱστορίαν ἐξοικειούμενοι τὸν Δία πάντες ὁμοῦ θνητὸν ἀπεφήναντο, πράξεις αὐτοῦ θνητὰς καὶ ἀνθρωπείους, ἀλλ´ οὐ σεμνάς τινας οὐδὲ φιλοσόφους, αἰσχρουργίας δὲ ἁπάσης καὶ ἀκολασίας ἔμπλεως ἀναγράψαντες. Τοῖς δ´ ἐπὶ τὸ σεμνότερον τοὺς μύθους τρέπειν ἐπηγγελμένοις τοτὲ μὲν ὁ Ζεὺς θερμή τις ἦν καὶ πυρώδης δύναμις, τοτὲ δὲ τὸ πνεῦμα· νῦν δ´ οὐκ οἶδ´ ὅπως αὐτοῖς ὁ τῶν ὅλων δημιουργικὸς νοῦς ἀναπέφανται. Πευστέον τοιγαροῦν τίνα ἂν εἴποιεν τὸν τούτου πατέρα καὶ τοῦ πατρὸς τὸν προπάτορα· ἐπεὶ κατὰ πάντας τοὺς θεολόγους Ζεὺς Κρόνου παῖς ὁμολογεῖται καὶ τά γε προκείμενα τοῦ Ὀρφέως ἔπη « ὑπερμενέος Κρονίωνος » ἐμνημόνευσεν, Κρόνος δὲ Οὐρανοῦ. Δεδόσθω τοίνυν αὐτοῖς εἶναι ὁ Ζεὺς ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ τὰ πάντα δημιουργήσας. Τίς οὖν ὁ τούτου πατήρ; Κρόνος. Τίς δὲ ὁ προπάτωρ; Οὐρανός. Εἰ δὲ πρῶτος ὁ Ζεὺς ὡς ἂν δημιουργὸς ἁπάντων, χρῆν δή που δευτέρους καταλέγεσθαι καὶ μετ´ αὐτὸν τοὺς ὑπ´ αὐτοῦ πεποιημένους. Εἴτε γὰρ χρόνος τις εἴη ὁ Κρόνος Οὐρανοῦ πεφυκὼς γέννημα εἴτε δὴ ἅμα οὐρανῷ συνυπέστη χρόνος εἴη τε αὐτὸς ὁ Κρόνου πατὴρ Οὐρανὸς καὶ χρόνος μετὰ τοῦτον, ἀλλὰ πρό γε τούτων ὁ τῶν ὅλων αἴτιος καὶ οὐρανοῦ καὶ χρόνου δημιουργὸς θεός. Εἰ δὲ τοῦτο, οὐκ ἂν γένοιτο ὁ Ζεὺς τρίτος ἐξ Οὐρανοῦ. Πῶς οὖν παρὰ πᾶσιν Αἰγυπτίοις καὶ Φοίνιξιν Ἕλλησί τε καὶ φιλοσόφοις τρίτος ἐξ Οὐρανοῦ γενεαλογεῖται ὁ τῶν ὅλων δημιουργικὸς νοῦς; Πεφώραται δὴ τοῦ φιλοσόφου τὸ πλάσμα καὶ ἔτι μᾶλλον φωραθήσεται ἐξ ὧν ἐπιφέρει λέγων ὧδε·

ΚΕΦΑΛΑΙΟΝ ΙΑ'.

 « Τὴν δὲ Ἥραν σύνοικον τῷ Διὶ πεποιήκασιν, τὴν αἰθέριον καὶ ἀέριον δύναμιν Ἥραν προσειπόντες. Ἔστι γὰρ ὁ αἰθὴρ ἀὴρ ὁ λεπτομερέστατος. »

Ἀνωτέρω μὲν ἐδήλου τὰ ἔπη τὸν νοῦν τοῦ Διὸς εἶναι τὸν αἰθέρα, νυνὶ δὲ ὁ λόγος τί ποτ´ ἐστὶν ὁ αἰθὴρ διορίζεται, ἀέρα λέγων εἶναι αὐτὸν λεπτομερέστατον· σῶμα δὲ ὁ ἀὴρ καὶ πολὺ πρότερον ὁ αἰθήρ. Ὁ δὴ νοῦς ἄρα τοῦ Διὸς ἐλήλεγκται σῶμα τυγχάνων, εἰ καὶ τὸ πάντων λεπτομερέστατον. Καὶ πῶς ἂν ταὐτὸν ἐπινοηθείη σῶμα καὶ νοῦς κατὰ διάμετρον ταῖς φύσεσι διεστῶτα; εἶτ´ οὐκ οἶδ´ ὅπως τῶν ἐπῶν ἐπιλελησμένος διαρρήδην φησάντων·

« Νοῦς δέ οἱ ἀψευδής, βασιλήϊος ἄφθιτος αἰθήρ,
ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται οὐδέ τίς 〈ἐστιν〉
αὐδὴ οὔτ´ ἐνοπὴ οὔτε κτύπος οὐδὲ μὲν ὄσσα,
ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος.
»

Δι´ ὧν σαφῶς ὁ αἰθὴρ νοῦς ἀνείρηται ὢν τοῦ Διός. Ὁ δὲ τὴν Ἥραν πάλιν τὴν αἰθέριον καὶ ἀέριον δύναμιν εἶναί φησιν. Ἔπειτα διαιρῶν ἐπιλέγει·

« Καὶ τοῦ μὲν παντὸς ἀέρος ἡ δύναμις Ἥρα τοὔνομα ἀπὸ τοῦ ἀέρος κεκλημένη· τοῦ δὲ ὑπὸ σελήνην φωτιζομένου καὶ σκοτιζομένου ἀέρος ἡ Λητὼ σύμβολον· ληθὼ γὰρ αὐτὴν εἶναι διὰ τὴν κατὰ τὸν ὕπνον ἀναισθησίαν καὶ ὅτι ψυχαῖς ὑπὸ σελήνην γενομέναις λήθη ξυνομαρτεῖ τοῦ θείου· διὰ τοῦτο δὲ καὶ μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος, τῶν αἰτίων φωτισμοῦ τῇ νυκτί. »

Καὶ ἐν τούτοις ἡλίου καὶ σελήνης μητέρα φησὶν εἶναι τὸν ὑπὸ σελήνην ἀέρα· τοῦτον γὰρ εἶναι τὴν Λητώ.

Καὶ πῶς ἂν ὁ ἀὴρ γένοιτο μήτηρ τῶν αἰτίων φωτισμοῦ, μᾶλλον αὐτὸς γινόμενος ἢ ποιῶν; ἥλιος γὰρ καὶ σελήνη ἄλλοτε ἄλλως τὸν ἀέρα μεταβάλλουσιν. Πάλιν δὲ προϊὼν ἑξῆς λέγει·

« Καὶ τὸ μὲν ἡγεμονικὸν τῆς χθονίας δυνάμεως Ἑστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ´ ἑστίας πυρὸς ἱδρυμένον· καθὸ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν αὐτὴν γυναικὸς εἴδει προμάστου. Τὴν δὲ Ῥέαν προσεῖπον τὴν τῆς πετρώδους καὶ ὀρείου γῆς δύναμιν, τὴν δὲ Δήμητραν τὴν τῆς πεδινῆς καὶ γονίμου. Ἡ Δημήτηρ δὲ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ ἔχει τῇ Ῥέᾳ, διενήνοχε δὲ ὅτι αὕτη κυεῖ τὴν Κόρην ἐκ Διός, τουτέστι τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. Διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς τοῖς στάχυσιν, μήκωνές τε περὶ αὐτὴν τῆς πολυγονίας σύμβολον. »

Κἀνταῦθα πάλιν σκόπει τίνα τρόπον τὴν Ῥέαν μητέρα θεῶν λεγομένην καὶ αὐτοῦ τοῦ Διὸς κάτω που περὶ πέτρας καὶ γῆν καταβέβληκεν καὶ πάντα φύρων τὴν αὐτὴν εἶναί φησι τῇ Δήμητρι, πλὴν ὅτι διενήνοχεν, καθό, φησίν, ἡ Δημήτηρ ἐκ Διὸς κυεῖ τὴν Κόρην, ὥσπερ οὖν ἡ πεδιὰς γῆ τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. Ἰδού σοι πάλιν ὁ Ζεὺς εἰς τὰ φρυγανώδη σπέρματα μεταβέβληται. Τούτοις ἑξῆς ἐπισυνάπτει λέγων·

« Ἐπεὶ δὲ καὶ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν τις δύναμις, ἣν ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει, κατὰ τὰς χειμερίους τροπάς, Κόρη μὲν ἡ δύναμις ἡ σπερματοῦχος, Πλούτων δὲ ὁ ὑπὸ γῆν ἰὼν ἥλιος καὶ τὸν ἀφανῆ περινοστῶν κόσμον κατὰ τὰς χειμερίους τροπάς (ὃς ἁρπάζειν λέγεται τὴν Κόρην, ἣν ποθεῖ ἡ Δημήτηρ κρυπτομένην ὑπὸ γῆν), τῶν δὲ ἀκροδρύων καὶ ὅλως τῶν φυτευτικῶν ἡ δύναμις Διόνυσος ὀνομάζεται. Ὅρα δὲ καὶ τούτων τὰς εἰκόνας. Σύμβολα γὰρ ἡ Κόρη φέρει τῆς προβολῆς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν ἐκφύσεων, ὁ δὲ Διόνυσος κοινὰ μὲν πρὸς τὴν Κόρην ἔχει τὰ κέρατα, ἔστι δὲ θηλύμορφος, μηνύων τὴν περὶ τὴν γένεσιν τῶν ἀκροδρύων ἀρρενόθηλυν δύναμιν. Πλούτων δὲ ὁ Κόρης ἅρπαξ κυνῆν μὲν ἔχει τοῦ ἀφανοῦς πόλου σύμβολον, τὸ δὲ σκῆπτρον τὸ κολοβὸν σημεῖον τῆς τῶν κάτω βασιλείας· ὁ δὲ κύων αὐτοῦ δηλοῖ τὴν κύησιν τῶν καρπῶν εἰς τρία διῃρημένην, εἰς τὴν καταβολὴν καὶ τὴν ὑποδοχὴν καὶ τὴν ἀνάδοσιν. Οὐ γὰρ παρὰ τὸ τὰς κῆρας ἔχειν βοράν, ὃ δηλοῖ τὰς ψυχάς, κέκληται κύων, ἀλλὰ παρὰ τὸ κυεῖν, ᾗ χορηγὸς ὁ Πλούτων, ὅταν ἁρπάσῃ τὴν Κόρην. Ἄττις δὲ καὶ Ἄδωνις τῇ τῶν καρπῶν εἰσιν ἀναλογίᾳ προσήκοντες. Ἀλλ´ ὁ μὲν Ἄττις τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθέων καὶ πρὶν τελεσιογονῆσαι διαρρεόντων (ἔνθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν αὐτῷ προσανέθεσαν, μὴ φθασάντων ἐλθεῖν τῶν καρπῶν εἰς τὴν σπερματικὴν τελείωσιν), ὁ δὲ Ἄδωνις τῆς τῶν τελείων καρπῶν ἐκτομῆς σύμβολον. Ὁ δὲ Σειληνὸς σύμβολον τῆς πνευματικῆς κινήσεως, οὐκ ὀλίγα συμβαλλομένης τῷ παντί. Σύμβολα δέ ἐστι τὸ μὲν φάλανθον καὶ στιλπνὸν κατὰ τὴν κεφαλὴν τῆς οὐρανίου περιφορᾶς, ἡ δὲ περικειμένη κόμη τοῖς κάτω μέρεσιν αὐτοῦ ὑπόδειγμα τῆς προσγείου περὶ τὸν ἀέρα παχύτητος. Ἐπεὶ δὲ καὶ τῆς μαντικῆς δυνάμεώς τις μέτοχος ἦν δύναμις, Θέμις μὲν κέκληται ἡ δύναμις, τῷ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέγειν.

Διὰ δὴ πάντων τούτων ἡ περίγειος δύναμις ἐξηγήσεως τυχοῦσα θρησκεύεται, ὡς μὲν παρθένος καὶ Ἑστία ἡ κεντροφόρος, ὡς δὲ τοκὰς ἡ τροφός, ὡς δὲ Ῥέα ἡ πετροποιὸς καὶ ὄρειος, ὡς δὲ Δημήτηρ ἡ χλοηφόρος, ὡς δὲ Θέμις ἡ χρησμῳδός, τοῦ εἰς αὐτὴν κατιόντος σπερματικοῦ λόγου εἰς τὸν Πρίηπον ἐκτετυπωμένου· οὗ τὸ μὲν περὶ τοὺς ξηροὺς καρποὺς Κόρη, τὸ δὲ κατὰ τοὺς ὑγροὺς  καὶ τὰ ἀκρόδρυα Διόνυσος καλεῖται, τῆς μὲν Κόρης ὑπὸ Πλούτωνος τοῦ ὑπὸ γῆν ἰόντος ἡλίου ἁρπαζομένης κατὰ τὸν σπόρον, τοῦ δὲ Διονύσου τὰ πάθη τῆς δυνάμεως ὑπὸ γῆν μὲν νεωτέρας καὶ καλλιγόνου βλαστάνειν ἀρχομένης, ἐπιμάχου δὲ τῆς κατὰ τὴν ἄνθην δυνάμεως σύμβολον τὸν Ἄττιν ἐχούσης, τῆς δὲ κατὰ τὴν τελεσιουργίαν ἐκτομῆς τὸν Ἄδωνιν, καὶ τῆς μὲν πνευματικῆς διὰ πάντων δυνάμεως εἰς Σειληνὸν ἀναπλαττομένης, τῆς δὲ εἰς ἔκστασιν ἀπ´ αὐτῶν παραγωγῆς εἰς Βάκχην, ὥσπερ αὖ τῆς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσης ὁρμῆς διὰ τῶν Σατύρων. Διὰ δὴ τούτων τῶν συμβόλων ἡ περίγειος ἐκκαλύπτεται δύναμις. »

Τοσαῦτα μὲν οὖν καὶ τάδε, ἃ καὶ ἀναγκαίως ἐπιτεμόμενος παρατέθειμαι εἰς τὸ μὴ ἀγνοεῖν ἡμᾶς τὰ σεμνὰ τῶν φιλοσόφων. Οὕτω τοιγαροῦν κατὰ τὰ ἀποδεδομένα Κόρη μὲν ἡ τῶν σπορίμων, Διόνυσος δὲ ἡ τῶν ἀκροδρύων δύναμις, καὶ τῶν μὲν ἐαρινῶν ἀνθῶν ὁ Ἄττις, τῶν δὲ τελείων καρπῶν ὁ Ἄδωνις σύμβολον. Τί δὴ οὖν ταῦτα χρὴ θεοποιεῖν εἰς τροφὰς σωμάτων τῶν ἐπὶ γῆς ζῴων πρὸς τοῦ τῶν ὅλων θεοῦ πεποιημένα; τί δὲ θρησκεύειν τὴν περίγειον δύναμιν προσῆκον ἡμῖν ἐστιν, οἷς φύσις ἐστὶ ψυχῆς οὐρανία λογική τε καὶ ἀθάνατος, τοῦ παμβασιλέως τῶν ὅλων θεοῦ διανοίας ὄμμασι κεκαθαρμένοις θεωρητική; τὸν δὲ Σειληνὸν ἀκούων τὴν πνευματικὴν εἶναι κίνησιν καὶ τὴν διήκουσαν διὰ πάντων δύναμιν, τοτὲ μὲν τὴν οὐράνιον περιφορὰν διὰ τῆς κεφαλῆς ἐπιδεικνύμενον, τοτὲ δὲ τὴν περὶ τὸν ἀέρα παχύτητα διὰ τῆς λασίας κόμης τοῦ γενείου, πῶς ἄν τις ἀνάσχοιτο τοῦτον μὲν ὁρῶν οὐδεμιᾶς ἠξιωμένον σεβασμίου τιμῆς, ὃν ἐχρῆν πρὸ τῶν πάντων θεοποιεῖν, Ἄδωνιν δὲ καὶ Διόνυσον, τοὺς καρποὺς δηλαδὴ καὶ τὰ ἀκρόδρυα, θεοποιουμένους; τίς δ´ ἂν ὑπομείνειεν σεμνολογουμένους ἀκούων Σατύρους καὶ Βάκχας, τὰ ἐν ἀνθρώποις αἰσχρὰ καὶ ἀκόλαστα πάθη, εἰ δὴ οἱ μὲν ἐδήλουν τὰς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσας ὁρμὰς οἱ Σάτυροι, αἱ δὲ Βάκχαι τὰς εἰς ἔκστασιν τῶν περὶ ταῦτα συμβαινούσας παραγωγάς; καὶ τί δεῖ κατὰ μέρος ἕκαστον ἀπελέγχειν, ἐπιδραμεῖν δέον, ὡς ἂν μηδὲν ἡμᾶς τῶν ἀπορρήτων λανθάνοι, καὶ τὴν τῶν ἑξῆς αὖθις ἐπιτεμέσθαι φυσιολογίαν, ἣν ἐκτέθειται ὁ δηλωθεὶς συγγραφεύς, τόνδε ἐπεξιὼν τὸν τρόπον·

«Τὴν δὲ ὑδροποιὸν ὅλην δύναμιν Ὠκεανὸν προσεῖπον, τὸ σύμβολον αὐτῆς Τηθὺν ὀνομάσαντες. Τῆς δὲ ὅλης ἡ μὲν τῶν ποτίμων πεποιημένη Ἀχελῷος αὐτοῖς κέκληται, ἡ δὲ τῶν θαλασσίων Ποσειδῶν, πάλιν τῆς θαλασσοποιοῦ, καθὸ γεννητική, Ἀμφιτρίτης οὔσης. Καὶ αἱ μὲν τῶν γλυκέων ὑδάτων μερικαὶ δυνάμεις Νύμφαι, αἱ δὲ τῶν θαλασσίων Νηρηίδες κέκληνται. Τοῦ δ´ αὖ πυρὸς τὴν δύναμιν προσειπόντες Ἥφαιστον ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιήκασιν, πῖλον δὲ περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορᾶς, ἔνθα τοῦ πυρὸς τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον. Τὸ δ´ εἰς γῆν κατενεχθὲν ἐξ οὐρανοῦ πῦρ ἀτονώτερον δεόμενόν τε στηρίγματος καὶ βάσεως τῆς ἐφ´ ὕλης· διὸ χωλεύει, ὕλης δεόμενον εἰς ὑπέρεισμα. Καὶ ἡλίου δὲ τὴν τοιάνδε δύναμιν ὑπολαβόντες Ἀπόλλωνα προσεῖπον, ἀπὸ τῆς τῶν ἀκτίνων αὐτοῦ πάλσεως. Ἐννέα δὲ ἐπᾴδουσαι αὐτῷ Μοῦσαι· ἥ τε ὑποσελήνιος σφαῖρα καὶ ἑπτὰ πλανητῶν καὶ μία ἡ τῆς ἀπλανοῦς. Περιέθεσαν δὲ αὐτῷ τὴν δάφνην, τοῦτο μὲν ὅτι πυρὸς πλῆρες τὸ φυτὸν καὶ διὰ τοῦτο ἀπεχθὲς δαίμοσιν, τοῦτο δὲ ὅτι λάλον καιόμενον, εἰς παράστασιν τοῦ προφητεύειν τὸν θεόν. Καθὸ δὲ ἀπαλεξίκακός ἐστι τῶν ἐπιγείων ὁ ἥλιος, Ἡρακλέα αὐτὸν προσεῖπον, ἐκ τοῦ κλᾶσθαι πρὸς τὸν ἀέρα ἀπ´ ἀνατολῆς εἰς δύσιν ἰόντα. Δώδεκα δ´ ἄθλους ἐκμοχθεῖν ἐμυθολόγησαν, τῆς κατὰ τὸν οὐρανὸν διαιρέσεως τῶν ζῳδίων τὸ σύμβολον ἐπιφημίσαντες· ῥόπαλον δὲ αὐτῷ καὶ λεοντῆν περιέθεσαν, τὸ μὲν τῆς ἀνωμαλίας μήνυμα, τὸ δὲ τῆς κατὰ τὸ ζῴδιον ἐμφανιστικὸν ἰσχύος. Τῆς δὲ σωστικῆς αὐτοῦ δυνάμεως Ἀσκληπιὸς τὸ σύμβολον· ᾧ τὸ μὲν βάκτρον δεδώκασι τῆς τῶν καμνόντων ὑπερείσεως καὶ ἀναστάσεως, ὁ δὲ ὄφις περισπειρᾶται τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν σωτηρίας φέρων σημεῖον· πνευματικώτατον γὰρ τὸ ζῷόν ἐστι καὶ τὴν ἀσθένειαν τοῦ σώματος ἀποδύεται. Δοκεῖ δὲ καὶ ἰατρικώτατον εἶναι· τῆς γὰρ ὀξυδορκίας εὗρε τὸ φάρμακον καὶ μυθεύεται τῆς ἀναβιώσεως εἰδέναι τινὰ βοτάνην. Τῆς δ´ αὖ χορευτικῆς τε καὶ ἐγκυκλίου κινήσεως, καθ´ ἣν τοὺς καρποὺς πεπαίνει, ἡ πυρὸς δύναμις Διόνυσος κέκληται ἑτέρως 〈ἢ〉 ἡ τῶν ὑγροποιῶν καρπῶν δύναμις, ἢ παρὰ τὸ δινεῖν ἢ διανύειν τὸν ἥλιον τὴν κατὰ τὸν οὐρανὸν περιφοράν. ᾟ δὲ περὶ τὰς ὥρας τοῦ κόσμου περιπολεῖ καὶ χρόνων ἐστὶ ποιητικὸς καὶ καιρῶν ὁ ἥλιος, Ὧρος κατὰ τοῦτο κέκληται. Τῆς δ´ αὖ γεωργικῆς αὐτοῦ δυνάμεως, καθ´ ἣν αἱ δόσεις τοῦ πλούτου, σύμβολον ὁ Πλούτων. Ὁμοίως μέντοι καὶ φθαρτικὴν ἔχει δύναμιν, διὸ τῷ Πλούτωνι συνοικίζουσι τὸν Σάραπιν, τοῦ μὲν δεδυκότος ὑπὸ γῆν φωτὸς τὸν πορφυροῦν χιτῶνα ποιούμενοι σύμβολον, τὸ δὲ ἠκρωτηριασμένον σκῆπτρον τῆς κάτω δυνάμεως τό τε σχῆμα τῆς χειρὸς τοῦ μεταχωρεῖν εἰς τὸ ἀφανές. Ὁ δὲ Κέρβερος τρικέφαλος μέν, ὅτι τρεῖς αἱ ἄνω χῶραι ἡλίου, ἀνατολή, μεσημβρία, δύσις. Τὴν δὲ σελήνην παρὰ τὸ σέλας ὑπολαβόντες Ἄρτεμιν προσηγόρευσαν, οἷον ἀερότεμιν· Λοχεία τε ἡ Ἄρτεμις, καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας δύναμις προσθετικὴ εἰς τὸ τίκτειν. Ὅπερ δὲ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἀθηνᾶ ἐν σελήνῃ· ἔστι γὰρ τῆς φρονήσεως σύμβολον, Ἀθρηνᾶ τις οὖσα. Ἑκάτη δὲ ἡ σελήνη πάλιν, τῆς περὶ αὐτὴν μετασχηματίσεως καὶ κατὰ τοὺς σχηματισμοὺς δυνάμεως· διὸ τρίμορφος ἡ δύναμις, τῆς μὲν νουμηνίας φέρουσα τὴν λευχείμονα καὶ χρυσοσάνδαλον καὶ τὰς λαμπάδας ἡμμένας· ὁ δὲ κάλαθος, ὃν ἐπὶ τοῖς μετεώροις φέρει, τῆς τῶν καρπῶν κατεργασίας, οὓς ἀνατρέφει κατὰ τὴν τοῦ φωτὸς παραύξησιν· τῆς δ´ αὖ πανσελήνου ἡ χαλκοσάνδαλος σύμβολον. Ἢ καὶ ἐκ μὲν τοῦ κλάδου τῆς δάφνης λάβοι ἄν τις αὐτῆς τὸ ἔμπυρον, ἐκ δὲ τοῦ μήκωνος τὸ γόνιμον καὶ τὸ πλῆθος τῶν εἰσοικιζομένων εἰς αὐτὴν ψυχῶν ὥσπερ εἰς πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον. Καὶ Εἰλείθυια δὲ ἡ αὐτή, τῆς γεννητικῆς δυνάμεως σύμβολον· τόξα δὲ φέρει καθάπερ ἡ Ἄρτεμις διὰ τὴν τῶν ὠδίνων ὀξύτητα. Πάλιν δ´ αὖ αἱ Μοῖραι ἐπὶ τὰς δυνάμεις αὐτῆς ἀναφέρονται· ἡ μὲν Κλωθὼ ἐπὶ τὴν γεννητικήν, Λάχεσις δὲ ἐπὶ τὴν θρεπτικήν, Ἄτροπος δὲ ἡ κατὰ τὸ ἀπαραίτητον τοῦ θεοῦ. Συνοικίζουσι δὲ αὐτῇ καὶ τὴν τῶν καρπῶν γεννητικὴν δύναμιν, ἥπερ ἐστὶ Δημήτηρ, δύναμιν ἐμποιοῦσαν αὐτῇ. Καὶ ἔστι συνεκτικὴ τῆς Κόρης ἡ σελήνη. Προσοικίζουσι δὲ καὶ τὸν Διόνυσον διά τε τὴν τῶν κεράτων ἔκφυσιν καὶ διὰ τὸν τῶν νεφῶν τόπον τὸν ὑποκείμενον τοῖς κάτω μέρεσιν.

τὴν δὲ τοῦ Κρόνου δύναμιν νωχελῆ καὶ βραδεῖαν καὶ ψυχρὰν κατεῖδον, διὸ τὴν τοῦ χρόνου δύναμιν αὐτῷ προσανέθεσαν· ἀποτυποῦσί τε αὐτὸν ἑστῶτα πολιόν, πρὸς ἔμφασιν τοῦ γηράσκειν τὸν χρόνον. Τῶν δὲ καιρῶν σύμβολα οἱ Κουρῆτες, τὸν χρόνον βουκολοῦντες, ὅτι διὰ τῶν καιρῶν ὁ χρόνος παροδεύει. Τῶν δὲ Ὡρῶν αἱ μὲν Ὀλυμπιάδες εἰσὶ τοῦ Ἡλίου, αἳ καὶ ἀνοίγουσι τὰς κατὰ τὸν ἀέρα πύλας, αἱ δὲ ἐπιχθόνιοι τῆς Δήμητρος· καὶ τὸν κάλαθον ἔχουσιν τὸν μὲν τῶν ἀνθῶν σύμβολον τοῦ ἔαρος, τὸν δὲ τῶν σταχύων τοῦ θέρους. Τοῦ δὲ Ἄρεως τὴν δύναμιν καταλαβόντες διάπυρον, πολέμων ποιητικὴν καὶ αἱματουργὸν βλάπτειν τε καὶ ὠφελεῖν δυναμένην ἐποίησαν. Τὸν δὲ τῆς Ἀφροδίτης ἀστέρα, τηρήσαντες γενεσιουργὸν ἐπιθυμίας τε καὶ γονῆς αἴτιον, γυναῖκα μὲν ἀνέπλασαν διὰ τὴν γένεσιν, ὡραίαν δέ, ὅτι καὶ Ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ. Καὶ Ἔρωτα μὲν παρέστησαν διὰ τὴν ἐπιθυμίαν. Σκέπει δὲ μαστοὺς καὶ τὸ μόριον, ὅτι γονῆς αἰτία ἡ δύναμις καὶ ἐκθρέψεως. Ἔστι δὲ ἀπὸ θαλάττης, στοιχείου διύγρου καὶ θερμοῦ, πολλὰ κινουμένου καὶ διὰ τὴν συγκίνησιν ἀφριῶντος, τὸ σπερματικὸν αἰνιττόμενοι. Τοῦ δὲ λόγου τοῦ πάντων ποιητικοῦ τε καὶ ἑρμηνευτικοῦ ὁ Ἑρμῆς παραστατικός. Ὁ δὲ ἐντεταμένος Ἑρμῆς δηλοῖ τὴν εὐτονίαν, δείκνυσιν δὲ καὶ τὸν σπερματικὸν λόγον τὸν διήκοντα διὰ πάντων. Λοιπὸν δὲ σύνθετος λόγος, ὁ μὲν ἐν ἡλίῳ Ἑρμῆς, Ἑκάτη δὲ ὁ ἐν σελήνῃ, Ἑρμόπαν δὲ ὁ ἐν τῷ παντί· κατὰ πάντων γὰρ ὁ σπερματικὸς καὶ ποιητικός. Σύνθετος δὲ καὶ οἷον μιξέλλην καὶ παρ´ Αἰγυπτίοις ὁ Ἑρμάνουβις. Ἐπεὶ δὲ καὶ τῆς ἐρώσης ἦν δυνάμεως ὁ λόγος, ταύτης ὁ Ἔρως παραστατικός. Διὸ παῖς μὲν τοῦ Ἑρμοῦ ὁ Ἔρως, νήπιος δὲ διὰ τὰς αἰφνιδίους περὶ τὰς ἐπιθυμίας ἐμπτώσεις αὐτοῦ. Τοῦ δὲ παντὸς τὸν Πᾶνα σύμβολον ἔθεντο, τὰ μὲν κέρατα δόντες σύμβολα ἡλίου καὶ σελήνης, τὴν δὲ νεβρίδα τῶν κατ´ οὐρανὸν ἀστέρων ἢ τῆς τοῦ παντὸς ποικιλίας. »

Καὶ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα· τὰ δὲ τῶν Αἰγυπτίων πάλιν τοιαῦτά φησιν ἔχειν σύμβολα·

« Τὸν δημιουργόν, ὃν Κνὴφ οἱ Αἰγύπτιοι προσαγορεύουσιν, ἀνθρωποειδῆ, τὴν δὲ χροιὰν ἐκ κυανοῦ μέλανος ἔχοντα, κρατοῦντα ζώνην καὶ σκῆπτρον, ἐπὶ δὲ τῆς κεφαλῆς πτερὸν βασίλειον περικείμενον, ὅτι λόγος δυσεύρετος καὶ ἐγκεκρυμμένος καὶ οὐ φανὸς καὶ ὅτι ζῳοποιὸς καὶ ὅτι βασιλεὺς καὶ ὅτι νοερῶς κινεῖται· διὸ ἡ τοῦ πτεροῦ φύσις ἐν τῇ κεφαλῇ κεῖται. Τὸν δὲ θεὸν τοῦτον ἐκ τοῦ στόματος προΐεσθαι ᾠόν φασιν, ἐξ οὗ γεννᾶσθαι θεόν, ὃν αὐτοὶ προσαγορεύουσι Φθᾶ, οἱ δὲ Ἕλληνες Ἥφαιστον· ἑρμηνεύειν δὲ τὸ ᾠὸν τὸν κόσμον. Ἀφιέρωται δὲ τῷ θεῷ τούτῳ πρόβατον διὰ τὸ τοὺς παλαιοὺς γαλακτοποτεῖν. Αὐτοῦ δὲ τοῦ κόσμου τὸ δείκηλον τοιόνδε ἀνέπλασαν· ἀνθρωποειδές ἐστιν ἄγαλμα, τοὺς μὲν πόδας συμβεβηκότας ἔχον, ἄνωθεν δὲ μέχρι ποδῶν ποικίλον ἱμάτιον περιβεβλημένον· ἐπὶ δὲ τῆς κεφαλῆς σφαῖραν ἔχει χρυσῆν διὰ τὸ μὴ μεταβαίνειν καὶ διὰ τὴν τῶν ἄστρων ποικίλην φύσιν καὶ ὅτι σφαιροειδὴς ὁ κόσμος. Ἥλιον δὲ σημαίνουσιν ποτὲ μὲν δι´ ἀνθρώπου ἐπιβεβηκότος πλοῖον, τοῦ πλοίου ἐπὶ κροκοδείλου κειμένου. Δηλοῖ δὲ τὸ μὲν πλοῖον τὴν ἐν ὑγρῷ κίνησιν, ὁ δὲ κροκόδειλος πότιμον ὕδωρ, ἐν ᾧ φέρεται ὁ ἥλιος. Ἐσημαίνετο τοίνυν ὁ ἥλιος δι´ ἀέρος ὑγροῦ καὶ γλυκέος τὴν περιπόλησιν ποιεῖσθαι. Τῆς δὲ οὐρανίας γῆς καὶ τῆς χθονίας τὴν δύναμιν Ἶσιν προσεῖπον διὰ τὴν ἰσότητα, ἀφ´ ἧς τὸ δίκαιον· οὐρανίαν δὲ τὴν σελήνην, χθονίαν δὲ καὶ τὴν καρποφόρον, ἐν ᾗ κατοικοῦμεν, λέγουσιν. Τὸ δὲ αὐτὸ δύναται Δημήτηρ παρ´ Ἕλλησιν καὶ Ἶσις παρ´ Αἰγυπτίοις, καὶ πάλιν Κόρη παρ´ Ἕλλησι καὶ Διόνυσος καὶ Ἶσις καὶ Ὄσιρις παρ´ Αἰγυπτίοις. Αὕτη δὲ τρέφουσα καὶ αἴρουσα τὰ ἐπὶ γῆς· ὁ δὲ Ὄσιρις παρ´ Αἰγυπτίοις τὴν κάρπιμον παρίστησι δύναμιν, ἣν θρήνοις ἀπομειλίσσονται εἰς γῆν ἀφανιζομένην ἐν τῷ σπόρῳ καὶ ὑφ´ ἡμῶν καταναλισκομένην εἰς τροφάς. Λαμβάνεται δὲ καὶ ἀντὶ τῆς ποταμίας τοῦ Νείλου δυνάμεως· Ἀλλ´ ὅταν μὲν τὴν χθονίαν γῆν σημαίνωσιν, Ὄσιρις ἡ κάρπιμος λαμβάνεται δύναμις, ὅταν δὲ τὴν οὐρανίαν, Ὄσιρίς ἐστιν ὁ Νεῖλος, ὃν ἐξ οὐρανοῦ καταφέρεσθαι οἴονται· πενθοῦσι δὲ καὶ τοῦτον, ἀπομειλισσόμενοι τὴν δύναμιν λήγουσαν καὶ ἀναλισκομένην. Ἡ δὲ ἐν τοῖς μύθοις μισγομένη τῷ Ὀσίριδι Ἶσις ἡ Αἰγυπτία ἐστὶν γῆ, διόπερ ἰσοῦται καὶ κυεῖ καὶ ποιεῖ τοὺς καρπούς· διὸ ἀνὴρ τῆς Ἴσιδος Ὄσιρις καὶ ἀδελφὸς καὶ υἱὸς παραδέδοται.

ΚΕΦΑΛΑΙΟΝ ΙΒ'.

« Κατὰ δὲ τὴν Ἐλεφαντίνην πόλιν τετίμηται ἄγαλμα, πεπλασμένον μέν, ἀλλὰ ἀνδρείκελον καὶ καθήμενον κυανοῦν τε τὴν χρόαν, κεφαλὴν δὲ κριοῦ κεκτημένον καὶ βασίλειον κέρατα τράγεια ἔχον, οἷς ἔπεστι κύκλος δισκοειδής. κάθηται δὲ παρακειμένου κεραμέου ἀγγείου, ἐφ´ οὗ ἄνθρωπον ἀναπλάσσει. δηλοῖ δὲ ἀπὸ μὲν τοῦ κριοῦ πρόσωπον ἔχειν καὶ αἰγὸς κέρατα τὴν ἐν κριῷ σύνοδον ἡλίου καὶ σελήνης· τὸ δὲ ἐκ κυανοῦ χρῶμα, ὅτι ὑδραγωγὸς ἐν συνόδῳ ἡ σελήνη. τὸ δὲ δεύτερον φῶς τῆς σελήνης ἐν Ἀπόλλωνος μὲν πόλει καθιέρωται· ἔστι δὲ τούτου σύμβολον ἱερακοπρόσωπος ἄνθρωπος ζιβύνῃ χειρούμενος Τυφῶνα ἱπποποτάμῳ εἰκασμένον. λευκὸν δὲ τῇ χρόᾳ τὸ ἄγαλμα, τῆς μὲν λευκότητος τὸ φωτίζεσθαι τὴν σελήνην παραστησάσης, τοῦ δὲ ἱερακείου προσώπου τὸ ἀφ´ ἡλίου φωτίζεσθαι καὶ πνεῦμα λαμβάνειν. τὸν γὰρ ἱέρακα ἡλίῳ ἀφιεροῦσιν· φωτὸς δὲ καὶ πνεύματος ἱέραξ αὐτοῖς σύμβολον διά τε τὴν ὀξυκινησίαν καὶ τὸ πρὸς ὕψος ἀνατρέχειν, ἔνθα τὸ φῶς· ὁ δ´ ἱπποπόταμος τὸν δυτικὸν δηλοῖ πόλον, παρὰ τὸ καταπίνειν εἰς ἑαυτὸν τοὺς περιπολοῦντας. θεὸς δὲ τιμᾶται ἐν τῇ πόλει ταύτῃ ὁ Ὧρος. ἡ δὲ τῆς Εἰλειθυίας πόλις τὸ τρίτον φῶς θεραπεύει· τὸ δὲ ξόανον τετύπωται εἰς γῦπα πετομένην, ἧς τὸ πτέρωμα ἐκ σπουδαίων συνέστηκε λίθων. σημαίνει δὲ τὸ μὲν γυποειδὲς αὐτῆς τὴν γεννητικὴν πνευμάτων σελήνην· ἐκ γὰρ τοῦ πνεύματος οἴονται συλλαμβάνειν τὸν γῦπα, θηλείας πάσας ἀποφαινόμενοι. ἐν δὲ τοῖς κατ´ Ἐλευσῖνα μυστηρίοις ὁ μὲν ἱεροφάντης εἰς εἰκόνα τοῦ δημιουργοῦ ἐνσκευάζεται, δᾳδοῦχος δὲ εἰς τὴν ἡλίου· καὶ ὁ μὲν ἐπὶ βωμῷ εἰς τὴν σελήνης, ὁ δὲ ἱεροκῆρυξ Ἑρμοῦ. καὶ ἄνθρωπος δὲ παρ´ Αἰγυπτίοις ἐν τοῖς ἱεροῖς παρείληπται. Ἄναβις γάρ ἐστι κώμη Αἰγύπτου, ἐν ᾗ θεραπεύεται ἄνθρωπος καὶ θύεται τούτῳ καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα καίεται· ὁ δὲ μετ´ ὀλίγον φάγοι ἂν τὰ ὡς ἀνθρώπῳ αὐτῷ παρεσκευασμένα. ὅτι δὲ οὐδὲ τὰ ζῷα θεοὺς ἡγοῦνται, εἰκόνας δὲ ἐποιοῦντο καὶ σύμβολα ταῦτα θεῶν, δηλοῖ τὸ πολλαχοῦ βοῦς ἀναχθέντας θεοῖς ἐν ταῖς ἱερομηνίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς θρησκείαις βουθυτεῖν. ἡλίῳ μὲν γὰρ καὶ σελήνῃ βοῦς ἀνιέρωσαν.

ΚΕΦΑΛΑΙΟΝ ΙΓ'.

« Ἀλλ´ ὅ γε ἡλίῳ ἀνακείμενος ἐν Ἡλίου πόλει καλούμενος Μνεῦις βοῶν ἐστι μέγιστος, σφόδρα μέλας, μάλιστα ὅτι καὶ ὁ ἥλιος ὁ πολὺς μελαίνει τὰ ἀνθρώπεια σώματα. ἔχει δὲ τὴν οὐρὰν παρὰ τοὺς ἄλλους βοῦς καὶ τὸ πᾶν σῶμα ἀνάτριχον, καθάπερ ὁ ἥλιος τὸν ἐναντίον τῷ πόλῳ ποιεῖται δρόμον· τούς τε ὄρχεις μεγίστους, ἐπειδήπερ ὁ περὶ τὰ ἀφροδίσια ἵμερος γίνεται ὑπὸ θερμότητος ὅ τε ἥλιος σπερμαίνειν λέγεται τὴν φύσιν. σελήνῃ δὲ ταῦρον ἀνέθεσαν, ὃν Ἆπιν ἐπονομάζουσιν, μέλανα μὲν καὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους, φέροντα δὲ σημεῖα ἡλίου καὶ σελήνης, ὅτι καὶ τῆς σελήνης τὸ φῶς ἐξ ἡλίου· ἡλίου δὲ σημεῖον τὸ μέλαν τοῦ σώματος καὶ ὁ ὑπὸ τὴν γλῶτταν κάνθαρος· σελήνης δὲ σύμβολον τό τε διχότομον καὶ ἀμφίκυρτον.»

Ταῦτά μοι ἐκ τῆς τοῦ προειρημένου ἀνδρὸς γραφῆς ἐπιτετμήσθω, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τῶν ἀπορρήτων τῆς Ἑλληνικῆς ὁμοῦ καὶ Αἰγυπτιακῆς θεολογίας, ἧς ἀποστάτας ἑαυτοὺς καὶ φυγάδας ὁμολογοῦμεν, κρίσει καὶ λογισμῷ σώφρονι καὶ τάδε παραιτησάμενοι. οὐ γάρ με ἡ ἀλαζὼν ἐκπλήξει φωνή,

« φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ´ ἐπίθεσθε βέβηλοι »

φήσασα. βέβηλοι γοῦν οὐχ ἡμεῖς, ἀλλ´ οἵ γε τοιάσδε αἰσχρὰς καὶ ἀπρεπεῖς μυθολογίας κανθάρων πέρι καὶ θηρίων ἀλόγων σοφίας θεολόγου νοήματα εἶναι ἀποφηνάμενοι, οἳ κατὰ τὸν θαυμάσιον ἀπόστολον

« φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν· ὅτι δὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν ».

ἀλλ´ ἐπεὶ πάντα τὸν περὶ τούτων ἀπόρρητον δὴ καὶ μυστικώτερον λόγον εἰς ἀσωμάτους δυνάμεις μεταφορικῶς ἀνῆγον, ὥστε δοκεῖν μηκέτ´ ἐπὶ τὰ ὁρώμενα μέρη τοῦ κόσμου τὴν θεοποιίαν αὐτῶν συντείνειν, ἀλλ´ ἐπί τινας ἀοράτους καὶ ἀσωμάτους δυνάμεις, σκεψώμεθα εἰ μὴ καὶ οὕτως μίαν χρὴ τὴν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ´ οὐ πολλὰς ἡγεῖσθαι. οὐδὲ γὰρ ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ´ ἑνὶ σώματι δεδημιούργηται, τοσαύτας χρῆν ἡμᾶς τὰς ψυχὰς ἔχειν ἡγεῖσθαι οὐδὲ τοσούτους ποιητὰς καὶ δημιουργοὺς τοῦ σώματος νομίζειν, ἀλλὰ καὶ ψυχὴν μίαν τὸ πᾶν σῶμα κινεῖν καὶ μίαν δημιουργὸν δύναμιν τὸ πᾶν ζῷον τεκτήνασθαι. οὕτω δῆτα καὶ ἐπὶ τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος καὶ ἐκ μιᾶς τῆς σωματικῆς ὕλης συνεστῶτος, εἰς μέρη δὲ πλεῖστα διῃρημένου καὶ μίαν τῶν ὅλων φυσικὴν συμπάθειαν ὑποφαίνοντος κρᾶσίν τε καὶ μῖξιν τῶν ἐν αὐτῷ στοιχείων ἀλλοιώσεις τε καὶ μεταβολὰς αὐτῶν εἰς ἑαυτά, ὅλον δὲ καὶ τὸ πᾶν ἕνα κόσμον καὶ μίαν ἁρμονίαν ἐπιδεικνυμένου, οὐ πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργοὺς δυνάμεις, μόνην δὲ θεολογεῖν τὴν ὡς ἀληθῶς « θεοῦ δυνάμιν καὶ θεοῦ σοφίαν ».

ὁ δὲ καὶ τὰς Αἰγυπτιακὰς μυθολογίας πάλιν ἐπὶ ἀσωμάτους μεταφέρει δυνάμεις, λαθὼν ὁ σοφώτατος αὐτὸς ἑαυτόν. ἀκήκοας γὰρ ἐν τοῖς πρόσθεν ὅπως τὸν Χαιρήμονα καὶ πλείους ἄλλους ὡμολόγει μηδ´ ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγεῖσθαι ἐν ἀρχῆς τε λόγῳ τίθεσθαι τοὺς Αἰγυπτίους· τούτους γὰρ πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύειν. εἰ δὴ οὖν κατὰ τὴν αὐτῶν ὁμολογίαν Αἰγυπτίων ἦν τὸ μηδὲν ἀνάγειν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας, πάντα δὲ τὰ περὶ θεῶν αὐτοῖς μυθολογούμενα ἐπὶ τὰ φυσικὰ τοῦ κόσμου μέρη μεταφέρειν, τί δὴ ἐξ ὑπαρχῆς εὑρησιλογοῦντες Αἰγυπτίοις τὰ μηδαμῶς αὐτῶν οἰκεῖα προσγράφουσιν, ἐπὶ δυνάμεις ἀσωμάτους φάσκοντες αὐτοὺς τὴν ἀναφορὰν τῆς θεολογίας αὐτῶν ποιεῖσθαι; καθόλου μὲν οὖν ταῦτα αἰτιατέον.

Καὶ ἐπὶ τῶν κατὰ μέρος δὲ ἡγοῦμαι τὸν ἔλεγχον τῆς κατηναγκασμένης ἀποδόσεως αὐτῶν οὐ μακρᾶς ἀνασκευῆς δεῖσθαι.

ἵνα γὰρ τὸν Αἰγυπτιακὸν παρελθών τις λῆρον καὶ τὴν πολλὴν αὐτῶν καὶ ἀδόλεσχον φλυαρίαν ἐπὶ τὰς τῶν σοφῶν Ἑλλήνων μετέλθοι φυσιολογίας, τίς οὐκ ἂν τῶν εὖ φρονούντων αὐτόθεν καταμέμψαιτο τοῖς τὰ τοιαῦτα παρεξηγεῖσθαι πειρωμένοις; ἔστω γὰρ ὁ Ζεὺς μηκέθ´ ἡ πυρώδης καὶ αἰθέριος οὐσία, ὥσπερ οὖν τοῖς παλαιοῖς ἐνομίζετο κατὰ τὸν Πλούταρχον, ἀλλ´ αὐτὸς ὁ ἀνωτάτω νοῦς, ὁ τῶν ὅλων δημιουργικός, ὁ τὰ πάντα ζῳογονῶν· πῶς οὖν ἔσται τούτου πατὴρ μὲν ὁ Κρόνος, ὅν φασιν εἶναι τὸν χρόνον, Ῥέα δὲ μήτηρ, ἣν ὁ ἑρμηνεὺς ἔφησεν εἶναι τὴν πετρώδη καὶ ὄρειον δύναμιν; τὴν γὰρ Ἥραν οὐκ οἶδ´ ὅπως τὸν ἀέρα τὸν καὶ αἰθέρα προσειπὼν ἀδελφὴν ὁμοῦ καὶ γυναῖκά φησιν εἶναι τοῦ κοσμοποιοῦ καὶ ζῳοποιοῦ πάντων νοῦ. ἀλλὰ καὶ ἡ Λητὼ πάλιν ληθώ τις καλείσθω, διὰ τὴν κατὰ τὸν ὕπνον, ὥς φασιν, ἀναισθησίαν καὶ ὅτι λήθη ξυνομαρτεῖ ταῖς ὑπὸ σελήνην γενομέναις ψυχαῖς. πῶς ἂν οὖν ἡ λήθη γένοιτ´ ἂν ἡλίου καὶ σελήνης μήτηρ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος τῶν Λητοῦς παίδων εἰς ἥλιον καὶ σελήνην μετενηνεγμένων; τί δὲ χρὴ σέβειν ὡς θεὸν τὴν Ῥέαν ἢ τὴν Δήμητραν, εἰ ἡ μὲν τῆς πετρώδους καὶ ὀρείου γῆς, ἡ δὲ τῆς πεδιάδος τὰ σύμβολα φέρειν ἐλέγετο; τὴν δὲ Κόρην τὸν κόρον ἀλληγοροῦντες τίνι λόγῳ καὶ ταύτην οἴονται δεῖν τῇ σεβασμίῳ προσηγορίᾳ τιμᾶν; τί δὲ μᾶλλον τὴν σπερματοῦχον δύναμιν καὶ τὴν τῶν ἀκροδρύων γένεσιν ἢ τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθῶν καὶ πρὶν τελεσιογονῆσαι διαρρεόντων ἢ τῆς τῶν τελείων καρπῶν ἐκτομῆς τὰ σύμβολα, Διόνυσον καὶ Ἄττιν καὶ Ἄδωνιν ἐπονομάζοντας, ὡς θεοὺς χρῆναι σέβειν, οὐχὶ δὲ τούτων ἁπάντων τὸ ἀνθρώπειον γένος προτιμᾶν, ᾧ ταῦτα πρὸς χρῆσιν καὶ τροφὴν ὁ τῶν ὅλων δημιουργὸς θεὸς ὑπεστήσατο; Μεταβὰς δὲ ἐκ τούτων καὶ τὰ λοιπὰ κατὰ τὸν ὅμοιον τρόπον τῆς γενναίας ἀπελέγξεις φυσιολογίας, εὐλόγως τῆς ἀναισχυντίας ἐπιμεμψάμενος τοῖς, φέρε, τὸν ἥλιον αὐτὸν εἶναι τὸν Ἀπόλλω καὶ πάλιν τὸν Ἡρακλέα καὶ αὖθις τὸν Διόνυσον καὶ τὸν Ἀσκληπιὸν ὁμοίως ἀποφαινομένοις. πῶς γὰρ ὁ αὐτὸς πατὴρ ἂν γένοιτο καὶ υἱός, Ἀσκληπιὸς ὁμοῦ καὶ Ἀπόλλων; πῶς δὲ πάλιν εἰς Ἡρακλέα μετενεχθείη, εἰ δὴ ἐκ θνητῆς γυναικὸς τῆς Ἀλκμήνης ὁ Ἡρακλῆς αὐτοῖς ὁμολογεῖται; πῶς δ´ ἂν ἐμμανὴς γένοιτο καὶ σφάξειεν τοὺς ἑαυτοῦ παῖδας ὁ ἥλιος, ὅτι δὴ καὶ ταῦτα προσαναγέγραπται τῷ Ἡρακλεῖ; ἀλλὰ τοὺς ἄθλους ἐπιτελοῦντα τοὺς δώδεκα τὸν Ἡρακλέα τῆς κατ´ οὐρανὸν διαιρέσεως τοῦ ζωδιακοῦ κύκλου, ὅν φασι τὸν ἥλιον περιπολεῖν, τὸ σύμβολον φέρειν. τίς οὖν ἔτι γένοιτ´ ἂν Εὐρυσθεὺς ὁ τῷ ἡλίῳ, ὥσπερ οὖν τῷ Ἡρακλεῖ, τοὺς ἄθλους ἐκτελεῖν ἐπιτάττων; πῶς δὲ ἐπὶ τὸν ἥλιον ἀναχθεῖεν αἱ πεντήκοντα Θεσπίου θυγατέρες καὶ τὸ τῶν λοιπῶν αἰχμαλωτίδων πλῆθος, αἷς τὸν Ἡρακλέα λόγος ἔχει μιγῆναι, ἐξ ὧν καὶ θνητοὶ παῖδες αὐτῷ γενόμενοι ἐπὶ μήκιστον τὴν τῶν γενῶν παρέτειναν διαδοχήν; τίς δ´ ἂν εἴη ὁ κένταυρος, οὗ τῷ αἵματι τὸν χιτῶνα μολύνασα ἡ Δηιάνειρα τὸν ἥλιον, ὥσπερ οὖν τὸν Ἡρακλέα, τῇ δεδηλωμένῃ περιβάλοι ἂν συμφορᾷ; ἀλλὰ γὰρ μηκέτ´ ἔστω ὁ ἥλιος αὐτοῖς Ἡρακλῆς, ἔστω δὲ Διόνυσος· καὶ τί ταῦτα πρὸς τὸν Διόνυσον; φαίη τις ἂν εἰκότως. τίς γὰρ ἡ τοῦτον γεννήσασα, εἴτε Σεμέλη τις λέγοιτο εἴτε Περσεφόνη; πῶς δ´ ἂν εἴη ὁ Διόνυσος ὁμοῦ καὶ ἥλιος καὶ ἡ κατὰ τοὺς ὑγροὺς καρποὺς καὶ τὰ ἀκρόδρυα βλαστῶσα δύναμις; τί δ´ ἂν γένοιτο τῶν συστρατευσαμένων αὐτῷ γυναικῶν τὸ πλῆθος; τίς δὲ καὶ ἡ τοῦ ἡλίου, ὥσπερ οὖν ἡ τοῦ Διονύσου, Ἀριάδνη; τί δὲ μᾶλλον οἴνου, οὐχὶ δὲ σίτου καὶ ὀσπρίων καὶ τῶν ἀπὸ γῆς ἁπάντων καρπῶν γένοιτ´ ἂν ὁ Διόνυσος χορηγὸς ἐπὶ τὸν ἥλιον μεταγόμενος; εἰ δὲ καὶ Ἀσκληπιὸς πάλιν αὐτοῖς εἴη ὁ ἥλιος, πῶς οὗτος κεραυνοῦται ὑπὸ τοῦ Διὸς ῥυπαρᾶς ἕνεκεν αἰσχροκερδείας, κατὰ τὸν Βοιώτιον μελοποιὸν Πίνδαρον ὧδέ πως λέγοντα·

Ἔτραπεν κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανείς ... χερσὶ δ´ ἄρα Κρονίων ῥίψας δι´ ἀμφοῖν ἀμπνοὰς στέρνων καθεῖλεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἔσκηψε μόρον. τίνες δὲ καὶ οἱ ἐξ ἡλίου Ἀσκληπιάδαι, εἰς μακρὸν τοῦ βίου διαφυλαχθέντες καὶ θνητῶν ἀνδρῶν γένεσιν πᾶσιν ἀνθρώποις παραπλησίαν ὑποστησάμενοι; πλὴν ἀλλὰ πάλιν αὐτοῖς, ὥσπερ διὰ μηχανῆς, τὰς αἰσχρὰς καὶ μυθικὰς περὶ θεῶν διηγήσεις ἀποφεύγουσι πρὸς ἥλιον καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ἀνατρέχοι ἂν ὁ λόγος. εἴ γε πῦρ μὲν ἦν αὐτοῖς ὁ Ἥφαιστος καὶ ἡ θερμὴ δύναμις, Ποσειδῶν δὲ ἡ ὑγρὰ οὐσία, Ἥρα δὲ ὁ ἀήρ, καὶ γῆ πάλιν ἡ μὲν ὄρειος καὶ πετρώδης Ῥέα, ἡ δὲ γόνιμος καὶ πεδινὴ Δημήτηρ καὶ Κόρη δὲ ἡ σπερματοῦχος καὶ Διόνυσος ἡ φυτευτικὴ τῶν ἀκροδρύων δύναμις καὶ ἥλιος Ἀπόλλων σὺν τοῖς κατειλεγμένοις, σελήνη δὲ ποτὲ μὲν Ἄρτεμις, ποτὲ δὲ Ἀθηνᾶ καὶ πάλιν Ἑκάτη καὶ Εἰλείθυια, οὐκοῦν πάλιν τὴν κτίσιν παρὰ τὸν κτίστην καὶ τὴν δημιουργίαν τοῦ παντός, ἀλλ´ οὐ τὸν δημιουργὸν θεολογοῦντες ἀπελέγχονται, λίαν ἐπισφαλῶς καὶ ἐπικινδύνως καὶ ἐπὶ κακῷ τῆς ἰδίας αὐτῶν κεφαλῆς. εἰ δὲ μὴ τὰ ὁρώμενα σώματα ἡλίου καὶ σελήνης καὶ ἄστρων μηδέ γε τὰ αἰσθητὰ μέρη τοῦ κόσμου φήσουσι θεοποιεῖν, ἀλλὰ τὰς ἐν τούτοις ἀοράτους δυνάμεις αὐτοῦ δὴ τοῦ ἐπὶ πᾶσιν (ἕνα γὰρ ὄντα θεὸν παντοίαις δυνάμεσι τὰ πάντα πληροῦν καὶ διὰ πάντων διήκειν καὶ τοῖς πᾶσιν ἐπιστατεῖν ἀσωμάτως καὶ ἀφανῶς ἐν πᾶσιν ὄντα καὶ διὰ πάντων διήκοντα, καὶ τοῦτον εἰκότως διὰ τῶν δεδηλωμένων σέβειν φασί), τί δῆτα τοιγαροῦν οὐχὶ τὰς αἰσχρὰς καὶ ἀπρεπεῖς περὶ θεῶν μυθολογίας ὡς ἂν ἀθέσμους καὶ ἀσεβεῖς παραιτησάμενοι καὶ αὐτάς γε τὰς περὶ τούτων βίβλους ὡς δυσσεβῆ καὶ ἀκόλαστα περιεχούσας ἀφανεῖς ποιήσαντες, τὸν ἕνα καὶ μόνον καὶ ἀόρατον θεὸν γυμνῶς καὶ καθαρῶς καὶ ἄνευ τινὸς αἰσχρᾶς περιπλοκῆς ἀνυμνοῦσι; τοῦτο γὰρ δέον ἦν ποιεῖν τοῖς τἀληθὲς ἐπεγνωκόσι, μηδὲ κατάγειν καὶ καταβάλλειν εἰς αἰσχρὰς καὶ ἐμπαθεῖς ἀρρητολογίας τὴν σεβάσμιον τοῦ θεοῦ πρόσρησιν· ἀλλὰ μηδ´ ἐν οἰκίσκοις καὶ σκότου μυχοῖς ἀνδρῶν τε οἰκοδομαῖς σφᾶς αὐτοὺς ἐναποκλείειν, ὡς ἔνδον εὑρήσοντας τὸν θεόν, μηδ´ ἐν ξοάνοις ἐξ ἀψύχου πεποιημένοις ὕλης τὰς θείας τιμᾶν οἴεσθαι δυνάμεις μηδὲ μὴν γεώδεσιν ἀτμοῖς αἱμάτων καὶ λύθρου καὶ νεκρῶν ζῴων αἵμασι κεχαρισμένα τῷ θεῷ πράττειν νομίζειν. τούτων δὲ ἁπάντων, ὡς ἂν πλάνης δεσμῶν ἀπολυθέντας, χρῆν δήπου τοὺς σοφοὺς καὶ μετεωρολέσχας πᾶσιν ἀνθρώποις τῆς φυσικῆς θεωρίας ἀφθόνως κοινωνεῖν, μονονουχὶ γυμνῶς προκηρύττοντας ἅπασι μὴ τὰ φαινόμενα, τὸν δ´ ἀφανῆ δημιουργὸν τῶν φαινομένων μόνον ἀποθαυμάζειν καὶ τὰς ἀοράτους αὐτοῦ καὶ ἀσωμάτους δυνάμεις ἀοράτως καὶ ἀσωμάτως θρησκεύειν, οὐ πῦρ ἅψαντας οὐδέ γε κριὸν καὶ ταῦρον θυσαμένους, ἀλλ´ οὐδὲ στεφάνοις καὶ ξοάνοις καὶ ναῶν ἀνοικοδομαῖς τὸ θεῖον τιμᾶν οἰομένους, λογισμοῖς δὲ κεκαθαρμένοις καὶ δόγμασιν ὀρθοῖς καὶ ἀληθέσι τοῦτο πράττοντας, ἐν ἀπαθείᾳ ψυχῆς καὶ τῇ πρὸς αὐτὸν κατὰ τὸ δυνατὸν τῆς ἀρετῆς ὁμοιώσει. ἀλλ´ οὐδείς γε πώποτε, οὐ βάρβαρος, οὐχ Ἕλλην, πᾶσιν ἀνθρώποις ταύτης κατῆρξεν τῆς ἀληθείας ἢ μόνος ὁ ἡμέτερος σωτήρ· ὃς δὴ τῆς παλαιᾶς πλάνης πᾶσι τοῖς ἔθνεσιν ἀποφυγὴν προκηρύξας τοῖς πᾶσιν ἀφθόνως εὕρετο τὴν πρὸς τὸν ἀληθῆ καὶ μόνον τῶν ὅλων θεὸν ἐπιστροφήν τε καὶ εὐσέβειαν· οἱ δὲ τηνάλλως σοφοὶ τοῦ βίου τὴν ἀνωτάτω φιλοσοφίαν αὐχήσαντες, ᾗ φησιν ὁ θεῖος ἀπόστολος·

« Φνόντες θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ´ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φήσαντες γοῦν εἶναι σοφοὶ ἐμωράνθησαν»

« Καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. »

ΚΕΦΑΛΑΙΟΝ ΙΔ'

Ὅτι τὰς μυθικὰς περὶ θεῶν διηγήσεις αὐτοὶ διὰ τῶν οἰκείων χρησμῶν οἱ αὐτῶν θεοὶ κυροῦντες ἀπελέγχονται ἐναντία πράττοντες τοῖς φιλοσόφοις

Μετὰ γοῦν τὴν μακρὰν καὶ πολλὴν φιλοσοφίαν καὶ μετὰ τὰς σεμνὰς μετεωρολογίας καὶ φυσιολογίας, ἄνωθέν ποθεν ὡς ἀφ´ ὑψηλοτάτης ἀκρωρείας καταπίπτοντες σὺν τοῖς πλήθεσι κατεσύροντο καὶ τῇ τῶν παλαιῶν πολυθέῳ πλάνῃ συνεφύροντο, τὰ τοῖς πολλοῖς ὅμοια διὰ τοῦ θύειν καὶ τοῖς ξοάνοις προσπίπτειν δοξάζειν ὑποκρινόμενοι αὔξοντές τε καὶ ἐπὶ μᾶλλον κρατύνοντες τὴν δημώδη τῶν μυθικῶν διηγημάτων περὶ θεῶν ὑπόληψιν. πῶς οὖν οὐκ ἂν εἶεν τοῖς πᾶσι πρόδηλοι σεμνολογούμενοι μὲν ταῖς φυσιολογίαις καὶ μέχρι λόγων τὰ αἰσχρὰ καλλωπίζοντες τῇ παρατροπῇ τῆς ἀληθείας, ἔργοις δ´ αὐτοῖς τὴν μυθικὴν συνιστῶντες πλάνην καὶ τὴν πάνδημον δεισιδαιμονίαν; καὶ οὐδέπω τοῦτο θαυμαστόν, ὅτε καὶ αὐτοὺς ἀναγράφουσι τοὺς ἑαυτῶν θεοὺς ταῖς περὶ αὐτῶν συμφερομένους θεολογίαις. ἄκουε γοῦν ὅπως ὁ Ἀπόλλων αὐτὸς περὶ ἑαυτοῦ διδάσκει ὕμνον, ὃν εἰς ἑαυτὸν ἐξέδωκεν, ὁμολογῶν ἐν Δήλῳ τῇ νήσῳ ὑπὸ Λητοῦς γεγενῆσθαι, καὶ πάλιν ὁ Ἀσκληπιὸς ἐν Τρίκκῃ, ὡς καὶ Ἑρμῆς τετέχθαι ὁμολογῶν ἀπὸ τῆς Μαίας. γράφει δὲ ὁ Πορφύριος καὶ ταῦτα ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἔνθα καὶ τῶν χρησμῶν ἐμνημόνευσεν ὧδέ πως ἐχόντων·

« Ὦ μέγα πᾶσιν χάρμα βροτοῖσιν
ἀπὸ σᾶς ἱερῶν ματέρος ἁγνᾶς
προθορὼν τοκετῶν.
»

Οἷς ἐπιλέγει·

« Ἀλλ´ ὅτε Λατὼ
ὠδὶς ἱερὰ λάζυτο πᾶσαν,
ὀροθυνομένων διδύμων τοκετῶν
ἔνδοθι σηκῶν,
ἵστατο μὲν γαῖ´, ἵστατο δ´ ἀήρ,
πάγνυτο νᾶσος, πάγνυτο κῦμα·
ἀνὰ δ´ ἐξέθορες, μάντι Λυκωρεῦ,
τοξότα Φοῖβε,
κατὰ χρησμολάλων βασιλεῦ τριπόδων.
»

Καὶ ὁ Ἀσκληπιὸς πάλιν περὶ ἑαυτοῦ·

« Τρίκκης ἐξ ἱερῆς ἥκω θεός, ὅν ποτε μήτηρ
 ἴδριν ἰητορίης Ἀσκληπιόν· ἀλλὰ τί πεύθῃ;
»

Ὁ δ´ Ἑρμῆς φησιν·

« Ὃς δ´ ἐγώ, ὃν καλέεις· Ζηνὸς καὶ Μαιάδος υἱὸς
Ἑρμείης· προβέβηκα λιπὼν ἀστραῖον ἄνακτα.
»

καὶ τὸ εἶδος δὲ ἑαυτῶν ὑπογράφουσιν τοῦ σχήματος, ὥσπερ ὁ Πὰν καὶ αὐτὸς ἐν χρησμοῖς περὶ ἑαυτοῦ τάδε λέγει διδάσκων·

« Εὔχομαι βροτὸς γεγὼς
Πανὶ συμφύτῳ θεῷ,
δισσοκέρατι, δισσόποδι,
τραγοσκελεῖ, τρυφῶντι.
»

Ταῦτα ἐν ἀπορρήτοις τῆς ἐκ λογίων φιλοσοφίας ὁ δηλωθεὶς ἀνὴρ τέθειται. οὐκέτ´ ἄρα ὁ Πὰν σύμβολον ἦν τοῦ παντός, δαίμων δ´ ἂν εἴη τις τοιοῦτος οἷος καὶ ὑπογέγραπται ὁ καὶ τὸν χρησμὸν ἐκδούς· οὐ γὰρ δὴ τὸ πᾶν καὶ ὁ σύμπας κόσμος ἔχρησεν τὰ προκείμενα. τούτου τοιγαροῦν τοῦ δαίμονος, ἀλλ´ οὐ τοῦ παντὸς τὴν εἰκόνα ἐκτυπώσαντες ἄνδρες τὸ προγεγραμμένον ἐμιμήσαντο σχῆμα. καὶ ὁ Ἑρμῆς δὲ πῶς ἂν νοοῖτο πάντων ποιητικός τε καὶ ἑρμηνευτικὸς λόγος, μητέρα Μαῖαν τὴν Ἄτλαντος ὁμολογῶν ἐσχηκέναι τήν γε περὶ αὐτοῦ λεγομένην μυθολογίαν, ἀλλ´ οὐ φυσιολογίαν ἐγκρίνας; οὕτω καὶ ὁ Ἀσκληπιὸς πῶς ἂν μετάγοιτο εἰς ἥλιον, πατρίδα τὴν Τρίκκην ἐπιγραφόμενος καὶ ἀπὸ θνητῆς ὁμολογῶν γεγονέναι μητρός; πῶς δὲ ἥλιος ὢν αὐτὸς τοῦ ἡλίου πάλιν υἱὸς ἀποφανθείη; ἐπεὶ καὶ τὸν αὐτοῦ πατέρα τὸν Φοῖβον οὐκ ἄλλον εἶναι τοῦ ἡλίου ἐφυσιολόγησαν. ἐξ ἡλίου δὲ καὶ θνητῆς γυναικὸς φάναι αὐτὸν πῶς οὐ πάντων καταγελαστότατον; ἐπεὶ καὶ αὐτὸν τὸν πατέρα ἥλιον, ὃν δὴ Ἀπόλλωνά φασιν εἶναι, πῶς εἰκὸς ἐν Δήλῳ γεγενῆσθαι τῇ νήσῳ ὑπὸ θνητῆς πάλιν μητρὸς τῆς Λητοῦς; ἐνταῦθά μοι τήρει ὁπόσους Ἕλληνες θεοὺς γεννητοὺς γυναικῶν ἐθεολόγησαν, εἰς παράθεσιν, εἴ ποτε πειρῷντο σκώπτειν τὴν τοῦ ἡμετέρου σωτῆρος γένεσιν, καὶ ὅτι οὐ ποιητῶν εἰσι φωναί, ἀλλ´ αὐτῶν τῶν θεῶν αἱ προκείμεναι σημειώσεις.

ΚΕΦΑΛΑΙΟΝ ΙΕ'.

Ὅτι καὶ τὰς τῶν φιλοσόφων θεωρίας βεβαιοῦσι διὰ τῶν χρησμῶν ἐναντίως τοῖς περὶ αὐτῶν μύθοις ἀλληγοροῦντες

Ποιητῶν μὲν οὖν, ὥς φασι, μύθους περὶ θεῶν πλαττομένων, φιλοσόφων δὲ φυσιολογούντων χρῆν δήπου εἰκότως τῶν μὲν καταφρονεῖν, τοὺς δὲ θαυμάζειν ὡς φιλοσόφους καὶ μᾶλλον τῶν ποιητικῶν λήρων τὰς τῶν κρειττόνων ἐκδέχεσθαι πιθανολογίας. θεῶν δ´ αὖ πάλιν καὶ φιλοσόφων εἰς ἅμιλλαν κατιόντων καὶ τῶν μὲν ἐν χρησμοῖς τὰ καθ´ ἑαυτούς, ὡς ἂν μᾶλλον εἰδότων, ἀκριβῶς διδασκόντων, τῶν δὲ εἰς ἀσυμφώνους καὶ ἀναποδείκτους εὑρησιλογίας τὰς περὶ ὧν μὴ ἴσασιν ὑπονοίας περιτρεπόντων, τίσιν αἱρεῖ λόγος πείθεσθαι; ἢ τοῦτο οὐδ´ ἐρωτᾶν ἄξιον; εἰ δὴ οὖν ἀληθεύουσιν οἱ θεοὶ κυροῦντες τὰς περὶ ἑαυτῶν ἀνθρωποπαθείας, ψευδεῖς ἂν εἶεν οἱ ἀθετοῦντες αὐτάς· εἰ δὲ τῶν φιλοσόφων ἀληθεῖς αἱ φυσιολογίαι, ψευδεῖς γένοιντ´ ἂν αἱ τῶν θεῶν μαρτυρίαι. ἀλλὰ καὶ αὐτός, εἴποι τις ἄν, ὁ Ἀπόλλων ἔφη που ἐν χρησμοῖς ἐρωτηθεὶς περὶ ἑαυτοῦ ὅστις εἴη·

« Ἥλιος, Ὧρος, Ὄσιρις, ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
ὡρῶν καὶ καιρῶν ταμίης ἀνέμων τε καὶ ὄμβρων,
ἠοῦς καὶ νυκτὸς πολυάστερος ἡνία νωμῶν,
ζαφλεγέων ἄστρων βασιλεὺς ἡδ´ ἀθάνατον πῦρ.
»

οὐκοῦν οἱ αὐτοὶ καὶ τοῖς τῶν ποιητῶν μύθοις καὶ ταῖς τῶν φιλοσόφων ὑπονοίαις συμφέρονται, μαχομένοις συνιστάμενοι.

εἰ γὰρ μητέρας ἐπιγράφονται θνητὰς καὶ πατρίδας τὰς ἐπὶ γῆς ὁμολογοῦσιν, πῶς ἂν εἶεν οἵους φυσιολογοῦσιν; ἔστω γὰρ ὁ Ἀπόλλων ἥλιος — πάλιν γὰρ ἄνω καὶ κάτω εἰς τὰ αὐτὰ περιτρέχων αὐτοῖς ἁλώσεται ὁ λόγος — πῶς οὖν ἡ Δῆλος, ἡ κατὰ θάλατταν εἰσέτι νῦν προφαινομένη νῆσος, γένοιτ´ ἂν τοῦ ἡλίου πατρὶς καὶ μήτηρ ἡ Λητώ; ταυτὶ γὰρ ἀρτίως ἐκύρουν ὡς ἀληθῆ γε ὄντα οἱ αὐτοῦ χρησμοί. πῶς δὲ καὶ τοῦ Ἀσκληπιοῦ θνητοῦ ἀνδρὸς τὴν φύσιν γένοιτ´ ἂν ὁ ἥλιος πατήρ, ἐκ θνητῆς αὐτὸν γυναικὸς πεποιημένος; ἀλλὰ παρείσθω ταῦτα.

ΚΕΦΑΛΑΙΟΝ ΑϚ'.

Ὅτι τῶν ἀδυνάτων πέφυκεν τὰ μέρη τοῦ κόσμου ἢ τὰς θείας δυνάμεις γοητικαῖςἀνάγκαις καθέλκεσθαι καὶ διὰ χρησμῶν τοῖς ἐρωτῶσι θεσπίζειν

Τοῦ δὲ χρησμοῦ τὸ ψεῦδος καὶ ἄλλως ἔστιν ἀπελέγχειν. οὐ γὰρ δὴ ὁ ἥλιος οὐρανόθεν αὐτοῖς καταβάς, ἔπειτα τὸν δοχέα πληρώσας τὸν χρησμὸν ἀπεφοίβαζεν, ἐπεὶ οὔτε δυνατὸν οὔτε θέμις ἀνάγκαις ἀνθρώπων τὸν τηλικοῦτον ὑποτάττεσθαι φωστῆρα· ἀλλ´ οὐδ´ εἰ φαῖεν τὴν ἐν αὐτῷ θείαν καὶ νοερὰν δύναμιν, ὅτι μηδὲ ταύτης γένοιτ´ ἄν ποτε δεκτικὴ ἀνθρωπεία ψυχή. ὁ δ´ αὐτὸς ἂν εἴη λόγος καὶ ἐπὶ σελήνης. εἰ γὰρ τὴν Ἑκάτην αὐτὴν εἶναι φήσουσιν καί πως ἀνάγκαις ἀνθρώπων καθέλκεθαι καὶ διὰ τοῦ δοχέως χρᾶν εἴς τε ἐρωτικὰς καὶ αἰσχρὰς διακονίας παραλαμβάνεσθαι αὐτὴν ἀρχηγὸν οὖσαν τῶν πονηρῶν δαιμόνων, εἰκὸς ἂν εἴη τὴν Ἑκάτην ταῦτα πράττειν· ὃ καὶ ὁ αὐτὸς ὁμολογεῖ συγγραφεύς, ὡς κατὰ καιρὸν ἀπελέγξομεν. πῶς δὲ ὁ Πλούτων καὶ ὁ Σάραπις εἰς τὸν ἥλιον δυνατοὶ ἂν εἶεν φυσιολογεῖσθαι, ὅτε τὸν ἄρχοντα τῶν πονηρῶν δαιμόνων ὁ αὐτὸς πάλιν ἀποφαίνεται τὸν Σάραπιν εἶναι τὸν αὐτὸν τῷ Πλούτωνι; καὶ χρησμοὺς δὲ τοῦ Σαράπιδος ἐγγράφων πῶς ἂν δύναιτο τοῦ ἡλίου λέγειν αὐτοὺς εἶναι; ἀλλὰ γὰρ ἐξ ἁπάντων τούτων λείπεται μηδὲν μὲν ἀληθὲς φέρειν ὁμολογεῖν τὰς δηλωθείσας φυσιολογίας, σοφίσματα δ´ εἶναι σοφιστῶν ἀνδρῶν καὶ εὑρησιλογίας·

ΚΕΦΑΛΑΙΟΝ ΙΖ'

Ὅτι δαιμονικῆς ἐνεργείας πάντα τὰ τοιάδε τυγχάνει

τούς γέ τοι τῶν χρησμῶν ὑπηρέτας ἀληθεῖ λόγῳ φάσκειν δαίμονας εἶναι φαύλους, ἐπ´ ἀνθρώπων ἀπάτῃ τὰ ἀμφότερα παίζοντας καὶ τοτὲ μὲν συντιθεμένους ταῖς μυθικωτέραις περὶ αὐτῶν ὑπολήψεσιν ἐπὶ τῇ πανδήμῳ πλάνῃ, τοτὲ δὲ τὰ τῆς φιλοσόφου γοητείας ἐπικυροῦντας ἐπὶ τῇ καὶ τούτων ἐπιτριβῇ καὶ φυσιώσει· ὥστε πανταχόθεν ἁλίσκεσθαι μηδὲν αὐτοὺς ἀληθεύειν.

Τοσούτων ἡμῖν εἰρημένων καιρὸς ἤδη μεταβάντας τὸ τρίτον εἶδος ἐπελθεῖν τῆς Ἑλλήνων θεολογίας, ὃ δή φασιν εἶναι πολιτικόν τε καὶ νόμιμον. μάλιστα γὰρ ἱκανὸν τοῦτο πρὸς ἔκπληξιν τῶν πολλῶν εἶναι νενόμισται διά τε τὰ θρυλούμενα μαντεῖα καὶ τὰς διὰ χρησμῶν ἀκέσεις τε καὶ θεραπείας τῶν πεπονθότων σωμάτων τάς τε κατά τινων ἐπισκήψεις. ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς μὲν εὐσεβοῦντας εἰς τοὺς θεοὺς δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις μὴ ταῖς προσηκούσαις θεραπείαις τιμῶντας. καὶ πρὸς ταῦτ´ οὖν ἑτέραν λόγου ἀρχὴν ἀναλαβόντες ὑπαντήσωμεν.