RETOURNER à LA TABLE DES MATIÈRES D'eusèbe
EUSÈBE DE CÉSARÉE
Préparation évangélique LIVRE V Relu et corrigé Si vous voulez la traduction française d'un chapitre, cliquez sur le chapitre
ΤΑΔΕ ΤΟ ΠΕΜΠΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗ
ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ Ἔτι περὶ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεῖα καὶ χρηστήρια· καὶ ὡς καθῄρηται πάντα καὶ ἐκλέλοιπεν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν Ἱκανὰ μὲν καὶ τὰ προπαρατεθέντα συστῆσαι ἦν ὅτι μὴ θεοὶ μηδ´ ἀγαθοὶ δαίμονες, πᾶν δὲ τοὐναντίον ὑπῆρχον οἱ παρὰ τοῖς ἔθνεσι κατά τε πόλεις καὶ χώρας ὡς θεοὶ τετιμημένοι· οὐ λυπεῖ δὲ ἐκ περιουσίας τὴν αὐτὴν ὑπόθεσιν ἐπὶ μᾶλλον βεβαιώσασθαι πλείοσιν καὶ δαψιλεστέροις ἐλέγχοις τῆς τούτων ἀποδείξεως τὴν διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας προξενηθεῖσαν ἅπασιν ἀνθρώποις ἐλευθερίαν τῶν πάλαι κακῶν ἐκφαινούσης. Ἄκουε τοιγαροῦν αὐτῶν Ἑλλήνων ὁμολογούντων ἐκλελοιπέναι αὐτῶν τὰ χρηστήρια, οὐδ´ ἄλλοτέ ποτε ἐξ αἰῶνος ἢ μετὰ τοὺς χρόνους τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας τὴν ἑνὸς τοῦ παμβασιλέως καὶ δημιουργοῦ τῶν ὅλων θεοῦ γνῶσιν φωτὸς δίκην πᾶσιν ἀνθρώποις ἀνατειλάσης. Αὐτίκα γοῦν μάλα ὅσον οὐδέπω παραστήσομεν ὡς ἄρα μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ θάνατοι τῶν δαιμόνων ἱστορήθησαν καὶ τὰ θαυμαστὰ καὶ πάλαι βοώμενα χρηστήρια διαλελοίπασιν. Ἤδη δὲ καὶ πρότερον ἀποδέδεικται ὅτι δὴ παῦλαν κακῶν οὐδ´ ἄλλοτέ πω πρότερον ἢ μετὰ τὴν εὐαγγελικὴν διδασκαλίαν εἰλήφασιν αἱ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὠμῶς καὶ ἀνηλεῶς ἐπιτελούμεναι τὸ πρὶν ἀνθρωποθυσίαι· οἷς ἐπὶ τοῦ παρόντος προσθεῖναι καλὸν ὅτι μὴ μόνον ἐξ ἐκείνου τὰ τῆς δαιμονικῆς ἀπέσβη δεισιδαιμονίας, ἀλλὰ καὶ τὰ τῆς τῶν ἐθνῶν πολυαρχίας. Σχεδὸν γὰρ κατὰ πᾶσαν πόλιν καὶ κώμην βασιλεῖς καὶ τυράννους τοπάρχας τε καὶ δυνάστας τὸ παλαιὸν ἦν ὁρᾶν ἐθναρχίας τε καὶ πολυαρχίας, δι´ ἃς ἐπὶ τοὺς κατ´ ἀλλήλων πολέμους συνεχῶς ὁρμῶντες δῃώσεις χωρῶν καὶ πόλεων πολιορκίας ἀνδραποδισμούς τε καὶ αἰχμαλωσίας τῶν πλησιοχώρων ἀεὶ καὶ διὰ παντὸς ἐνήργουν, πρὸς τῶν οἰκείων δαιμόνων ἐπὶ τὸν κατ´ ἀλλήλων πόλεμον ἐξοιστρούμενοι. Ὧν οὕτως ἐχόντων ἐν ὁποίᾳ τότε συγχύσει κακῶν συμφορῶν τε ἐπαλλήλων ὁ πᾶς ἐνίσχητο βίος καὶ αὐτῷ σοι καταλείπω σκοπεῖν. Τούτων δὴ οὖν ἀθρόως ἁπάντων ὁμοῦ σὺν τῇ πολυθέῳ πλάνῃ ἐκποδὼν μεταστάντων οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίαν, πῶς οὐ χρὴ τὸ μέγα μυστήριον τῆς ἀληθῶς σωτηρίου καὶ εὐαγγελικῆς ἀποδείξεως ὑπερθαυμάζειν, δι´ ἧς ἀθρόως κατὰ πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην προσευκτήρια καὶ ναοὶ τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ἁπάντων καὶ μόνῳ θεῷ ἔν τε πόλεσι καὶ κώμαις βαρβάρων τε ἐθνῶν ἐν ἐρημίαις ἀφιερωμένα συνέστη, βίβλοι τε καὶ ἀναγνώσματα μαθήματά τε παντοῖα καὶ διδασκαλίαι, περὶ τῆς εἰς ἄκρον ἀρετῆς καὶ τρόπου τοῦ κατὰ τὴν ἀληθῆ θεοσέβειαν παραγγέλματα περιέχουσαι, ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ καὶ παισὶν εἰς ἐπήκοον παραδέδονται, νεκρὰ δὲ τὰ ἀπὸ δαιμόνων πάντα χρηστήριά τε καὶ μαντεύματα; Οὐδέ τις εἰς τοσοῦτον ἀνθρώπων μέμηνεν νῦν, ἐξ οὗπερ εἰς πάντας φωτὸς δίκην ἐξέλαμψεν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος καὶ εὐαγγελικὴ δύναμις, ὡς τολμᾶν τῷ τοῦ φιλτάτου φόνῳ καὶ ταῖς δι´ ἀνθρωποθυσιῶν σφαγαῖς τὰ φονικὰ καὶ φίλαιμα μισάνθρωπά τε καὶ ἀπάνθρωπα δαιμόνια ἐξιλεοῦσθαι, οἷα πράττειν τοῖς πάλαι σοφοῖς καὶ βασιλεῦσι δαιμονῶσιν ὡς ἀληθῶς φίλον ἦν. Περὶ δὲ τοῦ μηκέτι δύνασθαί τι κατισχύειν τοὺς φαύλους δαίμονας μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους πάροδον καὶ αὐτὸς ὁ καθ´ ἡμᾶς τῶν δαιμόνων προήγορος ἐν τῇ καθ´ ἡμῶν συσκευῇ τοῦτόν που λέγων μαρτυρεῖ τὸν τρόπον· « Νυνὶ δὲ θαυμάζουσιν εἰ τοσοῦτον ἐτῶν κατείληφεν ἡ νόσος τὴν πόλιν, Ἀσκληπιοῦ μὲν ἐπιδημίας καὶ τῶν ἄλλων θεῶν μηκέτι οὔσης. Ἰησοῦ γὰρ τιμωμένου οὐδεμιᾶς δημοσίας τις θεῶν ὠφελείας ᾔσθετο. » Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Πορφύριος. Εἰ δὴ οὖν κατὰ τήνδε τὴν ὁμολογίαν Ἰησοῦ τιμωμένου οὐδεμιᾶς τις θεῶν δημοσίας ὠφελείας ᾔσθετο, μηκέτ´ οὔσης μήτε Ἀσκληπιοῦ ἐπιδημίας μήτε τῶν ἄλλων θεῶν, πόθεν δὴ λοιπὸν τὸ ὡς περὶ θεῶν καὶ ἡρώων δόγμα; Τί γὰρ οὐχὶ μᾶλλον τὰ τῶν θεῶν καὶ τὰ Ἀσκληπιοῦ κρατεῖ τῆς Ἰησοῦ δυνάμεως; Εἰ δὴ ὁ μὲν θνητός, ὡς ἂν φαῖεν, ἄνθρωπος (τάχα δ´ ἂν εἴποιεν ὅτι καὶ πλάνος), οἱ δὲ σωτῆρες καὶ θεοί, τί δῆτα τοίνυν πάντες ἀθρόως αὐτῷ Ἀσκληπιῷ πεφεύγασι, τὰ νῶτα τῷ θνητῷ καὶ πᾶσαν ἑξῆς ὑποχείριον τὴν ἀνθρωπότητα τῷ μηκέτ´ ὄντι, ὡς ἂν εἴποιεν αὐτοί, παραδεδωκότες; Ὁ δὲ καὶ μετὰ θάνατον παρὰ πᾶσιν τοῖς ἔθνεσιν ὁσημέραι διαιωνίζει τιμώμενος, ἄντικρυς τῆς μετὰ τὸν θάνατον ζωῆς τὸ ἐναργὲς καὶ ἔνθεον τοῖς οἵοις τε συνορᾶν ἐπιδεικνύμενος. Ἀλλὰ καὶ εἷς ὢν καί, ὡς ἄν τις ὑπολάβοι, μόνος τὸ πλῆθος τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην θεῶν ἐλαύνει καὶ τάς γε τιμὰς αὐτῶν ἀθετῶν κρατεῖ, ὡς τοὺς μὲν θεοὺς μηκέτ´ εἶναι μηδὲ ἐνεργεῖν μηδέ ποι παραφαίνεσθαι μηδὲ συνήθως ταῖς πόλεσιν ἐπιδημεῖν, ὅτι μὴ θεοί, δαίμονες δ´ ἦσαν πονηροί, μόνου δὲ αὐτοῦ καὶ τοῦ καταπέμψαντος αὐτὸν θεοῦ τῶν ὅλων αὔξειν ὁσημέραι τὰς τιμὰς καὶ εἰς μεῖζον ἀρετῆς καθ´ ὅλης τῆς ἀνθρωπότητος ἐπιδιδόναι· δέον ἔμπαλιν τοὺς μὲν θεούς, εἰ δή τινες ὄντως ἦσαν τῶν ἐπὶ γῆς κηδεμόνες, τοῦ μὲν ἄρδην μεταστήσασθαι τὴν πλάνην, εἰ ἄρα τις ἦν, αὐτοὺς δὲ τὰς ἐξ αὐτῶν θεραπείας τε καὶ ὠφελείας ἀφθόνως τοῖς πᾶσιν ἐμπαρέχειν. Νυνὶ δὲ τοῖσδε καὶ τοῦτ´ ἐπικεχείρηται μὲν πολλάκις διὰ τῶν κατὰ χρόνους ἀρχόντων τὴν τοῦ σωτῆρος ἡμῶν κραταιότατα πολεμησάντων διδασκαλίαν, ἄπρακτον δ´ ὅμως εὕροντο τῆς ἐγχειρήσεως τὸ τέλος, ὑπερνικώσης τοὺς πάντας ἀεὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως καὶ πάσας τὰς κατὰ τῆς διδασκαλίας αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεις καθαιρούσης αὐτούς τε ἐλαυνούσης, δαίμονας μὲν ἀληθῶς φαύλους ὄντας, ψευδῶς δὲ νενομισμένους εἶναι θεοὺς ἢ καὶ ἀγαθοὺς δαίμονας. Τίς ὁ τρόπος τῆς δαιμονικῆς ἐνεργείας Οἵδε γοῦν περίγειοί τινες ὄντες καὶ καταχθόνιοι τόν τε ἐπὶ γῆν βαρὺν καὶ ζοφερὸν ἀέρα περιπολοῦντες καὶ τὸ σκότιον καὶ γεῶδες οἰκητήριον ἔχειν κατακεκριμένοι δι´ ἃς ὕστερον ἀποδώσομεν αἰτίας, τάφοις νεκρῶν καὶ μνήμασι καὶ πάσῃ τῇ μυσαρᾷ καὶ ἀκαθάρτῳ ὕλῃ ἐμφιλοχωροῦντες αἵμασί τε καὶ λύθροις καὶ παντοίων ζῴων σώμασιν τῇ τε ἐκ τῶν ἀναθυμιωμένων καὶ ἀπὸ γῆς ἐξατμιζομένων ἀναδόσει χαίροντες οἵ τε τούτων ἄρχοντες ἀέριοί τινες ὑπάρχοντες ἢ καὶ καταχθόνιοι δυνάμεις, ἐπεὶ κατέμαθον τὸ ἀνθρώπειον γένος κάτω που περὶ νεκρῶν ἀνδρῶν θεοποιίαν ἰλυσπώμενον θυσίαις τε καὶ κνίσαις ταῖς δὴ μάλιστα αὐτοῖς κεχαρισμέναις διὰ πάσης σπουδῆς ἐκπονούμενον, ἐγγύθεν ἔφεδροι καὶ συνεργοὶ τῆς πλάνης παρῆσαν, τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεντρυφῶντες καὶ τοὺς ἠλιθίους τὰς ψυχὰς εὐχερῶς ἀπατῶντες κινήσεσί τισι τῶν ξοάνων, ἃ δὴ ἐπὶ τιμῇ τῶν κατοιχομένων ἀνδρῶν πρὸς τῶν παλαιῶν ἀφιέρωτο, καὶ ταῖς διὰ χρησμῶν φαντασίαις θεραπείαις τε σωμάτων, ἃ διὰ τῆς οἰκείας αὐτῶν ἐνεργείας ἀφανῶς αὐτοὶ λυμαινόμενοι πάλιν οἱ αὐτοὶ διὰ τῆς ἐξ αὐτῶν ἀνέσεως ἐλευθέρους παθῶν ἠφίεσαν. Δι´ ὧν ἐπὶ μᾶλλον κατὰ κρημνῶν ἔφερον τοὺς δεισιδαίμονας, ὡς αὐτοὺς εἶναι νομίζειν τοτὲ μὲν οὐρανίους δυνάμεις καί τινας ἀληθῶς θεούς, τοτὲ δὲ τὰς τῶν τεθεοποιημένων ἡρώων ψυχάς. Ἐντεῦθεν γοῦν ἤδη μείζων τις εἶναι καὶ σεμνοτέρα τοῖς πολλοῖς ἐνομίζετο ἡ τῆς πολυθέου πλάνης ὑπόληψις, μεταβαινούσης τῆς διανοίας ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὸ ἀφανὲς τῶν ἐγκρυπτομένων τοῖς ξοάνοις καὶ τὴν πλάνην κραταιότερον ἐπικυρούσης. Οὕτω δῆτα λοιπὸν οἱ περίγειοι δαίμονες οἵ τε ἀμφὶ τὸν ἀέρα "κοσμοκράτορες" καὶ "τὰ πνευματικὰ τῆς πονηρίας" ὅ τε ἐπὶ πᾶσιν αὐτοῖς τῆς κακίας ἐξάρχων θεῶν οἱ μέγιστοι παρὰ τοῖς πᾶσιν ἐνομίζοντο ἥ τε τῶν πάλαι νεκρῶν μνήμη τῆς μείζονος ἠξιοῦτο θεραπείας. Ὧν τὰς μὲν τῶν σωμάτων ἰδέας οἱ τῶν κατὰ πόλεις ἀφιερωμένων εἰκόνων φέρειν ἐδόκουν τύποι, τὰς δὲ ψυχὰς καὶ τὰς ἐνθέους καὶ ἀσωμάτους δυνάμεις οἱ φαῦλοι δαίμονες καθυπεκρίνοντο διὰ πολλῆς τῆς τερατοποιίας, καὶ αὐτῶν ἤδη τῶν θεραπευόντων καὶ ἱερωμένων αὐτοῖς ἐπὶ τὸ μεῖζον αἰεὶ τὸν ἐκ τῆς φαντασίας τῦφον ἐπαγόντων καὶ δὴ καὶ γοητικαῖς κακοτεχνίαις τὰ πολλὰ συσκευαζόντων, τῆς καὶ τούτων διδασκαλίας αὐτῶν πάλιν τῶν φαύλων δαιμόνων τοῖς θεραπεύουσι προκαταρξάντων. Οἵδε γοῦν καὶ τῆς ἀρχεκάκου γοητείας παντὶ τῷ τῶν ἀνθρώπων βίῳ κατέστησαν αἴτιοι, ὡσπεροῦν ὁ πρὸ τούτου διήλεγξεν λόγος. Ὅτι πολυσχιδὴς καὶ πολυγνώμων ἡ περὶ θεῶν τοῖς Ἕλλησι συνέστη δεισιδαιμονία Τούτων τοιγαροῦν τῶν μοχθηρῶν καὶ περιγείων δαιμόνων τῶν τε ἀερίων καὶ καταχθονίων πνευμάτων, οὓς "κοσμοκράτορας" καὶ "πνευματικὰ πονηρίας ἀρχάς" τε καὶ "ἐξουσίας" οἱ θεῖοι λόγοι προσαγορεύουσιν, τοτὲ μὲν [εἰς] ἀγαθοὺς δαίμονας ὑποκρινομένων, τοτὲ δὲ εἰς οὐρανίους θεοὺς σχηματιζομένων καὶ πάλιν ἄλλοτε εἰς ἥρωας μεταμορφουμένων, ἔστιν δ´ ὅπη ἄντικρυς διὰ τῶν δρωμένων τῆς μοχθηρίας τὸ δεῖγμα παραφαινόντων, εἰκότως πολὺς ὁ πλάνος ἀνθρώποις ἔτι μᾶλλον ἐπῄει, τῶν μὲν θεοὺς εἶναι, τῶν δὲ ἥρωας καὶ δαίμονας, ἀλλ´ οὐ θεοὺς ὑπάρχειν ὁμολογούντων καὶ τῶν δαιμόνων τοὺς μὲν ἀγαθοὺς ἐπιφημιζόντων, τοὺς δὲ φαύλους ἐπικαλούντων, πλὴν ἀλλὰ δεῖν φασκόντων καὶ τοὺς φαύλους ἐξιλεοῦσθαι διὰ τὰς ἐξ αὐτῶν βλάβας, ὥστε τὴν πᾶσαν αὐτοῖς θεοποιίαν εἰς εἴδη πλείονα καταπίπτειν· πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων κατ´ οὐρανὸν φωστήρων, οὓς καί φασι διὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, διά τε τὸ αἰτίους εἶναι τοῦ θεωρεῖν τὰ ὁρώμενα πρώτους θεοὺς ἀνηγορεῦσθαι· δεύτερον τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον, ὥς φασιν, εὐεργεσίας ἐκτετιμημένον, ὃ δὴ ἐξ ἀνθρώπων γεγενῆσθαι καὶ αὐτοὶ ὁμολογοῦσι, τοὺς καλουμένους ἥρωας, παραφέροντες Ἡρακλέα καὶ Διοσκούρους Διόνυσόν τε καὶ τοὺς παρὰ βαρβάροις ὁμοίους. Ἐξ ὧν ἀφορίσαντες καὶ διαστειλάμενοι τὰ περὶ τῶν αὐτῶν αἰσχρότερα μνημονευόμενα τρίτον εἶδος θεοποιίας ὑπέθεντο, μυθικὸν αὐτὸ ἐπικαλέσαντες. Ὃ δὴ ἐπαισχυνθέντες, καίπερ ἀληθὲς καὶ παλαίτατον τυγχάνον, ἐπὶ τὸ φυσικώτερον, ὥς φασι, μεταβεβλήκασι τροπικωτέραις ἀλληγορίαις, θεωρίας δή τινας εὑρησιλογήσαντες. Ἀλλ´ οὐδ´ εἰς τοῦτο πλάνης αὐτοῖς ἀπήρκει στῆναι, ἤδη δὲ καὶ μέχρι τῶν οἰκείων παθῶν τὸ σεβάσμιον καὶ προσκυνητὸν ὄνομα τοῦ θεοῦ καταβαλόντες τέταρτον θεοποιίας προσεπενόησαν τρόπον, οὐδὲ ἀντιρρήσεως ἄξιον τῷ καὶ αὐτὸν προφανὲς ἐπάγεσθαι τὸ αἶσχος· εἰ δή τινα Ἔρωτα καὶ Ἀφροδίτην καὶ Πόθον, τὰς αἰσχρὰς καὶ ἀκολάστους αὐτῶν ἐπιθυμίας, θεοὺς ἀνειπόντες καὶ τὸν μὲν λόγον Ἑρμῆν, τὸν δὲ λογισμὸν Ἀθηνᾶν ἐπονομάσαντες καὶ ταῦτα τῇ οἰκείᾳ παρειλήφασιν θεολογίᾳ, ὡς καὶ τὸ πέμπτον ἐκ τῶν ἐν ἀνθρώποις γιγνομένων πραγμάτων ἀναπλασάμενοι. Τὰς γὰρ ἐνεργείας τάς τε πολεμικὰς καὶ τὰς τεχνικὰς ἀνειδωλοποιήσαντες θεοῖς ἀπένειμαν, Ἄρει μὲν καὶ Ἀθηνᾷ τὰς πολεμικάς, Ἡφαίστῳ δὲ καί τισιν ἑτέροις τὰς τεχνικάς. Ἐπὶ πᾶσι τούτοις ἕκτον καὶ ἕβδομον εἶδος αὐτοῖς τὸ δαιμονικὸν παρεισήχθη, πολύτροπον ἀληθῶς τυγχάνον καὶ πολύμορφον, τοτὲ μὲν θεοὺς ὑποκρινόμενον, τοτὲ δὲ ψυχὰς τεθνηκότων, καὶ μηδὲν μὲν ἡμῖν εἰς ἀρετὴν ψυχῆς συμβαλλόμενον, ἐπιτωθάζον δὲ ἀεὶ καὶ κατὰ κρημνῶν φέρον διὰ τῆς ἀπατηλοῦ πλάνης πάντα τὸν δεισιδαίμονα· ὃ καὶ αὐτὸ διόλου φαῦλον ὂν εἰς δύο διελόντες, εἴς τε τὸ βλαπτικὸν καὶ εἰς τὸ ὠφελοῦν, ἀγαθῶν καὶ φαύλων αὐτοῖς τεθείκασι προσηγορίας. Ὧν οὕτως ἐχόντων ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰ μηδ´ ἀντιρρήσεως δεόμενα παρεκθεμένους τὸν περὶ τῆς δαιμονικῆς ἐνεργείας ἀκόλουθον συνιδεῖν λόγον· ὃν ἐκ μέρους προθεωρήσαντες ἐν τῷ πρὸ τούτου συγγράμματι τὰ λείποντα νῦν ἀποπληρώσομεν. Φέρ´ οὖν ἤδη λοιπὸν ἐπ´ αὐτὰς χωρήσωμεν τὰς ἀποδείξεις. Θήσω δὲ πρώτας τὰς ἀπὸ τῆς Πλουτάρχου γραφῆς, ἣν πεποίηται "Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων", ἔνθα περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσιν μαντεῖά τε καὶ χρηστήρια τόνδε γράφει τὸν τρόπον· Περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεῖά τε καὶ χρηστήρια « Εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες ὅτι Πλάτων τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρών, ἣν ὕλην καλοῦσιν, πολλῶν ἀπήλλαξεν καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους. Ἐμοὶ δὲ δοκοῦσιν πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων θέντες καὶ τρόπον τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες, εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν εἴτε Θρᾴκιος ἀπὸ Ὀρφέως ἢ Αἰγύπτιος ἢ Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δὲ Ὅμηρος μὲν ἐπιφαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασιν καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων. Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτον ἐξέθηκεν τῶν λογικῶν τέσσαρα γένη· θεούς, εἶτα δαίμονας, εἶτα ἥρωας, τὸ δ´ ἐπὶ πᾶσιν ἀνθρώπους. Ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολήν, τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολλοὺς κἀγαθούς, τῶν δ´ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων. » Εἶθ´ ἑξῆς φησιν· « Ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. Καὶ γὰρ κἂν πλείων εἴη χρόνος κἂν ἐλάττων κἂν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος, οὐδὲν ἧττον, ἐφ´ ᾧ βούλεται, δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν ὅτι φύσεις τινές εἰσιν ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι. » Τούτοις μεθ´ ἕτερα ἐπιλέγει· « Τὸ μὲν οὖν ἐφεστάναι τοῖς χρηστηρίοις μὴ θεούς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι· τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον. » Καὶ πάλιν προστίθησι τοῖς εἰρημένοις ταῦτα· « Εἰσὶ γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρόν ἐστι λείψανον ὡς περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ θυσίαι τε καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ διαφυλάττουσι διεσπαρμέναι. Καὶ περὶ μὲν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, ‘εὔστομά μοι κείσθω’ καθ´ Ἡρόδοτον. Ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς ‘μανίαι τε ἄλλαι ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ’, θεῶν μὲν οὐδενί, δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμ´ ἂν τελεῖσθαι παραμύθια· τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοί, παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καὶ σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες ἀλαστόρων ἐν τοῖσδε μανικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασιν καὶ διὰ σωμάτων ὁμιλεῖν. Ἀλλ´ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτω πολλάκις ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσιν καὶ πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι καὶ τύχωσιν οὗ ἐρῶσιν. » Σαφῶς διὰ τούτων ὁ προδηλωθεὶς φιλόσοφος ὅτι δαίμοσιν πονηροῖς τὰ προειρημένα κατὰ πάσας τὰς πόλεις ἐπετελεῖτο παρέστησεν. Εἰ δὲ καί τινες, ὥς φασιν, ἐν τούτοις ἦσαν ἀγαθοὶ τὴν φύσιν ἢ καὶ θεοί, τί χρῆν θεραπεύειν τοὺς φαύλους, πρὸς τῶν ἀγαθῶν ἀπελαύνεσθαι αὐτοὺς δέον; Εἰ γὰρ δή τινες ἦσαν αὐτοῖς ἀγαθοὶ προστάται, τούτοις ἐπιθαρσοῦντας τὸ μηθὲν τῶν χειρόνων χρῆν δήπου φροντίζειν, καὶ διὰ σωφρόνων λόγων τε καὶ εὐχῶν, ἀλλὰ μὴ δι´ αἰσχρορρημοσυνῶν τὰς ἐναντίας ἀποτρέπεσθαι δυνάμεις. Ὅτε δὲ τούτων μὲν οὐδὲν ἔπραττον, βίῳ δὲ αἰσχρῷ καὶ ἀκολάστῳ καὶ ῥήμασιν ἀσέμνοις ὠμοφαγίαις τε καὶ διασπασμοῖς καὶ ἀνθρωποθυσίαις τοῖς πονηροῖς δαίμοσιν ἐκαθικέτευον, πῶς καὶ δυνατὸν ἦν αὐτοὺς τὰ τοιαῦτα δρῶντας καὶ τὰ τοῖς φαύλοις κεχαρισμένα διαπραττομένους, τῷ ἐπὶ πάντων θεῷ ἢ ταῖς ὑπ´ αὐτὸν θείαις δυνάμεσιν ἢ ὅλως ἀγαθοῖς τισι προσοικειοῦσθαι; Ἀλλὰ γὰρ τοῖς πᾶσιν πρόδηλον ὡς ὁ τὰ φίλα τοῖς φαύλοις ἐπιτελῶν οὐκ ἄν ποτε τῶν ἀγαθῶν γένοιτο προσφιλής. Οὐκ ἄρα θεοῖς οὐδ´ ἀγαθοῖς δαίμοσιν, μόνοις δὲ τοῖς φαύλοις ἐλάτρευον οἱ δεδηλωμένοι. Ἔτι δὲ μᾶλλον τοῦτον πιστοῦται τὸν λόγον ὁ Πλούταρχος ἐν οἷς φησι τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις λόγους εἶναί τινας περὶ δαιμόνων τά τε παρ´ Ἕλλησιν ᾀδόμενα γιγαντικά τινα καὶ Τιτανικὰ δαιμονικὰ εἶναι διηγήματα, ὡς καινοτέραν ὑποβάλλειν διάνοιαν. Μήποτε ἄρα τοιαῦτα ἦν τὰ περὶ τῶν πρὸ τοῦ κατακλυσμοῦ γιγάντων ἐν τῇ θείᾳ γραφῇ λεγόμενα τά τε περὶ τῶν τούτους γεγεννηκότων, περὶ ὧν εἴρηται· « ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ πασῶν ὧν ἐξελέξαντο »· ἀφ´ ὧν ἐγεννήθησαν « Οἱ γίγαντες οἱ ὀνομαστοὶ ἐξ αἰῶνος ». Εἴποι γὰρ ἄν τις τούτους ἐκείνους εἶναι καὶ τὰ ἐκείνων πνεύματα παρὰ τοῖς μετὰ ταῦτα ἀνθρώποις τεθεοποιημένα καὶ τὰς ἐκείνων μάχας τάς τε πρὸς ἀλλήλους διαστάσεις καὶ τοὺς πολέμους ταῦτ´ εἶναι τὰ ὡς περὶ θεῶν μυθευόμενα. Λέγει δ´ οὖν ὁ Πλούταρχος ἐν ᾧ συνέταξεν λόγῳ "Περὶ τῶν κατὰ τὴν Ἶσιν καὶ τοὺς Αἰγυπτίων θεοὺς" αὐτοῖς ῥήμασιν ταῦτα· Περὶ τοῦ λανθανούσας δαιμόνων περιέχειν ἱστορίας τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις « Βέλτιον οὖν οἱ τὰ περὶ Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν πάθη μήτε ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐρρωμενεστέρους ἀνθρώπων λέγουσι γεγονέναι καὶ πολὺ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συνειληχὸς ἡδονὴν δεχομένῃ καὶ πόνον καὶ ὅσα ταύταις γινόμενα ταῖς μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον, τοὺς δ´ ἧττον ἐπιταράττει. Γίνονται γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ κακίας. Τὰ γὰρ γιγαντικὰ καὶ Τιτανικὰ παρ´ Ἕλλησιν ᾀδόμενα καὶ πολλαί τινες ἄθεσμοι πράξεις καὶ Πυθῶνος ἀντιτάξεις πρὸς Ἀπόλλωνα φυγαί τε Διονύσου καὶ πλάναι Δήμητρος οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ὧν παρὰ πᾶσιν ἀνέδην ἔξεστι μυθολογουμένων ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς παρακαλυπτόμενα τελεταῖς ἄρρητα διασῴζεται καὶ ἀθέατα, πρὸς τοὺς θεοὺς ὅμοιον ἔχει λόγον. » Καὶ ἐπιφέρει λέγων ἑξῆς· « Ἐμπεδοκλῆς δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν ἐξαμάρτωσιν καὶ πλημμελήσωσιν· αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, πόντος δ´ ἐ〈ς〉 χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ´ ἐς αὐγὰς ἠελίου ἀκάμαντος, ὁ δ´ αἰθέρος ἔμβαλε δίναις· ἄλλος δ´ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες· ἄχρι οὗ κολασθέντες αὖθις τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσιν· τούτων δὴ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο πάντα πράγματα ταράξας, ἐνέπλησεν δὲ κακῶν γῆν ὁμοῦ τε πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκεν. » Ταῦτα ὁ Πλούταρχος ἐν τῷ δηλωθέντι συγγράμματι παραθέμενος καὶ διὰ πλειόνων ἐξεργασάμενος τὸν λόγον, τὰ παραπλήσια καὶ ἐν τῷ "Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων" τοῦτον ἱστορεῖ τὸν τρόπον· « Ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας, πλεῖστον δὲ Δελφῶν λόγον εἶχεν καὶ τῶν λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα ἢ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα καὶ ταῦτα δὴ τὰ περὶ τὸν Πύθωνα. Τῷ δὲ ἀποκτείναντι μήτε ἐννέα ἐτῶν μήτε εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγήν, ἀλλ´ ἐκπεσόντα ἐλθεῖν εἰς ἕτερον κόσμον· ὕστερον δ´ ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον καὶ Φοῖβον ὡς ἀληθῶς κατελθόντα τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλασσόμενον. Οὕτως δὲ ἔχειν καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικά, δαιμόνων μάχας γεγονέναι πρὸς δαίμονας, εἶτα φυγὰς τῶν κρατηθέντων ἢ δίκας ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφών τε λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ Κρόνος περὶ Οὐρανόν· ὧν ἀμαυρότεραι γεγόνασιν αἱ τιμαὶ παρ´ ἡμῖν ἢ παντάπασιν ἐκλελοίπασιν μεταστάντων εἰς ἕτερον κόσμον. Ἐπεὶ καὶ Σολύμους πυνθάνομαι, τοὺς Λυκίων προσοίκους, ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπεὶ δὲ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν Ἄρσαλον καὶ Ἄρυον καὶ Τόσοβιν ἔφυγεν καὶ μετεχώρησεν ὁποιδήποτε (τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν) ἐκεῖνον μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκιροὺς θεοὺς προσαγορεύεσθαι καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι δημοσίᾳ καὶ ἰδίᾳ Λυκίους. Τούτοις μὲν οὖν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν μυθολογουμένων. Εἰ δὲ τοῖς νενομισμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν οὐ θαυμαστέον, εἶπεν ὁ ξένος. ᾯ γὰρ ἕκαστος θεῷ συντέτακται καὶ οὗ τῆς δυνάμεως μετείληχεν, ἀπὸ τούτου φιλεῖ καλεῖσθαι· καὶ γὰρ ἡμῶν ὁ μέν τίς ἐστιν Δῖος, ὁ δὲ Ἀθήναιος, ὁ δὲ Ἀπολλώνιος ἢ Διονύσιος ἢ Ἑρμαῖος. Ἀλλ´ ἔνιοι μὲν ὀρθῶς κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας, ἀλλ´ ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας. » Τοσαῦτα ὁ Πλούταρχος ἐν οἷς ἐσπούδασεν "Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων", πρὸς τοῖς ἄλλοις καὶ θνήσκειν παριστὰς τοὺς δαίμονας, ὃ καὶ αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραθήσομαι. Τέως δὲ φέρε συλλεξώμεθα ὅσα ἄλλα περὶ τῆς τῶν ἀγαθῶν, ὥς φασιν, δαιμόνων δυνάμεώς τε καὶ ἐνεργείας αὖθις ὁ τὴν καθ´ ἡμῶν συσκευὴν πεποιημένος ἐν οἷς ἐπέγραψε "Περὶ τῆς ἐκ λογίων φιλοσοφίας" ἐκτέθειται· μάλιστα γὰρ αὐτῷ καὶ νῦν ὥσπερ οὖν καὶ πολλάκις μάρτυρι χρήσομαι καὶ ἐλέγχῳ τῆς περὶ οὓς ὑπολαμβάνουσιν θεοὺς πλάνης, ὡς ἂν ἐκ τῶν οἰκείων βελῶν καὶ τοξευμάτων βαλλόμενοι καταισχύνοιντο. Οὕτως γὰρ καὶ γένοιτ´ ἂν ἡμῖν ἐξ αὐτῶν τῶν τοῖς θεοῖς προσφιλῶν καὶ δὴ καὶ εὐσεβῶν νενομισμένων ἀκριβῶς τε τὸν περὶ τῶν οἰκείων λόγον διηρευνηκότων ἀνελλιπὴς καὶ ἀπαραίτητος ἡ τῶν προκειμένων ἀπόδειξις. Γράφει δὲ ταῦτα ὁ δεδηλωμένος ἐν οἷς ἐπέγραψεν "Περὶ τῆς ἐκ λογίων φιλοσοφίας", ἔνθα μαρτύρεται μὴ τὰ ἀπόρρητα τῶν θεῶν ἐκφαίνειν, ἐπομνύμενός τε αὐτὸς καὶ παραγγέλλων κρύπτειν καὶ μὴ εἰς πολλοὺς ἐκφέρειν τὰ λεχθησόμενα. Τίνα δὲ ἦν τὰ τοιαῦτα; Τὸν Πᾶνα Διονύσου φησὶ θεράποντα εἶναι, τοῦτον δὲ τῶν ἀγαθῶν ὄντα δαιμόνων ἐπιφανέντα ποτὲ τοῖς κατ´ ἀγρὸν γεωπονοῦσιν. Τί χρῆν ἀγαθὸν ὄντα παρασχεῖν ἢ πάντως ἀγαθοῦ τινος παρουσίαν τοῖς τῆς θεοφανείας τοῦ ἀγαθοῦ κατηξιωμένοις; Ἆρ´ οὖν ὑπῆρξεν ἀγαθόν τι τοῖς θεαταῖς τοῦ ἀγαθοῦ δαίμονος, ἢ κακὸν εἰλήχασιν δαίμονα ἔργῳ τῆς πείρας ᾐσθημένοι; Φησὶν γοῦν ὁ θαυμάσιος μάρτυς τοὺς τῆς ἀγαθῆς ταύτης θέας ἠξιωμένους ἄθρουν θάνατον ὑπομεῖναι λέγων ὧδε· Ὡς θανάτου ποιητικοί εἰσιν οἱ λεγόμενοι αὐτῶν ἀγαθοὶ δαίμονες « Ἤδη δὲ καὶ ἐν ἄλλοις οἱ μὲν θεράποντές τινων ἀνεδείχθησαν, ὡς ὁ Πὰν τοῦ Διονύσου· δεδήλωκεν δὲ τοῦτο ὁ ἐν Βραγχίδαις Ἀπόλλων διὰ τούτων· ἐννέα γὰρ εὑρέθησαν ἀποθανόντες· πυνθανομένων οὖν τῶν τὸν ἀγρὸν οἰκούν των τὴν αἰτίαν ἔχρησεν ὁ θεός·
«
Χρυσόκερως βλοσυροῖο
Διωνύσου θεράπων Πὰν Ἀκήκοας οἷα τοῦ δαίμονος, οὗ φησιν ἀγαθοῦ, τό τε σχῆμα καὶ τὰς πράξεις ὁ ἐν Βραγχίδαις ἐδίδαξεν Ἀπόλλων· θέα δὴ καὶ τῶν λοιπῶν τὰ γενναῖα κατορθώματα, ὧν δὴ ἕνεκα τὴν οὐράνιον ἀπολελοιπότες διατριβὴν τὴν σὺν ἀνθρώποις ἀντικατηλλάξαντο. Πάντως δήπου χρῆν αὐτοὺς σωφροσύνης κατάρχειν καὶ τὰ λυσιτελῆ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις ὑποτίθεσθαι. Οἱ δὲ τούτων μὲν οὐδέν· ἄκουε δὲ οἷα ἐκφαίνει ὁ τὰ ἀρρητότερα τῶν ἀρρήτων διηρευνηκὼς καὶ τῶν ἀπορρήτων ἀξιωθεὶς τῆς γνώσεως. Τοτὲ μὲν οὖν τινας τῶν ἀγαθῶν τούτων δαιμόνων φησὶν ἐρωτικαῖς ἡδυπαθείαις ὑπηρετεῖσθαι, τοτὲ δὲ ἑτέρους τυμπάνοις καὶ αὐλοῖς καὶ θηλειῶν πατάγοις χαίρειν, ἄλλους δ´ αὖ πάλιν μάχαις καὶ πολέμοις ἀγάλλεσθαι, καὶ κυνηγεσίοις τὴν Ἄρτεμιν καὶ τοῖς ἀπὸ γῆς καρποῖς τὴν Δηώ· θρηνεῖν δὲ τὸν Ὄσιριν εἰσέτι νῦν τὴν Ἶσιν καὶ τὸν Ἀπόλλω μαντεύεσθαι. Τοιαῦται ὧν φασιν ἀγαθῶν δαιμόνων αἱ εἰς ἀνθρώπους ὠφέλειαι. Δέχου δὲ καὶ τούτων τὰς ἀποδείξεις· Ὅτι καὶ ἐρωτικαῖς ἡδυπαθείαις ἐξυπηρετοῦνται, καὶ ποίαις ἕκαστος αὐτῶν χαίρει « Οὐδὲν ἐν ἀθανάτοισι θεοῖς ποτε δῖα μάταιον οὐδ´ ἀκράαντον ἔλεξε σοφοῖς Ἑκάτη θεοφήταις, ἀλλ´ ἀπὸ παγκρατέροιο νόου πατρόθεν κατιοῦσα αἰὲν ἀληθείῃ σελαγίζεται, ἀμφὶ δὲ μῆτις ἔμπεδος ἀρρήκτοισι μένει λογίοις βεβαυῖα. Δεσμῷ δ´ οὖν κλήϊζε· θεὴν γὰρ ἄγεις με τοσήνδε, ὅσση ψυχῶσαι πανυπέρτατον ἤρκεσα κόσμον. Καὶ μήποτε διὰ τοῦτο τρίμορφος τριμερής τε καὶ ἡ ψυχή· ταύτης δὲ τὸ μὲν θυμοειδές, τὸ δὲ ἐπιθυμητικόν, ὅθεν καὶ πρὸς τὰ ἐρωτικὰ καλεῖται. » Ταῦτα οὐκ ἐμά, μήτοι νομίσῃς, τοῦ δὲ προειρημένου συγγραφέως ἀκήκοας, οὗ πάλιν ἐστὶ καὶ ταῦτα· « Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα τὰ ἄδικα αὐτοὶ κελευσθέντες δρᾶν ὑπομένουσιν καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν. » Εὕροις δ´ ἂν καὶ ταῦτα ἐν τῇ Πρὸς Ἀνεβῶ τὸν Αἰγύπτιον τοῦ αὐτοῦ ἐπιστολῇ. Ἐν δὲ τῇ προλεχθείσῃ πραγματείᾳ τῆς Ἐκ λογίων φιλοσοφίας προστίθησι τοῖς εἰρημένοις λέγων ὧδε· « Καὶ μὴν ὅ τι ἑκάστῳ ἐπιτέτακται καὶ τί [καὶ] τίνι αὐτῶν, δεδηλώκασιν, ὥσπερ ὁ Διδυμαῖος διὰ τούτων (ἦν δ´ ἡ πεῦσις εἰ δεῖ ὀμόσαι τῷ ἐπάγοντι τὸν ὅρκον)·
«
Μητέρι
μὲν μακάρων μέλεται Τιτηνίδι Ῥείῃ Εἰ δὴ οὖν "αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς ὅμιλος" μέλεται τῇ μητρὶ τῶν θεῶν, ἀσκητέον δὴ ταῦτα πάσης ἀρετῆς ἀφεμένους, ὅτι μηδὲν σωφροσύνης μηδέ τινος ἄλλης θεοφιλοῦς πράξεως μέλεται τῇ προειρημένῃ· ὡς καὶ τῇ Ἀθηνᾷ μόθοι καὶ μάχαι καὶ πόλεμοι, ἀλλ´ οὐκ εἰρήνη καὶ τὰ ἐν εἰρήνῃ πράγματα. Καὶ τῇ Λητωΐδι δὲ κούρῃ, τῇ Ἀρτέμιδι, μελέσθων αἱ βαλίαι σκύλακες διὰ τὸ κατ´ ἀγροὺς κυνηγὸν οὖσαν τοῖς θηρσὶν πολεμεῖν, ὡς καὶ ταῖς ἄλλαις τὰ κατειλεγμένα. Τί οὖν δὴ ταῦτα πρὸς τὸν θεοφιλῆ καὶ μακάριον συντείνοι ἂν βίον; Ἐπίσκεψαι δὲ πότερά σοι θείας εἶναι δοκεῖ φύσεως ἢ φαύλης καὶ μοχθηροτάτης τὰ ἑξῆς ἐπιλεγόμενα· Ὅτι μαγγανείαις καθέλκονται καὶ παρὰ γνώμην ἀναγκάζονται ταῖς ἀνθρωπίνας βουλαῖς δουλεύειν Λέγει δ´ οὖν ὁ αὐτός· « Ὀρθῶς καὶ τοῦτο ὁ Ῥόδιος Πυθαγόρας ἀπεφήνατο, ὅτι οὐχ ἥδονται οἱ κλῃζόμενοι ἐπὶ ταῖς παρουσίαις θεοί, ἀνάγκῃ δέ τινι ἀκολουθίας συρόμενοι παραγίνονται, καὶ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον. Τινὲς δὲ καὶ ἔθος ὥσπερ ποιησάμενοι τῆς ἑαυτῶν παρουσίας εὐμαρέστερον φοιτῶσι, καὶ μάλιστα ἐὰν καὶ φύσει ἀγαθοὶ τυγχάνωσιν· οἱ δὲ κἂν ἔθος ἔχωσιν τοῦ παραγίνεσθαι, βλάβην τινὰ προθυμοῦνται ποιεῖν, καὶ μάλιστα ἐὰν ἀμελέστερόν τις δοκῇ ἀναστρέφεσθαι ἐν τοῖς πράγμασιν. Τοῦ γὰρ Πυθαγόρου ταῦτ´ εἰρηκότος παρετήρησα ἐκ τῶν λογίων ὡς ἀληθές ἐστιν τὸ εἰρημένον. Πάντες γὰρ δι´ ἀνάγκην φασὶν ἀφῖχθαι, οὐχ ἁπλῶς δέ, ἀλλ´ οἷον, εἰ χρὴ οὕτω φάναι, πειθανάγκην. Εἴρηται δ´ ἐν τοῖς ἔμπροσθεν ἐκεῖνα τὰ τῆς Ἑκάτης, δι´ ὧν φησιν ἐπιφαίνειν·
«
Ἠέριον μετὰ φέγγος ἀπείριτον
ἀστεροπληθὲς Καὶ πάλιν·
«
Ἤλυθον εἰσαΐουσα τεῆς
πολυφράδμονος εὐχῆς, Καὶ ἔτι σαφέστερον·
« Τίπτε μ´ ἀεὶ θείοντος
ἀπ´ αἰθέρος ὧδε χατίζων Καὶ ἑξῆς·
« Τοὺς μὲν ἀπορρήτοις
ἐρύων ἴυγξιν ἀπ´ αἴθρης Καὶ πάλιν·
« Ἀλλ´ οἱ μὲν καθύπερθε
μετήοροι οὐρανίωνες Καὶ πάλιν ἄλλος ἀναγκαζόμενος ἔφη· « Κλῦθί μευ οὐκ ἐθέλοντος, ἐπεί μ´ ἐπέδησας ἀνάγκῃ. » Ἐπὶ τούτοις πάλιν ὁ συγγραφεύς φησιν· « Ἐπεὶ καὶ ἐπανάγκους ἑαυτῶν ἐκδιδόασιν, ὡς δηλώσει ὁ ἀπὸ τοῦ Ἀπόλλωνος ἐκδοθεὶς περὶ ἑαυτοῦ ἐπάναγκος. » Λέγεται δὲ οὕτως· « Οὔνομ´ ἀναγκαίης τόδε καρτερὸν ἠδ´ ἔτι βριθύ.» Καὶ ἐπήγαγεν·
«
Μόλε δ´ ἐσσυμένως τοισίδε μύθοις, Καὶ πάλιν ὁ Ἀπόλλων·
« Ῥεῦμα τὸ Φοιβείης
ἀπονεύμενον ὑψόθεν αἴγλης Τούτοις ὁ συγγραφεὺς ἐπιλέγει· « Τούτων οὔτε σαφέστερα οὔτε θεϊκώτερα καὶ φυσικώτερα γένοιτ´ ἄν. Πνεῦμα γὰρ τὸ κατιὸν καὶ ἀπόρροια ἐκ τῆς ἐπουρανίου δυνάμεως εἰς ὀργανικὸν σῶμα καὶ ἔμψυχον εἰσελθοῦσα, βάσει χρωμένη τῇ ψυχῇ, διὰ τοῦ σώματος ὡς ὀργάνου φωνὴν ἀποδίδωσιν. » Ἀλλ´ ὅτι μὲν ἀναγκάζονται, ἱκανὰ καὶ ταῦτα παραστῆσαι. Ὅτι δὲ καὶ ἀξιοῦσιν ἀπολυθῆναι, ὡς οὐκ ἐπ´ αὐτοῖς τῆς ἀναχωρήσεως κειμένης, μάθοις ἂν ἐκ τούτων· Ὅτι οὐδὲ ἀφ´ ἑαυτῶν ἀναχωρεῖν δύνανται « Ὅτι δὲ σπεύδουσιν ἀναχωρεῖν οἱ κληθέντες θεοί, δηλώσει τὰ τοιαῦτα, λεγόντων· « Λύετε λοιπὸν ἄνακτα, βροτὸς θεὸν οὐκέτι χωρεῖ. » Καὶ πάλιν· « Τίπτ´ ἐπιδευόμενοι δηρὸν βροτὸν αἰκίζεσθε; » Καὶ πάλιν· « Ἔρπε καὶ ὀτραλέως ἐπιέρχεο, τόνδε σαώσας. » Καὶ πῶς ἀπολύειν αὐτοὺς χρή, αὐτὸς διδάξει λέγων·
«
Παύεο δή, περίφρων, ὀάρων, ἀνάπαυε δὲ φῶτα, Καὶ τὴν ἀπόλυσιν εἶπεν· « Ὑψίπρῳρον αἶρε ταρσόν, ἴσχε βάξιν ἐκ μυχῶν, » Καὶ τὰ τούτοις ἐπιλελεγμένα. Οἷς ἐπιφέρει·
«
Καὶ βραδυνόντων
ἀπολῦσαι φησίν· Καὶ πάλιν ἄλλοτε ἀπόλυσιν ἔδωκεν τοιαύτην·
«
Ναϊάδες Νύμφαι, Μούσαις μίγα λύετε
Φοῖβον Καὶ πάλιν ἄλλοτέ φησιν·
«
Λύσατέ μοι στεφάνους καί μευ πόδας ὕδατι λευκῷ Οἷς ἐπιλέγει ὁ συγγραφεύς· « Τὰς γραμμὰς τοίνυν παρακελεύεται ἀπαλείφειν, ἵνα ἀπέλθῃ· ταύτας γὰρ κρατεῖν καὶ μέντοι καὶ τὸ ἄλλο σχῆμα τῆς ἐνδύσεως, διὰ τὸ φέρειν εἰκονίσματα τῶν κεκλημένων θεῶν. » Δεδεῖχθαι σαφῶς ἡγοῦμαι διὰ τούτων ὅτι μηδὲν τὸ καθόλου θεοπρεπὲς μήτε μέγα μήτε ἀληθῶς θεῖον ἔνεστι τοῖς εἰς τοσοῦτον ταπεινότητος καταπεπτωκόσιν πνεύμασιν, ὡς τοῖς τυχοῦσιν ἀνθρώποις ὑποσύρεσθαι καθέλκεσθαί τε οὐ δι´ ἀρετῆς καὶ σοφίας ἀνάληψιν, ἀλλ´ εἰ μόνον τὰ τῆς περιέργου γοητείας μετέλθοιέν τε καὶ διαπράξοιντο. Οὔτ´ οὖν ὀρθῶς ὁ Ῥόδιος Πυθαγόρας οὔθ´ ὁ τούτῳ ταύτην παρασχὼν τὴν μαρτυρίαν οὔθ´ ὁστισοῦν ἀνθρώπων θεοὺς προσείποι ἂν εὐλόγως, ἀλλ´ οὐδ´ ἀγαθοὺς δαίμονας τοὺς ὑπὸ θνητῶν ἀνθρώπων, καὶ ταῦτα γοήτων, οὐ κατὰ γνώμην οἰκείαν, βίᾳ δὲ καὶ ἀνάγκῃ συρομένους καὶ μηδὲ τῆς τῶν δεσμῶν ἀπολύσεως τὴν ἐξουσίαν ἐφ´ ἑαυτοῖς ἔχοντας. Εἰ γὰρ δὴ ἀβίαστον καὶ ἀκατανάγκαστον καὶ πάντων κρεῖττον τὴν φύσιν ἀπαθὲς ὂν καὶ ἐλεύθερον τὸ θεῖον, πῶς ἂν εἶεν θεοὶ 〈οἱ〉 μαγγανείαις ταῖς διὰ τοιῶνδε σχημάτων καὶ γραμμῶν καὶ τύπων στεφάνοις τε καὶ τοῖς ἀπὸ γῆς ἄνθεσι καί τισιν ἄλλαις ἀσήμοις καὶ βαρβάροις ἠχαῖς τε καὶ φωναῖς κηλούμενοι καὶ τοῖς τυχοῦσιν ἀνθρώποις χειρούμενοι καὶ ὡσπερεὶ δεσμοῖς καταδουλούμενοι, ὥστε μηδὲ τὴν αὐτεξούσιον καὶ προαιρετικὴν σῴζειν ἐφ´ ἑαυτοῖς δύναμιν; Πῶς δὲ κἂν ἀγαθοὶ δαίμονες λεχθεῖεν βίᾳ καὶ ἀνάγκῃ κατασπώμενοι; Τί γὰρ τὸ αἴτιον τοῦ ἄκοντας, οὐχὶ δὲ αὐτεξουσίους σφᾶς αὐτοὺς τοῖς βοηθείας δεομένοις ἐπιδιδόναι; Εἰ γὰρ ἐπ´ ἀγαθῷ ποιοῦνται τὴν πάροδον ἀγαθοὶ ὄντες καὶ εἴπερ τις ἦν ἐξ αὐτῶν ψυχῆς ὠφέλεια, χρῆν δήπου προαιρέσει τὸ ἀγαθὸν ἀσπάζεσθαι, φθάνοντας ταῖς εὐποιίαις τοὺς δεομένους, ἀλλὰ μὴ περιμένειν ἀνάγκην· εἰ δ´ οὐ καλὸν ἦν οὐδ´ ὠφελοῦν τὸ πραττόμενον, διὸ μηδὲ κατὰ γνώμην αὐτοῖς γίνεσθαι, καὶ πῶς ἂν ἀγαθοὶ εἶεν, τὸ μὴ καλὸν μηδὲ συμφέρον πράττοντες; Πῶς δὲ θαυμάζεσθαι ἄξιοι καὶ θεραπείαις θεῶν τιμᾶσθαι οἱ καὶ τοῖς τυχοῦσι γόησι τὸν τρόπον πανωλεστάτοις καταδουλούμενοι καὶ τὸ μὴ καλὸν μηδὲ συμφέρον παρὰ γνώμην πράττειν ἀναγκαζόμενοι ἀγόμενοί τε καὶ καθελκόμενοι, οὐ δι´ ἀποδοχὴν σωφροσύνης ἀνθρώπων οὐδὲ ἀρετῆς χάριν ἤ τινος μέρους φιλοσοφίας, μεθόδοις δὲ γοήτων ἀπειρημέναις, ἃς ὁ αὐτὸς αὖθις συγγραφεὺς ἐν τῇ πρὸς τὸν εἰρημένον Αἰγύπτιον ἐπιστολῇ, ὡς ἂν προφήτῃ τἀληθῆ καὶ ἀπόρρητα κοινούμενος, τέθειται, τοὺς λόγους, καθ´ οὓς ταῦτα συντελοῦσιν, ἀξιῶν παρ´ αὐτοῦ διδαχθῆναι; Πυνθάνεται γοῦν ὧδέ πως ἀπορῶν καὶ λέγων· Ὁποίαις μεθόδοις οἱ θαυμάσιοι αὐτῶν θεοὶ τοῖς γόησιν ὑποτάττονται « Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα τὰ ἄδικα αὐτοὶ κελευσθέντες δρᾶν ὑπομένουσιν καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν. Καὶ ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσιν δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοῖς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται (αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται), καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ τὰ πολλὰ ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται. Πολλῷ δὲ τούτων ἀλογώτερον τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνηκότος, αὐτῷ δὲ τῷ βασιλεῖ Ἡλίῳ ἢ Σελήνῃ ἤ τινι τῶν κατ´ οὐρανὸν ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα ἐκφοβεῖν, ψευδόμενον ἵν´ ἐκεῖνοι ἀληθεύσωσι. Τὸ γὰρ λέγειν ὅτι τὸν οὐρανὸν προσαράξει καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει καὶ τὴν βᾶριν στήσει καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερβολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι ἃ μήτε οἶδεν μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοικόσιν οὕτως κενὸν φόβον καὶ πλάσματα, ὡς κομιδῆ παῖδες ἀνόητοι; Καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμματεὺς ἀναγράφει ταῦτα, ὡς καὶ παρ´ Αἰγυπτίοις θρυλούμενα, καὶ ταῦτά φασιν εἶναι καὶ τὰ τοιαῦτα βιαστικώτατα. Αὐταὶ δὲ αἱ εὐχαὶ τίνα ἔχουσιν λόγον, τὸν ἐξ ἰλύος ἀναφανέντα λέγουσαι καὶ ἐπὶ τῷ λωτῷ καθήμενον καὶ ἐπὶ πλοίου ναυτιλλόμενον καὶ καθ´ ὥραν τὰς μορφὰς ἀμείβοντα καὶ κατὰ ζῴδιον μετασχηματιζόμενον; Οὕτω γάρ φασιν αὐτοπτεῖσθαι, ἀγνοοῦντες ὅτι τὸ ἴδιον πάθος τῆς αὑτῶν φαντασίας ἐκείνῳ περιάπτουσιν. Εἰ δὲ συμβολικῶς λέγεται ταῦτα, τῶν ἐκείνου δυνάμεων ὄντα σύμβολα, τὴν ἑρμηνείαν τῶν συμβόλων εἰπάτωσαν. Δῆλον γὰρ ὡς εἰ τοῦ ἡλίου ἦν τὸ πάθος, καθάπερ ἐν ταῖς ἐκλείψεσιν, πᾶσιν ἂν ὤφθη ταὐτὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. Τί δὲ καὶ τὰ ἄσημα βούλεται ὀνόματα καὶ τῶν ἀσήμων τὰ βάρβαρα πρὸ τῶν ἑκάστῳ οἰκείων; Εἰ γὰρ πρὸς τὸ σημαινόμενον ἀφορᾷ τὸ ἀκοῦον, αὐτάρκης ἡ αὐτὴ μένουσα ἔννοια δηλῶσαι, κἂν ὁποιονοῦν ὑπάρχῃ τοὔνομα. Οὐ γάρ που καὶ ὁ καλούμενος Αἰγύπτιος ἦν τῷ γένει· εἰ δὲ καὶ Αἰγύπτιος, ἀλλ´ οὔ τί γε Αἰγυπτίᾳ χρώμενος φωνῇ οὐδ´ ἀνθρωπείᾳ ὅλως χρώμενος. Ἢ γὰρ γοήτων ἦν ταῦτα πάντα τεχνάσματα καὶ προκαλύμματα διὰ τῶν ἐπιφημιζομένων τῷ θείῳ τῶν περὶ ἡμᾶς γινομένων παθῶν, ἢ λελήθαμεν ἐναντίας ἐννοίας ἔχοντες περὶ τοῦ θείου ἢ αὐτὸ τῷ ὄντι διάκειται. » Ταῦτα εἰπὼν πάλιν ἀπορεῖ πρὸς τὸν Αἰγύπτιον λέγων· « Εἰ δὲ οἱ μὲν ἀπαθεῖς, οἱ δὲ ἐμπαθεῖς, οἷς διὰ τούτων φαλλούς φασιν ἑστάναι καὶ ποιεῖσθαι αἰσχρορρημοσύνας, μάταιοι αἱ θεῶν κλήσεις ἔσονται, προσκλήσεις αὐτῶν ἐπαγγελλόμεναι καὶ μήνιδος ἐξιλάσεις καὶ ἐκθύσεις, καὶ ἔτι μᾶλλον αἱ λεγόμεναι ἀνάγκαι θεῶν. Ἀκήλητον γὰρ καὶ ἀβίαστον καὶ ἀκατανάγκαστον τὸ ἀπαθές. » Καὶ πάλιν ἑξῆς ἐπιλέγει· « Μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται, περὶ δραπέτου εὑρέσεως ἢ χωρίου ὠνῆςἢ γάμου, εἰ τύχοι, ἢ ἐμπορίας τὸν θεῖον νοῦν ἐνοχλήσασιν. Εἰ δ´ οὐ παρεῖταιμέν, οἱ δὲ συνόντες περὶ μὲν τῶν ἄλλων τἀληθέστατα λέγουσιν, περὶ δὲ εὐδαιμονίας οὐδὲν ἀσφαλὲς οὐδ´ ἐχέγγυον, οὐκ ἦσαν ἄρα οὔτε θεοὶ οὔτε ἀγαθοὶδαίμονες, ἀλλ´ ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος. » Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον καὶ ἀπὸ ταύτης προκείσθω τῆς τοῦ Πορφυρίου γραφῆς. Καὶ μὴν καὶ διδάσκαλοί γε τῆς κακοτέχνου γοητείας αὐτοὶ δὴ πρῶτοι οἱ γενναῖοι θεοὶ κατέστησαν. Πόθεν γὰρ ἀνθρώποις ταῦτα παρῆν εἰδέναι ἢ τῶν δαιμόνων αὐτῶν τὰ περὶ ἑαυτῶν ἐξειπόντων καὶ τοὺς καταδέσμους τοὺς κατ´ ἀλλήλων ἐξηγορευκότων; Μηδὲ τοῦτον δὲ ἡμέτερον εἶναι ἡγοῦ τὸν λόγον· οὐδὲν γὰρ τούτων ἡμεῖς ὁμολογοῦμεν οὔτ´ ἐπίστασθαι οὔτε θέλειν εἰδέναι. Πλὴν εἰς ἔλεγχον τῆς περὶ ταῦτα ἀτοπίας καὶ εἰς ἡμετέραν ὁμοῦ τῆς τούτων ἀναχωρήσεως ἀπολογίαν ὁ τούτων ἡμῖν παρεισήχθω μάρτυς, σοφὸς ὢν ἐν τοῖς γνωρίμοις καὶ πάντα ἀκριβῶς τὰ οἰκεῖα εἰδώς τε καὶ ὑποτιθέμενος. Ὁ δὴ οὖν αὐτὸς ἐν τῇ δηλωθείσῃ τῶν λογίων συναγωγῇ ταῦτα λέγει πρὸς λέξιν· Ὅτι οἱ δαίμονες, οὓς δὴ θεοὺς ὑπειλήφασιν, ἀνθρώπους ἐδίδαξαν τὰς οἰκείας περιεργίας « Οὐ μόνον δὲ τὴν πολιτείαν αὐτῶν αὐτοὶ μεμηνύκασιν καὶ τὰ ἄλλα τὰ εἰρημένα, ἀλλὰ καὶ τίσι χαίρουσι καὶ κρατοῦνται ὑπηγόρευσαν, καὶ μὴν καὶ τίσιν ἀναγκάζονται τίνα τε δεῖ θύειν καὶ ἐκ ποίας ἡμέρας ἐκτρέπεσθαι τό τε σχῆμα τῶν ἀγαλμάτων ποταπὸν δεῖ ποιεῖν αὐτοί τε ποίοις σχήμασιν φαίνονται ἔν τε ποίοις διατρίβουσιν τόποις· καὶ ὅλως ἓν οὐδέν ἐστιν ὃ μὴ παρ´ αὐτῶν μαθόντες ἄνθρωποι οὕτως αὐτοὺς ἐτίμησαν. Πολλῶν δ´ ὄντων ἃ τούτων ἐστὶ παραστατικά, ὀλίγα ἐκ τῶν πολλῶν παραθησόμεθα, ἵνα μὴ ἀμάρτυρον τὸν λόγον καταλείπωμεν. » Ὅτι καὶ τὰ ἀγάλματα μαγικῶς αὐτοὶ κατασκευάζειν ἐδίδαξαν « Ὅτι δὲ καὶ τὰ ἀγάλματα αὐτοὶ ὑπέθεντο πῶς χρὴ ποιεῖν καὶ ἐκ ποίας ὕλης, δηλώσει τὰ τῆς Ἑκάτης ἔχοντα τοῦτον τὸν τρόπον·
«
Ἀλλὰ τέλει ξόανον, κεκαθαρμένον ὥς
σε διδάξω· Εἶτ´ ἐξέδωκεν εὐχὴν ἐδίδαξέν τε πόσους ληπτέον σκαλαβώτας·
«
Ὅσσαι μορφαί μοι τόσσοις ζῴοις σε
κελεύω Ὅτι καὶ τὰς μορφὰς τῶν ξοάνων αὐτοὶ κατέδειξαν « Καὶ περὶ τῶν σχημάτων ὅπως φαντάζονται αὐτοὶ μεμηνύκασιν, ἀφ´ ὧν καὶ τὰ ἀγάλματα οὕτω καθιδρύνθη. Λέγει γοῦν ὁ Σάραπις ἰδὼν τὸν Πᾶνα περὶ ἑαυτοῦ·
« Φαιδρὴ
μὲν κατὰ δῶμα θεοῦ καταλάμπεται αὐγή· Καὶ ὁ Πὰν ὕμνον περὶ ἑαυτοῦ ἐκδιδοὺς ἐδίδαξεν λέγων οὕτως·
« Εὔχομαι βροτὸς γεγὼς Καὶ τὰ ἀκόλουθα. Καὶ τῆς Ἑκάτης δὲ ταῦτα περὶ αὑτῆς λεγούσης τέθειται·
«
Ἤδη μοι σύ γε πάντα
ποίει· ξόανον δὲ ἐν αὐτῷ Ὕλη δέ, φησίν, « Ἢ Παρίοιο λίθου, ἢ εὐξέστου ἐλέφαντος. » Ὅτι καὶ μαγεύειν προτρέπουσιν « Ἐμφαίνουσι δὲ πολλαχοῦ οἱ θεοὶ καὶ ἃ προλέγουσιν προσημαίνοντες τῷ ἑκάστου γινώσκειν τὴν τῆς γενέσεως σύστασιν, ὥστ´ εἶναι αὐτούς, εἰ χρὴ οὕτω φάναι, ἄκρους τε μάγους καὶ ἄκρους γενεθλιαλόγους. » Καὶ πάλιν ἐν χρησμοῖς ἔφη τὸν Ἀπόλλωνα εἰπεῖν·
«
Κλῄζειν Ἑρμείην ἠδ´
Ἠέλιον κατὰ ταὐτὰ καὶ σφόδρα· « Καὶ καθ´ ἕκαστον ἀεὶ θεὸν ἑπτάκι φωνεῖν.» Ὁ δ´ αὐτὸς καὶ ταῦτα παρατίθησιν· « Ἔστι δὲ σύμβολα μὲν τῆς Ἑκάτης κηρὸς τρίχρωμος, ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ συνεστώς, ἔχων τύπον Ἑκάτης φερούσης μάστιγα καὶ λαμπάδα καὶ ξίφος, περὶ ἣν εἱλείσθω δράκων· Οὐρανοῦ δὲ ἀστέρες οἱ θαλάττιοι πρὸ τῶν θυρῶν πεπατταλευμένοι. Ταῦτα γὰρ οἱ θεοὶ αὐτοὶ μεμηνύκασι διὰ τούτων· λέγει δὲ ὁ Πάν·
«
Τούσδε δ´ αὖ ἐλαύνετε, Διὰ τούτων καὶ τῶν τούτοις ὁμοίων ὁ γενναῖος Ἑλλήνων φιλόσοφος, ὁ θαυμαστὸς θεολόγος, ὁ τῶν ἀπορρήτων μύστης, τὴν ἐκ λογίων φιλοσοφίαν ὡς ἀπόρρητα θεῶν περιέχουσαν λόγια παραφαίνει, ἄντικρυς τῆς πονηρᾶς καὶ δαιμονικῆς ἀληθῶς δυνάμεως ἐξαγορεύων τὰς κατ´ ἀνθρώπων ἐνέδρας. Τί γὰρ ἂν γένοιτο βιωφελὲς ἀνθρώποις ἐκ τῆς κακοτέχνου γοητείας; Τί δ´ ἂν ἔχοι θεοφιλὲς ἡ τῶν ἀψύχων ξοάνων περιεργία; Ποίας δ´ εἰκὼν γένοιτ´ ἂν ἐνθέου δυνάμεως ἡ τῶν τοιῶνδε σχημάτων μόρφωσις; Τί δ´ οὐ μᾶλλον φιλοσοφεῖν περὶ ἡμᾶς ἢ μαγεύειν καὶ τὰ ἀπειρημένα διώκειν συμβουλεύειν ἐχρῆν, τοῦ κατ´ ἀρετὴν καὶ φιλοσοφίαν τρόπου πρὸς εὐδαίμονα καὶ μακάριον αὐτάρκους τυγχάνοντος βίον; Ὁ δὲ ἐπιτείνων τὸν οἰκεῖον ἔλεγχον προστίθησι τοῖς εἰρημένοις καὶ ταῦτα· Ὅτι καὶ τὰς ἀψύχους ὕλας φιλοῦσιν « Ὅτι δὲ φιλοῦσι τὰ σύμβολα τῶν χαρακτήρων, ἡ Ἑκάτη παραβάλλουσα πρὸς ἃ φιλοῦσιν οἱ ἄνθρωποι μεμήνυκε διὰ τούτων·
« Τίς βροτὸς οὐ πεπόθηκε
χαρακτῆρας ὀπάσασθαι Οὐ μόνον δ´ ὅτι φίλοι οἱ χαρακτῆρες δεδήλωκεν, ἀλλ´ ὅτι καί, ὅπερ ἔφαμεν, αὐτοὶ περιγράφονται καί εἰσιν οἷον ἐν ἱερῷ χωρίῳ τῇ ὑποκειμένῃ εἰκόνι· οὐ γὰρ ἐπὶ γῆς ὀχεῖσθαι, ἀλλ´ ἐπὶ γῆς ἱερᾶς ἐδυνήθησαν· ἱερὰ δὲ ἡ εἰκόνα φέρουσα θεοῦ, ἧς ἀρθείσης λέλυται τὸ κρατοῦν ἐπὶ γῆς τὸ θεῖον. » Διὰ δὴ τούτων ἁπάντων ἡγοῦμαι σαφῶς ἐληλέγχθαι ὡς ἄρα περίγειοί τινες καὶ φιλοπαθεῖς δαίμονες ἥλωσαν αὐτῶν ὄντες οἱ θεοί· διό μοι δοκῶ σώφρονι λογισμῷ τὴν ἀποστροφὴν αὐτῶν πεποιῆσθαι. Ὁρᾷς γοῦν ὡς κρατεῖν αὐτοὺς ἔν τισι γῆς χωρίοις τοὺς κατὰ μαγείαν φασὶ τύπους καὶ τοὺς τοιούσδε χαρακτῆρας, δέον, εἴπερ ἄρα θεῖόν τι ἦν ἀληθῶς, μηδ´ ἀλλαχῆ πη ἐπιβαίνειν ἢ ἐν μόνῃ ψυχῆς διανοίᾳ, καὶ ταύτῃ παντὸς ῥύπου καὶ πάσης κηλῖδος κεκαθαρμένῃ σωφροσύνῃ τε καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς κεκοσμημένῃ. Τούτων γὰρ ἐν ἀνθρώπου ψυχῇ ὡς ἂν ἀληθῶς ἱερῷ χωρίῳ προϋποκειμένων, εἰκότως ἂν ἐπέλθοι θείου πνεύματος παρουσία· οὐδ´ ἂν ἦν ἔτι χρεία τῆς κακοτέχνου γοητείας τῶν εἰς ὑποδοχὴν τοῦ θείου κατὰ τὴν ἐνάρετον καὶ φιλόθεον ψυχὴν προηυτρεπισμένων. Ὥστε διαρρήδην ἐξ ἁπάντων τούτων περιγείους τινὰς ἁλίσκεσθαι φιλοπαθεῖς τε καὶ φιλοσωμάτους ὑπάρχειν δαίμονας τοὺς περὶ ὧν ἡμῖν ὁ προκείμενος τυγχάνει λόγος· ἀλλὰ γὰρ ἑξῆς τούτοις ἄκουε οἷα ὁ αὐτὸς συγγραφεὺς περὶ τοῦ ἐκλελοιπέναι αὐτῶν τὰ βοώμενα χρηστήρια ἐν τοῖς αὐτοῖς τίθησι τοῦτον τὸντρόπον· Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων
«
Ἀμφὶ δὲ Πυθὼ καὶ
Κλαρίην, μαντεύματα Φοίβου, Νικαεῦσι δὲ χρῶν ἔφη·
«
Πυθῷον δ´ οὐκ ἔστιν ἀναρρῶσαι λάλον
ὀμφήν· Τούτοις κατὰ καιρὸν ἐνταῦθα προσήκει καὶ τὰ Πλουτάρχου προσθεῖναι ἀφ´ οὗ πεποίηται συγγράμματος "Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων"· « Παυσαμένου δὲ τοῦ Ἀμμωνίου, Μᾶλλον, ἔφην ἐγώ, περὶ τοῦ μαντείου δίελθε ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐκεῖ θεότητος, τὰ δὲ νῦν ἔοικεν ἀπομαραίνεσθαι. Τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος ὁ Δημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων ἔκλειψιν ὁρῶντας, ἀλλὰ κοινῇ σκοπεῖν δι´ ἣν αἰτίαν οὕτως ἐξησθένηκε. Τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου γε τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπεν κομιδῆ, καθάπερ νάματα, καὶ πολὺς ἐπέσχεν μαντικῆς αὐχμὸς τὴν χώραν. Οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοῖς χρῄζουσιν ἀρύσασθαι μαντικῆς· τῶν δ´ ἄλλων τὰ μὲν σιγή, τὰ δὲ παντελὴς ἐρημία κατέσχηκεν.» Ἔτι πρὸς τούτοις ὁ αὐτὸς περὶ τοῦ καὶ θνήσκειν αὐτῶν τοὺς δαίμονας ταῦτα γράφει· Περὶ τοῦ καὶ θνήσκειν τοὺς δαίμονας, οὓς δὴ ὡς θεοὺς τιμῶσιν « Τὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις, εἶπεν, μὴ θεούς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι. Τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον. Ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας. Πυθόμενος δὲ τοὔνομα καὶ τὴν πόλιν· Οὐδὲ αὐτοὺς ἡμᾶς, ἔφη, λανθάνομεν, ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες, ἀλλ´ οὐκ ἔστι περὶ πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. Σὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως ἀφαιρούμενος. Ὁμολογεῖς γὰρ εἶναι δαίμονας· τίνι γὰρ τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατ´ οὐσίαν τὸ ἄφθαρτον καὶ κατ´ ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσιν; Πρὸς ταῦτα τοῦ Ἡρακλέωνος σιωπῇ διανοουμένου τι πρὸς αὑτόν, ὁ Φίλιππος· Ἀλλὰ φαύλους μὲν δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος· ἔτι δὲ Δημόκριτος εὐχόμενος ‘εὐλόγχων εἰδώλων’ τυγχάνειν δῆλος ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰ γινώσκων, ἔχοντα προαιρέσεις τινὰς καὶ ὁρμάς. Περὶ δὲ τοῦ θανάτου τῶν τοιούτων ἀκήκοα λόγον ἀνδρὸς οὐκ ἄφρονος οὐδὲ ἀλαζόνος. Αἰμιλιανοῦ γὰρ τοῦ ῥήτορος, οὗ καὶ ὑμῶν ἔνιοι διακηκόασιν, Ἐπιθέρσης ἦν πατήρ, ἐμὸς πολίτης καὶ διδάσκαλος γραμματικῶν. Οὗτος ἔφη ποτὲ πλέων εἰς Ἰταλίαν ἐπιβῆναι νεὼς ἐμπορικὰ χρήματα καὶ συχνοὺς ἐπιβάτας ἀγούσης· ἑσπέρας δ´ ἤδη περὶ τὰς Ἐχινάδας νήσους ἀποσβῆναι τὸ πνεῦμα καὶ τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ τοὺς πλείστους καὶ πίνειν, ἐπεὶ δεδειπνηκότες ἦσαν· ἐξαίφνης δὲ φωνὴν ἀπὸ τῆς νήσου τῶν Παξῶν ἀκουσθῆναι, Θαμνοῦν τινος βοῇ καλοῦντος, ὥστε θαυμάζειν· ὁ γὰρ Θαμνοῦς Αἰγύπτιος ἦν κυβερνήτης, οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς ἀπ´ ὀνόματος. Δὶς μὲν οὖν κληθέντα σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι, κἀκεῖνον ἐπιτείναντα τὴν φωνὴν εἰπεῖν· Ὁπόταν γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκεν. Τοῦτο ἀκούσαντας ὁ Ἐπιθέρσης ἔφη πάντας ἐκπλαγῆναι καὶ διδόντων ἑαυτοῖς λόγον, εἴτε ποιῆσαι βέλτιον εἴη τὸ προστεταγμένον εἴτε μὴ πολυπραγμονεῖν, ἀλλ´ ἐᾶν, οὕτω γνῶναι τὸν Θαμνοῦν, εἰ μὲν εἴη πνεῦμα, παραπλεῖν ἡσυχίαν ἔχοντα, νηνεμίας δὲ καὶ γαλήνης περὶ τὸν τόπον γενομένης ἀνειπεῖν ἃ ἤκουσεν. Ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμνοῦν πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι ὁ μέγας Πὰν τέθνηκεν, οὐ φθῆναι δὲ παυσάμενον αὐτὸν καὶ γενέσθαι μέγαν οὐχ ἑνός, ἀλλὰ πολλῶν στεναγμὸν ἅμα θαυμασμῷ μεμιγμένον. Οἷα δὲ πολλῶν ἀνθρώπων παρόντων ταχὺ λόγον ἐν τῇ Ῥώμῃ σκεδασθῆναι καὶ Θαμνοῦν γενέσθαι μετάπεμπτον ὑπὸ Τιβερίου Καίσαρος· οὕτως δὲ πιστεῦσαι τῷ λόγῳ τὸν Τιβέριον ὥστε διαπυνθάνεσθαι καὶ ζητεῖν περὶ τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης γεγενημένον. Ὁ μὲν οὖν Φίλιππος εἶχεν τῶν παρόντων ἐνίους μάρτυρας, Αἰμιλιανοῦ τοῦ γέροντος ἀκηκοότας. Ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι· πλεῦσαι δὲ αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας, ἱεροὺς δὲ καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρεττανῶν ὄντας. Ἀφιγμένου δὲ αὐτοῦ νεωστὶ σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημείας πολλὰς γενέσθαι καὶ πνεύματα καταρραγῆναι καὶ πεσεῖν πρηστῆρας. Ἐπεὶ δ´ ἐλώφησεν, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν· ὡς γὰρ λύχνος ἀναπτόμενος, φάναι, δεινὸν οὐδὲν ἔχει, σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μέν, ὡς νῦν, πνεύματα καὶ χαλάζας τρέφουσιν, πολλάκις δὲ λοιμικοῖς πάθεσιν τὸν ἀέρα φαρμάττουσιν. Ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα· δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι· πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας.» Τοσαῦτα ὁ Πλούταρχος. Ἐπιτηρῆσαι δ´ ἄξιον τὸν καιρὸν ἐν ᾧ φησι τὸν θάνατον γεγονέναι τοῦ δαίμονος. Οὗτος δὲ ἦν ὁ κατὰ Τιβέριον, καθ´ ὃν ὁ ἡμέτερος σωτὴρ τὰς σὺν ἀνθρώποις ποιούμενος διατριβὰς πᾶν γένος δαιμόνων ἐξελαύνειν τοῦ τῶν ἀνθρώπων ἀναγέγραπται βίου· ὥστε ἤδη τινὰς τῶν δαιμόνων γονυπετεῖν αὐτὸν καὶ ἱκετεύειν μὴ τῷ περιμένοντι αὐτοὺς Ταρτάρῳ παραδοῦναι. Ἔχεις οὖν καὶ τῆς τῶν δαιμόνων καθαιρέσεως τὸν χρόνον οὐκ ἄλλοτε ἐξ αἰῶνος ἱστορηθείσης, ὥσπερ οὖν καὶ τῆς ἀνθρωποθυσίας τῶν ἐθνῶν τὴν κατάλυσιν οὐκ ἄλλοτε ἢ μετὰ τὸ προελθὸν εἰς πάντας ἀνθρώπους κήρυγμα τῆς εὐαγγελικῆς διδασκαλίας γεγενημένην. Ταῦτα μὲν οὖν ἡμῖν ἀπὸ τῆς νεωτέρας ἱστορίας ἐληλέγχθω. Περὶ τῶν παρὰ τοῖς παλαιοῖς Ἕλλησιν μνημονευομένων χρηστηρίων Ἀλλ´ ἐπεὶ μὴ τοῖς πᾶσι γνώριμα τυγχάνει τὰ εἰρημένα, εὖ μοι δοκεῖ ἐντεῦθεν ἐπὶ τὰ πᾶσι πρόδηλα τοῖς φιλολόγοις μεταβῆναι καὶ τοὺς παλαιτάτους τῷ χρόνῳ χρησμοὺς ἐξετάσαι ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδομένους κἀν ταῖς κατὰ πόλιν διατριβαῖς τοῖς ἐπὶ παιδείᾳ φοιτῶσι παραδιδομένους. Ἄνωθεν τοίνυν ἀναλαβὼν τὰς παλαιὰς ἱστορίας ἐπίσκεψαι οἷα ὁ Πύθιος Ἀθηναίοις χρᾷ λοιμῷ πιεσθεῖσιν διὰ τὴν Ἀνδρόγεω τελευτήν. Ἐλοίμωσσον δὲ πάντες Ἀθηναῖοι δι´ ἑνὸς ἀνδρὸς θάνατον, τῆς δ´ ἐκ τῶν θεῶν ἐπικουρίας τυχεῖν ἠξίουν. Τί ποτ´ οὖν αὐτοῖς ὁ σωτὴρ καὶ θεὸς παραινεῖ; Τάχα πού τις οἰήσεται δικαιοσύνης τοῦ λοιποῦ καὶ φιλανθρωπίας ἐπιμελεῖσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἢ μετανοεῖν ἐπὶ τῷ πλημμελήματι καί τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐκτελεῖν, ὡς ἂν τῶν θεῶν τούτοις ἱλασκομένων. Ἀλλὰ τούτων μὲν ἦν οὐδέν. Τί γὰρ δὴ καὶ μέλον ἦν τούτων τοῖς θαυμασίοις θεοῖς, μᾶλλον δὲ τοῖς παμπονήροις δαίμοσιν; Πάλιν οὖν τὰ αὐτοῖς συγγενῆ καὶ οἰκεῖα, τὰ ἀνηλεῆ καὶ ὠμὰ καὶ ἀπάνθρωπα, λοιμὸν ἐπὶ λοιμῷ φασιν καὶ θανάτους ἐπὶ θανάτῳ. Κελεύει γοῦν ὁ Ἀπόλλων ἔτους ἑκάστου πέμπειν αὐτοὺς τῶν ἰδίων παίδων ἄρρενας ἐνήβους ἑπτὰ καὶ θηλειῶν ἰσαρίθμους παρθένους, ἀνθ´ ἑνὸς δέκα καὶ τέσσαρας ἀναιτίους καὶ ἀπράγμονας, οὐκ εἰς ἅπαξ, ἀλλὰ καὶ κατὰ πᾶν ἔτος τυθησομένους ἐν Κρήτῃ παρὰ τῷ Μίνωϊ· ὥστε καὶ μέχρι τῶν Σωκράτους χρόνων πλέον ἢ πεντακοσίοις ὕστερον ἔτεσιν ὁ δεινὸς οὗτος καὶ ἀπανθρωπότατος δασμὸς μνήμην παρ´ Ἀθηναίοις διεφύλαττεν. Τοῦτο δὲ ἦν ἄρα τὸ καὶ Σωκράτει τὴν ἀναβολὴν τοῦ θανάτου πεποιημένον. Τίθησιν γοῦν ὁμοῦ καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν νέων ἀνδρικῷ λογισμῷ Γοήτων φώραν ἐν οἰκείῳ συγγράμματι πεποιημένος· οὗ καὶ αὐτοῦ τῶν φωνῶν, ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳδὸν ὧδέ πως ἀποτεινομένου· Πρὸς τὸν Ἀπόλλω κελεύσαντα δὶς ἑπτὰ παῖδάς τε καὶ κόρας σφαγησομένους ἐκπέμπεσθαι Κρησὶν ὑπὸ Ἀθηναίων « Τί δ´; Οὐκ Ἀθηναῖοι τὸν Ἀνδρόγεων ἀποκτείναντες καὶ λοιμώξαντες ἐπὶ τούτῳ εἶπον ἂν μετανοεῖν; Ἢ μὴ λεγόντων, οὔ σε προσῆκον ἦν εἰπεῖν
«
Μετανοεῖτε
μᾶλλον ἢ Ἐῶ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος ὑμᾶς ἀγανακτεῖν, τῶν δὲ τοσούτων καὶ πανταχόθι καὶ πάντοτε καθεύδειν. Καίτοι εἰδὼς ὅτι ἐθαλασσοκράτει τότε ὁ Μίνως καὶ μέγα ἠδύνατο καὶ πᾶσα ἡ Ἑλλὰς τοῦτον ἐθεράπευεν καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος καὶ νομοθέτης ἀγαθὸς καὶ Ὁμήρῳ ἐδόκει Διὸς μεγάλου εἶναι ὀαριστὴς καὶ ἀποθανὼν ἐν Ἅιδου δικαστής, καὶ σὺ διὰ τοῦθ´ ὑπὲρ αὐτοῦ τὰς δίκας ταύτας εἰσεπράττου; Ἀλλὰ παραλείπω γε οὐδὲν ἧττον ταῦτα ὑμῶν καὶ ὅτι τοὺς φονεῖς ἐάσαντες τοὺς οὐδὲν αἰτίους πέμπειν ἐκελεύετε ἀποθανουμένους, καὶ ταῦτ´ ἐπ´ ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστήν, ὃς οὐδ´ αὐτὸ τοῦτο ἠπίστατο δικάσαι. Καίτοι πόσους ὑμεῖς οἱ θεοὶ ἀντὶ τούτων τῶν κόρων δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὓς ἀδίκως ὑπὲρ Ἀνδρόγεω ἀπεκτείνατε; » Ὁ δ´ αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος γέγονεν, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν ἱστορίαν, εὐθύνει λέγων οὕτως· Ὡς πολλοῖς θανάτου γέγονεν αἴτιος ὁ Ἀπόλλων διὰ τῆς χρησμῶν ἀμφιβολίας « Ἐπεὶ δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακλείδας διηγήματος. Οὗτοι γάρ ποθ´ ὡρμημένοι κατὰ τὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἀποτεθνήκει ἐν τῇ εἰσβολῇ, ἔρχεται ἀκουσόμενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ· ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ. Σὺ δ´ αὐτῷ λέγεις· Νίκην σοι φαίνουσι θεοὶ δι´ ὁδοῖο στενύγρων. Καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν καὶ μάχῃ τελευτᾷ. Τούτου υἱὸς ὁ Τήμενος κακοδαίμων ἧκεν ἐκ κακοδαιμόνων τρίτος· σὺ δ´ αὐτῷ παρηγγύας ἃ καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὅς· Ἀλλὰ κἀκεῖνός σοι, ἔφη, πεισθεὶς ἀπέθανεν ἐν τῇ εἰσβολῇ. Καὶ σὺ ἔφης· Οὐ κατὰ γῆν λέγω στενύγρην, ἀλλὰ κατὰ τὴν εὐρυγάστορα, ἐπειδὴ χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν θάλασσαν, κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν ἐμποιήσας ὅτι κατὰ γῆν εἰσίοι, καὶ μέσον στρατοπεδεύεται Ναυάτου καὶ Τυπαίου· καὶ διακοντίζει Κάρνον Ἱππότην Φυλάνδρου τὸν Αἰτωλόν, εὖ, ἐμοὶ δοκεῖ, ποιῶν· καὶ ἐπειδὴ συνεκύρησε νόσος πλησία καὶ ἀπέθανεν Ἀριστόδημος, πάλιν ἐπανεχώρουν, καὶ ὁ Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ καὶ ἤκουσεν, ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου, κατὰ τὸ ὑπὲρ τῆς εὐχῆς Ἀπόλλωνι Καρνείῳ ποίημα τὸ διὰ τοῦ χρησμοῦ λέγον· ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν. Τί οὖν, φησὶν ὁ Τήμενος, τί χρὴ ποιεῖν; Καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς; Εὔχεο Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι. Ὦ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι· εἶτ´ οὐκ ἠπίστασο ὅτι διαμαρτήσεται τῆς στενύγρης ὁ τὴν στενύγρην ἀκούσας; Ἀλλ´ οὐδὲν ἧττον ἐπιστάμενος ἔχρας, ἔπειτα περιεώρας διαμαρτάνοντα. Ἀλλ´ ἀμφίβολος ἡ στενύγρη, ὅπως νικήσαντι μὲν αἴτιος εἶναι δοκῇς νίκης, ἡττηθέντι δὲ μηδὲν αἴτιος εἶναι ἥττης, ἔχῃς δὲ ἀποφυγεῖν ἐπὶ τὴν εὐρυγάστορα. Ἀλλ´ ἧκεν ἅνθρωπος ἐπὶ τὴν εὐρυγάστορα καὶ οὐκ ἔτυχεν. Εὕρηται πάλιν εἰς ἀποφυγὴν Κάρνος ἄγγελος ἀποθανών. Καίτοι πῶς, ὦ κράτιστε, ὁ κηδόμενος οὕτω τοῦ Κάρνου ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες, ἑαυτῷ δὲ οὔ; Καὶ δέον σῴζειν ἕνα ὄντα Κάρνον αὐτόν τε περιεῖδες καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν νόσον ἐνέβαλες εἰς τὸ πλῆθος καὶ εὐχὰς ἐπὶ τῇ νόσῳ ἀφηγοῦ; Εἰ δ´ εὐχόμενος οὐδὲν ἐξήνυσεν, ἄλλο τι ἂν ἐξηύρητο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτε ἂν ἐλήξατε, οἱ μὲν ἐρωτῶντες, σὺ δὲ σοφιζόμενος, ἵνα καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κακουργῶν. Ἱκανὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι, ὡς μηδ´ εἰ χιλιάκις σφαγεῖεν, ἀπιστεῖν σοι ποιῆσαι. Τούτοις ἄξιον ἐπισυνάψαι τὰ περὶ Κροῖσον. Λυδίας οὗτος ἐβασίλευσεν, ἄνωθεν ἐκ παλαιῶν εἰς αὐτὸν ἥκουσαν παραλαβὼν τὴν ἀρχήν. Εἶτά τι πλέον τῶν προγόνων κατορθώσειν ἐλπίσας τοὺς θεοὺς εὐσεβεῖν διενοήθη καὶ διὰ πείρας ἐλθὼν ἁπάντων τὸν ἐν Δελφοῖς Ἀπόλλω προκρίνει, κἄπειτα κρατῆρσιν καὶ πλίνθοις χρυσαῖς ἀναθημάτων τε μυρίων πλήθει κοσμήσας τὸ ἱερὸν τῶν πανταχοῦ γῆς ἐν ὀλίγῳ χρόνῳ πλουσιώτατον ἀπέφηνεν, οὐδ´ ὅσα πρὸς θυσίας ἐξήρκει παραλιπὼν τῇ μεγαλοψυχίᾳ. Ἐπειδὴ οὖν τὰ τοσαῦτα προδεδάνειστο τῷ θεῷ, ταῖς τῆς εὐσεβείας εἰκότως ὁ Λυδὸς ἐπιθαρσῶν μεγαλουργίαις στρατεῦσαι ἐπὶ Πέρσας διανοεῖται, αὐξῆσαι τὴν ἀρχὴν εἰς μέγα τῇ τοῦ θεοῦ συμμαχίᾳ προμηθούμενος. Τί οὖν ὁ θαυμάσιος χρησμῳδός; Αὐτὸς ἐκεῖνος ὁ ἐν Δελφοῖς, ὁ Πύθιος, ὁ φίλιος τὸν ἱκέτην, τὸν εὐσεβῆ, τὸν πρόσφυγα οὐχ ὅπως τῆς ἀλλοτρίας τυχεῖν ἀρχῆς, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπεσεῖν παρασκευάζει, οὔ τι ἑκών, ἔμοιγε δοκεῖ, ἀγνοίᾳ δὲ μᾶλλον τοῦ ἀποβησομένου· μὴ γὰρ τὸ μέλλον εἰδὼς ὁ θεός, ἐπεὶ μὴ θεὸς ἦν μηδέ τις ἀνθρώπου κρείττων δύναμις, ἐπὶ θάτερα σοφιστικῶς τὸν χρησμὸν ἡρμόσατο καὶ μονονουχὶ φήσας· « Κροῖσος Ἅλυν [ποταμὸν] διαβὰς μεγάλην ἀρχὴν καταλύσει, » τὴν ἐκ προγόνων διαδοχῆς εἰς τὸν εὐσεβῆ κατελθοῦσαν τῆς Λυδίας ἀρχήν, μεγάλην οὖσαν καὶ πολυχρόνιον, καταστρέφε ι, τῆς ἄγαν περὶ αὐτὸν σπουδῆς τοῦτον ἀποδοὺς τῷ θεοφιλεῖ τὸν καρπόν. » Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγανακτεῖ ἄκουε· Ὡς καὶ τῷ Κροίσῳ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν πάλιν δι´ ἀμφιβόλου χρησμοῦ κατέστη αἴτιος « Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. Τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν ‘κραταιρίνοιο χελώνης ἑψομένης’ ψάμμου ἄξιον ἐπίστημά ἐστιν, οὐκ ἀληθὲς μὲν ὂν οὐδ´ αὐτό, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι καὶ τὸ Λύδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ. Ὃς μετ´ ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἀνερωτᾶν σε εἰ στρατεύοι ἐπὶ Πέρσας, καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὑτοῦ μανίας καὶ πλεονεξίας. ᾯ οὐκ ὤκνησας εἰπεῖν ὅτι « Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. » Ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν εἴ τι ἄτοπον πείσεται ὑπ´ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ´ ἀλλοτρίαν ἀρχήν, οὐδ´ εἰ πικροί τινες ἄνθρωποι καὶ κακοήθεις, δέον ἐπαινεῖν σε ἐπὶ τῷ τραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν ὡς οὐδὲ ἰσόρροπον φωνὴν ἀφέντα, ἵν´ ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυδός· ἀλλὰ ‘καταλῦσαι’ καθ´ ἕνα τρόπον ἔστιν νοεῖσθαι πρὸς τῶν Ἑλλήνων, οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν, ἀλλ´ αὖ τὴν ἀλλοτρίαν περιποιήσασθαι. Ὁ μὲν γὰρ Ἡμίμηδος ἢ Ἡμιπέρσης Κῦρος, ἢ ὁ μητρόθεν μὲν ἐκ τυραννικοῦ, πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικήν, εἴπερ οὐκ ᾔδει μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μάντις. Εἰ δ´ οὐχ ὑπ´ ἀγνοίας, ἀλλ´ ὑπὸ τρυφῆς καὶ πονηρίας ἔπαιζεν, βαβαὶ οἷα τὰ θεῖα παίγνιά ἐστιν. Εἰ δὲ οὐδὲ τοῦτο, ἀλλ´ ὅτι ἐχρῆν οὕτως γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν· τί δὲ ὅλως, εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ᾄδων; Τί δὲ σοῦ ὄφελος ἡμῖν; Τί δὲ μαινόμεθα οἱ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκοντες; Τί δὲ σὺ κνηφιᾷς; » Τοιαῦτα τῆς Οἰνομάου παρρησίας τὰ τῆς τῶν Γοήτων φώρας, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας. Οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δὲ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα· ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι, καὶ πρώτου γε δι´ οὗ καί φησιν αὐτὸς ἑαυτῷ ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε· Ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας « Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν καὶ μὴ σεμνύνεσθαι, ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινὴν παραπληξίαν, καὶ τὴν ἐμπορίαν εἰπεῖν, ἣν καὶ αὐτοὶ περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὦ Κλάριε, παρὰ σοῦ·
«
Ἔστιν ἐν Τρηχῖνος αἴῃ κῆπος
Ἡρακλήιος Εἶτ´ ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρακλέος ἐφυσήθην, καὶ τοῦ Ἡρακληίου κήπου θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ τὴν Τρηχῖνα καὶ ῥηιδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα κῆπον. Εἶτά μοι ἐπερομένῳ εἴ μοι συναίρονται οἱ θεοί, εἷς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεούς, ἦ μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ τοῦτο Καλλιστράτῳ δεδομένον Ποντικῷ τινὶ ἐμπόρῳ. Ἐγὼ οὖν ὡς ἤκουσα, πῶς οἴει ἠγανάκτησα, ὡς δὴ τῆς ἀρετῆς ὑπ´ αὐτοῦ ἀποστερούμενος; Ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἴ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ἡρακλέος· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ πονεῖν καὶ κέρδους ἐφίεσθαι καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾶν. Ὡς δ´ ἐφαίνετο ὁ ἔμπορος ἐξισούμενος, οὐκέτι τὸν χρησμὸν ἐδεχόμην οὐδὲ τὸν Ἡρακλέα, ἀλλ´ ἀπηξίουν τῶν αὐτῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν ἀποβλέπων καὶ τὰς ἐν ἐλπίδι φάτνας. Ἀλλ´ οὐδὲ ὁ λῃστὴς ἄμοιρος τοῦ χρησμοῦ ἐφαίνετο οὐδὲ ὁ στρατιώτης οὐδὲ ἐρῶν ἀνὴρ οὐδὲ ἐρῶσα γυνὴ οὐδὲ κόλαξ οὐδὲ ῥήτωρ οὐδὲ συκοφάντης· ἑκάστῳ γὰρ ὧν ἐπιθυμεῖ ἡγεῖσθαι μὲν τὸν πόνον, προσδοκᾶσθαι δὲ τὴν εὐφροσύνην. » Ταῦτα ἐκθέμενος εὐθὺς ἐπισυνάπτει ὡς καὶ δεύτερον ἐρωτήσας καὶ τρίτον οὐδὲν εἰδότας ἔγνω τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτοντας. λέγει δ´ οὖν· Ὅτι τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτονται « Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σὲ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδείκτην·
«
Ἔν σε τοῖσιν εὐπελέσσιν ἠδ´
Ἀχαιοῖσιν χρέως Τί φῄς; Εἰ δ´ ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν γενέσθαι καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι ἤρκει ἀκοῦσαι ‘ἔν σε τοῖσιν εὐπελέσσιν’, ἀλλ´ οὐκ ἂν μαίνεσθαι εἶπον τὸν λέγοντα; Ἀλλὰ τοῦτο μὲν ἴσως οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος ἄμεινον πορεύεσθαι, οὐκέθ´ οὕτως ἀφανὲς τῷ θεῷ·
«
Ἐκ τανυστρόφοιο λᾶας σφενδόνης ἱεὶς
ἀνὴρ Τοὺς δὲ ἀσπέτους ποιηβόρους χῆνας τίς μοι μηνύσει ὅ τί ποτε λέγουσιν; Τίς δὲ τὴν τανύστροφον σφενδόνην; Ὁ Ἀμφίλοχος ἢ ὁ Δωδωναῖος ἢ σὺ ἐν Δελφοῖς εἰ γενοίμην, οὐκ ἀπάγξῃ που ἀπελθὼν τῇ τανυστρόφῳ σφενδόνῃ μετὰ τοῦ ἀδιανοήτου ποιήματος; » Ἀλλὰ γὰρ τούτων ὧδε ἐληλεγμένων ὥρα συνιδεῖν αὖθις ἄνωθεν ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει, τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους. « Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ Ἀθηναίων, οὐδ´ ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπὶς ἢ μόνος ὁ θεός· οἳ δὴ τοῦτον ὅστις ἦν εἰδότες τὸν πατρῷον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφοῖς Ἀπόλλων οὗτος ἦν. Τί οὖν ὁ θαυμαστὸς οὗτος; Ἆρά γε τῶν οἰκείων ὑπερεμάχει; Ἆρα λοιβῆς καὶ κνίσης ἐμέμνητο καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; Οὐμενοῦν. Ἀλλὰ τί φησιν; Φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμένους, οὕτω τὸ ναυτικὸν δηλῶν, δι´ οὗ μόνου φησὶν αὐτοὺς σωθήσεσθαι τῆς πόλεως ἐμπρησθείσης. Ὦ μεγάλης θεοῦ βοηθείας. Εἶτα πολιορκίαν οὐ μόνον τῶν ἄλλων κατὰ τὴν πόλιν οἰκοδομημάτων, ἀλλὰ καὶ αὐτῶν τῶν τοῖς θεοῖς ἀφιερωμένων δῆθεν προλέγειν προσποιεῖται. Τοῦτο δὲ καὶ δίχα χρησμοῦ τοῖς πᾶσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου προσδοκᾶν ἦν. » Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πάλιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις· Ὅτι μηδὲν δυνάμενοι βοηθεῖν ἐν ταῖς τῶν πολέμων συμφοραῖς δι´ ἀμφιβόλων χρησμῶν ἐσοφίζοντο καὶ ἠπάτων τοὺς πρόσφυγας « Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν, ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν τὰ πρὸς Ἀθηναίους. Καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους·
«
Ὦ μέλεοι, τί κάθησθε; Πόλιν
φύγετ´ ἔσχατα γαίης· Ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον· ἦ πού τι μαντικὸν ἔνεστιν; Σὺ γὰρ οὕτως ἐθάρρεις αὐτῷ νὴ Δία 〈Διί〉, φαίη τις ἄν, εἰ δὲ προσθείης ἃ δεομένων βοηθεῖν αὐτοῖς ἐπιλέγεται, γνωσθήσεται. ἰδοὺ δὴ προσκείσθω·
«
Οὐ δύναται Παλλὰς Δί´ Ὀλύμπιον
ἐξιλάσασθαι, Ἄξιός τέ σοι ὁ Ζεὺς τοῦ Διός, ὦ υἱὲ τοῦ Διός, ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει τῷ πατρὶ καὶ τῇ θυγατρί, μᾶλλον δὲ τοῖς θεοῖς· ὅ τε Ὀλύμπιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπαγάγοι αὐτῇ τὸν ἄπειρον ἐκεῖνον στρατόν, μέγας τις ἄρα ἦν καὶ τὴν τοῦ παντὸς κυρίαν ἔχων καὶ πιθανὸς ἅμα, ἐκ μὲν τῆς Ἀσίας εἰς τὴν Εὐρώπην κινῶν ἔθνη τοσαῦτα, ἐν δὲ τῇ Εὐρώπῃ μίαν πόλιν ἀνατρέψαι ἀδύνατος ὤν. Καὶ σὺ δέ, ὁ τολμηρὸς ἅμα καὶ ἐπὶ τῷ μηδενὶ ῥιψοκίνδυνος, οὐκ οἰμώξεις; (Εἶπον ἂν ἄνθρωποι, ὑπὲρ ὧν ἡ Παλλὰς οὐ δύναται Δί´ Ὀλύμπιον ἐξιλάσασθαι)· ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεύς, ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις κἄπειτα σὺ μὲν τοὺς ἀνθρώπους ἔσῳζες, ὁ δὲ τὰ οἰκοδομήματα ἐνεπίμπρα ἐπακτῷ πυρί; Οὐ γὰρ ἦν αὐτῷ κεραυνὸς τηνικαῦτα. Ἢ μή τι μᾶλλον ἡμεῖς τολμηροί τε ἐσμὲν καὶ ῥιψοκίνδυνοι, οὐκ ἐπιτρέποντες ὑμῖν οὕτω φληναφᾶν; Πῶς δέ, ὦ μάντι, ὅτι μὲν ἡ θείη Σαλαμὶς ἀπολεῖ τέκνα γυναικῶν ᾔδεις, πότερα δὲ σκιδναμένης Δημήτερος ἢ συνιούσης οὐκέτ´ ᾔδεις; Πῶς δὲ οὐδὲ τοῦτο ᾔδεις, ὅτι τὰ τέκνα τῶν γυναικῶν εἴποι μὲν ἄν τις εἶναι καὶ τὰ οἰκεῖα, εἴποι δ´ ἂν καὶ τὰ πολέμια, αἰσθόμενος τοῦ κακοτεχνήματος; Περιμένειν δὲ δεῖ τὸ ἀποβησόμενον· ἓν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι. Ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἄν, ὡς εἰς οἶκτον οὕτως ἐπιφωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι μάχη ναυτικὴ οὐ συνίσταται. Ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανὴς οὐδὲ οἱ θεοὶ ἐπεισκυκλούμενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος· χρήσιμοι τῷ μέλλοντι καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ, ὁ μὲν σῳζομένοις, ὁ δ´ ἀπολλυμένοις. Εἴτε γὰρ σῴζοιντο, ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται, ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ Διὸς ὀργήν· εἴτε καὶ μή, οὐδὲ τοῦτο τῷ μάντει ἀκατάσκευον· οὐ γὰρ δύναται Παλλὰς τὸν Δία ἐξιλάσασθαι· πρός τε τὰς ἡμικάκους τύχας ὁ τεχνίτης ἐκέρασεν τὸ λόγιον, ὡς δὴ τοῦ Διὸς τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς οὐ περιφρονήσαντος. Τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων, ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπραξαν ἄν τι πάντως οἱ τοσοῦτοι; Ἀλλ´ ἐγώ, φησίν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. Συμβούλευμα σύ γε, ἀλλ´ οὐ μάντευμα, οὐκ ἀπεοικὸς τῷ φεύγειν μηδὲ μένειν μηδ´ αἰδεῖσθαι κακὸν εἶναι. Ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων ἦν σου κατιδεῖν, ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγίνετο, ἐπεὶ καὶ ὁ ἄμαντις αὐτὸς ἐγὼ τοῦτο αἰσθόμενος καὶ τὸν Ἀθηναῖον ἄν, οὐ μόνον τὸν Λυδόν, ἐκέλευον φεύγειν νῶτα ἐπιστρέψαντα· ἔτι γάρ ποτε κἀντίος ἔσται· πολλὴ γὰρ ἱπποσύνη καὶ πεζὸς ἐπέρχεται. Ὅτι δὲ ναυσίν, ἀλλ´ οὐ κατ´ ἤπειρον· καὶ γὰρ ἦν γελοῖον ἔχοντας ναυτικὸν καὶ ἐπὶ θαλάσσης κατοικοῦντας μὴ οὐ πασσυδὶ σκευωρησαμένους καὶ τροφὰς ὅσας εἶχον συνεμβαλομένους σῴζεσθαι, παραδόντας τοῖς βουλομένοις τὴν γῆν. » Ταῦτα μὲν οὖν τὰ πρὸς Ἀθηναίους. Ἀσθενῆ δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους· ἤτοι γὰρ πᾶσα, φησίν, ἡ πόλις πολιορκηθήσεται ἢ ἀπολωλότα τὸν βασιλέα πενθήσει. Τοῦτο δ´ ἐξ ἅπαντος εἰκὸς ἦν παντί τῳ στοχάζεσθαι, τὸ ἤτοι τόδε ἢ τόδε συμβήσεσθαι. Ἀλλ´ οὐ δήπου θεοῦ ἦν μάντευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος, βοηθεῖν δέον καὶ σωτῆρα τῶν Ἑλλήνων ἐν καιρῷ παραφαίνεσθαι καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχθρῶν καὶ βαρβάρων νίκην τοῖς Ἕλλησιν ὡς ἂν οἰκείοις φίλοις προξενεῖν· ἢ εἰ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ μὴ παθεῖν αὐτοὺς μηδὲ ἁλῶναι παρέχειν. Ὁ δὲ οὐδὲ τοῦτο, ἀλλ´ οὐδ´ ὅπως αὐτοῖς τὰ τῆς ἥττης περιστήσεται γινώσκει. Διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ ἔλεγχος ἄκουε· « Ἀλλ´ οὐ δεῖ Λακεδαιμονίοις, φήσεις, ταὐτὸν παραινεῖν. Ἀληθῆ λέγεις. Οὐ γὰρ ἠπίστασο, ὦ σοφιστά, οἷ χωρήσει τὰ τῆς Σπάρτης, ὥσπερ τὰ τῆς Ἀττικῆς. Ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύῃς αὐτοὺς φεύγειν κἄπειτα οἱ μὲν φεύγοιεν, οἱ δὲ μὴ ἐπέλθοιεν. Ἐπεὶ οὖν ἔδει τι λέγειν, οὕτως εἶπας τοῖς Λακεδαιμονίοις·
«
Ὑμῖν, ὦ Σπάρτης οἰκήτορες
εὐρυχόροιο, Πάλιν ὁ ἀμαντευτότατος σύνδεσμος. Ἀλλ´ ἐῶμεν αὐτόν, ὡς μὴ δὶς περὶ τοῦ αὐτοῦ σοι ἐπιπηδῶντες ἐπαχθεῖς ἅμα καὶ ἄποροι δοκῶμεν εἶναι, τὰ δὲ λοιπὰ ἐπισκοπῶμεν. Εἰς σὲ μὲν ἀπέβλεπον ἅπαντες ἐν τηλικούτῳ κινδύνῳ, σὺ δ´ αὐτοῖς καὶ τῶν μελλόντων μηνυτὴς καὶ τῶν ποιητέων ἦσθα σύμβουλος. Καὶ σὲ μὲν ἐκεῖνοι πιστόν, σὺ δ´ αὐτοὺς ἐπέπεισο ἠλιθίους εἶναι καὶ ὁ καθεστὼς καιρὸς ὅτι ἱκανὸς ἦν ἄγειν καὶ τραχηλίζειν τοὺς ἀβελτέρους οὐ μόνον εἰς Δελφικὰ καὶ Δωδωναῖα σοφιστήρια, ἀλλ´ ἤδη καὶ ἐπὶ τὰ κριθομαντεῖα καὶ ἀλευρομαντεῖα καὶ τοὺς ἐγγαστριμύθους. Πιστοὶ δὲ οὐ μόνον οἱ θεοὶ τηνικαῦτα, ἀλλ´ ἤδη καὶ αἱ γαλαῖ καὶ αἱ κορῶναι καὶ τὰ καθύπνια παραπαίσματα. Οὔκουν ἄδηλον ὅτι οὔτ´ ἂν ἀμφότερα μᾶλλον ἐδέξαντο ἢ τὸ ἕτερον οὔτ´ ἂν τὸ μεῖζον ἀντὶ τοῦ μείονος, μεῖον δὲ εἶναι ἕνα ἀντὶ πάντων πταίειν τὸν βασιλέα. Μετὰ μὲν δὴ τῆς πόλεως πιπτούσης οὐδεμία οὐδ´ αὐτῷ ἀποφυγή· εἰ δ´ αὐτὸς ἄλλῃ πη τάττοιτο, τάχα ἄν τι καὶ παράδοξον γένοιτο. Λείπεται δὴ τοὺς ταῦτα λογιζομένους τὸν μὲν βασιλέα πέμψαι προσπολεμήσοντα, αὐτοὺς δὲ οἴκοι μένοντας ἔξω κινδύνων καραδοκεῖν· τῷ μὲν οὖν μετ´ ὀλίγων ἐναντίῳ ἱσταμένῳ πρὸς τὸν ἄπειρον ὄχλον ὄλεθρος προφανής, ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχεν τοῦ φόβου καὶ παραδόξους ἐλπίδας· μηδὲν δὲ ἧττον ἀφώρατον εἶναι τὸ σόφισμα καὶ διαφυγούσης καὶ ἁλούσης. Τί δή ποτε; Ὅτι οὐκ εἴρητο μὰ Δία εἰ ὁ βασιλεὺς ἀποθάνοι, ἡ πόλις σωθήσεται, ἀλλ´ ὅτι ἢ μόνος ἀπολεῖται ἢ ἡ σύμπασα πόλις· τοῦτο δὲ ἐν ἑκατέρῳ ἀνεύθυνον, καὶ μόνου αὐτοῦ ἀπολουμένου καὶ μὴ μόνου. Οὗτος δὲ τύφου καὶ ἀφροσύνης καρπός. » Ἀλλὰ ταῦτα μὲν ταύτη. Οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησεν πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν αἰτοῦσιν· « Ἔπαθον δὲ καὶ οἱ Κνίδιοι τούτῳ προσεοικὸς Ἁρπάγου ἐπ´ αὐτοὺς στρατεύοντος. Τὸν γὰρ ἰσθμὸν τὸν αὐτόθι διακόπτειν ἐπιχειροῦντες καὶ τὴν πόλιν νησοποιεῖν, τὰ μὲν πρῶτα τοῦ ἔργου εἴχοντο, ἐπεὶ δὲ αὐτοῖς ἀπήντα ἡ ἐργασία, ἀπαγορεύοντες ἤδη ἐχρῶντο. Σὺ δὲ αὐτοῖς εἶπας·
«
Ἰσθμὸν
〈δὲ〉 μὴ πυργοῦτε μηδ´ ὀρύσσετε· καὶ οἱ βλᾶκες ἐπείσθησαν καὶ ἀποτραπόμενοι παρέδωκαν ἑαυτοὺς τῷ Ἁρπάγῳ. Τὸ δὲ ῥᾳδιούργημα· ἐπεὶ γὰρ οὐκ ἦν βέβαιος ἀποφυγὴ ὀρύξασι, τούτου μὲν ἔπαυσας, ὡς μὴ κελεύων ἔργου ἔχεσθαι ἐπαγγέλλῃ τὴν ἀποφυγήν· τούτῳ δὲ οὐ τὸ λῷον εἶναι μὴ ὀρύξασι προσετίθεις, ἀλλ´ ὅτι οὐ δοκεῖ τῷ Διὶ αὐτὴν νῆσον εἶναι. Ἐν μὲν οὖν τῇ ἀποτροπῇ ἀμφότερα ἰσόρροπα, ἐν δὲ τῇ προτροπῇ τὸ διαφεύξεσθαι προεῖχεν· οὗ δὴ ἀσφαλὲς ἦν τῷ σοφιστῇ τὸ ἀνατρέπειν. Οὕτως δὲ οὐδὲν εἰπὼν ὧν ἕνεκα ἦσαν ἀφιγμένοι ἀπέπεμψας οἰομένους ἀκηκοέναι τι. » Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων καὶ τῶν χρωμένων ἀπελέγχειν αὐτάρκως, καὶ ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεον ἔστιν εὑρεῖν ἐν τοῖς δηλουμένοις. Τὸ δὲ κακότροπον τοῦ ἤθους εἴτε τῶν πονηρῶν δαιμόνων εἴτε τῶν τὰ μαντικὰ καθυποκρινομένων ἀνδρῶν ἴδοις ἄν, εἰ μάθοις ὡς καὶ εἰς τὸν κατ´ ἀλλήλων πόλεμον τοὺς χρωμένους αὐτοῖς ἠρέθιζον, εἰρήνης καὶ φιλίας αὐτοὺς δέον εἶναι βραβευτάς. Τοτὲ μὲν οὖν Λακεδαιμονίους ὡς ἂν οἰκείους καὶ φίλους ὁ ἐν Δελφοῖς πάλιν κατὰ Μεσσηνίων παραμαίνει, τοτὲ δ´ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων χρᾷ, εἰ πάλιν οὗτοι δι´ ἀνθρωποθυσίας ἱλάσοιντο τοὺς δαίμονας. Ἄκουε δὲ καὶ τὰ περὶ τούτων· Ὡς τοὺς χρωμένους αὐτοῖς ἐξέκαιον εἰς τὸν κατ´ ἀλλήλων πόλεμον « Ἐπικρινεῖ δὴ τὰ τοιαῦτα ἡ Σοφία παροῦσα τῇ Μαντικῇ καὶ οὐκ ἐπιτρέψει αὐτῇ ὡς ἔτυχε διαλέγεσθαι, ἅτε δὴ τῶν πάντων ἀναψαμένη τὰ πείσματα καὶ ἐπιθεμένη τὰ πρεσβεῖα, οὐδὲ ἐφήσει ματαίῳ ὄντι τῷ Πυθίῳ χρᾶν οὔτε τούτοις οὔτε Λακεδαιμονίοις περὶ Μεσσηνίων καὶ τῆς γῆς ἧς εἶχον Μεσσήνιοι ἀπάτῃ νικήσαντες Λακεδαιμονίους·
«
Οὔ σε μάχης μόνον
ἔργ´ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν, Εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας καὶ αὐταρκείας. Οἱ δέ που τοῖς Λυκούργου νόμοις κατακοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς ἐρησόμενοι, ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι, ἐν νόμοις καρτερικοῖς τεθράφθαι δοκοῦντες. Οἱ δέ γε εἰ ἐν καρτερικοῖς οὕτως ἦσαν νόμοις τεθραμμένοι, ἐκαρτέρουν ἂν ἐπὶ τοῖς ὀλίγοις καὶ οὐδὲν ἂν μάχης αὐτοῖς ἔδει οὐδὲ ὅπλων καὶ τῆς λοιπῆς ἀποπληξίας. Ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων, πάλιν δ´ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων ταῦτα· σὺ γὰρ καὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων, οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρησμῳδεῖς·
«
Παρθένον Αἰπυτίδα
κλῆρος καλεῖ, ἥντινα δοίης Τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν καθαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσσηνίοις εἶναι. Τοιοῦτος γὰρ εἶ οἷος ταράττειν. » Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. Μυρία δ´ ἔστι καὶ καθ´ ἡμᾶς τούτοις συνιδεῖν ὅμοια, ἐκ παλαιοῦ χρόνου καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν κατὰ χρόνους ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ τῆς τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ σφαλλομένων ἐκ τῆς τῶν χρησθέντων ἀδηλίας, ἄλλοτε δ´ ἀποπλανωμένων ἐκ τῆς αὐτόθεν τῶν λογίων ἀπάτης. Τί δεῖ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις συμφοραῖς, ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων ἢ τῶν ἐν ταῖς σωματικαῖς ἀρρωστίαις κινδύνων, τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας οὐδὲν ὤναντο; Τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρησμῶν ἐκπίπτει, οἷα καὶ τὰ τῆς παλαιᾶς ἱστορίας συνίστησιν. Ἀλλ´ ἐπεὶ τῶν μάλιστα παρὰ τοῖς Ἕλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἷς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησεν τὸ βοώμενον ἐκεῖνο·
«
Ἥκεις, ὦ Λυκόεργε,
ἐμὸν ποτὶ πίονα νηὸν
καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε
καὶ πρὸς ταῦτα τίνα ποτὲ συνεῖδεν ὁ Τὰ περὶ Λυκούργου τοῦ Λακεδαιμονίων νομοθέτου ὅτι μὴ θεοῦ ἄξια « Ἀλλὰ σὺ τὸν Τυρταίου προκαθηγεμόνα καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σὲ ἥκειν ἔφης ἐκ κοίλης Λακεδαίμονος ‘Ζηνὶ φίλον καὶ πᾶσιν Ὀλύμπια δώματ´ ἔχουσι’, δίζησθαί τε ἢ θεὸν αὐτὸν μαντεύσῃ ἢ ἄνθρωπον, ἀλλ´ ἔτι καὶ μᾶλλον θεόν, ὅτι ἦλθεν εὐνομίην αἰτήσων. Καὶ πῶς, εἰ θεός, οὐκ ἠπίστατό πω νόμον πολιτικὸν ὁ φίλος τοῦ Διὸς καὶ πάντων τῶν Ὀλυμπίων; Ἀλλ´ ἐπεί τοι καὶ οὐ δίχα θεοῦ ἴσως τὰ τοιαῦτα εὑρίσκεται, ἃ δέδεικται τῷ θειοτάτῳ ἀνθρώπων τῇ ἀπὸ τοῦ θεοῦ φωνῇ, φέρε ἴδωμεν τὴν θείαν φωνὴν καὶ ἃ ἐδίδαξας τὸν Λυκοῦργον·
«
Ἥκεις
εὐνομίην διζήμενος, αὐτὰρ ἐγώ τοι Δός, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην.
«
Ἕως ἂν μαντείῃσιν ὑποσχέσιάς τε καὶ ὅρκους Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ στόλος οὐδὲ ὅπως εἰς Δελφοὺς ἐκ Πελοποννήσου, ἀλλ´ οὐδ´ εἰς Ὑπερβορέους αὐτούς, ὅθεν ἀφῖχθαι λέγουσιν κατὰ χρησμὸν Ἀστερίας ἄλλης μάντεως οἰκητὰς Δήλοιο θυώδεος ἠδ´ ἱερῆας. Δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθὴν οὐδ´ ἐ〈ν〉 συνθώκῳ πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ´ ὧν καὶ παρ´ ἧς εἶχεν καλλίω τούτων ἀκοῦσαι καὶ σοφώτερα. Τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. Εἰ οἱ μὲν εὖ ‘ἡγοῖντο, οἱ δ´ ἕποιντο’, ἔτι φήσω τοῦ αὐτοῦ εἶναι συνθώκου τοῦτο καὶ ἀξιώσω τὸν Λυκοῦργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν Σπάρτην·
«
Εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ´ ἀλλήλων ἀπέχουσαι, Ἀνδρείους εἶναι κελεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσαμεν. Ἀλλὰ καὶ ὁμόφρονας· τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ´ ἤδη καὶ παρ´ αὐτῶν τῶν στασιαζόντων. Ὥστε τούτου μὲν τοῦ παρεγγυήματος ἀφίεμέν σε. Καίτοι μάντις ὢν οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτό, οὔτε τῆς δάφνης ἐμφαγόντων οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων οὐδ´ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων; Λέγ´ οὖν περὶ ἀνδρείας, λέγε περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης, τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει, καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ´ αὐτὸς ἡγοῦ. Καλὴ μὲν γάρ, ἀλλ´ ἄπορος ἡμῖν καὶ φοβερά. » Τούτοις προστίθησι λέγων· Ὅτι οὐ περὶ σπουδαίων πραγμάτων τοὺς χρησμοὺς ἐποιοῦντο « Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν· « Ἄργεος ἱπποβότου πῶλον λάβε κυανοχαίτην· » καὶ περὶ παίδων·
«
Ἠετίων, οὔ τίς σε τίει
πολύτιτον ἐόντα· περὶ δὲ ἀποικίας·
«
Στέλλ´ ἐπὶ χρυσείους
ἄνδρας πολυεθνέα λαόν, περὶ δὲ κενῆς δόξης·
«
Γαίης μὲν πάσης τὸ
Πελασγικὸν οὖδας ἄμεινον· Καί μοι δοκεῖς οὐδὲν τῶν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ´ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. Ἀλλὰ τῶν μὲν ἔγωγε οὐδὲν ἐθαύμασα, εἰ μισθοῦ τραχηλίζουσιν, σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων, εἰ μισθοῦ τραχηλίζονται. Εἶθ´ ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς τὸν ἐρωτήσαντα, πότερα γαμήσῃ ἢ μή, ἀλλ´ ὅτι μετανοήσει ἀμφότερα. Πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων οὐκ εὖ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γένοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς αὐτῷ γένοιντο. Ἑτέρου δὲ ἀποδημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν οἴκοι οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι· τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισιν, τὴν δὲ ἀμαθίαν μεθ´ ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. Καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών. » Ὅτι κοινοῖς καὶ ἀνθρωπίνοις λογισμοῖς τὰ πρακτέα συνεβούλευον
«
Εἴκοσι
τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις· ἰατρικόν, ἀλλ´ οὐ μαντικόν.
«
Ἐργῖνε
Κλυμένοιο πάϊ Πρεσβωνιάδαο, γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάντεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. Ἀλλ´ ἡ ἐπιθυμία τοὺς βλᾶκας ἐξίστησιν Ὅτι καὶ ἀφιλοσόφως τὰ πολλὰ παρῄνουν Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ´ αὐτοὺς λαμβάνειν, εἰ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου, ἢ Ἀντιόχῳ τῷ Παρίῳ ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν· « Ἀντίοχ´, εἰς Θάσον ἐλθὲ καὶ οἴκει εὐκλέα νῆσον· » ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας·
« Ἀντίοχ´,
εἰς νοῦν ἐλθὲ καὶ ἐν πενίᾳ μὴ ὀδύρου.
«
Φαιστοῦ
καὶ Τάρρας ναέται Δίου τε πολύρρου, οἷς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν·
«
λήρου καὶ
μανίας ναέται πολλοῦ θ´ ἅμα τύφου, ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φανταζόμενος. Ὅτι καὶ συνεμερίζοντο τοῖς ἀδικοῦσιν Διὰ τί δέ, ὦ σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἱ Λακεδαιμονίων βασιλεῖς,
« Εἴ
κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι Ποίῳ δὲ καὶ ἄλλῳ λέγεις Ἀπόλλωνι; Οὐ γὰρ δὴ τοῦτο αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι, ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ οῖς λῃσταῖς. » Ταῦτα μὲν οὖν ὧδε ἐχέτω. Φέρε δὲ τούτοις προσθῶμεν καὶ δι´ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον, ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰσχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ´ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον· καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὅμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας ὡς κατ´ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων ποιητὴν γεγενημένον. Ἐφ´ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει· Ὅτι καὶ τοὺς ποιητὰς οὐδὲν φιλοσόφου βίου ἄξιον ἐπιδεδειγμένους κατὰ τὰς τῶν πολλῶν δόξας ἀκρίτως ἀνύμνουν
«
Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις, ὁ δὲ παῖς ἦν Ἀρχίλοχος.
«
Ἔσται σοι κοῦρος, Μνησαρχίδη, ὅντινα πάντες ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὁμήρῳ δέ·
« Σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν καὶ διὰ ταῦτα ἤκουεν· « Ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ´ ἀμφοτέροισιν· » έγει δὲ οὐκ ἄνθρωπος, ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν. Ἄγε οὖν, ὦ θεέ, μὴ περιίδῃς μηδ´ ἡμᾶς. Ἐπιθυμοῦμεν γάρ, εἰ μή τι ἀδικοῦμεν, οἱ μὲν κλέους ἐσθλοῦ, οἱ δὲ στεφάνων ἱερῶν, οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἱ δὲ αὐτῆς ἀθανασίας. Τί ποτ´ οὖν ἦν τοῦτο δι´ ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; Μὴ φθονήσῃς, ὦ φιλανθρωπότατε θεῶν, μηδ´ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. Τί πράττειν κελεύεις ἡμᾶς; Ἢ δηλαδὴ τὰ Ἀρχιλόχου, εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας, λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσιν· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. Καὶ οὐδὲν ἴσως θαυμαστόν. Διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχὴν εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. Οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φονεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου οὐδὲ τῆς παρ´ ὑμῶν φωνῆς, ἄνδρα φωνάεντα ἀποκτείνας. Οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλὴ οὐδ´ ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῆ· ‘Μουσάων’ γὰρ ἀπέκτεινεν ‘θεράποντα’. Οὔκουν ἔμοιγ´ ἐφάνης ἐπαμύνων τῷ ποιητῇ ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων, καίτοι ἀπορῶν καὶ ἀκοῦσαι ἐπιθυμῶν οὐχ ὅτι ἐστεφανοῦτο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ´ ὅτι αὐτοῦ ‘κλέος ὄρουσεν’, ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. Ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα, καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήδευεν, ἐφ´ ᾧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐρ〈γ〉αστής, ἀλλ´ ἤδη καὶ ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν. Εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπόλει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα· εἰ δὲ καὶ δίχα τούτων ἐστίν τις καὶ θεῶν ψῆφος καὶ αὕτη πιστὴ καὶ οὐχ ἥττων τῆς τῶν τυράννων οὐδὲ τῆς τῶν ὄχλων, φέρε, φράσον ἡμῖν ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἵνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαίνων. Οὐ γὰρ δὴ οὐκ εἰσὶ καὶ νῦν ἕτοιμοι κωμῳδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε ὁ Θυέστης οὔτε ὁ Οἰδίπους οὔτε ὁ Φινεὺς ἐκεῖνος. Οὐδ´ ἄν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς τῶν θεῶν, ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι, εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης, ἀνὴρ ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενόμενος θεοφιλής, ἀμελῆσαι ἂν ἐκείνων τῶν κακῶν καὶ οὐκ ἐπὶ 〈τὸ〉 τὰ κρείττονα φρονεῖν, ἀλλ´ ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι· καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὄγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν, ἵν´ ἐλθόντες καθίζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν πυκτῶν ἐν τῇ τοῦ Διὸς αὐλῇ· ταῦτα γὰρ λέγει ὁ ἐν Δελφοῖς ποιητής. Φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· ἦ που γάρ τις οὐρανία ἦν καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμεν·
«
Πατρίδα
δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστιν· Δεινὸν γάρ, ὦ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορεν τῆς μητρὸς εἰδείη ὁ ὄλβιος μήτε ὅπου καταμύσας κείσεται. Ἐγὼ δὲ καὶ ᾤμην ἴσον εἶναι Ὅμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ καὶ ἕνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων ἀγνοημάτων ἢ κανθάρῳ· οἷον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσεν οὐδ´ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ´ ἐχθρῷ ἀνέμῳ περιέτυχεν καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην γῆν καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν εἰς Δελφοὺς ἀνηρώτα ἥτις ἄρα ποτὲ αὐτῷ ἦν ἡ πατρῴα κοπρία καὶ ἥτις αὐτὸν γῆ δέξεται ἀποθανόντα. » Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν. Ὅτι καὶ πύκτας ἄνδρας καὶ ἀθλητὰς ἰσοθέοις τιμαῖς γεραίρειν παρεκελεύοντο Ἐπεὶ δὲ οὐ μόνους ποιητάς, ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν, εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥήμασιν·
«
Ὦ εἰδὼς ψάμμου τ´ ἀριθμὸν καὶ μέτρα
θαλάσσης, εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτικῆς οὐδὲν διαφέρει, ἵν´ ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους ἢ μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως·
«
Ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, Διὰ τί γάρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητά, ὥς σε καλεῖ Πλάτων, ἐθέωσας τὸν ἄνδρα τοῦτον; Ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξέ τε τὴν πλευρὰν αὐτοῦ καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος (Ἄπολλον, ἀξιοθέου ἔργου); Ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ´ ὑπ´ ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισίν, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; Ἆρ´, ὦ θεοποιέ, διὰ ταῦθ´ ἡμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν; Ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας, ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον καὶ τὸ πῶμα ἐπαγαγόμενος ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι; Ὦ Κλεόμηδες, ἆρα ἥρως οὐκέτι θνητός, οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες· ᾔσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας καὶ ἀνηρείψαντό σε, ὥσπερ οἱ τοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ. Εἴθ´ οὖν, ὡς ἔφην, ὦ μάντι, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην ἀντ´ αὐτῶν ἐξέμαθες ὁπόσου ἄξιόν ἐστιν ἡ πυκτική, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ´ ἀποθανόντι ὀνάγρῳ μᾶλλον ἢ ἐπὶ τῷ σῷ πύκτῃ·
« Ἔξοχος
ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης, Μὴ γὰρ δὴ θαυμάσῃς εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος, καὶ ἀκούσας μὴ ἀνασχήσεται, ἀλλ´ ἀπειλήσει καὶ αὐτὸν τὸν Κλεομήδη πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι· εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρων, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ θεοὶ καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. Πιστεύομεν δὲ καὶ περὶ τούτου οὐκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. Ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει, ἵν´ ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. Οὕτως καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέν τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι ἐχθρῷ κατά τινα, ὡς ἔοικεν, δαιμονίαν μέριμναν. Ἀλλ´ οἱ ἄφρονες Θάσιοι καὶ θείων ἄπειροι πραγμάτων ἠγανάκτησάν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι καὶ δίκην εἰσεπράξαντο καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. Οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ´ οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ´ αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξεν μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τε φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας λέγων· « Εἰς πάτρην φυγάδας κατάγων Δήμητραν ἀμήσεις. » Ἀλλ´ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. Τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων ὅσονπερ ἀνδριάντων; Ἀμέλει οὐδὲν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκεν φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. Καὶ ἦν οὕτως. Ἅμα γὰρ ἀνεστάθη καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι λοιπόν. Πῶς οὖν οὐ τεκμήρια ταῦτά ἐστιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; Καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν οὕτως ἔχον· « Ἐν τιμῇ τὸν ἄτιμον ἔχων τότε γαῖαν ἀρώσεις· » οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον ἢ σὲ αὐτοῖς τούτου πρόξενον γενέσθαι. Ἀλλ´ Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτήν, αἰτιασάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἱ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γιγνομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· κἂν ὑπὸ τοῦ λιμοῦ διώλοντο ἄν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια, λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους, οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἧττον ἢ οὓς οἱ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι´ ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν· οὐχ ἧττον ἴσως, ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι, ἑνὸς ἢ δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα. Ὡς δὴ ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάντεως γενέσθαι, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν´ ᾖ ὥσπερ χρηστήριον Δελφικὸν οὕτω καὶ γυμναστήριον. Καὶ γὰρ οὐδ´ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον. » Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἱ περὶ ὧν ὁ λόγος· Ὅτι καὶ τοὺς τυράννους ἐκολάκευον
« Ὄλβιος
οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, οὐκοῦν καὶ οἱ τύραννοι, οὐ μόνον οἱ τῶν τυράννων ἐπίβουλοι, Κύψελος, ὃς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει, καὶ Μελάνιππος ὁ πολλὰ ἀγαθὰ τῇ Γελῴων πόλει τεύξας. Πῶς δ´ εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φάλαρις ὄλβιος, ὁμότροπος ὢν Κυψέλῳ; Ὥστ´ ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν·
«
Εὐδαίμων Φάλαρις
καὶ Μελάνιππος ἔφυ, Ἤκουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Φαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπιβουλεύοντας ᾐκίσατο μέν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκεν· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλάριδι, ἀνθ´ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη· ἀλλ´ εὖ γε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή. » Ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω· Ὅτι καὶ τὴν ἄψυχον ὕλην σέβειν προσέταττον
«
Ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται Διὰ τί; Θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον ‘φαλληνοῖς Διωνύσοιο καρήνοις’, ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις, καὶ οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς Διονύσοις καὶ ἄλλοις παμπόλλοις Ἡσιοδείοις θεοῖς. ‘Τρὶς γὰρ’ ὡς ἀληθῶς ‘μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ’ οὐκ ‘ἀθάνατοι’, ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ ‘ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων’, οὐκ ἂν τοσοῦτος ἤρθη ὁ λῆρος, ὥστε ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακόν, ἐπιδιαβὰν καὶ εἰς τὸν Ὄλυμπον, ‘ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί’. Καίτοι εἰ ἀσφαλὲς ἦν, οὐκ ἂν ἦν ἐπιβατὸν λήρῳ οὐδ´ ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθεν παρανοίας ὡς ἐλάϊνον κορμὸν θεῶσαι· ὃν οἱ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυσαν, καὶ δὶς εἰ βούλει καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρωποι καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες οὐδ´ εἰς τὴν γῆν ἔξω ἐκβαλόντες αὐτόν· ἐπεὶ οὐκ ἄν, μὰ τὸν Διόνυσον, ἔτι αὐτοῖς ἐνεπλάκη τοῖς λίνοις. Ἀλλ´ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κορμός (Ἄπολλον, ξένου κατασκευάσματος)· τί ποτ´ οὖν ἔπραττεν ἐν τῷ πελάγει; Ἀπορήσαι ἄν τις. Τί γὰρ ἄλλο ἢ ἐκάθητο, νὴ τὸν Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι (οὐ γὰρ φήσω ὅτι καὶ θεοί) ἐγκυρήσαντες αὐτῷ οὐ διοπετές, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται κἄπειτα εἰς ἄστυ ἀναγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύχην, κακὴν οὖσαν ὡς ἀληθῶς οὐ τύχην, ἀλλὰ τυφεδόνα; Ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ´ αὐτὴν ἐπέρρωσέν τε καὶ προσεπέτεινεν θεοπληξίας, ὡς ἄν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπτος ἐπιθήκη. »
Τοσαῦτα καὶ ὁ Οἰνόμαος. Ἀλλὰ γὰρ μετὰ
τὰ εἰρημένα μεταβὰς αὖθις ἐπὶ τὴν Ἐκ λογίων φιλοσοφίαν τοῦ τὴν
συσκευὴν καθ´ ἡμῶν πεποιημένου, ἀνάγνωθι ἐκ τῶν περὶ εἱμαρμένης τοῦ
Πυθίου χρησμῶν, εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ἔτι μᾶλλον
ὁ περὶ τῶν θρυλουμένων χρηστηρίων ὑποπεσεῖται λόγος.
|