RETOUR À L »ENTRÉE DU SITE

 

 

RETOURNER à LA TABLE DES MATIÈRES D'eusèbe

 

 

EUSÈBE DE CÉSARÉE

 

Préparation évangélique

LIVRE VI

Traduction française

ΤΑΔΕ ΤΟ ΕΚΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ

αʹ. Ὅτι καὶ ἃ δοκοῦσιν οἱ δαίμονες ἐν τοῖς χρηστηρίοις μαντεύεσθαι, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς ὁμοίως ἀνθρώποις καταστοχάζονται

βʹ. Ὅτι καὶ τὸ ἐφ´ ἡμῖν ἀναιροῦσιν, ἐξ εἱμαρμένης φάσκοντες καὶ τὰς προαιρέσεις κινεῖσθαι

γʹ. Ὅτι οὐδὲ τοῖς αὐτῶν ἀφιερώμασι κεραυνουμένοις ἐπαρκεῖν ἐδυνήθησαν

δʹ. Ὅτι διὰ μαγείας φασὶ τὰ τῆς εἱμαρμένης λύεσθαι

εʹ. Ὅτι καὶ ψεύδονται μαντευόμενοι

Ϛʹ. Ἀνασκευὴ τοῦ περὶ εἱμαρμένης λόγου

ζʹ. Ὅπως καὶ αὐτῶν οἱ φιλόσοφοι τὰς τῶν θεῶν αὐτῶν περὶ εἱμαρμένης δόξας ὀρθοτέροις ἀπήλεγξαν λογισμοῖς. Ἀπὸ τῶν Οἰνομάου

ηʹ. Ἔτι περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν Διογενειανοῦ

θʹ. Ἔτι περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν Ἀλεξάνδρου

ιʹ. Ὡς καὶ ἀπὸ τῆς μαθηματικῆς θεωρίας ὁ περὶ εἱμαρμένης ἐλέγχεται λόγος. Ἐκ τῶν Βαρδησάνου

ιαʹ. Ὡς καὶ ἀπὸ τῆς τῶν θείων γραφῶν ἐξηγήσεώς τε καὶ μαρτυρίας. Ἐκ τῶν Ὠριγένους

Τοῦ περὶ τῶν χρηστηρίων τρόπου διὰ τῶν προδιηνυσμένων αὐτάρκως ἡμῖν ἀπεληλεγμένου καὶ τῆς θείας ἀρετῆς καὶ δυνάμεως τοῦ σωτῆρος ἡμῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας τὸ θεοπρεπὲς ἅμα καὶ βιωφελὲς ἐπιδεδειγμένης, ὅτι δὴ διὰ μόνης αὐτῆς καὶ οὐ δι´ ἄλλης τῶν ἐξ αἰῶνος τὸν πάντα βίον ἐπισκοτησάντων τε καὶ λυμηναμένων δαιμονικῶν φασμάτων ἐλευθερία πᾶσιν ὑπῆρξεν ἀνθρώποις, φέρε καὶ ἀπὸ τῶν περὶ εἱμαρμένης ψευδοδοξουμένων αὐτοῖς τὸν περὶ τῶν αὐτῶν ἀπευθύνωμεν λόγον, ὡς ἂν μὴ διὰ μόνης τῆς τοῦ τρόπου μοχθηρίας, ἀλλὰ καὶ διὰ τῶν οὐκ ὀρθῶς οὐδὲ ἀληθῶς αὐτοῖς δοξαζομένων φαῦλοι καὶ ἀδρανεῖς ὄντες οἱ τὰ χρηστήρια κινεῖν νενομισμένοι δαίμονες ἀποδειχθεῖεν. Σκέψαι δ´ οὖν εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ὁ περὶ αὐτῶν ὑποπεσεῖται λόγος ἔκ τε ὧν παραθήσομαι ἀνατρεπτικῶν τοῦ περὶ εἱμαρμένης καὶ αὐτόθεν ἐκ τοῦ τρόπου, καθ´ ὃν τὰς μαντείας ποιεῖσθαι λέγονται. Οὐ γὰρ δὴ δυνάμει κρείττονι τὴν τῶν μελλόντων γνῶσιν προειληφέναι φασὶν αὐτούς, ἐκ θεωρίας δὲ τῆς τῶν ἄστρων κινήσεως ὁμοίως ἀνθρώποις τὰ μέλλοντα καταστοχάζεσθαι. Οὕτως οὐδὲν δύνασθαι οὔτ´ ὠφελεῖν οὔτε τι τὸ παράπαν ἐνεργεῖν αὐτούς, εἰ μὴ τὰ καθειμαρμένα, φασί. Τούτων δὲ ἔλεγχος αὐτὸς ἐκεῖνος ὁ τῶν δαιμόνων προήγορος ἐν οἷς ἐπέγραψε « Περὶ τῆς ἐκ λογίων φιλοσοφίας » ὧδε λέγων πρὸς λέξιν·

ΚΕΦΑΛΑΙΟΝ Α'.

ΟΤΙ ΚΑΙ Α ΔΟΚΟΥΣΙ ΜΑΝΤΕΥΕΣΘΑΙ ΑΠΟ ΤΗΣ ΤΩΝ ΑΣΤΡΩΝ tΦΟΡΑΣ ΟΜΟΙΩΣ ΑΝΘΡΩΠΟΙΣ ΚΑΤΑΣΤΟΧΑΖΟΝΤΑΙ

« Ἃ γὰρ λέγουσιν οἱ θεοί, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσιν, καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν. »

Εἶθ´ ἑξῆς ὑποβάς φησιν·

« Ἐρωτηθεὶς ὁ Ἀπόλλων τί τέξεται ἡ γυνή, ἐκ τῶν ἄστρων εἶπεν ὅτι θῆλυ, ἐκ τοῦ σπορίμου ἐπιγνοὺς χρόνου. λέγει δὲ οὕτως·

Ἐκφύεται γαίηθεν ὁδῶν, ὅθι λείμακες ὄμβρου διψοσύνῃ κατέμαρψαν ὅλον πόμα μητέρος αὐτῆς, ἔνδον ὀρινομένης χρόνον ἄρκιον, οὔ τι δὲ κοῦρον, ἀλλὰ κόρην· Φοίβη γὰρ ἐΰσκοπος ἤροσεν ἁγνὴν Κύπριν, ἐπειγομένην θῆλυν γόνον, ὦ φίλε, σεῖο. Ἰδοὺ καὶ ἀπὸ τοῦ σπορίμου, ὅτι σελήνη ἐπὶ Ἀφροδίτην ἐφέρετο, εἶπεν ὅτι θῆλυ γεννηθήσεται.

Καὶ μὴν καὶ τὰς νόσους ἐκεῖθεν προλέγουσιν. Ἐπάκουσον γάρ·

Ἦ μάλα μιν κακὸς ἰὸς ἐνὶ στέρνοισι δαμάζει,
πνεύμονος ἀλγινόεσσαν ὑπερβλύζων κακότητα »

καὶ τὰ ἑξῆς, οἷς ἐπιλέγει·

« Ταῦτα δὲ Μοιράων νόος ἤγαγεν, ἠδὲ κελαινὴν
εἰς ἔριν ἐστήριξε κακηπελίῃσι δαμάζειν,
ὑψιπόλοιο Κρόνοιο κακὴν ὑπ´ ἀταρπὸν ἰόντος. »

Καὶ μεθ´ ἕτερα·

« Ἀλλά σε μόρσιμον ἦμαρ ἀναπλῆσαι βιότοιο
ἀλγινόεις βροτολοιγὸς ἐπισπέρχων Κρόνῳ ἄντα
σπεύσατο, σῆς δὲ θέμειλον ἀπὸ φρενὸς ἠίστωσε·
τοὔνεκα καὶ πατέρος θεοειδέος ἱερὸν ἦτορ
φευγέμεναι κακοεργὸν ἐπηπείλησεν Ἄρηα. »

Ταῦτα μὲν ὅτι οὐδὲ ἐκ θείας αὐτῶν δυνάμεως μαντεύονται, ἀλλ´ ἐξ ἄστρων ἐπιτηρήσεως κατὰ τοὺς τῶν μαθηματικῶν λόγους, ὡς μηδὲν ἐν τούτῳ διαφέρειν ἀνθρώπων μηδέ τι κρεῖττον καὶ φύσεως θειοτέρας ἔργον ἐπιδείκνυσθαι. Θέα δὲ ὡς καὶ τὸ ἐφ´ ἡμῖν ἀναιροῦσιν, οὐ μόνον τὰ ἐκτὸς καὶ τὰ οὐκ ἐφ´ ἡμῖν τῇ τῶν ἄστρων ἀνατιθέντες φορᾷ, ἀλλὰ καὶ τὰς ἡμετέρας
προαιρέσεις·

ΚΕΦΑΛΑΙΟΝ Βʹ.

ΟΤΙ ΚΑΙ ΤΟ ΕΦ´ ΗΜΙΝ ΑΝΑΙΡΟΥΣΙΝ ΕΞ ΕΙΜΑΡΜΕΝΗΣ tΦΑΣΚΟΝΤΕΣ ΚΑΙ ΤΑΣ ΠΡΟΑΙΡΕΣΕΙΣ ΚΙΝΕΙΣΘΑΙ

« Οὕτως καὶ ὁ Ἀπόλλων περί τινος, ἅμα καὶ τὴν περὶ στρατιὰν προθυμίαν ἀφηγούμενος πόθεν αὐτῷ γίνεται, ἔφη·

Ἄρεα κραιπνὸν ἔχει γενεθλήιον, ὅς μιν ὀρίνει
οὐδέ ἑ ταρχύσει· Ζηνὸς γὰρ ἐπέχραε βουλή,
ἥ οἱ κῦδος ἄρειον ἀπ´ Ἄρεος εὐθὺς ὀρέξει.

Καὶ πάλιν ἐπ´ ἄλλου·

Εὐχαίτης ἐπίκειται Κρόνος, στυγεροῖσι δὲ κέντροις
ἀλγύνει παιδὸς ταλαοῦ δυσπέμφελον αἰῶ. »

Εἰς τοσοῦτον δὲ τὴν εἱμαρμένην οἱ γενναῖοι θεοὶ πεφρίκασιν ὡς ὁμολογεῖν μηδὲ κεραυνουμένοις αὐτῶν τοῖς ἱεροῖς δύνασθαι ἐπαμύνειν. Πολλὴ ἄρα γένοιτ´ ἂν ἐλπὶς ἀνθρώποις εὐχομένοις τυχεῖν βοηθείας παρὰ τῶν μηδὲ σφίσιν αὐτοῖςἐπαρήγειν δυνατῶν. Τί δὲ χρὴ λοιπὸν εὐσεβεῖν καὶ τοὺς θεοὺς προσκυνεῖν καὶ θεραπεύειν, μηδὲν οἵους τε καθόλου μηδὲ ἑαυτοῖς ἐπαρκεῖν; Ἄκουε δ´ οὖν ἅ φησιν ὁ χρησμός·

ΚΕΦΑΛΑΙΟΝ Γʹ.

ΟΤΙ ΟΥΔΕ ΤΟΙΣ ΑΦΙΕΡΩΜΕΝΟΙΣ ΑΥΤΟΙΣ ΝΑΟΙΣ tΚΕΡΑΥΝΟΥΜΕΝΟΙΣ ΕΠΑΡΚΕΙΝ ΕΔΥΝΗΘΗΣΑΝ

« Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι, ὥς φησιν·

Ὦ ζαθέης γεγαῶτες Ἐριχθονίοιο γενέθλης,
ἔτλητ´ ἐλθέμεναι καὶ ἐμὴν ἐρεεινέμεν ὀμφήν,
ὁππόθι δῃωθῇ περικαλλέος ἕδρανα σηκοῦ.
Κλῦτε δαφνηρεφέων μυχάτων ἄπο θέσκελον ὀμφήν.
Εὖτ´ ἂν ἄνω πνείοντες ὑπηέριοι κελάδοντες
τρίβωνται πατάγοισιν ἐναντία δηριόωντες
(κρυμὸς δ´ αὖ περὶ κόσμον ἀπείρονα νήνεμος ἔσται)
μηδὲ διεξερύγησιν ἔχῃ κεκακωμένος αἰθήρ,
αἰθαλόεις περὶ γαῖαν, ὅπη τύχεν, ἔκπεσε πυρσός·
τὸν μὲν δὴ θῆρές τε κατ´ οὔρεα δειμαίνοντες
φεύγουσιν πυμάτοις ὑπὸ κεύθεσιν οὐδὲ μένουσιν
εἰσιδέειν ὄσσοισι καταιβάσιον Διὸς ἔγχος.
Τοῦ μὲν καὶ νηοὶ μακάρων καὶ δένδρεα μακρὰ
ἠλιβάτων τ´ ὀρέων κορυφαὶ νῆές τ´ ἐνὶ πόντῳ
δάμνανται ζαπύροις πωτήμασιν ἐμπελάοντος·
καὶ δ´ αὐτὴ πληγεῖσα Ποσειδάωνος ἑταίρη
πολλάκις ἠχήεσς´ ἀναχάζεται Ἀμφιτρίτη.
Ὑμεῖς οὖν καὶ ἄτλητον ἐνὶ φρεσὶν ἄλγος ἔχοντες,
τέτλατε Μοιράων ἀμετάτροπα δήνεα θυμῷ·
ταῖσι γὰρ Οὐρανίδαο Διὸς κατένευσε κάρηνον,
ὅττι κε δὴ νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις.
Αἶσα γὰρ ἦν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν
πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι. »

Εἰ δὴ οὖν Μοιρῶν ἀτράκτοις καὶ τῶν σεβασμίων θεῶν οἱ ναοὶ τά τε ἱερὰ αὐτῶν δώματα « δάμναται ζαπύροις πωτήμασι », τίς ἂν ἔτι λείποιτο ἐλπὶς θνητοῖς ἀνθρώποις τῆς τῶν πεπρωμένων ἀποφυγῆς; Εἰ δὲ καὶ μηδεμία ἐκ θεῶν ὑπάρχοι βοήθεια, δεῖ δὲ ἐξ ἅπαντος τετλάναι Μοιράων ἀμετάτροπα δήνεα θυμῷ, καὶ τίς ἡ περὶ τοὺς θεοὺς ματαία σπουδή; Εἴποι ἄν τις. Τί δὲ δεῖ « λοιβῆς τε κνίσης τε » καὶ τὸ ἐκ τούτων γέρας τοῖς μηδὲ τούτων ἀξίοις ἀπονέμειν, εἰ κατ´ οὐδὲν ἡμᾶς ὠφελεῖν δύνανται; Ἐπεὶ μηδὲ « τῶν ἀγαθῶν δοτῆρας » οἴεσθαι χρῆν αὐτούς, ἀλλ´ ἣν καὶ τῶν ἐναντίων ὡμολόγουν αἰτίαν. Εἰ γὰρ πέπρωται ἀνθρώποις εἴτε τι ἀγαθὸν εἴτε τι καὶ ἐναντίον, ἔσται ἐξ ἀνάγκης καὶ παρέσται τοῦτο καὶ βουλομένων καὶ μὴ τῶν θεῶν. Μόνην ἄρα τὴν Ἀνάγκην θεραπευτέον, σμικρὰ μᾶλλον δὲ τὸ μηθὲν φροντίσαντας τῶν θεῶν μήτε λυπεῖν μήτε εὐεργετεῖν δυναμένων. Εἰ δὲ δὴ τῶν Μοιρῶν μόνος ὁ ἐπὶ πάντων ἐπιστατεῖ θεὸς καὶ μόνος καὶ τούτων ὑπάρχει κύριος, ταῖσι γὰρ Οὐρανίδαο (φησὶ) Διὸς κατένευσε κάρηνον, ὅττι κε δὴ νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις, τί δὴ οὐχὶ πάντα ὑπερθέμενος τὸν παμβασιλέα καὶ τῆς εἱμαρμένης δεσπότην μόνον θεὸν εἶναι ὁμολογεῖς καὶ μόνον ἀγαθῶν δοτῆρα καὶ σωτῆρα; Ὅτι δὴ μόνῳ αὐτῷ καὶ ἃ φῂς Μοιράων « ἀμετάτροπα δήνεα » τρέπειν καὶ μεταλλάττειν ῥᾴδιον· ὡς μήτ´ Ἀνάγκῃ μήτε Εἱμαρμένῃ τὸν τῷ παμβασιλεῖ θεῷ καθωσιωμένον καὶ μόνον αὐτὸν εὐσεβοῦντα δουλεύειν, οἷα δὲ ἐλεύθερον καὶ παντὸς ἀφειμένον δεσμοῦ ταῖς ἐνθέοις καὶ σωτηριώδεσιν οἰκονομίαις ἀκωλύτως ἐφέπεσθαι. Ἀλλ´ ὁ μὲν ἀληθὴς τοιαῦτα προφαίνει λόγος· ὁ δ´ ἔμπαλιν ὅρα διὰ τίνων φησὶ τὰ τῆς εἱμαρμένης λύεσθαι·

ΚΕΦΑΛΑΙΟΝ Δʹ.

ΟΤΙ ΔΙΑ ΜΑΓΕΙΑΣ ΦΑΣΙ ΤΑ ΤΗΣ ΕΙΜΑΡΜΕΝΗΣ ΛΥΕΣΘΑΙ

« Δεηθέντος γάρ τινος καταδέξασθαι θεόν, εἰπὼν ὁ θεὸς ὅτι ἀνεπιτήδειός ἐστι διὰ τὸ ὑπὸ φύσεως καταδεδέσθαι, καὶ διὰ τοῦτο ἀποτροπιασμοὺς ὑπαγορεύσας ἐπάγει·

Ῥιπῇ δαιμονίη γὰρ ἀλεῖς´ ἐπιδέδρομεν ἀλκὴ
σαῖσι γοναῖς, ἃς χρή σε φυγεῖν τοίαισι μαγείαις.

Δι´ ὧν καὶ σαφῶς δεδήλωται ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρμένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν. »

Ταῦτά σοι ὁ Πορφύριος, οὐκ ἐγώ. Ὁ τοίνυν μαγείαις παραινῶν λύειν τὰ τῆς εἱμαρμένης πῶς αὐτὸς θεὸς ὢν τὰ πεπρωμένα κατὰ τοῦ ἰδίου ναοῦ κεραυνῷ πιμπραμένου μὴ ἔλυσεν; Ὁ δὲ δὴ μαγεύειν, ἀλλὰ μὴ φιλοσοφεῖν παρορμῶν, πῶς οὐκ ἂν εἴη δῆλος ὁποῖος ὢν τυγχάνει τὸν τρόπον; Ἐπὶ πᾶσι τούτοις καὶ ψεύδεσθαι τοὺς θεοὺς ὁ αὐτὸς ὁμολογεῖ·

ΚΕΦΑΛΑΙΟΝ Εʹ.

ΟΤΙ ΚΑΙ ΨΕΥΔΟΝΤΑΙ ΜΑΝΤΕΥΟΜΕΝΟΙ

« Ἀλλ´ ἤδη καὶ τὴν γνῶσιν τῆς φορᾶς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκατάληπτον εἶναι ἀνθρώποις, καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμονίων· ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες. »

Τούτοις αὖθις ἐπιλέγει·

« Καὶ τὸ περιέχον ἀναγκάζον ψευδῆ γίνεσθαι τὰ μαντεῖα, οὐ τοὺς παρόντας ἑκόντας προστιθέναι τὸ ψεῦδος. Πολλάκις γοῦν προλέγουσιν ὅτι ψεύσονται· οἱ δὲ μένουσι καὶ λέγειν ἀναγκάζουσι διὰ τὴν ἀμαθίαν. Εἶπε γοῦν ὁ Ἀπόλλων ποτέ, τοιαύτης οὔσης τῆς καταστάσεως, ὡς ἐδείξαμεν, πονηρᾶς τοῦ περιέχοντος·

Κλεῖε βίην κάρτος τε λόγων· ψευδηγόρα λέξω.

Καὶ ὅτι ταῦτα ἀληθῆ ἐστιν ἅπερ ἔφαμεν, δηλώσει τὰ λόγια. Ἔφη γοῦν τις κληθεὶς τῶν θεῶν·

Σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν·
ἕδρανα μαντοσύνης γὰρ ἐν ἄστρασι νῦν πεπέδηται. »

Καὶ ἐπιλέγει·

« Πέφηνεν ἄρα πόθεν πολλάκις τὸ ψεῦδος συνίσταται. »

ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.

ΑΝΑΣΚΕΥΑΣΤΙΚΑ ΤΟΥ ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΛΟΓΟΥ

Ἆρά σοι πέπαυται λοιπὸν τὰ τῆς ἀμφιβόλου γνώμης, ὅτι μηδέν τι ἦν θεῖον ἐν τοῖς τῶν θεῶν χρησμοῖς; Πῶς γάρ ποτε τὸ θεῖον ψεύσαιτ´ ἄν, τὴν φύσιν ὂν ἀψευδέστατον, εἴ γε ἀψευδὲς τὸ θεῖον; Πῶς δὲ ἀγαθὸς δαίμων ταῖς ψευδολογίαις ἀπατήσειέ ποτε τοὺς χρωμένους; Πῶς δ´ ἂν εἴη κρεῖττον ἀνθρώπου τὸ τῇ τῶν ἄστρων φορᾷ πεπεδημένον; Θνητὸς μὲν οὖν ἀνὴρ βραχεῖαν ἀρετῆς σπουδὴν εἰσενηνεγμένος οὔποτ´ ἂν ψεύσαιτο, τἀληθὲς τιμᾶν προθέμενος, οὐδ´ εἱμαρμένης ἀνάγκην οὐδ´ ἄστρων φορὰν αἰτιάσαιτο ψευσάμενος· ἀλλ´ εἰ καὶ τῷ σώματι πῦρ τις ἢ σίδηρον προσφέροι, διαφθείρειν ἐξαναγκάζων τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ πρὸς τοῦτον ἐλευθεροστομῶν ἀντιφθέγξεται·

« Ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα·
τέμνε, κάταιθε σάρκας, ἐμπλήσθητί μου
πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω
γῆς εἶσιν ἄστρα, γῆ δ´ ἄνεις´ ἐς οὐρανόν,
πρὶν ἐξ ἐμοῦ σοι θῶπ´ ἀπαντῆσαι λόγον. »

Τὸ δέ γε λαοπλάνον καὶ ἀπατηλὸν δαιμόνιον σκήπτεται τοὺς ἄφρονας σοφιζόμενον, ἵν´ ἐν οἷς ἂν τῆς τοῦ μέλλοντος προρρήσεως ἀποπίπτοι, καταφυγὴν αὐτῷ τῆς ἀλογίας τὴν εἱμαρμένην πορίζοιτο. Πάντα δ´ εἱμαρμένης διὰ τῶν χρησμῶν ἀναρτήσας ὁ δαίμων καὶ τὸ ἐφ´ ἡμῖν ἐκ τῆς αὐτοπροαιρέτου κινήσεως ἀνελών, ἀνάγκῃ δὲ καὶ τοῦτο καταδουλώσας, θέα εἰς οἷον κακῶν δογμάτων ὄλεθρον τοὺς αὐτῷ πειθομένους καταβέβληκεν. Εἰ γὰρ ἄστροις καὶ εἱμαρμένῃ οὐ μόνα τὰ ἐκτός, ἀλλὰ καὶ τὰς κατὰ λογισμὸν προθυμίας ἀναθετέον καί τις ἀπαραίτητος ἀνάγκη τὰς ἀνθρωπίνας ἐκβιάζεται γνώμας, οἰχήσεταί σοι φιλοσοφία, οἰχήσεται καὶ εὐσέβεια· οὐδέ τις ἦν τοῖς σπουδαίοις ἔπαινος ἀρετῆς οὐδέ τις θεοφίλεια οὐδὲ τῶν ἐν ἀσκήσει πόνων καρπὸς ἐπάξιος, ἀνάγκης καὶ εἱμαρμένης τὴν αἰτίαν τῶν πάντων ἀναδεδεγμένης. Οὐ δὴ οὖν προσήκει καταμέμφεσθαι τοῖς περὶ τὸν βίον πλημμελοῦσιν οὐδέ γε τοῖς ἀσεβέσι καὶ ἐπιρρητοτάτοις, ἀλλ´ οὐδὲ τοὺς σπουδαίους θαυμάζειν· ταύτη δέ, ὡς ἔφην, οἰχήσεται καὶ τὸ μέγα τῆς φιλοσοφίας κλέος, οὐκ αὐτοπροαιρέτου μελέτης καὶ ἀσκήσεως, ἀλλ´ ἐκ τῆς τῶν ἄστρων ἀνάγκης ἀπῃωρημένον. Ὅρα οὖν εἰς οἷον κακῶν δογμάτων βυθὸν οἱ θαυμάσιοι θεοὶ καταβεβλήκασι, καὶ σκέψαι ὡς εἰς ἀσωτίαν καὶ ἀδικίαν καὶ ἄλλα κακὰ μυρία παρορμᾷ καὶ προτρέπει τουτὶ τὸ δόγμα, ἀνατροπὴν τοῦ παντὸς βίου ἀθρόως κατεργαζόμενον. Εἰ γοῦν τις αὐτόθεν πιστεύσειε τοῖς θαυμαστοῖς τῶν θεῶν χρησμοῖς, ὅτι γε τὸ ἀληθεύειν καὶ τὸ ψεύδεσθαι οὐχ ἡμέτερον ἔργον ἦν, ἀλλὰ τῆς ἀπαραιτήτου εἱμαρμένης, καὶ τὸ θέλειν ἐπὶ στρατείαν ἢ ἐπ´ ἄλλο τι τῶν πρακτέων ὁρμᾶν καὶ τὸ μὴ θέλειν τὰ τοιάδε, πῶς οὐκ ἂν ἐθελήσειεν ἀμελεῖν καὶ καταρρᾳθυμεῖν ἐν ἅπασι τοῖς μὴ ἄνευ καμάτων καὶ πόνων καὶ τῆς ἡμῶν αὐτῶν προθυμίας κατορθοῦσθαι δυναμένοις; Εἰ γὰρ ἐξ εἱμαρμένης τόδε τι γενήσεσθαι νομίζοι, εἴτε πονοίημεν ἡμεῖς περὶ αὐτὸ καὶ σπουδάζοιμεν εἴτε καὶ μή, πῶς οὐκ ἄν τις ἐθελήσειε τὸ ῥᾷον αἱρεῖσθαι, παρεὶς ἑαυτὸν καὶ ἀμελῶν, ὡς ἐξ εἱμαρμένης καὶ ἀνάγκης γενησομένου τοῦ πραχθησομένου; Ὅθεν καὶ λεγόντων ἔστιν ἀκοῦσαι τῶν πολλῶν ὅτι ἄρα πραχθήσεται τοῦτο, εἴ γε εἵμαρταί μοι, καὶ τί με χρὴ παρέχειν ἐμαυτῷ πράγματα; Εἰ γὰρ ὁ ἐπὶ στρατείαν ὁρμῶν οὐκ ἐκ προαιρέσεως οἰκείας τοῦτ´ ἔπραττεν, ἐλαυνόμενος δὲ ὑπὸ τῆς ἔξωθεν ἀνάγκης, δῆλον ὅτι καὶ ὁ ἐπὶ λῃστείαν καὶ ἐπὶ τυμβωρυχίαν καὶ ἐπὶ τὰς ἄλλας ἤτοι ἀνοσιουργίας καὶ ἀκολασίας ἢ κοσμίους καὶ σώφρονας ἐπιτηδεύσεις· τοῦτο γὰρ ἂν εἴη ἀκόλουθον τῷ περὶ εἱμαρμένης λόγῳ. Πῶς οὖν ὁ ταῦτα μὴ ἐξ αὑτοῦ ἡγούμενος ἐγχειρεῖν, ἀλλ´ ὑπὸ τῆς ἔξωθεν ἀνάγκης προσέξοι ἄν ποτε τῷ νουθετοῦντι καὶ διδάσκοντι μὴ ἑαυτὸν ἐπιδιδόναι ἔκδοτον τοῖς προειρημένοις; Εἴποι γὰρ ἂν πρὸς τὸν νουθετοῦντα, ὡς καὶ τῶν πρὸ ἡμῶν τισὶν εἴρηται, τί με, ὦ ἄνθρωπε, νουθετεῖς; Ταῦτα γὰρ οὐ δήπου ἐστὶν ἐπ´ ἐμοί, τὸ μεταβάλλειν τὴν προαίρεσιν· ἡ γὰρ εἱμαρμένη προκατείληφε. Τί οὖν δεῖ συντετάσθαι πρὸς ἃ οὐδὲ προθυμεῖσθαι δυνήσομαι, εἰ μὴ καὶ τοῦτο καθείμαρταί μοι; Προθυμήσομαι δέ, εἰ καθείμαρται, καὶ ἄνευ τῆς σῆς διδασκαλίας ὑπὸ τῆς εἱμαρμένης ἀγόμενος. Τί οὖν μάτην σεαυτὸν ἐνοχλεῖς; Ἀλλ´ εἰ καὶ τὸ σὲ παραινεῖν καὶ διδάσκειν φήσεις κατὰ ἀνάγκην ἐπιτελεῖσθαι εἰς τὸ παραινεῖν καὶ πείθειν ἐμὲ τοιαῦτα, ἀλλὰ κἀν τούτῳ τί χρὴ σπουδάζειν; Ἀργὴ γὰρ καὶ ἀνωφελὴς ἡ παραίνεσις. Εἰ γὰρ εἵμαρταί μοι, φιλοπονήσω· εἰ δὲ μὴ εἵμαρται, ματαίαν ποιεῖσθαι τὴν σπουδὴν ἀμφοτέρους συμβήσεται. Πῶς δὲ οὐ μᾶλλον ἀπορρᾳθυμῶν εἴποι ἂν πρὸς ἑαυτὸν ὁ ταύτην ἔχων τὴν δόξαν·

Ἄγε μηδαμῶς φιλοπονήσω μηδὲ μάτην ἐνοχλήσω ἐμαυτῷ· γενήσεται γὰρ τὸ εἱμαρτὸν ἐξ ἀνάγκης· ὁ δὲ περί τι σπουδάζων ἢ διδάσκων ἢ προτρέπων ἢ ἑαυτὸν ἢ ἄλλον καὶ τὸ πείθεσθαι καὶ τὸ μὴ πείθεσθαι καὶ τὸ ἁμαρτάνειν καὶ μὴ τό τε ἐπιτιμᾶν τοῖς ἁμαρτάνουσι καὶ τὸ ἐπαινεῖν τοὺς κατορθοῦντας, πῶς οὐκ ἐναργῶς ἐλέγχεται τὸ μὲν ἔργον καταλιπὼν τοῦ παρ´ ἡμῖν καὶ τοῦ αὐτεξουσίου, τὸ δὲ τῆς εἱμαρμένης ὄνομα αὐτῷ συνάπτων μόνον; Ὥσπερ εἴ τις τὴν τοῦ ἀγαθοῦ φύσιν, ἧς κατὰ τὴν παρουσίαν ἄριστα διοικεῖται τὸ ζῷον, τῷ τοῦ κακοῦ προσαγορεύοι ὀνόματι. Οὕτως γὰρ ἐπεὶ ἐναργῶς ἑαυτῶν αἰσθανόμεθα μὴ βιαζομένων ὑπ´ ἄλλης τινὸς αἰτίας ἐν τῷ παιδεύειν τοὺς υἱεῖς καὶ μαστίζειν τοὺς οἰκέτας ἁμαρτήσαντας καὶ ἐν τῷ τόδε τι βούλεσθαι καὶ μὴ βούλεσθαι, ἀλλ´ αὐτοτελῶς ἐκ τῆς ἰδίας ἐξουσίας εἰς τὰς τοιαύτας κινήσεις ἀφικνουμένων, ἁμαρτάνοι ἂν ὁ ταῦτα λέγων γίνεσθαι καθ´ εἱμαρμένην, πρὸς τὸ παραλύειν τάς τε ἡμῶν αὐτῶν προθυμίας καὶ τὰς εἰς ἄλλους γινομένας παρακλήσεις καὶ νουθετήσεις, ἐξ ὧν ὁρῶμεν μάλιστα κατορθούμενα τὰ τῶν ἀνθρώπων πράγματα. Καὶ μὴν καὶ νόμους ἀνατρέποι ἂν οὗτος ὁ λόγος τοὺς τοῦ συμφέροντος ἕνεκεν ἀνθρώποις κειμένους. Τί γὰρ χρὴ προστάττειν ἢ ἀπαγορεύειν τοῖς ὑφ´ ἑτέρας ἀνάγκης κατισχημένοις; Ἀλλ´ οὐδὲ τοὺς ἁμαρτάνοντας δεήσει κολάζειν μὴ παρὰ τὴν αὐτὴν αἰτίαν ἡμαρτηκότας οὐδὲ τοῖς τὰ κάλλιστα πράττουσι τιμὰς ἀπονέμειν, ὧν ἑκάτερον πολλὴν αἰτίαν παρέσχηκεν εἰς ἀναστολὴν ἀδικίας καὶ εἰς εὐποιίας ἑτοιμότητα. Ἀλλὰ καὶ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν ἀνατρέποι ἂν ἥδε ἡ δόξα, εἴ γε μηδὲν ἡμῖν ὁ θεὸς μηδὲ μὴν αὐτοὶ οἱ τῶνδε χρησμῳδοὶ μήτ´ εὐχομένοις μήτ´ εὐσεβοῦσι συμβάλλονται εἱμαρμένης ἀνάγκαις πεπεδημένοις. Τὸ δὲ δίκην ἀψύχων λέγειν κινεῖσθαι ἡμᾶς, τῇδε καὶ τῇδε ὑπό τινος ἔξωθεν δυνάμεως νευροσπαστουμένους, εἰς τὸ ἐπάναγκες ἐθελῆσαι τάδε πρᾶξαι καὶ ἑλέσθαι παρὰ προαίρεσιν ἕτερα, πῶς οὐκ ἂν εἴη ἀναιδὲς καὶ ἀναισχυντότατον, ἐπείπερ ἐναργῶς αἰσθόμεθα ἑαυτῶν ὑμετέρᾳ ὁρμῇ καὶ κινήσει τάδε τινὰ προθυμουμένων καὶ ἀμελούντων πάλιν ἑαυτῶν ἀντιλαμβανόμεθα καὶ παρὰ ταύτην τὴν αἰτίαν κατορθούντων ἢ μὴ κατορθούντων καὶ ἐξ οὐδενὸς ἑτέρου βιαζομένων, ἀλλὰ τὰ μὲν ἑκουσίῳ γνώμῃ αἱρουμένων, τὰ δὲ φευγόντων καὶ παραιτουμένων ἐκ τῆς ἡμῶν αὐτῶν προαιρέσεως; Οὕτω δὲ ἄρα ἐναργὴς ἦν ὁ τοῦ αὐθεκουσίου λόγος ὥστε ὁμοίως τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι καὶ τὸ τόδε τι ὁρᾶν καὶ τόδ´ ἀκούειν οὐ συλλογισμῷ, ἀλλ´ ἐνεργείᾳ καταλαμβανομένων συναισθέσθαι ἑαυτῶν ἐξ ἡμῶν αὐτῶν καὶ τῆς ἡμετέρας βουλῆς ὁρμώντων καὶ τάδε τινὰ αἱρουμένων, τινὰ δὲ ἀποστρεφομένων, ὥστε ἐξ ἅπαντος τὸ ἐλεύθερον καὶ τὸ αὐτεξούσιον τῆς ἐν ἡμῖν λογικῆς καὶ νοερᾶς φύσεως ἐνδίκως ὁμολογεῖσθαι. Εἰ δὲ καὶ παρὰ προαίρεσιν μυρία συμβαίνοντα ἡμῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων ταράττει, διαιρετέον ἐνταῦθα τὴν τῶν ἐν οἷς ἐσμὲν φύσιν, καὶ τὸν λόγον, καθ´ ὃν τὰ οὐκ ἐφ´ ἡμῖν γίνεται, ἐπιθεωρητέον. Οὕτω γὰρ καὶ τούτων τὸ αἴτιον οὔ τις ἄλογος ἀναδέξεται εἱμαρμένη, λόγος δὲ πάλιν ἄλλος τῆς τῶν ὅλων προνοίας ἀπηρτημένος. Φέρ´ οὖν ἐπιμελῶς τὸ πρόβλημα ἐπισκεψώμεθα· Πάντα μὲν ἀθρόως ἐκ θεοῦ προνοίας εἶναί τε καὶ διοικεῖσθαι οἱ τῆς ἀληθοῦς εὐσεβείας θεσμοὶ διαγορεύουσιν. Ἤδη δὲ κατ´ εἶδος ἰδίως ἕκαστα τῶν γιγνομένων τὰ μὲν ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ καὶ κρίσει οἰκείᾳ τε καὶ προαιρέσει κινούμενα, καὶ ἄλλα μὲν κατὰ προηγούμενον λόγον γιγνόμενα, ἕτερα δὲ κατ´ ἐπισυμβεβηκότα τοῖς προηγουμένως γεγονόσι ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσατο διακόσμησιν, ἑκάστῳ γένει τῶν ὄντων ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατασκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος. Σχολῇ μὲν οὖν τις τὸν περὶ τῶν ἄλλων διεξέλθοι λόγον, τὸν δὲ περὶ τοῦ αὐτεξουσίου ῥᾷον καταμάθοι ἂν ὧδε· ἐπεὶ μὴ μονογενὲς χρῆμα μηδ´ ἐκ μιᾶς συνεστὼς φύσεως τυγχάνει ὢν ὁ ἄνθρωπος, ἐκ δυοῖν δὲ ἐναντίων εἴληχε τὴν σύνοδον, σώματος καὶ ψυχῆς, τοῦ μὲν κατὰ συμβεβηκὸς ὀργάνου τῇ ψυχῇ δεδομένου, τῆς δὲ νοερᾶς οὐσίας κατὰ τὸν προηγούμενον ὑποστάσης λόγον, καὶ τοῦ μὲν ἀλόγου, τῆς δὲ λογικῆς τυγχανούσης, καὶ πάλιν τοῦ μὲν φθαρτοῦ, τῆς δὲ ἀφθάρτου, καὶ θατέρου θνητοῦ, θατέρας δὲ ἀθανάτου, ὥσθ´ ἡμᾶς θηρσὶ μὲν ἀλόγοις ἀδελφὸν φέρειν τὸ σῶμα, ψυχὴν δὲ τῇ λογικῇ καὶ ἀθανάτῳ φύσει συγγενῆ· ταύτη τοι εἰκὸς τὸ διφυὲς τουτὶ βλάστημα, διττῆς ἅτε φύσεως κεκοινωνηκός, διττῷ καὶ διαφόρῳ τὸ ζῆν ἀπευθύνειν τρόπῳ, τοτὲ μὲν φύσει σώματος δουλεῦον, τοτὲ δὲ τῇ θειοτέρᾳ μοίρᾳ τὴν οἰκείαν ἀσπαζόμενον ἐλευθερίαν· ὡς καὶ δοῦλον εἶναι τὸν αὐτὸν καὶ ἐλεύθερον, τοιαύτην τινὰ παρὰ τοῦ θεοῦ, δι´ οὓς οἶδε λόγους αὐτός, κεκληρωμένον ψυχῆς καὶ σώματος ἐπιμιξίαν. Εἰ δὴ οὖν τις τὰ κατὰ φύσιν ἤτοι τοῦ σώματος ἢ καὶ τῆς ψυχῆς, εἱμαρμένης ὀνόματι χρώμενος, ὑπ´ αἰτίαν ἀνάγκης καταβάλλοι, διαμάρτοι ἂν τῆς οἰκείας προσηγορίας. Εἰ γὰρ εἱμαρμένης ἀνάγκη τις ἦν ἀκώλυτος, πολλὰ δὲ τῶν τῷ σώματι καὶ τῇ ψυχῇ κατὰ φύσιν προσόντων παραποδίζεται μυρία τε ἔξωθεν ἄλλα συναντᾷ παρὰ φύσιν κατά τι συμβεβηκὸς καὶ ψυχῇ καὶ σώματι παρεπόμενα, πῶς ἂν εἴη ταὐτὸν εἱμαρμένη καὶ φύσις; Εἰ γὰρ ἀπαράλλακτόν φασιν εἶναι τὴν εἱμαρμένην καὶ μὴ δύνασθαι τι παρὰ ταύτην γίνεσθαι (ἀνάγκην γὰρ εἶναι ἀπαραίτητον), πολλὰ δέ, ὡς ἔφην, παρὰ τὰ κατὰ φύσιν καὶ ψυχῇ καὶ σώματι συμβαίνει, οὐκ ἂν ὀρθῶς τις ὀνομάζοι ταὐτὸν εἶναι λέγων εἱμαρμένην καὶ φύσιν. Γένοιτ´ ἂν οὖν τῶν ὄντων ἐν ἡμῖν τὰ μὲν κατὰ λογισμὸν καὶ προαίρεσιν τὴν ἐφ´ ἡμῖν γιγνόμενα, οἷα τὰ κατὰ φύσιν ψυχῆς, τὰ δὲ κατὰ φύσιν τοῦ σώματος, τὰ δὲ τούτοις μὲν συμβεβηκότα, ψυχῇ λέγω καὶ σώματι, ἑτέροις δὲ συντελούμενα κατὰ φύσιν· ἀλλ´ οὔτε τῆς ψυχῆς τὸ ἐφ´ ἡμῖν οὔτε τοῦ σώματος τὸ κατὰ φύσιν οὐδὲ μὴν τῶν ἔξωθεν τὸ κατὰ συμβεβηκὸς ἐνδίκως ἄν τις ἀποστεροίη τὸν αἴτιον. Θεὸς γὰρ αὐτὸς ὁ τῶν ὅλων καὶ τῶν ἐφ´ ἡμῖν καὶ τῶν κατὰ φύσιν καὶ τῶν κατὰ συμβεβηκὸς δημιουργὸς ὢν ἀποπέφανται. Καθόλου γὰρ περὶ πάντων ἀκουστέον τῆς ἐνθέου γραφῆς, τὸ

« αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν »

ἀποφηναμένης. Εεἰ δὴ οὖν βουλομένοις ποτέ τινα ἕτερα παρὰ τὴν ἡμετέραν γνώμην συμβαίνει, ὑπομνηστέον ἑαυτοὺς ὡς ἄρα τοῦτ´ ἦν ἐκεῖνο τὸ διττὸν καὶ ἑτερογενὲς τῆς ἐν ἡμῖν συμπλοκῆς, λέγω δὴ ψυχῆς καὶ σώματος, παρ´ ὃ καὶ ψυχῆς οὐσία, τὴν φύσιν οὖσα νοερὰ καὶ λογική, ἐν νηπιάζοντι κατὰ φύσιν σώματι παρὰ φύσιν αὐτὴ χώραν ἀλόγου μετείληφε· καὶ νοῦς ὁ φρονήσεως οἰκεῖος ἀφραίνει πολλάκις κατά τι συμβεβηκός, παρατραπεὶς ἐν ὑπερβαλλούσαις φέρε σώματος ἀρρωστίαις. Πολλάκις δὲ καὶ γῆρας ἐπελθὸν σώματι κατὰ φύσιν τῶν κατὰ τὴν ἀκμὴν κατορθωμάτων τὴν διάνοιαν ἐστέρησε, τῆς νοερᾶς ψυχῆς τὸ λογιστικὸν παρὰ φύσιν ἀμβλῦναν. Αἰκίαι δ´ αὖ πάλιν καὶ ἀλγηδόνες σώματι πηρώσεις τε ἐπισυμβᾶσαι παρὰ φύσιν τὸ αὐθεκούσιον τῆς ψυχῆς παρὰ τὸ συμβεβηκὸς ἐξενίκησαν, ἐνδούσης ταῖς ἀλγηδόσι διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκήν· ὡς ἁλίσκεσθαι δεσμὸν ἄφυκτον ἐμποδὼν προβεβλῆσθαι τῷ κατὰ ψυχὴν ἐλευθέρῳ τοτὲ μὲν τὴν τοῦ σώματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς ἐπισυμβαίνοντα. Ἤν δὲ ἄρα καὶ τὸ τῆς ἐφ´ ἡμῖν προαιρέσεως εἰς τοσοῦτον ἧκον ἀρετῆς καὶ ἰσχύος ὡς ἀντιβαίνειν ἐπὶ πολλῶν τολμᾶν καὶ ἀντιλέγειν τῇ τε τοῦ σώματος φύσει καὶ τοῖς ἔξωθεν ἐπισυμβαίνουσιν. Ἡ μέν γε τοῦ σώματος φύσις ἐπὶ τὴν τῶν ἀφροδισίων ὁρμὴν τὸν ἄνδρα καλεῖ, ἡ δὲ ψυχὴ λόγῳ σώφρονι χαλινὸν ἐμβαλοῦσα τῷ πάθει κρείττων καθίσταται τῆς τοῦ σώματος φύσεως· καὶ πάλιν ἡ μὲν πεινῆν καὶ διψῆν καὶ ῥιγοῦν καὶ τὰ τοιαῦτα προσαναγκάζουσα ἐπὶ τὰς κατὰ φύσιν θεραπείας τε καὶ πληρώσεις παρακαλεῖ, ἡ δὲ προαίρεσις λόγοις σώφροσιν ἀναπεισθεῖσα καί τινας ἀσκητικὰς προτροπὰς αὐθεκουσίως ἀγαπήσασα, πολυημέροις ἀσιτίαις καὶ καρτερίαις παρακρούεται τὴν τοῦ σώματος φύσιν, ἀρετῇ λογισμοῦ κρίνασα τοῦτο καὶ ἑλομένη. Καὶ αὖ πάλιν ἡ μὲν κατὰ φύσιν πάσαις ἡδοναῖς χαίρει καὶ τῇ λείᾳ τῶν σωμάτων κινήσει, ἡ δὲ προαίρεσις ἀρετῆς ἐπιθυμίᾳ τὸν ἐπίπονον καὶ τραχὺν ἠσπάσατο βίον. Εἰσὶ δὲ οἳ καὶ ἐπὶ τὸ χεῖρον τραπέντες « μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. » Οὕτως ἄρα καὶ τῇ φύσει οὐ κατὰ πάντα ἐνδίδωσιν ὁ λογισμός, κρατεῖ δὲ ἐν πλείστοις, ὡς καὶ κρατεῖται, καὶ τοτὲ μὲν αὐτὸς ἄγει, τοτὲ δὲ αὐτὸς ἄγεται, ὡς καὶ πρὸ ὥρας ἔσθ´ ὅπη χερσὶν ἐπισπᾶσθαι τὴν ἀπαλλαγὴν τοῦ σώματος, ὅτε τὸ ζῆν αὐτῷ μὴ λυσιτελὲς κριθείη. Εἰ μὲν οὖν πρὸς μόνην τὴν οἰκείαν τοῦ σώματος φύσιν ὁ πᾶς ἀγὼν ἦν αὐτῷ, μέτριος ἂν ἦν οὗτος· ἐπεὶ δὲ τὴν πολιτείαν καὶ τὸν ἐν ἀνθρώποις βίον ὁ θεὸς αὐτῷ μεταξὺ πολλῶν καταβέβληται, ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων ἐν μέσῳ τε πυρὸς καὶ ὕδατος ἀέρος τε τοῦ περιέχοντος καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ διαφόρων φύσεων τὰς διατριβὰς ποιεῖσθαι, εἰκότως αὐτῷ ἡ διαμάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν ἐστὶ καὶ συνημμένην αὐτῷ μόνον φύσιν τοῦ σώματος, ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα, ὧν ἐν μέσῳ ζῇ ὁ τὸν θνητὸν βίον διεξάγων, ὥστε καὶ πρὸς ταῦτα καρτερῶς ἀντέχειν. Πολλαὶ γοῦν ἤδη καὶ τοιῶνδε τροφῶν φύσεις καὶ τοιαίδε συγκράσεις τοῦ περιέχοντος, κρυμῶν τε ἐπιφοραὶ καὶ φλογμῶν ἐκκαύσεις, πλεῖστά τε ἄλλα κατά τινας οἰκείους λόγους φυσικῶς μὲν κινούμενα, συμβατικῶς δὲ ἡμῖν προσπίπτοντα τάραχον οὐ τὸν τυχόντα τῷ καθ´ ἡμᾶς αὐτεξουσίῳ διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν παρέσχηκεν, τῆς τῶν ἡμετέρων σωμάτων φύσεως τὰς τῶν ἔξωθεν ἐπιφορὰς οὐχ ὑπομενούσης, κρατουμένης δὲ καὶ νικωμένης ὑπὸ τῶν ἐκτὸς κατὰ φύσιν οἰκείαν ἐπιτελουμένων. Πάλιν τε αὖ, ἐπειδὴ μετὰ πλείστων ἀνδρῶν ποιούμεθα τὰς διατριβάς, οἱ δὲ καὶ αὐτοὶ τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας τὸ ἐφ´ ἡμῖν αὐτοῖς ἐπὶ τῆς ἰδίας ἐξουσίας ἀποφέρονται, ἐλευθέρᾳ τῇ σφῶν χρώμενοι προαιρέσει, ταύτη πάλιν εἰκότως καὶ ταῖς ἑτέρων γνώμαις ὑποκεισόμεθα, τοῦ αὐτῶν ἐκείνων αὐτεξουσίου ὧδέ πως ἡμῖν κατὰ τοῦ σώματος ἢ περὶ τὴν ψυχὴν χρωμένου. Ὥσπερ γὰρ ἡ τοῦ σώματος ἡμῶν φύσις νικᾶται πολλάκις πρὸς τῶν ἔξωθεν ὑποπιπτόντων, οὕτως ἔστιν ὅτε καὶ προαίρεσις ὑπὸ μυρίων ἔξωθεν ἐνοχλουμένη προαιρέσεων, αὐτεξουσίῳ γνώμῃ πεισθεῖσα, ἑαυτὴν τοῖς ἔξωθεν ἐπιδίδωσι καὶ τοτὲ μὲν βελτίων, τοτὲ δὲ χείρων ἀποτελεῖται. Οἶδε γὰρ συνουσία φαύλη κακύνειν, ὥσπερ αὖ τοὐναντίον ποιεῖν ἀμείνους τῶν καλῶν ὁμιλία. « Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί, » ὥσπερ οὖν καὶ σῴζουσι βελτιοῦσαι τῶν ἀγαθῶν αἱ συνουσίαι. Καὶ λόγοις μὲν ἡ λογικὴ τῆς ψυχῆς δύναμις τῶν ἔξωθεν ἐπισυμβαινόντων ὧδέ πως καὶ τῇδε φέρεται· ἰσχύει δὲ πάλιν οἰκεία καὶ λογικῆς οὐσίας ἀρετὴ καὶ θείαν ὡς ἀληθῶς καὶ θεοειδῆ τὴν δύναμιν ἐπιδείκνυται, ὅτε πρὸς πάντα τὰ ἐκτὸς ἀντέχουσα καὶ τὰ πάντα ἐλευθέρῳ φρονήματι ὑπερνικῶσα, πρὸς οὐδὲν τῆς οἰκείας ἀρετῆς ὑφιεμένη φιλοσοφεῖν παρεσκεύασται. Ὅτε γε μὴν ὀλιγωρεῖ, ὑπὸ τῶν χειρόνων τὰ χείριστα διατίθεται, ὥσπερ οὖν καὶ βελτιοῦται τῆς ἔξωθεν τυγχάνουσα ἐπιμελείας. Τί χρὴ λέγειν ἐπὶ τούτοις, ὡς καὶ φοραὶ καὶ ἀφορίαι τοιῶνδε ψυχῶν καὶ σωμάτων, κατά τινα περίπτωσιν οἰκείως τῇ τοῦ παντὸς διοικήσει συντελούμεναι εὖ τε καὶ ὀρθῶς ἔχουσαι τῷ παντί, πλείστην ὅσην τοῖς κατὰ μέρος καὶ δὴ καὶ τοῖς ἐφ´ ἡμῖν παντοίας κινήσεως περιουσίαν ἀπειργάσαντο; Πᾶσι δὲ καθόλου τοῖς οὖσι, τοῖς τε παρ´ ἡμᾶς γινομένοις καὶ παρὰ τὴν ἡμετέραν αἰτίαν καὶ τοῖς ἔξωθεν κατὰ συμβεβηκὸς ἐπιοῦσι τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη τοῦ θεοῦ πρόνοια, ἣ καὶ τὰ πλεῖστα θειοτέροις ἡμῖν τε ἀρρήτοις οἰκονομεῖ λόγοις, εὐηνίως τὸ πᾶν διακυβερνῶσα πολλά τε καὶ τῶν κατὰ φύσιν ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευάζουσα συνεργοῦσά τε καὶ συμπράττουσα τοῖς ἐφ´ ἡμῖν καὶ τοῖς ἐκτὸς πάλιν συμβαίνουσι τὴν δέουσαν τάξιν ἀπονέμουσα.

Τούτων εἰς τρία τοῦτον διῃρημένων τὸν τρόπον, εἴς τε τὰ ἐφ´ ἡμῖν καὶ τὰ κατὰ φύσιν γινόμενα τά τε κατὰ συμβεβηκός, πάντων δὲ ἐφ´ ἕνα λόγον τὸν ἐκ θεοῦ βουλῆς ἀνακεφαλαιουμένων, οὐδαμοῦ μὲν ὁ περὶ εἱμαρμένης χώραν ἕξει λόγος. Γένοιτο δ´ ἂν ἡμῖν εὑρημένη καὶ ἡ παρὰ τοῖς πολλοῖς ἀπορουμένη τῆς κακίας πηγή, ἐν οὐδενὶ μὲν χώραν ἔχουσα τῶν κατὰ φύσιν, οὔτ´ ἐν σώμασιν οὔτ´ ἐν οὐσίαις, πολλοῦ δεῖ ἐν τοῖς κατὰ συμβεβηκὸς ἔξωθεν ἐπιγινομένοις· εὑρεθείη δ´ ἂν ἐν μόνῃ τῇ τῆς ψυχῆς αὐτοπροαιρέτῳ κινήσει, καὶ ἐν ταύτῃ οὐχ ὅτε κατὰ φύσιν βαδίζουσα τὴν εὐθεῖαν ὁδεύει, ἀλλ´ ὅτε τῆς βασιλικῆς ἐκστᾶσα οἰκείᾳ γνώμῃ τὴν παρὰ φύσιν τρέπεται, αὐτὴ ἑαυτῆς καθεστῶσα κυρία. Ἐπειδὴ τοῦτο γέρας ἐξαίρετον παρὰ θεοῦ λαβοῦσα ἐλευθέρα καὶ αὐτοκράτωρ τυγχάνει, τῆς οἰκείας ὁρμῆς τὸ κριτήριον εἰς ἑαυτὴν ἀναδεδεγμένη· νόμος δὲ θεῖος αὐτῇ συνεζευγμένος κατὰ φύσιν, λαμπτῆρος καὶ φωστῆρος δίκην, ἐπιφωνεῖ ἔνδοθεν ὑπηχῶν αὐτῇ καὶ λέγων· « Ὁδῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ οὐδὲ ἀριστερά », βασιλικὴν τὴν κατὰ τὸν ὀρθὸν λόγον πορείαν εἶναι διδάσκων. Τοῦτον γὰρ ἁπάσῃ ψυχῇ φυσικὸν νόμον βοηθὸν αὐτῇ καὶ σύμμαχον ἐπὶ τῶν πρακτέων ὁ τῶν ὅλων δημιουργὸς ὑπεστήσατο, διὰ μὲν τοῦ νόμου τὴν εὐθεῖαν αὐτῇ παραδείξας ὁδόν, διὰ δὲ τῆς αὐτῇ δεδωρημένης αὐτεξουσίου ἐλευθερίας τὴν τῶν κρειττόνων αἵρεσιν ἐπαίνου καὶ ἀποδοχῆς ἀξίαν ἀποφήνας γερῶν τε καὶ μειζόνων ἐπάθλων τῶν ἐπὶ τοῖς κατορθουμένοις, ὅτι μὴ βεβιασμένως, γνώμῃ δὲ αὐτεξουσίῳ κατώρθου, παρὸν καὶ τὴν ἐναντίαν ἑλέσθαι· ὡς ἔμπαλιν τὴν τὰ χείριστα ἑλομένην ψόγου καὶ τιμωρίας εἶναι ἀξίαν, ἅτε οἰκείᾳ κινήσει τοῦ μὲν κατὰ φύσιν νόμου παραμελήσασαν, κακίας δὲ ἀρχὴν καὶ πηγὴν ἀπογεννήσασαν φαύλως τε ἑαυτῇ κεχρημένην οὐκ ἔκ τινος ἔξωθεν ἀνάγκης, ἀλλ´ ἐξ ἐλευθέρας γνώμης τε καὶ κρίσεως. Αἰτία δὴ τοῦ ἑλομένου, θεὸς ἀναίτιος. Οὔτε γὰρ φύσιν φαύλην ὁ θεὸς εἰργάσατο οὐδέ γε ψυχῆς οὐσίαν· ἀγαθῷ γὰρ οὐδὲν πλὴν ἀγαθὰ δημιουργεῖν θέμις· ἀγαθὸν δὲ πᾶν ὅ τι κατὰ φύσιν· ψυχῇ δὲ πάσῃ λογικῇ κατὰ φύσιν πάρεστι τὸ αὐτεξούσιον ἀγαθόν, καὶ τοῦτο ἐπ´ ἀγαθῶν αἱρέσει γεγενημένον. Φαύλως δὲ ὅτε πράττει, οὐ τὴν φύσιν αἰτιατέον· οὐ γὰρ κατὰ φύσιν, παρὰ φύσιν δὲ αὐτῇ γίνεται τὸ φαῦλον, προαιρέσεως ὂν ἀλλ´ οὐ φύσεως ἔργον· ᾧ γὰρ παρῆν δύναμις τῆς τἀγαθοῦ αἱρέσεως, ὅτε μὴ τοῦτο εἵλετο, ἑκὼν δὲ τὸ κρεῖττον ἀπεστράφη τοῦ χείρονος μεταποιηθείς, τίς ἂν τούτῳ τόπος ἀποφυγῆς λείποιτο τῆς οἰκείας αἰτίῳ καταστάντι νόσου τοῦ τε συμφύτου νόμου σωτῆρος οἷα καὶ ἰατροῦ παραμελήσαντι; Ὁ δὴ τούτων ἁπάντων μηδένα λόγον ποιούμενος ἀνάγκης τε καὶ ἄστρων φορᾶς ἀναρτῶν τὰ πάντα τῆς τε τῶν πλημμελουμένων ἀνθρώποις ἀτοπίας μὴ ἐξ ἡμῶν εἶναι φάσκων τὰ αἴτια, ἀλλ´ ἐκ τῆς τὰ πάντα κινούσης δυνάμεως, πῶς οὐκ ἀνόσιον καὶ δυσσεβῆ λογισμὸν εἰσφέροι ἄν; Εἴτε γὰρ αὐτόματον καὶ ἀπρονόητον θείη τὴν τοῦ παντὸς φοράν, ἐλέγχοιτ´ ἂν ὢν αὐτόθεν ἄθεος, πρὸς τῷ καὶ ἀβλεπτεῖν περὶ τὴν πάνσοφον ἁρμονίαν καὶ τὴν τῶν ὅλων διάταξιν εὖ καὶ ἐν κόσμῳ τὴν δι´ αἰῶνος κίνησιν ἀνακυκλουμένην· εἴτε θεοῦ πρόνοιαν ἄγειν καὶ φέρειν ἐπιστατεῖν τε τοῖς πᾶσι καὶ πανσόφῳ λόγῳ διοικεῖν ὁμολογήσει, οὐδ´ οὕτω τοῦ δυσσεβοῦς ἐκπέφευγε τὴν ἀτοπίαν, ἐπειδὴ τῶν ἐν ἀνθρώποις ἁμαρτανομένων τοὺς μὲν πλημμελοῦντας ἀπολύει, ὡς μηδὲν τῶν ἀτόπων ἐξ οἰκείας γνώμης διαπεπραγμένους, ἀνάγει δὲ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὴν καθόλου πρόνοιαν, Ἀνάγκην αὐτὴν καὶ Εἱμαρμένην ἀποκαλῶν καὶ πάσης τῆς ἐν ἀνθρώποις αἰσχρουργίας καὶ ἀρρητοποιίας ὠμότητός τε καὶ μιαιφονίας αἰτίαν εἶναι λέγων. Καὶ τίς ἂν εἴη τούτου δυσσεβὴς ἄλλος, τὸν τῶν ὅλων θεόν, αὐτὸν δὴ τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντός, εἰσάγων ἐπάναγκες ἐκβιαζόμενον τόνδε μὲν οὐκ ἐθέλοντα ἀσεβεῖν τοῦτο πράττειν καὶ ἄθεον εἶναι κατ´ ἀνάγκην καὶ εἰς ἑαυτὸν βλάσφημον, τόνδε δέ, ὃν αὐτὸς τὴν φύσιν ἄρρενα συνεστήσατο, πάσχειν παρὰ φύσιν τὰ θηλειῶν οὐ κατὰ προαίρεσιν, κατηναγκασμένον δὲ πρὸς αὐτοῦ, καὶ ἄλλον ἀνδροφόνον γίνεσθαι μὴ παρὰ τὴν οἰκείαν γνώμην, ὑπ´ ἀνάγκης δὲ ἐλαυνόμενον τοῦ θεοῦ, ὡς μηδ´ εὐλόγως ἐπιμέμφεσθαι τοῖς πλημμελοῦσιν, ἀλλ´ ἤτοι μηδὲ ἁμαρτήματα ταῦτ´ εἶναι ἡγεῖσθαι, ἢ τῶν κακῶν ἁπάντων ποιητὴν εἶναι τὸν θεὸν ἀποφαίνεσθαι; Εἴτε γὰρ αὐτὸς τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα ὁρῶν καὶ πάντων ἀκούων ταῦτα πράττειν ἀναγκάζοι εἴτε τὴν τοῦ παντὸς φορὰν καὶ τὴν τοιάνδε τῶν ἄστρων κίνησιν αὐτὸς τούτων ποιητικὴν καὶ ἀναγκαστικὴν ὑπεστήσατο, ὁ τὸ τοιόνδε συστήσας ὄργανον καὶ τὴν τῶν θηρωμένων παγίδα μηχανησάμενος εἴη ἂν αὐτὸς ὁ καὶ τῶν ἁλισκομένων αἴτιος. Εἴτ´ οὖν αὐτὸς καθ´ ἑαυτὸν εἴτ´ οὖν πάλιν αὐτὸς διά τινος ἄλλης πρὸς αὐτοῦ μεμηχανημένης ἀνάγκης τοὺς οὐκ ἐθέλοντας τοῖσδε τοῖς κακοῖς περιβάλλοι, αὐτὸς ἂν εἴη, καὶ οὐκ ἄλλος, ὁ πάντων κακῶν ποιητικός, καὶ οὐκέτ´ ἂν ἐν δίκῃ ἁμαρτητικὸς λέγοιτ´ ἂν ὁ ἄνθρωπος, ἀλλ´ ὁ τούτου ποιητὴς θεός. Καὶ τίς ἂν τούτου γένοιτ´ ἂν ἕτερος λόγων ἀσεβέστατος; Ὁ δὴ οὖν εἱμαρμένην εἰσάγων ἄντικρυς θεὸν καὶ θεοῦ πρόνοιαν ἐξωθεῖ, ὥσπερ ὁ τὸν θεὸν ἐφιστὰς τοῖς πᾶσιν ἀνέλοι ἂν τὸν περὶ εἱμαρμένης λόγον. Ἢ γὰρ ταὐτὸν ἂν εἴη θεὸς καὶ εἱμαρμένη ἢ θάτερον διεστὼς ἑτέρου· ταὐτὸν μὲν οὖν οὐκ ἂν γένοιτο. Εἰ γὰρ τὴν εἱμαρμένην εἱρμόν τινα αἰτιῶν εἶναί φασιν ἀπ´ αἰῶνος ἀπαραβάτως καὶ ἀμετακινήτως ἐκ τῆς τῶν οὐρανίων ἄστρων φορᾶς καθήκοντα, πῶς οὐ πράτερα ἂν εἴη τῆς εἱμαρμένης τὰ σωματικὰ στοιχεῖα, ἐξ ὧν καὶ τὰ οὐράνια συνέστηκεν, ὧν τὴν εἱμαρμένην συμβεβηκός τι σύμπτωμα λέγοι ἄν τις εἰκότως; Καὶ πῶς ἂν ταὐτὸν εἴη τὸ συμβεβηκὸς τοῖς στοιχείοις τῷ ἐπὶ πάντων θεῷ, εἰ δὴ τὰ στοιχεῖα ἄψυχα καὶ ἄλογα κατὰ τὴν οἰκείαν ἐπιθεωρεῖται φύσιν, ὁ δὲ θεὸς ἔξω σωμάτων αὐτοζωὴ καὶ σοφία τυγχάνει ὤν, τῆς ἐξ αὐτοῦ δημιουργίας τοῖς τε κατὰ μέρος στοιχείοις καὶ τῇ τῶν ὅλων διακοσμήσει τὴν ἀπόλαυσιν δωρούμενος; Οὐ ταὐτὸν ἄρα θεὸς καὶ εἱμαρμένη. Εἰ δὲ δὴ ἕτερον, πότερον κρεῖττον; Ἀλλ´ οὐδὲν τοῦ θεοῦ κάλλιον οὐδέ τι δυναμικώτερον. Οὐκοῦν κρατήσει καὶ περιέσται τοῦ χείρονος ἢ συγχωρῶν κακοποιῷ τυγχανούσῃ τῇ εἱμαρμένῃ αὐτὸς ἂν ἐφέλκοιτο τὴν αἰτίαν, ὃς δυνατὸς ἐπισχεῖν τὴν κακοποιὸν ἀνάγκην οὐκ ἐποίησε τοῦτο, ἀνῆκε δὲ ἄφετον ἐπὶ λύμῃ καὶ διαφθορᾷ τῶν ἁπάντων, μᾶλλον δὲ αὐτὸς τοῦτο εἰργάσατο, εἰ δὴ πάντων καὶ αὐτῆς εἱμαρμένης ποιητὴς καὶ δημιουργὸς εἰσάγοιτο. Εἰ δ´ οὐδεὶς αὐτῷ λόγος τῆς τοῦ παντὸς διατάξεως, ἀθέων αὖθις ἀνακύψειε φωνή, πρὸς ἣν τὰς ἀκοὰς ἀποκλειστέον, τῆς ἐνθέου προνοίας καὶ δυνάμεως ἐναργῶς ἀναφαινούσης ἑαυτὴν ἔκ τε τῶν καθόλου πανσόφων καὶ τεχνικῶν ἀποτελεσμάτων ἔκ τε τῶν καθ´ ἡμᾶς ἀναμφιλόγως τὴν ἐλεύθερον καὶ αὐτεξούσιον τῆς λογικῆς ψυχῆς δύναμιν παραδεικνυμένων. Καθ´ ἣν καίτοι μυρίων ἔξωθεν ἐμποδὼν τῇ τε τοῦ σώματος φύσει ταῖς τε κατὰ προαίρεσιν ἐφ´ ἡμῖν ὁρμαῖς κατά τι συμβεβηκὸς προσπιπτόντων, ὅμως πρὸς ἅπαντα τῆς κατὰ ψυχὴν ἀρετῆς τὸ ἐλεύθερον ἀντέχει, ἄμαχον καὶ ἀήττητον ἐφ´ ἡμῖν τῶν καλῶν τὴν αἵρεσιν ἐπιδεικνύμενον. Τοῦτο δὲ μάλιστα καὶ ὁ παρὼν καιρὸς τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας ἔργοις αὐτοῖς παρεστήσατο. Ὅτι γὰρ ταῦτα μὴ ψόφοι καὶ κενὰ ῥήματα, πάρεστί σοι τὸν τῶν θεοσεβῶν ἀγῶνα ἐπιβλέψαι καὶ συνιδεῖν τοὺς προαιρέσει αὐθεκουσίῳ τοὺς πόνους τῶν ὑπὲρ εὐσεβείας ἄθλων ἀναδεδεγμένους, οὓς καθ´ ὅλης τῆς ἀνθρώπων οἰκουμένης μυρία πλήθη Ἑλλήνων τε καὶ βαρβάρων ἐνεδείξατο, πάσας μὲν προθύμως τὰς κατὰ τοῦ σώματος ὑπομείναντα αἰκίας, πᾶν δὲ βασάνων εἶδος φαιδρῷ τῷ προσώπῳ διελθόντα καὶ τέλος πολυτρόποις σχήμασι τὴν ἀπὸ τοῦ σώματος λύσιν τῆς ψυχῆς ἀσπαστῶς καταδεξάμενα. Καὶ μὴν οὐδεὶς ἐνταῦθα λόγος ἐπιτρέψειε τὴν εἱμαρμένην αἰτιᾶσθαι. Ποῦ γάρ σοι ἐξ αἰῶνος τοιούσδε ἀθλητὰς εὐσεβείας ἤνεγκεν ἡ τῶν ἄστρων φορά; Ἢ πότε ὁ τῶν ἀνθρώπων βίος πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους καταβληθείσης διδασκαλίας τοιόνδε προβέβληται καθ´ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀγῶνα; Ποῦ δὲ τοιωνδὶ λόγων διδασκάλιον, δεισιδαίμονος μὲν πλάνης ἀναιρετικόν, ἑνὸς δὲ τοῦ ἐπὶ πάντων θεοῦ γνώσεως διδακτικόν, ἅπασιν ἀνθρώποις, Ἕλλησί τε καὶ βαρβάροις, ὁ πᾶς αἰὼν ἤνεγκε; Τίς δὲ ἐξ αἰῶνος τῶν πάλαι ἀοιδίμων σοφῶν, εἴτ´ οὖν βάρβαρος εἴτε Ἕλλην, τοιᾶσδέ ποτε ἠξιώθη εἱμαρμένης ὡς εἰς τὸν σύμπαντα κόσμον διαφανῆ καταστῆσαι τὸν ὑπ´ αὐτοῦ προβληθέντα λόγον γνωσθέντα τε μέχρι καὶ τῶν ἐσχατιῶν καὶ θεοῦ δόξαν παρὰ τοῖς αὐτῷ καθωσιωμένοις κτήσασθαι; Εἰ δὲ ταῦτα ἐξ αἰῶνος οὔτ´ ἦν οὔτε γέγονεν οὔτε ἀκοαῖς ἤκουσται, οὐκ ἦν ἄρα εἱρμὸς αἰτιῶν καὶ ἀνάγκη τὸ τούτων αἴτιον. Πάλαι γὰρ ἂν διὰ τῆς αὐτῆς ἀνακυκλήσεως καὶ περιφορᾶς τῶν ἄστρων οὐδεὶς ἦν φθόνος καὶ ἄλλους τῆς αὐτῆς τυχεῖν γενέσεώς τε καὶ εἱμαρμένης. Ἐκ ποίας δὲ ἄρα εἱμαρμένης ὁ μὲν ἡμέτερος σωτὴρ θεὸς ἐπιφανεὶς καθ´ ὅλης τῆς οἰκουμένης ἀνηγόρευται, οἱ δὲ πάλαι νενομισμένοι παρά τε Ἕλλησι καὶ βαρβάροις θεοὶ καθῄρηνται, καὶ οὐδ´ ἄλλως καθῄρηνται ἢ διὰ τῆς τοῦ νέου θεοῦ διδασκαλίας; Ποία δ´ αὐτὸν εἱμαρμένη θεὸν δημιουργὸν ἁπάντων πᾶσιν ἀνθρώποις κατήγγειλεν, εἱμαρμένην δὲ μὴ εἶναι φάναι ἐξηνάγκασε; Καὶ πῶς ἡ εἱμαρμένη μὴ εἶναι ἑαυτὴν λέγειν τε καὶ φρονεῖν ἐβιάσατο; Τί δὲ οἱ τῆς τοῦ σωτῆρος ἡμῶν εὐσεβοῦς ἕνεκα διδασκαλίας παντοίους ἄθλους πάλαι τε πρότερον ἠγωνισμένοι καὶ εἰσέτι δεῦρο διαθλοῦντες; Μιᾶς ἄρα καὶ τῆς αὐτῆς ἔτυχον μοίρας, ὡς ὑφ´ ἑνὶ λόγῳ καὶ διδασκαλίᾳ δουλωθῆναι μίαν τε γνώμην καὶ προαίρεσιν ἐνδείξασθαι καὶ ψυχῆς ἀρετὴν μίαν ἕνα τε καὶ τὸν αὐτὸν ἀναδέξασθαι βίον καὶ λόγον ἀγαπῆσαι τὸν αὐτὸν τάς τε αὐτὰς ἀγαπητικῶς ὑπομεῖναι πάθας δι´ ἔνστασιν εὐσεβείας. Καὶ τίς ἂν ὀρθὸς τοῦτο συγχωρήσειε λόγος, νέους κατὰ ταὐτὸ καὶ πρεσβύτας καὶ πᾶν μέτρον ἡλικίας ἀρρένων τε καὶ θηλειῶν γένη φύσεις τε βαρβάρων ἀνδρῶν, οἰκετικῶν ὁμοῦ καὶ ἐλευθερίων, λογίων τε καὶ παιδείας ἀμετόχων, οὐκ ἐν γωνίᾳ γῆς οὐδ´ ὑπὸ τοῖσδε γενομένων τοῖς ἄστροις, καθ´ ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης, εἱμαρμένης ἀνάγκῃ φάναι βεβιασμένους τόνδε τινὰ τῶν πατρῴων ἁπάντων προτιμῆσαι λόγον καὶ τὸν ὑπὲρ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ θάνατον ἀγαπητικῶς ἑλέσθαι τά τε περὶ ψυχῆς ἀθανασίας εὖ μάλα δόγματα παιδεύεσθαι καὶ φιλοσοφίαν οὐ τὴν ἐν λόγοις, τὴν δὲ δι´ ἔργων προτιμῆσαι; Ταῦτα γὰρ ἂν εἴη τὰ καὶ τυφλῷ δῆλα, ὡς οὐδεμιᾶς ἀνάγκης, μαθήσεως δὲ καὶ διδασκαλίας οἰκεῖα τυγχάνει, αὐθεκουσίου γνώμης καὶ προαιρέσεως ἐλευθέρας ἐναργῆ τυγχάνοντα παραδείγματα. Γένοιτο δ´ ἂν καὶ ἄλλα τοῦ προβλήματος παραστατικὰ μυρία, ὧν τὰ πολλὰ παρεὶς αὐτὸς μὲν τοῖς εἰρημένοις ἀρκεσθήσομαι, σοὶ δὲ τὸ σὸν ἀνάγνωσμα τῶν σεπτῶν σου φιλοσόφων καταλείψω σκοπεῖν, ὡς ἂν μάθοις ὅσον ἄρα τῶν χρησμῳδῶν σου θεῶν σοφώτερος ἦν καὶ βελτίων ὁ ἄνθρωπος ὁ τοὺς θαυμασίους χρησμοὺς ψευδεῖς ἀπελέγχων καὶ τὸν Πύθιον αὐτὸν ἐφ´ οἷς ἔχρησε περὶ εἱμαρμένης ἐπιρραπίζων. Ἄκουε δ´ οὖν αὖθις τοῦ τὴν τῶν Γοήτων φώραν τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος ἐπανορθοῦται δι´ ὧν γράφει τάδε κατὰ λέξιν·

ΚΕΦΑΛΑΙΟΝ Ζ'.

ΟΠΩΣ ΚΑΙ ΑΥΤΩΝ ΕΛΛΗΝΩΝ ΟΙ ΦΙΛΟΣΟΦΟΙ ΤΑΣ ΤΩΝ ΘΕΩΝ ΑΥΤΩΝ ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΔΟΞΑΣ ΟΡΘΟΤΕΡΟΙΣ tΑΠΗΛΕΓΞΑΝ ΛΟΓΙΣΜΟΙΣ· ΑΠΟ ΤΩΝ ΟΙΝΟΜΑΟΥ

« Σὲ οὖν ἐν Δελφοῖς καθῆσθαι, μὴ δυνάμενον μηδ´ εἰ βούλοιο σιωπᾶν ὁ δ´ Ἀπόλλων ἄρα ὁ τοῦ Διὸς υἱὸς νυνὶ βούλεται, οὐχ ὅτι βούλεται, ἀλλ´ ὅτι ὑπ´ ἀνάγκης εἰς τὸ βουληθῆναι τέτακται. Δοκῶ δέ μοι τὰ λοιπὰ πάντα παρείς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον οὐκ οἶδ´ ὅπως ὑπήχθην, οἰκεῖόν τι καὶ ἀξιοζήτητον ζητήσειν πρᾶγμα. Ἀπόλωλε γάρ, τό γε ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ εἴτε ἕρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα, Δημόκριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἀποδεῖξαι. Ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρώποις· εἰ δ´ ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα. Ἀλλ´ οὐκ εἰκὸς οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν·

«  Ἐχθρὲ περικτιόνεσσι, φίλ´ ἀθανάτοισι θεοῖσιν,
εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο.
»

Τί γάρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι καὶ δύναμαι, εἴ μοι δόξαι, ἧσθαι καὶ πεφυλάχθαι; ἔξεστιν, εἴποις ἄν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ´ ἐγὼ προσέταττον;

« Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε,
Πήλιον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι,
ἔνθ´ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν.
Ἀλλ´ ἴθι, μηκέτι μέλλε.
»

Ἦ γὰρ ὡς ἀληθῶς ἐπ´ ἀνθρώπῳ τί ἐστιν, ὦ Ἄπολλον, καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι ἐγώ; Καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν ὅτι εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν κτίζειν, καὶ ἵξομαι καὶ κτιῶ, εἴτε λέγοις εἴτε μή, καὶ εἴτε βουλοίμην εἴτε μή. Εἰ δέ με δεῖ καὶ βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι, ἀλλὰ σύ, ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. ἔοικα δή σοι μᾶλλον προσέξειν·

« Ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
»

Ἀγγελῶ νὴ Δία (φήσει τάχα που τις τετυφωμένος ἢ σὲ ἐλέγχων), κἂν μὴ κελεύσῃς· πέπρωται γάρ. Καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ´ ἐπ´ αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. Σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μηνῦσαι αὐτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν οὐδ´ ἂν Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν οὐδ´ ἂν οἱ Πάριοι Θάσον ᾤκησαν. Οὐκ οἶδ´ οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα δὲ ἃ λέγεις. Ἀλλ´ ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος οὐ πάρεργος, ἐκεῖνό μοι λέγε (ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ)· ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ σύ; Φαίης ἄν. Τοῦτο δὲ ὁπόθεν ἴσμεν; Τῷ ποτ´ ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; Ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν; Τί δ´, ὅτι ζῷά ἐσμεν πῶς ποτ´ ἄρα ἐξεύρομεν; Πῶς δ´ ὅτι καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι καὶ ἀνθρώπων ὁ μὲν γόης, ὁ δὲ γόητος ἀπελέγκτης· ὡς δ´ ἂν σύ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεός, καὶ ὁ μὲν μάντις, ὁ δὲ συκοφάντης; Καὶ ἔστω γέ σοι οὕτως ἔχον, ἐάνπερ ἔγωγε ἁλῶ. Πῶς δ´ ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν; —Τί φῄς; Ἆρ´ οὐκ ὀρθῶς ἐκρίναμεν τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; —  Δηλονότι. Οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώτερον οὔτε πρεσβύτερον οὔτε πιστότερον. Ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὥς σέ τις εἰς Δελφοὺς παραγενέσθω λοιπὸν ὄνομα Ἀλκμαίων, ἀπεκτονὼς τὴν μητέρα καὶ οἴκοθεν ἐλαυνόμενος καὶ οἴκαδε ἐπιθυμῶν. Οὐ γὰρ οἶδεν οὔτ´ εἰ ἔστι τι αὐτὸς τὸ παράπαν οὔτ´ εἰ οἴκοθεν ἐλαύνεται οὔτ´ εἰ οἴκαδε ἐπιθυμεῖ· ἀλλ´ εἰ καὶ μαίνεται ὁ Ἀλκμαίων καὶ ὑπονοεῖ τὰ μὴ ὄντα, ὅ γε Πύθιος οὐ μαίνεται. Μηδὲ λέγε οὕτως·

« Νόστον δίζηαι πατρίην ἐς γαῖαν ἱκέσθαι,
Ἀμφιαρηιάδη.
»

Οὐδὲ γὰρ σὺ οἶσθά πω εἴ σέ τις ἐρωτᾷ Ἀμφιαρηιάδης οὐδ´ εἰ σὺ τὶ εἶ ὁ ἐρωτώμενος καὶ λέγειν ἔχων περὶ ὧν τις ἐρωτᾷ. Μηδὲ Χρύσιππος ἄρα ὁ τὴν ἡμιδουλείαν εἰσάγων, ὅ τί ποτέ ἐστιν αὐτὸ τοῦτο, ἀπαντάτω εἰς τὴν Στοὰν μηδ´ οἰέσθω ἀπαντήσεσθαι τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν οὖτιν· μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς μὲν Ἀρκεσίλαον παρόντα, πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα. Τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος, τί δὲ ὁ Ἐπίκουρος ἢ τί ἡ Στοὰ ἢ τί οἱ νέοι ἢ τίς ὁ οὖτις, οὔτ´ οἶδεν οὔτε οἷος εἰδέναι· πολὺ γὰρ πρότερον οὐδ´ εἰ αὐτός τί ἐστιν οἶδεν. Ἀλλ´ οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς οὔτε ὁ Δημόκριτος, εἰ λέγοι τις ταῦτα· οὐ γὰρ εἶναι πιστότερον μέτρον οὗ λέγω· οὐδ´ εἰ δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γ´ ἂν παρισωθείη· ἢ παρισωθείη μὲν ἄν, ὑπερβάλλοι δὲ οὐκ ἄν.

Οὐκοῦν, φήσειεν ἄν τις, ὦ Δημόκριτε, καὶ σύ, ὦ Χρύσιππε, καὶ σύ, ὦ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν (οὐ γὰρ ἔτι τὰς πολλὰς ἐκείνας βίβλους εἶναι), φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν· τί δή ποτε, ἔνθα μὲν ἂν ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύτατον, ἔνθα δ´ ἂν μὴ δοκῇ, ἐκεῖ καταδυναστεύσει τι λεληθὸς αὐτοῦ, Εἱμαρμένη 〈ἢ〉 Πεπρωμένη, διαφορὰν ἑκάστῳ ὑμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῶν μικρῶν ἐκείνων σωμάτων τῶν φερομένων κάτω καὶ ἀναπαλλομένων ἄνω καὶ περιπλεκομένων καὶ διαλυομένων καὶ διισταμένων καὶ παρατιθεμένων ἐξ ἀνάγκης; Ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα, τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων. Οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ βαδίζειν καὶ τοῦ ἄγεσθαι, οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγκάζεσθαι. Ὧν δὲ ἕνεκα ταῦτα προσεισήνεγκα τῷ λόγῳ; Ὅτι σε ἐκπέφευγεν, ὦ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς, καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτά γε οὐκ ἂν εἰδείης, ὧν τὰ πείσματα ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλήσεως. Αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή· ὃν δὲ ἡ ἀρχή, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν, ἦ πού γε τὰ μετὰ τὴν ἀρχὴν εἰδείη ἂν οὗτος; Ἀναίσχυντος δηλαδὴ ὁ Λαΐῳ προμαντευόμενος ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. Ἤμελλε γάρ που ὁ φὺς κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως, καὶ οὔτε τις Ἀπόλλων οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκανὸς οὐδεμιᾷ δυνάμει ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις οὔτε γενέσεως ἀνάγκη. Ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἁπάντων, τὸ μίγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. Προσεοικέναι γὰρ αὐτόν, ὡς λέγουσιν οἱ σοφώτεροι, τῷ Εὐριπιδείῳ λόγῳ· τεκνῶσαι μὲν γὰρ ἐθελῆσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄψιν· τεκνώσαντι δ´ αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος ἀποθανεῖν· οὕτως οὖν τὴν ἐπὶ τῷ μέλλοντι ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν. Ἦν δέ που καὶ ὁ φὺς τῆς ἰδίας βουλήσεως κύριος, ὥσπερ ὁ φύσας, καὶ ὡς ἐκεῖνος τοῦ τεκνῶσαι καὶ μή, οὕτως οὗτος τοῦ ἀποκτεῖναι καὶ μή. Τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ´ ἐκεῖνο ἦν ὃ ἔλεγε, τὸ

«  Καὶ πᾶς σὸς οἶκος βήσεται δι´ αἵματος. »

Ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος ἐπὶ γάμῳ μητρὸς καὶ τυραννίδι, ἣν παρέλαβεν ἐπ´ αἰνίγματος λύσει, παίδων δὲ ἀλληλοκτόνοι σφαγαὶ ἐπὶ φυγῇ μὲν ἐκ τῆς ἀρχῆς τοῦ ἑτέρου, τοῦ δὲ ἑτέρου πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ· ὧν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων πῶς ἂν εἴη σοι ἐξεπίστασθαι ἢ ὁ εἱρμὸς συνδεῖν δύναιτο; Εἰ γὰρ αὑ〈τοῦ〉 κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο, ἢ γήμας μὴ ἐτετύφωτο μηδ´ ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ´ ἕκαστα ἐπράχθη; Πῶς δ´ ἂν τῶν ὀφθαλμῶν ἥψατο; Πῶς δ´ ἂν τοῖς παισὶν ἐπηράσατο τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν; Τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον ἐγεγόνει, μὴ προτέρων αἰτιῶν γιγνομένων, ἢ σὺ τί τῶν μελλόντων λέγειν ἠδύνασο; Πάλιν δ´ αὖ εἰ συμβάντες οἱ παῖδες ἅμα ἐβασίλευον, ἢ εἰ συνθέμενοι παρὰ μέρος ἔμενον ἐπὶ τοῖς συγκειμένοις, ἢ εἰ ὁ ἀπελαθεὶς ἔγνω μὴ εἰς Ἄργος, ἀλλ´ εἰς Λιβύην ἢ εἰς Περραιβοὺς ἀπελθεῖν, ἢ εἰ ἐλθὼν ἐπὶ τὸ Ἄργος ἔγνω ταριχοπωλεῖν καὶ μὴ πλουσίαν λαβεῖν γυναῖκα, ἀλλὰ χερνῆτίν τινα ἢ κάπηλιν, ἢ εἰ ὁ Ἄδραστος μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ, ἢ εἰ ὁ μὲν ἔδωκεν, ὁ δ´ οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ, ἢ εἰ ἐπιθυμήσας ἐκράτησεν ἑαυτοῦ, ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιαρχῶν ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκολούθουν, ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο  τῷ ἀδελφῷ, ἀλλ´ ἢ συμβὰς ἐβασίλευσεν ἅμα αὐτῷ ἢ μὴ βουλομένῳ ἀνεχώρησε, πεισθεὶς Εὐριπίδῃ λέγοντι·

« ἀσύνετα δ´ ἦλθες καὶ σὺ πορθήσων πάτραν, »

ἢ εἰ οὗτος μὲν μή, ὁ δ´ ἕτερος, τῶν Εὐριπιδείων ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων·

« εἶθ´ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς,
σὺ δ´ οὐκ ἀνέξῃ δωμάτων ἔχειν ἴσον,
»

πῶς ἂν συστάντες ἐμάχοντο καὶ Λαΐου πᾶν δῶμα ἔβη δι´ αἵματος; Ἀλλὰ μήν, φήσεις, γέγονε ταῦτα. Γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; Ἢ οὐχ ὁρᾷς ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύναμις; Οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβὼν διατεμῶ τὸν εἱρμὸν ὑμῶν ἀποφανῶ τε ἀδύνατον ὄντα. Ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις, ἡ δὲ ὑπόθεσις ἐκ διακοπτικῆς εἱρμοῦ δυνάμεως ὅλη συντέτακται. Ἢ ὃ λέγω οὐ συνιεῖς; Ἀλλὰ καθ´ ἑκάστην ὑπόθεσιν, ὦ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα ἢ πολλὰς ἐν αὐτῇ. Αἱ δὲ ἀρχαὶ αἰεὶ τὰ μέχρι αὐτῶν διακόψασαι αὐταὶ ἄλλα προάγουσι πράγματα· τὰ δ´ ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ´ ὅσον ἐὰν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ´ αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν, ἀλλ´ ἑαυτῇ κελεύσῃ. Εἴη δ´ ἂν ἀρχὴ καὶ ὄνος καὶ κύων καὶ ψύλλα, οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν, ἀλλ´ ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἣ  καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. Σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ.

« Τρηχῖν´ ἐξεῖλες πόλιν Ἡρακλέος θείοιο,
ὦ Λοκρέ· σοὶ δὲ Ζεὺς ἄτας δῶκ´ ἠδ´ ἔτι δώσει.
»

Τί φῄς; Οὐ γὰρ ἐπέπρωτο ὑφ´ ὑμῶν ἐξαιρεθῆναι αὐτήν; Καὶ τί αἴτιοι ἡμεῖς, ἀλλ´ οὐχ ἡ ὑμετέρα ἀνάγκη; Οὐ δίκαια ποιεῖς, ὦ Ἄπολλον, οὐδ´ ὀρθῶς ἐπιτιμᾷς τοῖς οὐδὲν ἀδικοῦσιν ἡμῖν. Ὁ δὲ Ζεὺς οὗτος, ἡ τῆς ὑμετέρας ἀνάγκης ἀνάγκη, τί ἡμᾶς τίνυται, ἀλλ´ οὐκ, εἴπερ ἄρα, ἑαυτόν, ὅτι τοιαύτην κατέδειξεν εἶναι τὴν ἀνάγκην; Τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; Ἢ τί ἡμεῖς, ὡς ὄντες τούτου κύριοι, λιμώττομεν; Ἀλλὰ καὶ ἤτοι ἀνοικισθήσεται πρὸς ἡμῶν ἢ οὔ· ὁπότερον δ´ ἂν ᾖ, τοῦτο πέπρωται. Λῆξον δή, ὦ Ζεῦ λιμοποιέ, τοῦ θυμοῦ· ἔσται γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. Παῦσαι δὲ καὶ σύ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ ὃ δὴ ἔσται, κἂν σὺ σιωπᾷς. Ἡμεῖς δέ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τουτέστιν ἀναγκοθετήσεως; Τί δ´ ἡμῖν καὶ ταῖς ὑμετέραις ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν;

« Οἰταῖοι, μὴ σπεύδετ´ ἀτασθαλίῃσι νόοιο. »

Ἀλλ´ οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ´ ἐλαυνόμεθα, οὐδὲ ἀτασθαλίαις, ἀλλὰ τῇ ὑμετέρᾳ ἀνάγκῃ. Τὸν δὲ Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς οὐκ ἦν ἀγαθὸς οὔτε ἑκὼν οὔθ´ ἑλόμενος, ἀλλ´ ἄκων; Εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. Ἔοικε δὲ ὃ νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κολάζοι. Δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ πονηροί, ὅτι οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοί, ἀγαθοῖς γίνεσθαι, οὐ μόνον δέ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι πονηρούς· οἵ τε ἀγαθοὶ εἰ ἐξηγκωνισμένοι περιπατοῖεν, οὐκ ἐπιτρέψει τις αὐτοῖς, ἀλλὰ φήσει· Ὦ Χρύσιππέ τε καὶ Κλέανθες καὶ ὅσοι τούτου τοῦ χοροῦ (ὑμεῖς γὰρ πεποίησθε εἶναι ἀγαθοί), ἐγὼ μὲν ἀρετὴν ἐπαινῶ, ὑμᾶς δὲ τοὺς ἐναρέτους οὐκ ἐπαινῶ. Ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλά, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλημάτων. Τί γὰρ πάθῃ ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας;

« Εὐτάκτων θνητῶν βιοτῇ θεοὶ ἵλαοί εἰσιν,
εὐσεβέων θ´ ἁγίας θυσίας τιμάς τε δέχονται.
»

Δοκεῖτε δέ μοι οὐκ ἂν ταῦτα λέγειν, μὴ πεπεισμένοι ὅτι οὐκ ἄκοντες, ἀλλὰ βουλόμενοι χωροῦσιν ἐφ´ ἃ χωροῦσιν. Ἃ δ´ ἂν βουληθῶσιν, οὔτε θεὸς οὔτε ἄνθρωπος σοφιστής, οὕτω προεληλεγμένων, τολμήσει λέγειν ὅτι ὑποτέτακται· ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν ποιησόμεθα, σκύτος δέ τι τῶν εὐτόνων λαβόντες, ὡς ἐπ´ ἀνάγωγον παῖδα, τὰς πλευρὰς εὖ μάλα καταξανοῦμεν αὐτοῦ. »

Τοσαῦτα πρὸς τὸν χρησμῳδὸν ὁ Οἰνόμαος ἀπετείνατο. Σὺ δ´ ἀλλ´ εἰ μὴ τῷ τοιῷδε χαίρεις, λαβὼν ἀνάγνωθι τὰ ἐκ τῶν ἄλλων φιλοσόφων περὶ εἱμαρμένης οὐ μόνον τῶν προπαρατεθέντων χρησμῶν ἀνατρεπτικά, ἀλλὰ καὶ τῶν ἄλλως καθόλου περὶ τοῦ δόγματος ὑπονοουμένων. Ἐπειδὴ γὰρ μὴ μόνον ἀμαθεῖς καὶ ἰδιῶται, ἤδη δὲ καὶ ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ μέγα φρονήσαντες πλείους κατεσύρησαν ὁμόσε τῷ δόγματι, ἡγοῦμαι δεῖν ἀναγκαίως τὰς αὐτῶν τῶν φιλοσόφων πρὸς σφᾶς αὐτοὺς ἀντιλογίας τε καὶ ἀντιρρήσεις ἐκθέσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος διάσκεψιν. Πρῶτα δὴ οὖν σοι παραναγνώσομαι ἀπὸ τῶν Διογενειανοῦ τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ ἀντειρημένα·

ΚΕΦΑΛΑΙΟΝ Ηʹ.

ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΔΙΟΓΕΝΕΙΑΝΟΥ ΤΟΥ ΠΕΡΙΠΑΤΗΤΙΚΟΥ

« Ἄξιον δὲ ἐπὶ τούτοις ἅπασι παραθέσθαι καὶ τὰ δοκοῦντα Χρυσίππῳ τῷ Στωικῷ περὶ τοῦ λόγου τοῦδε. Οὗτος γὰρ ἐν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ βουλόμενος δεικνύναι τὸ δὴ πάνθ´ ὑπὸ τῆς ἀνάγκης καὶ τῆς εἱμαρμένης κατειλῆφθαι, μαρτυρίοις ἄλλοις τέ τισι χρῆται καὶ τοῖς οὑτωσὶ παρ´ Ὁμήρῳ τῷ ποιητῇ λεγομένοις·

« Ἀλλ´ ἐμὲ μὲν κὴρ
ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ·
»

καί·

« Ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα
γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ·
»

καί·

« Μοῖραν δ´ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, »

οὐ θεωρῶν ὅτι τὰ ἀλλαχοῦ πάλιν παρὰ τῷ ποιητῇ λεγόμενα τούτοις ἄντικρυς ἠναντίωται, οἷς καὶ αὐτὸς ἐν τῷ δευτέρῳ βιβλίῳ χρῆται βουλόμενος συνιστᾶν

« τὸ καὶ παρ´ ἡμᾶς πολλὰ γίνεσθαι, οἷον τὸ
αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο
»

καὶ τὸ

« ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται.
Ἐξ ἡμέων γάρ φασι κάκ´ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε´ ἔχουσι.
»

Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῷ πάντα γίνεσθαι καθ´ εἱμαρμένην ἠναντίωται. Οὐ μὴν οὐδ´ ἐκεῖνο συνιδεῖν ἠδυνήθη, τὸ μηδαμῶς τὸν Ὅμηρον μηδ´ ἐν ἐκείνοις τοῖς ἔπεσι συμμαρτυρεῖν αὐτοῦ τῷ δόγματι. Οὐ γὰρ τὸ πάντα γίνεσθαι καθ´ εἱμαρμένην, ἀλλὰ μᾶλλον τό τινα κατ´ ἐκείνην συμβαίνειν δι´ αὐτῶν ὑποβάλλων εὑρεθήσεται. τῷ γὰρ

« Ἀλλ´ ἐμὲ μὲν κὴρ
ἀμφέχανε στυγερή, ἥτις λάχε γεινόμενόν περ,
»

οὐχ ὅτι πάντα κατὰ τὴν κῆρα συμβαίνει λέγοιτο ἄν, ἀλλ´ αὐτὸ τὸ τεθνήξεσθαι· καὶ γὰρ ὡς ἀληθῶς παντὶ γεννητῷ ζῴῳ θανεῖν καθείμαρται. Ἀλλὰ μὴν  καὶ τὸ

« Ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα
γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ
»

τὸ αὐτὸ βούλεται. Οὐ γὰρ ὅτι πάντα αὐτῷ καθ´ εἱμαρμένην τὰ μετὰ ταῦτα συμβήσεται λέγει, ἀλλ´ ὅτι κατ´ ἀνάγκην αὐτῷ τινὰ συμβήσεται. Ἡ γὰρ τοῦ ἅσσα διαστολὴ τί ποτε ἕτερον ἢ τοῦτο σημαίνει; πολλὰ δὲ κατ´ ἀνάγκην ἡμῖν, εἰ καὶ μὴ πάντα, ἐπίκειται. καὶ τὸ

«  Μοῖραν δ´ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν »

Ἄριστα εἴρηται. Τίς γὰρ ἂν δύναιτο τὰ κατ´ ἀνάγκην παντὶ ζῴῳ συγκυροῦντα διαφυγεῖν; Ὥστ´ οὐχ ὅπως σύμψηφον ἂν ἔχοι τὸν Ὅμηρον Χρύσιππος ἐν τῷ πάντα καθ´ εἱμαρμένην γίνεσθαι νομίζειν, ἀλλὰ καὶ ἐναντιούμενον, εἴ γε ἐκεῖνος μὲν ὅτι πολλὰ γίνεται παρ´ ἡμᾶς σαφῶς καὶ πολλάκις εἴρηκε, τὸ δ´ ὅτι κατὰ ἀνάγκην πάντα συμβαίνει, οὐδαμοῦ ῥητῶς λέγων ἂν εὑρεθείη. Καὶ τῷ ποιητῇ μέν, ἅτε οὐ τὴν ἀλήθειαν ἡμῖν τῆς τῶν ὄντων φύσεως ὑπισχνουμένῳ, ἀλλὰ μιμουμένῳ πάθη τε καὶ ἤθη καὶ δόξας παντοίας ἀνθρώπων, ἁρμόττον ἂν εἴη καὶ τὰ ἐναντία λέγειν πολλάκις· φιλοσόφῳ δὲ οὔτε τὰ ἐναντία λέγειν οὔτε ποιητῇ δι´ αὐτὸ τοῦτο χρῆσθαι μάρτυρι. »

Καὶ μεθ´ ἕτερά φησι·

« Τεκμήριον δὲ καὶ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιππος οἴεται τοῦ ἐν ἅπασιν εἱμαρμένην τὴν θέσιν τῶν τοιούτων ὀνομάτων. Τήν τε γὰρ πεπρωμένην πεπερασμένην τινά φησιν εἶναι καὶ συντετελεσμένην διοίκησιν, τήν τε εἱμαρμένην εἰρομένην τινὰ εἴτε ἐκ θεοῦ βουλήσεως εἴτε ἐξ ἧς δή ποτε αἰτίας. Ἀλλὰ καὶ τὰς Μοίρας ὠνομάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ. Οὕτως δὲ καὶ τὸ χρεὼν εἰρῆσθαι τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην. Τόν τε ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς ὑποβάλλει χρόνους ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι´ ὧν ἐπιτελεῖται. Καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι τὰ πάντα καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι διέξοδον. Ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια φλυαρῶν ἀποδεικνύναι τὴν ἐν ἅπασιν ἀνάγκην νομίζει. Ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν εἰ τοιαῦτα λέγων οὐκ ᾐσθάνετο τῆς ματαιολογίας τῆς ἑαυτοῦ. Ἔστω γὰρ ταύταις ταῖς ἐννοίαις κεχρημένους τοὺς ἀνθρώπους, καθὼς αὐτὸς ἐτυμολογεῖ, τὰ ὀνόματα τεθεῖσθαι τὰ ἐκκείμενα, δοξάζοντας τὰ πάντα κατειληφέναι τὴν εἱμαρμένην καὶ ἀμεταθέτους εἶναι τὰς ἐξ αἰῶνος προκατειλημμένας ἐν πᾶσι τοῖς οὖσί τε καὶ γινομένοις αἰτίας. Τί οὖν ἀκολουθεῖς, ὦ Χρύσιππε, πάσαις ταῖς τῶν ἀνθρώπων δόξαις καὶ οὐδεμία σοι περὶ οὐδενὸς φαίνεται διεψευσμένη, ἀλλὰ πάντες τῆς ἀληθείας εἰσὶ θεωρητικοί; Πῶς οὖν οὐδένα φῂς ἄνθρωπον, ὃς οὐχὶ μαίνεσθαί σοι δοκεῖ κατ´ ἴσον Ὀρέστῃ τε καὶ Ἀλκμέωνι, πλὴν τοῦ σοφοῦ; Ἕνα δὲ ἢ δύο μόνους φῂς σοφοὺς γεγονέναι, τοὺς δὲ ἄλλους ἐξ ἀφροσύνης ἐπ´ ἴσης μεμηνέναι τοῖς προειρημένοις; Πῶς δὲ ἀνασκευάζεις αὐτῶν τὰς δόξας ἐκείνας ὡς διημαρτημένας, οἷον τὰς περὶ πλούτου καὶ δόξης καὶ τυραννίδος καθόλου τε ἡδονῆς, ἅπερ ἀγαθὰ νενομίκασιν οἱ πλεῖστοι; Πῶς δὲ τοὺς κειμένους νόμους ἡμαρτῆσθαι φῂς ἅπαντας καὶ τὰς πολιτείας; Ἢ διὰ τί πλῆθος τοσούτων βιβλίων συνέγραψας, εἰ περὶ μηδενὸς εἶχον οἱ ἄνθρωποι δόξας διημαρτημένας; Οὐ γὰρ ὅταν μὲν ταὐτὰ σοὶ δοξάζωσιν, ὀρθῶς φρονεῖν αὐτοὺς φήσομεν, ὅταν δὲ διάφορα, μαίνεσθαι. Πρῶτον μὲν γὰρ οὐδὲ σὺ φῂς σοφὸν εἶναι σεαυτόν, μή τι γε ἡμεῖς, ἵνα κριτήριον ποιώμεθα τοῦ καλῶς ποτε ἐκείνους φρονεῖν τὸ τῇ σῇ δόξῃ συνδραμεῖν· ἔπειτ´, εἰ καὶ τοῦτο ἦν ἀληθές, τί λέγειν ἐχρῆν μαίνεσθαι πάντας ἐπ´ ἴσης καὶ οὐχὶ καθὸ μὲν ἐφαίνοντο ταὐτὰ σοὶ δοξάζοντες κατὰ τοῦτο αὐτοὺς ἐπαινεῖν, ὡς ὀρθοῦ τινος ἐπειλημμένους, καθὸ δὲ διεφώνουν ἁμαρτάνειν αὐτοὺς ὑπολαμβάνειν; Μαρτύριον μέντοι τῆς ἀληθείας ἱκανὸν ἡγεῖσθαι τὸ δοκοῦν ἐκείνοις οὐδὲ οὕτως ἐχρῆν, οὓς εἰ καὶ μὴ μαίνεσθαι καθάπερ σὺ οἴει, ἀλλὰ πολύ γε ἀφεστηκέναι σοφίας πᾶς ἄν τις ὁμολογήσειε. Γελοίως οὖν καὶ σὺ χρήσῃ μάρτυσι τούτοις διὰ τῆς θέσεως τῶν ὀνομάτων, οὓς οὐδὲν ἂν κατά γε σύνεσιν σεαυτοῦ φήσαις διαφέρειν, εἰ μὴ ἄρα τοὺς ἐξ ἀρχῆς θεμένους ταῦτα τὰ ὀνόματα σοφοὺς εἶναι συμβέβηκεν, ὅπερ οὐδαμῶς δεῖξαι δυνήσῃ. Ἀλλὰ γὰρ δεδόσθω σοι τοῦθ´ οὕτως ἔχειν καὶ τὰ ὀνόματα ἐκεῖνα τίθεσθαι ὡς σὺ βούλει τὰς σημασίας ἔχοντα, καὶ μὴ κατὰ δόξας ψευδεῖς τὸ τοιοῦτον γεγονέναι· ποῦ τοίνυν δι´ αὐτῶν σημαίνεται τὰ πάντα ἁπαξαπλῶς καθ´ εἱμαρμένην εἶναι, καὶ μή, εἰ ἄρα, ταῦτα μόνα ὧν ἐστιν εἱμαρμένη; Ὅ τε γὰρ τῶν Μοιρῶν ἀριθμὸς καὶ τὰ ὀνόματα αὐτῶν καὶ ὁ τῆς Κλωθοῦς ἄτρακτος καὶ τὸ ἐπειλημένον αὐτῷ νῆμα καὶ τὸ ἐπίκλωσμα τούτου καὶ ὅσα τοιαῦτα ἄλλα λέγεται ἐν ἐκείνοις, ἐνδείκνυται τὸ ἀπαράβατον καὶ ἐξ αἰῶνος καθῆκον τῶν αἰτιῶν, ὅσα οὑτωσὶ κατηνάγκασται γενέσθαι καὶ ὅσα ἄλλως ἔχειν κεκώλυται. Πολλὰ δ´ ἂν εἴη τὰ τοιαῦτα. Ὅσα δὲ οὐχ οὕτω γίνεται, τούτων τισὶ μὲν οἱ ἄνθρωποι θεοὺς διοικητὰς καὶ δημιουργοὺς ἐπεφήμισαν, τινῶν δὲ ἡμᾶς αὐτοὺς αἰτίους ὑπέλαβον, ἄλλων δὲ αὖ πάλιν τὴν φύσιν, ἄλλων τὴν Τύχην· ἧς τὸ εὐμετάβολον καὶ ἄστατον καὶ νῦν μὲν οὕτω, νῦν δὲ οὕτως ἔχον ἐνδείξασθαι βουλόμενοι, εἰδωλοποιήσαντες τὸ ποιὸν τοῦτο σύμπτωμα τῶν πραγμάτων ἐπὶ σφαίρας βεβηκυῖαν τὴν Τύχην ἔδειξαν. Ἢ οὐχὶ δεδόξασται παρὰ τοῖς ἀνθρώποις καὶ ταῦτα; Καὶ γὰρ εἴ ποτε συνταράττουσι τὰ αἴτια καὶ ὅσα μὲν καθ´ εἱμαρμένην ἢ κατὰ τύχην γίνεται, ταῦτα ἐκ θείας δυνάμεως γίνεσθαι νομίζουσιν, ὅσα δὲ παρ´ ἡμᾶς, ταῦτα καθ´ εἱμαρμένην, ἀλλ´ ὅτι γε πάντα τὰ αἴτια ταῦτα ἐν τοῖς οὖσιν εἶναι δοξάζουσι παντί που δῆλον. Ὥστε οὐδὲ τὰς τῶν ἀνθρώπων ὑπολήψεις οὐδὲ τὰς θέσεις τῶν τοιούτων ὀνομάτων συμμαρτυρεῖν τῇ Χρυσίππου δόξῃ συμβέβηκεν. »

Τούτοις ἑξῆς ἐπιλέγει·

« Ἐν μὲν οὖν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ τοιαύταις τισὶν ἀποδείξεσι κέχρηται, ἐν δὲ τῷ δευτέρῳ λύειν πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα τῷ λόγῳ τῷ πάντα κατηναγκάσθαι λέγοντι, ἅπερ καὶ ἡμεῖς κατ´ ἀρχὰς ἐτίθεμεν· οἷον τὸ ἀναιρεῖσθαι δι´ αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν προθυμίαν περὶ ψόγους τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ´ ὅσα παρὰ τὴν ἡμετέραν αἰτίαν γιγνόμενα φαίνεται. Φησὶν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ τὸ μὲν ἐξ ἡμῶν πολλὰ γίνεσθαι δῆλον εἶναι, οὐδὲν δὲ ἧττον συγκαθειμάρθαι καὶ ταῦτα τῇ τῶν ὅλων διοικήσει. Κέχρηταί τε παραδείγμασι τοιούτοις τισί· τὸ γὰρ μὴ ἀπολεῖσθαι, φησί, θοἰμάτιον οὐχ ἁπλῶς καθείμαρτο, ἀλλὰ μετὰ τοῦ φυλάττεσθαι, καὶ τὸ ἐκ τῶν πολεμίων σωθήσεσθαι τόνδε τινὰ μετὰ τοῦ φεύγειν αὐτὸν τοὺς πολεμίους, καὶ τὸ γενέσθαι παῖδας μετὰ τοῦ βούλεσθαι κοινωνεῖν γυναικί. Ὥσπερ γάρ, φησίν, εἰ λέγοντός τινος Ἡγήσαρχον τὸν πύκτην ἐξελεύσεσθαι τοῦ ἀγῶνος πάντως ἄπληκτον ἀτόπως ἄν τις ἠξίου καθιέντα τὰς χεῖρας τὸν Ἡγήσαρχον μάχεσθαι, ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν, τοῦ τὴν ἀπόφασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀνθρώπου πρὸς τὸ μὴ πλήττεσθαι φυλακὴν τοῦτο εἰπόντος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει. Πολλὰ γὰρ μὴ δύνασθαι γενέσθαι χωρὶς τοῦ καὶ ἡμᾶς βούλεσθαι καὶ ἐκτενεστάτην γε περὶ αὐτὰ προθυμίαν τε καὶ σπουδὴν εἰσφέρεσθαι, ἐπειδὴ μετὰ τούτου, φησίν, αὐτὰ γενέσθαι καθείμαρτο. Πάλιν οὖν κἀνταῦθα θαυμάσειέ τις ἂν τἀνθρώπου τὸ ἀθεώρητον καὶ ἀνεπιλόγιστον καὶ τῶν ἐναργειῶν καὶ τῆς τῶν ἰδίων λόγων ἀνακολουθίας. Οἶμαι γὰρ ὅτι καθάπερ τὸ καλούμενον γλυκὺ τῷ καλουμένῳ πικρῷ συμβέβηκεν ἐναντιώτατον εἶναι, τῷ τε λευκῷ τὸ μέλαν καὶ τῷ ψυχρῷ τὸ θερμόν, οὑτωσὶ δὲ καὶ τὸ παρ´ ἡμᾶς τῷ καθ´ εἱμαρμένην, εἴ γε καθ´ εἱμαρμένην μὲν ἐκεῖνα καλεῖν προείληφεν ὅσα καὶ ἑκόντων ἡμῶν καὶ ἀκόντων πάντως γίνεται, παρ´ ἡμᾶς δὲ ὅσα ἐκ τοῦ σπουδάζειν ἡμᾶς καὶ ἐνεργεῖν ἐπὶ τέλος ἔρχεται ἢ παρὰ τὸ ἀμελεῖν καὶ ῥᾳθυμεῖν οὐκ ἐπιτελεῖται. Ἐὰν τοίνυν ἐκ τοῦ σπουδάζειν ἐμὲ θοἰμάτιον φυλάττειν ἐκεῖνο σῴζηται καὶ ἐκ τοῦ βούλεσθαι τῇ γυναικὶ πλησιάζειν τὰ τέκνα γίνηται καὶ ἐκ τοῦ βούλεσθαι φεύγειν τοὺς πολεμίους τὸ μὴ ἀποθνήσκειν ὑπ´ αὐτῶν καὶ ἐκ τοῦ διαμάχεσθαι πρὸς τὸν ἀνταγωνιστὴν ἀνδρείως φυλάττεσθαί τε αὐτοῦ τὰς τῶν χειρῶν ἐπιβολὰς τὸ ἄπληκτον ἐκ τοῦ ἀγῶνος ἀπαλλάττεσθαι, πῶς τὸ καθ´ εἱμαρμένην ἐνταῦθα σωθήσεται; Εἰ μὲν γὰρ κατ´ ἐκείνην ταῦτα συμβαίνει, παρ´ ἡμᾶς οὐκ ἂν λέγοιτο συμβαίνειν, εἰ δὲ παρ´ ἡμᾶς, οὐκ ἂν κατ´ ἐκείνην δηλαδή, διὰ τὸ μὴ δύνασθαι συνδραμεῖν ταῦτα ἀλλήλοις. Ἀλλὰ παρ´ ἡμᾶς μὲν ἔσται, φησί, περιειλημμένου μέντοι τοῦ παρ´ ἡμᾶς ὑπὸ τῆς εἱμαρμένης. Καὶ πῶς, εἴποιμ´ ἄν, περιειλημμένου; Εἴ γε καὶ τὸ φυλάττειν θοἰμάτιον καὶ τὸ μὴ φυλάττειν ἀπὸ τῆς ἐξουσίας ἐγίνετο τῆς ἐμῆς. Οὕτως γὰρ καὶ τοῦ σῴζεσθαι τοῦτο δηλονότι κύριος ἂν εἴην ἐγώ. Καὶ ἐξ αὐτῆς δὲ τῆς διαστολῆς, ἣν ποιεῖται Χρύσιππος, δῆλον γίνεται τὸ ἀπολελύσθαι τῆς εἱμαρμένης τὴν παρ´ ἡμᾶς αἰτίαν. Καθείμαρται γάρ, φησί, σωθῆναι θοἰμάτιον, εἰ φυλάττοις αὐτό, καὶ παῖδας ἔσεσθαι, εἰ καὶ σὺ βουληθείης, ἄλλως δὲ μὴ ἂν ἔσεσθαί τι τούτων. Ἐπὶ δὲ τῶν ὑπὸ τῆς εἱμαρμένης προκατειλημμένων οὐκ ἄν ποτε ὑποτιμήσεσι τοιαύταις χρησαίμεθα. Οὔκουν φαμὲν τεθνήξεσθαι πάντα ἄνθρωπον εἰ τόδε τι γένοιτο, μὴ τεθνήξεσθαι δὲ εἰ μὴ γένοιτο, ἀλλ´ ἁπλῶς τεθνήξεσθαι, κἂν ὁτιοῦν πρὸς τὸ μὴ ἀποθνήσκειν καθόλου γίγνοιτο· ἢ μὴ ἀλγηδόνος ἔσεσθαι δεκτικὸν ἄνθρωπόν τινα, κἂν ταδὶ πράττοι, ἀλλ´ ἁπλῶς πάντ´ ἄνθρωπον ἀλγηδόνος εἶναι δεκτικόν, ἐάν τε βούληται ἐάν τε μή· καὶ ὅσα ἄλλα οὑτωσὶ καὶ μὴ ἄλλως ἔχειν καθείμαρται. Ὥστ´ ε〈ἰ〉 καὶ τὸ γενέσθαι τόδε τι ἀναγκαῖόν ἐστιν, εἰ βουληθείημεν ἡμεῖς, ἄλλως δὲ οὐχί, φανερὸν ὅτι τὸ ἡμᾶς βουληθῆναί τε καὶ μὴ βουληθῆναι ὑπ´ οὐδεμιᾶς ἑτέρας αἰτίας προκατείχετο, ἀλλ´ ἦν αὐτεξούσιον· εἰ δὲ τοῦτο ἀκατανάγκαστον ἦν, καὶ τὸ γενέσθαι τόδε τι δῆλον ὡς ἀπ´ αἰῶνος οὐ προκατείχετο, εἰ μή τι καὶ αὐτὸ τὸ βούλεσθαι φυλάττειν θοἰμάτιον ἢ μὴ βούλεσθαι παρά τινα εἱμαρμένην καὶ κατὰ αἰτίαν ἔξωθεν ἀναγκαίαν ἐγίνετο. Ἀλλ´ οὕτως τέλεον ἡ παρ´ ἡμᾶς ἐξουσιαστικὴ δύναμις ἀναιρεῖται καὶ οὐκέτι σῴζοιτο ἂν θοἰμάτιον παρὰ τὴν αἰτίαν τὴν ἐμὴν ἢ ἀπολλύοιτο· διὸ καὶ εἴην ἂν ἐγὼ καὶ ἀπολλυμένου τούτου κατὰ λόγον ἀνεπιτίμητος (ἄλλη γὰρ αὐτό τις ἀπώλλυεν αἰτία) καὶ σῳζομένου πάλιν οὐδαμῶς ἐπαινούμενος, ὅτι μηδὲ τοῦτο εἰργαζόμην ἐγώ. Σὺ δὲ ὡς σῶσαι πάντα δυνάμενος οὕτως ἀνετείνου τῷ λόγῳ. »

Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνήρ. Συνήφθω δὲ τούτοις καὶ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Ἀφροδισιέως, ἀνδρὸς εὖ μάλα διαφανοῦς ἐν τοῖς κατὰ φιλοσοφίαν λόγοις, ὃς καὶ αὐτὸς ἐν τοῖς Περὶ εἱμαρμένης τοιαῖσδ´ ἐχρήσατο φωναῖς εἰς ἀνασκευὴν τοῦ δόγματος·

ΚΕΦΑΛΑΙΟΝ Θ'.

ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΑΛΕΞΑΝΔΡΟΥ ΤΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ

« Διαιρεῖται δὴ τὰ τῶν γινομένων αἴτια εἰς τρόπους αἰτιῶν τέσσαρας, καθὼς ὁ θεῖος Ἀριστοτέλης δέδειχε. Τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ ὕλης ἐπέχει λόγον· ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· παρὰ δὲ τὰς τρεῖς ταύτας αἰτίας ἐστὶν ἐν αὐτοῖς αἴτιον καὶ τέλος, οὗ χάριν τὸ γινόμενον γίνεται. Καὶ τοσαῦται μὲν αἱ τῶν αἰτίων διαφοραί· ὅ τι γὰρ ἂν αἴτιον ᾖ τινος, ὑπό τι τούτων τῶν αἰτίων ὂν εὑρεθήσεται. Καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν εἰρημένον ἀριθμόν. Γνωριμωτέρα δ´ ἂν αὐτῶν ἡ διαφορὰ γένοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινομένων ὁραθείη. Ἔστω δὴ ἐπ´ ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων δεικνυμένη διαίρεσις. Τοῦ δὴ ἀνδριάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης, ὃν ἀνδριαντοποιὸν καλοῦμεν, ὡς δὲ ὕλη ὁ ὑποκείμενος χαλκὸς ἢ λίθος ἢ ὅ τι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματιζόμενον κατὰ τὴν τέχνην· αἴτιον γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα.  Ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον, δι´ ὃ εἶδός ἐστι δισκεύων ἢ ἀκοντίζων ἢ ἐπ´ ἄλλου τινὸς ὡρισμένου σχήματος. Οὐ μόνον δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως αἴτια, ἀλλ´ ἔστιν οὐδενὸς τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ χάριν γέγονε, τουτέστιν ἢ τιμή τινος ἢ εἰς θεὸν εὐσέβειά τις. Ἄνευ γὰρ τῆς τοιαύτης αἰτίας οὐδ´ ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο. Ὄντων τοίνυν τοσούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον, τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν, ἀναλογίαν σῴζουσαν πρὸς τὰ γινόμενα κατ´ αὐτὴν τῇ τοῦ ἀνδριάντος δημιουργῷ τέχνῃ.

Τούτου δ´ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν αἰτίων ποιήσασθαι τὸν λόγον· οὕτως γὰρ ἔσται γνώριμον εἴτε πάντων τῶν γινομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι εἴτε δὴ καὶ ἄλλοις τισὶ παρὰ τήνδε συγχωρεῖν, ὡς οὖσι ποιητικοῖς τινων αἰτίοις. Ἁπάντων δὴ τῶν γινομένων Ἀριστοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τινὸς χάριν γίνεσθαι λέγει, σκοπόν τινα καὶ τέλος τῶν γινομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτά, τὰ δὲ οὐδενός, ὅσα οὐ κατὰ πρόθεσίν τινα τοῦ ποιοῦντος γίνεται οὐδ´ ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφοράν, τοιαῦτα οἷόν ἐστι καρφῶν τέ τινων διακρατήσεις καὶ περιστροφαὶ καὶ τριχῶν ἐπαφαί τε καὶ ἐκτάσεις καὶ ὅσα τούτοις ὁμοίως γίνεται. Ὅτι μὲν γὰρ γίνεται καὶ αὐτὰ γνώριμον· οὐ μὴν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τὴν οὗ χάριν αἰτίαν. Τὰ μὲν οὖν οὕτως γινόμενα ἀσκόπως καὶ ἁπλῶς γινόμενα οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν· τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γινομένων χάριν τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ λόγον γίνεται. Τά τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν ἐπί τι τέλος, ἐν ᾧ γινόμενα τοῦ γίνεσθαι παύεται, εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδὼν γένοιτο τῇ κατὰ φύσιν αὐτῶν ἐπὶ τὸ προκείμενον ὁδῷ. Ἀλλὰ καὶ τὰ κατὰ λόγον γινόμενα ἔχει τι τέλος· οὐδὲν γὰρ ὡς ἔτυχε τῶν κατὰ λόγον γινομένων γίνεται, ἀλλ´ ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς. Ἔστι δὲ κατὰ λόγον γινόμενα ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ´ ὃν ἂν τρόπον γένοιτο. Οὕτως γίνεται τά τε κατὰ τὰς τέχνας γινόμενα πάντα καὶ τὰ κατὰ προαίρεσιν· ἃ διαφέρει τῶν γινομένων φύσει τῷ τὰ μὲν φύσει γινόμενα ἐν αὑτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ τὰς αἰτίας τῆς τοιαύτης γενέσεως (τοιοῦτον γὰρ ἡ φύσις) καὶ γίνεσθαι μὲν κατὰ τάξιν τινά, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης. Τὰ δὲ γινόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινήσεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ´ οὐκ ἐν αὑτοῖς, καὶ τῆς γενέσεως αὐτῶν ὁ τοῦ ποιοῦντος ἡγεῖται περὶ αὐτῶν λογισμός. Τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γινομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίνεσθαι πεπιστευμένα, ταύτη τῶν προηγουμένως ἕνεκά του γινομένων διαφέροντα, ᾗ ἐπ´ ἐκείνων μὲν τὰ πρὸ τοῦ τέλους τοῦ τέλους χάριν γίνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γινόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίνεται, ἀπαντᾷ δὲ αὐτοῖς ἄλλου χάριν γινομένοις ὡς τέλος τὸ αὐτομάτως τε καὶ ἀπὸ τύχης γίνεσθαι λεγόμενον.

Τούτων δὲ οὕτως ἐχόντων καὶ πάντων τῶν γινομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν ἐν τίνι τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην. Ἆρά γε ἐν τοῖς οὐδενὸς γινομένοις χάριν; Ἢ τοῦτο μὲν παντάπασιν ἄλογον; Αἰεὶ γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα καθ´ εἱμαρμένην [τε] αὐτὸ λέγοντες γεγονέναι· διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην. »

Ταῦτα αὐτοῖς ῥήμασιν ὁ προδηλωθεὶς ἀνὴρ διελὼν διὰ πλειόνων ἑξῆς συνίστησιν οὐδ´ ἄλλο τι εἶναι τὴν εἱμαρμένην ἢ τὰ κατὰ φύσιν γιγνόμενα·  μὴ γὰρ ἐν τοῖς κατὰ λογισμὸν ἡμέτερον καὶ κατὰ τέχνην ἐπιτελουμένοις τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιθεωρεῖσθαι. Φησὶ δὲ τῶν κατὰ φύσιν πλεῖστα ἐμποδίζεσθαι συμβαίνειν, ἃ καὶ καλεῖσθαι παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τὴν τέχνην τὰ παρὰ τὴν τέχνην λέγεσθαι. Εἰ δὲ ὅλως παρὰ τὸ κατὰ φύσιν γίνεταί τινα, γένοιτ´ ἂν καὶ παρὰ τὴν εἱμαρμένην, εἴπερ τὰ κατὰ φύσιν ταῦτά ἐστι τὰ καθ´ εἱμαρμένην.

« Ὁρῶμεν γοῦν, φησίν, ὅτι καὶ τὸ σῶμα τῷ τοιόνδε ἢ τοιόνδε εἶναι τὴν φύσιν ἐν νόσοις καὶ φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ὁμοίως ἐπὶ πάντων οὐδὲ ἐξ ἀνάγκης. Ἱκαναὶ γὰρ ἐκκροῦσαι πολλάκις τὴν τοιάνδε ἕξιν ἐπιμέλειαι καὶ βίων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμβουλίαι θεῶν. Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατασκευὴν διαφόρους ἐν ἑκάστῳ προαιρέσεις καὶ πράξεις καὶ βίους ἐξ ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ ἀπὸ λόγων κρειττόνων βελτιουμένων. »

« Εἰπόντος γοῦν ποτε τοῦ φυσιογνώμονος περὶ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεστῶτα τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον καὶ ἐπὶ τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτη καταγελωμένου, οὐδὲν εἶπεν ὁ Σωκράτης ἐσφάλθαι τὸν Ζώπυρον· ἦν γὰρ ἂν τοιοῦτος, ὅσον ἐπὶ τῇ φύσει, εἰ μὴ διὰ τὴν ἐκ φιλοσοφίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο. »

Καὶ τοιαῦτα μὲν τὰ κατὰ φύσιν, ἃ καὶ μηδέν φησι διαφέρειν τῶν καθ´ εἱμαρμένην· τὰ δὲ ἀπὸ τύχης τοιαῦτα·

« Ὅταν ἄλλου τινὸς χάριν γενομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο δέ τι ὅπερ τὴν ἀρχὴν οὐδὲ ἠλπίζετο. Θησαυρόν τε γάρ φασιν ἀπὸ τύχης εὑρηκέναι τινά, ὅταν ἄλλου χάριν ὀρύσσων, ἀλλὰ μὴ τοῦ θησαυρὸν εὑρεῖν, θησαυρῷ περιπέσῃ· καὶ τὸ ἀργύριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθὼν ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ τὸ ὀφειλόμενον αὑτῷ λάβῃ· καὶ ὁ ἵππος δὲ αὐτομάτως τισὶ λέγεται σεσῶσθαι, ὅταν τροφῆς μὲν ἐλπίδι ἢ ἄλλου τινὸς χάριν ἀποφύγῃ τοὺς κατέχοντας αὐτόν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν. »

Ὧν οὕτως ἐχόντων οὐδὲ ταῦτα ἂν εἴη καθ´ εἱμαρμένην·

« Καὶ ἄδηλα δέ ἐστί τινα αἴτια ἀνθρωπίνῳ λογισμῷ, ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται, ἀγνοουμένης τῆς αἰτίας δι´ ἣν γίνεται· ὁποῖα περίαπτά τινα ποιεῖν προείληπται, οὐδεμίαν εὔλογον καὶ πιθανὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα· ἔτι δὲ ἐπαοιδαὶ καὶ τοιαῦταί τινες μαγγανεῖαι. Τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰτία· διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά. »

Πολλὰ δ´ εἶναι παρὰ ταῦτα καὶ ἐνδεχομένως καὶ ὁπότερα ἔτυχε γινόμενα, ἃ οὐδὲ ταῦτα εἴη ἂν καθ´ εἱμαρμένην·

« Λέγεται δὲ ἐνδεχομένως γίνεσθαι ταῦτα ἐφ´ ὧν καὶ τὸ μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ αὐτὸ τὸ « ὁπότερα ἔτυχε » λεγόμενον ποιεῖ γνώριμον· »

οἷον τὸ

« κινῆσαί τι τῶν ἑαυτοῦ μερῶν καὶ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν τοῦ δακτύλου ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα »

« καὶ τὸν καθεζόμενον στῆναι καὶ τὸν κινούμενον ἠρεμῆσαι καὶ τὸν λαλοῦντα σιγῆσαι καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικήν, »

ἃ οὐκ ἂν γένοιτο ἐξ εἱμαρμένης· τὰ γὰρ ἐξ εἱμαρμένης οὐκ ἔχει δύναμιν τοῦ δέξασθαι τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον.

Ἀλλὰ καὶ τὸ βουλεύεσθαι τὸν ἄνθρωπον οὐκ εἰς μάτην αὐτῷ ὑπάρχει· ἦν δ´ ἂν εἰς μάτην βουλευτικός, εἰ ἐξ ἀνάγκης ἔπραττε τὰ πραττόμενα. Ἀλλ´ ἐναργῶς φαίνεται τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος

« Τοῦτο παρὰ τῆς φύσεως ἔχων πλέον, τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ´ ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον· ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα οἷα τὴν ἀρχὴν ἐφάνη, καὶ ἔστι, συγκατατίθεται τῇ φαντασίᾳ καὶ οὕτω μέτεισιν αὐτά· εἰ δὲ ἀλλοῖα φαίνεται, οὐκέτι ἔμεινεν ἐπὶ τῆς προλήψεως, ἐλέγξαντος αὐτὰ τοῦ λόγου »

διὰ τοῦ βουλεύσασθαι περὶ αὐτῶν.

Βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα πράττειν. Εἰ δέ ποτε μὴ βουλευσάμενοι πράττοιμεν,

« Πολλάκις μετανοοῦμεν καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας· ἀλλὰ κἂν ἄλλους ἴδωμεν ἀβούλως πράττοντας, ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν ἀξιοῦμέν τε συμβούλοις τοῖσδε χρῆσθαι, ὡς ἐφ´ ἡμῖν ὄντων »

τῶν τοιούτων.

« Ὅτι δὲ ψευδὴς ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης λόγος, ἱκανὸν μαρτύριον τὸ μηδ´ αὐτοὺς τοὺς προστάτας αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑπ´ αὐτῶν λεγομένοις ».

Καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται καὶ μανθάνειν καὶ παιδεύεσθαι συμβουλεύουσιν ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν.

« Ἀλλὰ καὶ συγγράμματα πλεῖστα καταλείπουσι, δι´ ὧν ἀξιοῦσι παιδεύεσθαι τοὺς νέους. » 

« Ἐπαύσαντο δ´ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας, » 

εἰ προσέσχον ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως ἁμαρτάνοντας, τοὺς δὲ ἑκουσίως πλημμελοῦντας κολάσεως ἀξίους εἶναί φασιν, ὡς ἐπ´ αὐτοῖς τούτων, δηλονότι τοῦ τε ἁμαρτάνειν καὶ τοῦ μὴ κειμένου. Ὥστε καὶ κατ´ αὐτοὺς ἀναιρεῖσθαι τὴν ἐξ εἱμαρμένης ἀνάγκην, συνίστασθαι δὲ κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον, μετὰ τοῦ πλεῖστα εἶναι καὶ τὰ μὴ ἐφ´ ἡμῖν, ὥσπερ τὰ κατὰ φύσιν καὶ τὰ ἐκ τύχης, ἕτερα ὄντα καὶ αὐτὰ παρὰ τὸν τῆς εἱμαρμένης λόγον, καθὼς προδέδεικται.

Τούτων ἡμῖν ἀπὸ πλείστων ἐπιτετμημένων, τῷ πολὺν εἶναι τὸν περὶ τοῦ αὐτεξουσίου λόγον ἐν τοῖς καθ´ ἡμᾶς δόγμασιν (ᾧ καὶ τῶν φιλοσόφων συνέδραμον αἱ παρατεθεῖσαι φωναί, τοῖς μὲν καθ´ ἡμᾶς θείοις γράμμασιν ἐπιμαρτυροῦσαι, τὰς δὲ περὶ εἱμαρμένης οὐ μόνον τῶν πολλῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν χρησμῳδῶν, τῶν θαυμαστῶν θεῶν, τὰς δόξας ψευδεῖς οὔσας ἀπελέγχουσαι). Καὶ τῶν μὲν πρὸς τοὺς γενναίους χρησμοὺς κυνικώτερον ἀποταθέντων, τῶν δὲ πρὸς τοὺς θαυμαστοὺς φιλοσόφους παρὰ τῶν αὐτοῖς γνωρίμων ἀντειρημένων, ὥρα καὶ τῶν ἐξ ἀστρολογίας πρὸς τοὺς Χαλδαΐζοντας τῶν τὴν κακότεχνον ταύτην γοητείαν ὡς ἐν μέρει μαθήματος ἐπαγγελλομένων τοὺς λόγους ἐπισκέψασθαι· παραθήσομαι δέ σοι καὶ τῶνδε τὰς ἀποδείξεις ἐξ ἀνδρὸς Σύρου μὲν τὸ γένος, ἐπ´ ἄκρον δὲ τῆς Χαλδαϊκῆς ἐπιστήμης ἐληλακότος. Βαρδησάνης ὄνομα τῷ ἀνδρί, ὃς ἐν τοῖς πρὸς τοὺς ἑταίρους διαλόγοις τάδε πη μνημονεύεται φάναι·

ΚΕΦΑΛΑΙΟΝ  Ιʹ.

ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΕΚ ΤΩΝ ΒΑΡΔΗΣΑΝΟΥ

« Κατὰ φύσιν ὁ ἄνθρωπος γεννᾶται, τρέφεται, ἀκμάζει, γεννᾷ, ἐσθίει, πίνει, κοιμᾶται, γηρᾷ, ἀποθνήσκει, καὶ τοῦτο παντὸς ἀνθρώπου καὶ παντὸς ἀλόγου ζῴου. Καὶ τὰ μὲν ἄλλα ζῷα ψυχικὰ ὄντα καὶ διόλου κατὰ συμπλοκὴν γεγενημένα διόλου σχεδὸν κατὰ φύσιν φέρεται. Λέων σαρκοφαγεῖ καὶ ἀμύνεται ἀδικηθεὶς καὶ διὰ τοῦτο πάντες οἱ λέοντες σαρκοφαγοῦσι καὶ ἀμύνονται· καὶ ἀμνάδες χορτοφαγοῦσι καὶ κρεῶν οὐχ ἅπτονται καὶ ἀδικούμεναι οὐκ ἀμύνονται· καὶ ὁ αὐτὸς τρόπος πάσαις. Σκορπίος γῆν ἐσθίει καὶ τοὺς μὴ ἀδικήσαντας ἀδικεῖ, κέντρῳ ἰοβόλῳ πλήσσων· καὶ ἡ αὐτὴ κακία πάντων σκορπίων. Μύρμηξ κατὰ φύσιν οἶδε χειμῶνος παρουσίαν καὶ δι´ ὅλης θερείας κάμνων ἀποτίθεται ἑαυτῷ τροφάς· καὶ ὁμοίως πάντες μύρμηκες ἐργάζονται. Μέλισσα μέλι γεωργεῖ, ἐξ οὗ καὶ τρέφεται· καὶ ἡ αὐτὴ γεωργία πάσαις μελίσσαις. Καὶ ἦν πολλὰ εἴδη ἐκθέσθαι ὑμῖν τῶν ζῴων, ἅτινα τῆς φύσεως μὴ δυνάμενα ἐκστῆναι πολὺν θαυμασμὸν παρασχεῖν ὑμῖν ἐδύνατο, ἀλλ´ αὐτάρκη ἡγησάμην ἐκ τῶν παρακειμένων τὴν ἀπόδειξιν ποιήσασθαι, ὅτι τὰ μὲν ἄλλα ζῷα κατὰ τὴν κοινότητα καὶ τὴν διαφορὰν κατὰ φύσιν δοθεῖσαν ἑκάστῳ ἐξ ἀνάγκης ἡδέως φέρεται, ἄνθρωποι δὲ μόνοι, τὸ ἐξαίρετον ἔχοντες τόν τε νοῦν καὶ τὸν ἐκ τούτου προφερόμενον λόγον, κατὰ μὲν τὴν κοινότητα ἕπονται τῇ φύσει, ὡς προεῖπον, κατὰ δὲ τὸ ἐξαίρετον οὐ κατὰ φύσιν πολιτεύονται. Οὐδὲ γὰρ μία βρῶσις ἡ τῶν ἁπάντων· ἄλλοι μὲν γὰρ κατὰ τοὺς λέοντας τρέφονται, ἄλλοι δὲ κατὰ τὰς ἀμνάδας, οὐχ ἓν ἔχοντες σχῆμα φορημάτων, οὐκ ἔθος ἕν, οὐχ εἷς νόμος πολιτείας ἐν αὐτοῖς, οὐ μία κίνησις ἐπιθυμίας τῶν πραγμάτων, ἀλλ´ ἕκαστος τῶν ἀνθρώπων κατὰ τὴν ἰδίαν θέλησιν αἱρεῖται ἑαυτῷ βίον, τὸν πλησίον μὴ μιμούμενος, πλὴν ἐν οἷς βούλεται. Τὸ γὰρ ἐλεύθερον αὐτοῦ οὐχ ὑπόκειται δουλείᾳ, καὶ εἴ ποτε ἑκὼν δουλεύσει, καὶ τοῦτο τῆς ἐλευθερίας αὐτοῦ ἐστι, τὸ δύνασθαι δουλεύειν ἑκόντα. Πόσοι τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν Ἀλαναίων, ὡς τὰ ἄγρια ζῷα κρεοβοροῦσιν ἄρτου μὴ γευόμενοι, καὶ οὐ διὰ τὸ μὴ ἔχειν, ἀλλὰ διὰ τὸ μὴ θέλειν; Ἄλλοι κρεῶν οὐ γεύονται ὡς τὰ ἥμερα ζῷα· ἄλλοι ἰχθυοφαγοῦσι μόνον· ἕτεροι δὲ ἰχθύων οὐ γεύονται, οὐδ´ ἂν λιμώσσωσιν. Οἱ μὲν ὑδροποτοῦσιν, οἱ δὲ οἰνοποτοῦσιν, οἱ δὲ σικερατίζουσι. Καὶ ἁπλῶς πολλὴ διαφορὰ βρωμάτων καὶ πομάτων ἐν τῇ ἀνθρωπότητι, μέχρι καὶ ἐν τῇ τῶν λαχάνων καὶ ὀπωρῶν βρώσει διαφερόμενοι. Ἀλλὰ καὶ οἱ μὲν ὡς σκορπίοι καὶ ὡς ἀσπίδες μὴ ἀδικηθέντες ἀδικοῦσιν· οἱ δὲ ὡς τὰ ἄλλα ζῷα ἀδικούμενοι ἀμύνονται· ἕτεροι δὲ ὡς λύκοι ἁρπάζουσι καὶ ὡς γαλαῖ κλέπτουσιν· ἄλλοι δὲ ὡς ἀμνάδες καὶ μηκάδες ὑπὸ τῶν ὁμοιοπαθῶν ἐλαύνονται καὶ τοὺς ἀδικοῦντας οὐκ ἀδικοῦσι· καὶ οἱ μὲν λέγονται ἀγαθοί, οἱ δὲ κακοί, οἱ δὲ δίκαιοι. Ὅθεν ἔστι νοεῖν μὴ πάντως κατὰ φύσιν ἄγεσθαι τὸν ἄνθρωπον (ποίαν γὰρ αὐτοῦ ἐροῦμεν φύσιν;), Ἀλλὰ πῆ μὲν φέρεται κατὰ φύσιν, πῆ δὲ κατὰ προαίρεσιν. Διὸ τὸν ἔπαινον καὶ τὸν ψόγον καὶ τὴν καταδίκην ἔχει ἐν τοῖς κατὰ προαίρεσιν, ἐν δὲ τοῖς κατὰ φύσιν ἔχει τὴν ἀνεγκλησίαν οὐ κατὰ ἔλεος, ἀλλὰ κατὰ λόγον. »

Καὶ ἑξῆς φησι·

« Νόμους ἔθεντο διαφόρους οἱ ἄνθρωποι ἐν ἑκάστῃ χώρᾳ, τινὰς γεγραμμένους, τινὰς δὲ ἀγράφους· ἐξ ὧν διηγήσομαι, ὡς οἶδα καὶ ὧν μέμνημαι, ἀρξάμενος ἐκ τῆς τοῦ κόσμου ἀρχῆς. Νόμος ἐστὶ παρὰ Σήραις μηδένα φονεύειν μήτε πορνεύειν μήτε κλέπτειν μήτε ξόανα προσκυνεῖν, καὶ ἐν ἐκείνῃ τῇ μεγίστῃ χώρᾳ οὐ ναὸν ἔστιν ἰδεῖν, οὐ γυναῖκα πορνικήν, οὐ μοιχαλίδα ὀνομαζομένην, οὐ κλέπτην ἑλκόμενον ἐπὶ δίκην, οὐκ ἀνδροφόνον, οὐ πεφονευμένον. Οὐδενὸς γὰρ τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ πυριλαμπέος Ἄρεος ἀστὴρ μεσουρανῶν ἄνδρα σιδήρῳ ἀνελεῖν, οὐ Κύπρις σὺν Ἄρει τυχοῦσα ἀλλοτρίᾳ γυναικὶ μιγῆναί τινα παρ´ ἐκείνοις, πάντως πάσῃ ἡμέρᾳ μεσουρανοῦντος τοῦ Ἄρεος καὶ πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ γεννωμένων τῶν Σηρῶν. Παρὰ Ἰνδοῖς καὶ Βάκτροις εἰσὶ χιλιάδες πολλαὶ τῶν λεγομένων Βραχμάνων, οἵτινες κατὰ παράδοσιν τῶν προγόνων καὶ νόμων οὔτε φονεύουσιν οὔτε ξόανα σέβονται, οὐκ ἐμψύχου γεύονται, οὐ μεθύσκονταί ποτε, οἴνου καὶ σίκερος μὴ γευόμενοι, οὐ κακίᾳ τινὶ κοινωνοῦσι προσέχοντες τῷ θεῷ, τῶν ἄλλων Ἰνδῶν φονευόντων καὶ ἑταιρευόντων καὶ μεθυσκομένων καὶ σεβομένων ξόανα καὶ πάντα σχεδὸν καθ´ εἱμαρμένην φερομένων. Ἔστι δὲ ἐν τῷ αὐτῷ κλίματι τῆς Ἰνδίας φυλή τις Ἰνδῶν, οἵτινες τοὺς ἐμπίπτοντας ξένους ἀγρεύοντες καὶ θύοντες ἐσθίουσι· καὶ οὔτε οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων κεκωλύκασι τούτους μὴ μιαιφονεῖν καὶ μὴ ἀθεμιτογαμεῖν οὔτε οἱ κακοποιοὶ ἠνάγκασαν τοὺς Βραχμᾶνας κακουργεῖν. Παρὰ Πέρσαις νόμος ἦν γαμεῖν τὰς θυγατέρας καὶ τὰς ἀδελφὰς καὶ τὰς μητέρας, καὶ οὐ μόνον ἐν τῇ χώρᾳ ἐκείνῃ καὶ ἐν ἐκείνῳ τῷ κλίματι τούτους τοὺς ἀνοσίους γάμους οἱ Πέρσαι ἐποίησαν, ἀλλὰ καὶ ὅσοι αὐτῶν τῆς Περσίδος ἐξεδήμησαν, οἵτινες καλοῦνται Μαγουσαῖοι, τὴν αὐτὴν ἀθεμιστίαν διαπράσσονται, παραδιδόντες τοὺς αὐτοὺς νόμους καὶ τὰ ἔθη τοῖς τέκνοις κατὰ διαδοχήν. Ἐξ ὧν εἰσι μέχρι νῦν πολλοὶ ἐν Μηδίᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Φρυγίᾳ καὶ ἐν Γαλατίᾳ. Καὶ οὐ δήπου Κύπρις ἐν ὁρίοις καὶ οἴκοις Κρόνου, σὺν Κρόνῳ ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἐν ταῖς τῶν πάντων γενέσεσιν εὑρίσκετο. Παρὰ Γήλοις νόμος ἐστὶ τὰς γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ πάντα τὰ ἐργατικὰ πράσσειν καὶ κοινωνεῖν οἷς ἂν βούλωνται καὶ μὴ ἐγκαλεῖσθαι ὑπὸ τῶν ἀνδρῶν μήτε καλεῖσθαί τινα μοιχαλίδα, τῷ πάσας ἐργατικὰς εἶναι καὶ πᾶσι κοινωνεῖν, μάλιστα δὲ τοῖς ξένοις. Καὶ οὔτε μυρίζονται Γήλισσαι γυναῖκες, οὐχ ἱμάτια βαπτὰ φοροῦσιν, ἀνυπόδετοι δέ εἰσι πᾶσαι, καίτοι τῶν Γήλων ἀνδρῶν κοσμουμένων ἐν φορήμασι μαλακοῖς καὶ ἐν διαφόροις χρώμασι καὶ χρυσοφορούντων καὶ μυριζομένων καὶ οὐ κατά τινα ἄλλην μαλακίαν, εἰσὶ γὰρ ἀνδρεῖοι καὶ πολεμικώτατοι καὶ κυνηγετικώτατοι. Καὶ οὐ πᾶσαι αἱ τῶν Γήλων γυναῖκες ἔλαχον ἐν Αἰγοκέρωτι ἢ ἐν Ὑδρηχόῳ κακοδαιμονοῦσαν τὴν Κύπριν οὔθ´ οἱ ἄνδρες αὐτῶν πάντες ἔχουσιν ἐν Κριῷ σὺν Ἄρει τὴν Παφίην, ἔνθα τοὺς ἀνδρείους καὶ σπαταλοὺς οἱ Χαλδαΐζοντες λέγουσι. Παρὰ Βάκτροις αἱ γυναῖκες παντὶ κόσμῳ διαφέροντι καὶ παντὶ μύρῳ χρῶνται, ὑπηρετούμεναι ὑπὸ παιδίσκων καὶ νεανίσκων μᾶλλον ἢ οἱ ἄνδρες, προερχόμεναι μετὰ πολλῆς φαντασίας ἔφιπποι, κοσμοῦσαι χρυσῷ πολλῷ καὶ λίθοις βαρυτίμοις τοὺς ἵππους, καὶ οὐ σωφρονοῦσιν, ἀλλ´ ἀδιαφόρως κοινωνοῦσι τοῖς δούλοις καὶ τοῖς ξένοις, ἄδειαν ἔχουσαι τοιαύτην, καὶ ὑπὸ τῶν ἀνδρῶν μὴ ἐγκαλούμεναι σχεδὸν κυριεύουσιν αὐτῶν. Καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶν ἐν Βακτρίᾳ γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν ἰδίοις ὅροις ἡ φιλόγελως Ἀφροδίτη. Ἐν τῇ Ἀραβίᾳ δὲ καὶ ἐν τῇ Ὀσροηνῇ οὐ μόνον αἱ μοιχαλίδες φονεύονται, ἀλλὰ καὶ αἱ ὑποπτευόμεναι οὐκ ἀφίενται ἀτιμώρητοι. Παρὰ Πάρθοις καὶ Ἀρμενίοις οἱ φονεῖς ἀναιροῦνται ποτὲ μὲν ὑπὸ τῶν δικαστῶν, ποτὲ δὲ ὑπὸ τῶν καθ´ αἷμα τῶν φονευθέντων. Καὶ ἐάν τις φονεύσῃ γυναῖκα αὐτοῦ ἢ ἀδελφὸν ἄτεκνον ἢ ἀδελφὴν ἄγαμον ἢ υἱὸν ἢ θυγατέρα, οὐκ ἐγκαλεῖται ὑπό του, νόμου τοιούτου ὑπάρχοντος ἐν ταῖς χώραις ἐκείναις· παρ´ Ἕλλησι δὲ καὶ Ῥωμαίοις μείζονι τιμωρίᾳ ὑποβάλλονται οἱ τῶν οἰκείων καὶ συγγενῶν φονευταί. Ἐν Ἄτροις ὁ κλέπτων τι ἄξιον ὀβολοῦ λιθάζεται, παρὰ Βάκτροις ὁ ὀλίγα κλέπτων ἐμπτύεται, παρὰ Ῥωμαίοις πληγαῖς παιδεύεται· τοιοῦτοι γὰρ οἱ νόμοι. Ἀπὸ Εὐφράτου ποταμοῦ καὶ μέχρι τοῦ Ὠκεανοῦ ὡς ἐπὶ ἀνατολὰς ὁ λοιδορούμενος ὡς φονεὺς ἢ ὡς κλέπτης οὐ πάνυ ἀγανακτεῖ, ὁ δὲ ὡς ἀρσενοκοίτης λοιδορούμενος ἑαυτὸν ἐκδικεῖ μέχρι καὶ φόνου· παρ´ Ἕλλησι καὶ οἱ σοφοὶ ἐρωμένους ἔχοντες οὐ ψέγονται. Ἐν τῇ αὐτῇ ἀνατολῇ ὑβριζόμενοι ἐὰν γνωσθῶσιν, ὑπὸ ἀδελφῶν ἢ πατέρων καὶ συγγενῶν φονεύονται καὶ ταφῆς προδήλου οὐκ ἀξιοῦνται. Παρὰ δὲ Γάλλοις οἱ νέοι γαμοῦνται μετὰ παρρησίας, οὐ ψόγον τοῦτο ἡγούμενοι διὰ τὸν παρ´ αὐτοῖς νόμον. Καὶ οὐ δυνατόν ἐστι πάντας τοὺς ἐν Γαλλίᾳ οὕτως ἀθέως ὑβριζομένους λαχεῖν ἐν ταῖς γενέσεσι Φωσφόρον μεθ´ Ἑρμοῦ ἐν οἴκοις Κρόνου καὶ ὁρίοις Ἄρεος δύνοντα. Ἐν Βρεττανίᾳ πολλοὶ ἄνδρες μίαν γυναῖκα ἔχουσιν, ἐν δὲ τῇ Παρθίᾳ πολλαὶ γυναῖκες ἕνα ἄνδρα, καὶ πᾶσαι σωφρονοῦσι πειθόμεναι αὐτῷ κατὰ τὸν νόμον. Αἱ δὲ Ἀμαζόνες πᾶσαι ἄνδρας οὐκ ἔχουσιν, ἀλλ´ ὡς τὰ ἄλογα ζῷα ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερβαίνουσαι τοὺς ἰδίους ὅρους κοινωνοῦσι τοῖς πλησιοχώροις, ἑορτήν τινα ταύτην ἡγουμένοις· ἐξ ὧν συλλαμβάνουσαι ὑποστρέφουσι καὶ ἀναγκαίως ἐν ἑνὶ καιρῷ κυΐσκουσι κατὰ τὸν τῆς φύσεως νόμον καὶ τοὺς μὲν γεννωμένους ἄρρενας ῥίπτουσι, τὰς δὲ θηλείας ἀνατρέφουσι· πολεμικαί τέ εἰσι καὶ γυμνασίων προνοούμεναι. Ἑρμῆς μετὰ Ἀφροδίτης ἐν οἴκοις Ἑρμοῦ ποιεῖ πλάστας καὶ ζωγράφους καὶ τραπεζίτας, ἐν οἴκοις δὲ Ἀφροδίτης μυρεψοὺς ἢ φωνάσκους καὶ ὑποκριτὰς ποιημάτων. Καὶ παρὰ Ταιηνοῖς καὶ Σαρακηνοῖς καὶ ἐν τῇ ἀνωτέρᾳ Λιβύῃ καὶ παρὰ Μαύροις καὶ παρὰ τοῖς περὶ τὸ στόμα τοῦ Ὠκεανοῦ Νομάσι καὶ ἐν τῇ ἐξωτέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ καὶ ἐν τῇ Σκυθίᾳ καὶ ἐν πᾶσι τοῖς ἐξ ἀρκτικῶν μερῶν τοῦ Πόντου ἔθνεσι καὶ ὅλῃ τῇ Ἀλανίᾳ καὶ Ἀλβανίᾳ καὶ Ὠτηνῇ καὶ ἐν Σαυνίᾳ καὶ ἐν Χρυσῇ οὐκ ἔστιν ἰδεῖν οὐ τραπεζίτην, οὐ πλάστην, οὐ ζωγράφον, οὐκ ἀρχιτέκτονα, οὐ γεωμέτρην, οὐ φώνασκον, οὐχ ὑποκριτὴν ποιημάτων, ἀλλ´ ἐστέρηται ὁ τῆς τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφροδίτης ἐνεργείας τρόπος ἐν ὅλῳ τῷ κύκλῳ τούτῳ τῆς οἰκουμένης. Οἱ Μῆδοι πάντες τοῖς μετὰ σπουδῆς τρεφομένοις κυσὶ τοὺς νεκροὺς ἔτι ἐμπνέοντας παραβάλλουσι, καὶ οὐ πάντες σὺν τῇ μήνῃ τὸν Ἄρεα ἐφ´ ἡμερινῆς γενέσεως ἐν Καρκίνῳ ὑπὸ γῆν ἔχουσιν. Ἰνδοὶ τοὺς νεκροὺς καίουσι, μεθ´ ὧν συγκαίουσιν ἑκούσας τὰς γυναῖκας, καὶ οὐ δήπου πᾶσαι αἱ καιόμεναι ζῶσαι Ἰνδῶν γυναῖκες ἔχουσιν ὑπὸ γῆν ἐπὶ νυκτερινῆς γενέσεως σὺν Ἄρει τὸν ἥλιον ἐν Λέοντι ὁρίοις Ἄρεος. Γερμανῶν οἱ πλεῖστοι ἀγχονιμαίῳ μόρῳ ἀποθνήσκουσι, καὶ οὐ πάντως τὸ πλῆθος τῶν Γερμανῶν τὴν σελήνην καὶ τὴν ὥραν μεσολαβουμένας ὑπὸ Κρόνου καὶ Ἄρεος ἔχει. Παντὶ ἔθνει καὶ πάσῃ ἡμέρᾳ καὶ παντὶ τ〈ρ〉όπῳ τῆς γενέσεως γεννῶνται ἄνθρωποι· κρατεῖ δὲ ἐν ἑκάστῃ μοίρᾳ τῶν ἀνθρώπων νόμος καὶ ἔθος διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου· καὶ οὐκ ἀναγκάζει ἡ γένεσις τοὺς Σῆρας μὴ θέλοντας φονεύειν ἢ τοὺς Βραχμᾶνας κρεοφαγεῖν ἢ τοὺς Πέρσας ἀθεμίτως μὴ γαμεῖν ἢ τοὺς Ἰνδοὺς μὴ καίεσθαι ἢ τοὺς Μήδους μὴ ἐσθίεσθαι ὑπὸ κυνῶν ἢ τοὺς Πάρθους μὴ πολυγαμεῖν ἢ τὰς ἐν τῇ Μεσοποταμίᾳ γυναῖκας μὴ σωφρονεῖν ἢ τοὺς Ἕλληνας μὴ γυμνάζεσθαι γυμνοῖς τοῖς σώμασιν ἢ τοὺς Ῥωμαίους μὴ κρατεῖν ἢ τοὺς Γάλλους μὴ γαμεῖσθαι ἢ τὰ ἄλλα βάρβαρα ἔθνη ταῖς ὑπὸ τῶν Ἑλλήνων λεγομέναις Μούσαις κοινωνεῖν· ἀλλ´, ὡς προεῖπον, ἕκαστον ἔθνος καὶ ἕκαστος τῶν ἀνθρώπων χρῆται τῇ ἑαυτοῦ ἐλευθερίᾳ ὡς βούλεται καὶ ὅτε βούλεται, καὶ δουλεύει τῇ γενέσει καὶ τῇ φύσει δι´ ἣν περίκειται σάρκα, πῆ μὲν ὡς βούλεται, πῆ δὲ ὡς μὴ βούλεται. Πανταχῆ γὰρ καὶ ἐν παντὶ ἔθνει εἰσὶ πλούσιοι καὶ πένητες καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ ἐρρωμένοι καὶ νοσοῦντες, ἕκαστος κατὰ τοὺς τῆς γενέσεως αὐτοῦ κλήρους. »

« Φημὶ αὐτῷ· ἡμᾶς ταῦτα, ὦ Βαρδησάνη, ἄκρως πέπεικεν. Οἱ δὲ ἀστρονόμοι φασὶ τὴν γῆν ταύτην μερίζεσθαι εἰς ἑπτὰ κλίματα καὶ ἄρχειν ἑκάστου κλίματος ἕνα τῶν ἑπτὰ ἀστέρων· καὶ τοὺς διαφόρους νόμους μὴ τοὺς ἀνθρώπους τεθεικέναι ἑαυτοῖς, ἀλλ´ ἑκάστου ἄρχοντος πλεονάζειν τὸ θέλημα ἐν τῇ ἰδίᾳ χώρᾳ, ὃν νόμον νενομίκασιν οἱ κρατούμενοι. »

« Ἀπεκρίνατο· Οὐκ ἀληθὴς ἡ διάκρισις αὕτη, ὦ Φίλιππε. Εἰ γὰρ καὶ διῄρηται ἡ οἰκουμένη εἰς μέρη ἑπτά, ἀλλ´ οὖν γε ἐν μιᾷ μερίδι εὑρίσκομεν πολλὰς διαφορὰς νόμων. Οὐδὲ γὰρ ἑπτὰ νόμοι εἰσὶ κατὰ τοὺς ἑπτὰ ἀστέρας οὐδὲ δώδεκα κατὰ τὰ ζῴδια οὐδὲ τριάκοντα ἓξ κατὰ τοὺς δεκανούς, ἀλλὰ μυρίοι. Μνημονεύειν τε ὀφείλετε ὧν προεῖπον, ὅτι καὶ ἐν ἑνὶ κλίματι καὶ ἐν μιᾷ χώρᾳ τῶν Ἰνδῶν εἰσιν ἀνθρωποφάγοι Ἰνδοὶ καί εἰσιν οἱ ἐμψύχων ἀπεχόμενοι· καὶ ὅτι οἱ Μαγουσαῖοι οὐκ ἐν Περσίδι μόνῃ τὰς θυγατέρας γαμοῦσιν, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει, ὅπου ἂν οἰκήσωσι, τοὺς τῶν προγόνων φυλάσσοντες νόμους καὶ τῶν μυστηρίων αὐτῶν τὰς τελετάς. Ἀλλὰ καὶ πολλὰ βάρβαρα ἔθνη κατελέξαμεν, τά γε ὄντα ἐν μεσημβρίᾳ καὶ δύσει καὶ ἀνατολῇ καὶ ἄρκτῳ, τουτέστιν ἐν διαφόροις κλίμασι, μὴ μετέχοντα Ἑρμαϊκῆς ἐπιστήμης. Πόσοι, νομίζετε, σοφοὶ ἄνδρες παρήγαγον τοὺς κακῶς κειμένους νόμους; Πόσοι δὲ νόμοι ὑπὸ τῆς ἀπορίας κατελύθησαν; Πόσοι βασιλεῖς κρατήσαντες ἐθνῶν παρήγαγον τοὺς πρὸ αὐτῶν νόμους καὶ ἔθεντο τοὺς ἰδίους; Καὶ οὐδεὶς τῶν ἀστέρων ἀπώλεσε τὸ ἴδιον κλίμα. Χθὲς οἱ Ῥωμαῖοι τῆς Ἀραβίας κρατήσαντες τοὺς τῶν βαρβάρων νόμους ἤλλαξαν· ἕπεται γὰρ τὸ αὐτεξούσιον τῷ αὐτεξουσίῳ. Τὸ δὲ δυνάμενον πεῖσαι καὶ τοὺς ἀπίστους ἐκθήσομαι ὑμῖν. Ἰουδαῖοι πάντες οἱ διὰ Μωσέως δεξάμενοι νόμον τοὺς γεννωμένους ἄρρενας παῖδας ἐν τῇ ὀγδόῃ ἡμέρᾳ αἱμάσσουσι περιτέμνοντες, οὐκ ἀστέρος παρουσίαν ἀναμένοντες, οὐ κλίματος ἐξουσίαν ἐντρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγόμενοι, ἀλλ´ εἴτε ἐν Συρίᾳ τυγχάνουσιν εἴτε ἐν Γαλατίᾳ εἴτε ἐν Ἰταλίᾳ εἴτε ἐν Ἑλλάδι ἢ ἐν Παρθίᾳ ἢ ὅπου ἂν ὦσι, τοῦτο ποιοῦσιν. Ὅπερ οὐκ ἔστι κατὰ γένεσιν· οὐ γὰρ δύνανται πάντες οἱ Ἰουδαῖοι μίαν γένεσιν ἔχειν. Ἀλλὰ καὶ δι´ ἡμερῶν ἑπτὰ πάντες ὅπου ἂν ὦσιν ἀργοῦσιν ἐκ παντὸς ἔργου καὶ οὔτε ὁδεύουσιν οὔτε πυρὶ χρῶνται οὔτε ἀναγκάζει ἡ γένεσις Ἰουδαῖον οὐ κτίσαι οἶκον, οὐ καταλῦσαι, οὐκ ἐργάσασθαι, οὐ πωλῆσαι, οὐκ ἀγοράσαι ταῖς ἡμέραις τοῦ σαββάτου, καίτοι ἐν τῇ αὐτῇ ἡμέρᾳ γεννώντων Ἰουδαίων καὶ γεννωμένων καὶ νοσούντων καὶ ἀποθνησκόντων. Ταῦτα γὰρ οὐκέτι ἐστὶ τοῦ αὐτεξουσίου. Ἐν τῇ Συρίᾳ καὶ ἐν τῇ Ὀσροηνῇ ἀπεκόπτοντο πολλοὶ τῇ Ῥέᾳ, καὶ ἐν τούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος ἐκέλευσε τῶν ἀποκοπτομένων τὰ αἰδοῖα ἀποκόπτεσθαι καὶ τὰς χεῖρας, καὶ ἐκ τότε οὐδεὶς ἀπεκόψατο ἐν τῇ Ὀσροηνῇ. Τί δὲ ἐροῦμεν περὶ τῆς τῶν Χριστιανῶν αἱρέσεως, ἧς ἡμεῖς οἱ δοξασταὶ πολλοὶ ὄντες καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ ἔθνει καὶ κλίματι, οἵτινες πολλοὶ ὄντες ἑνὶ ὀνόματι κεκλήμεθα; Καὶ οὔτε οἱ ἐν Παρθίᾳ Χριστιανοὶ πολυγαμοῦσι, Πάρθοι τυγχάνοντες, οὔθ´ οἱ ἐν Μηδίᾳ κυσὶ παραβάλλουσι τοὺς νεκρούς, οὐχ οἱ ἐν Περσίδι γαμοῦσι τὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες, οὐ παρὰ Βάκτροις καὶ Γήλοις φθείρουσι τοὺς γάμους, οὐχ οἱ ἐν Αἰγύπτῳ θρησκεύουσι τὸν Ἆπιν ἢ τὸν κύνα ἢ τὸν τράγον ἢ αἴλουρον, ἀλλ´ ὅπου εἰσίν, οὔτε ὑπὸ τῶν κακῶς κειμένων νόμων καὶ ἐθῶν νικῶνται οὔθ´ ἡ ὑπὸ τῶν ἀρχῶν πρυτανευομένη γένεσις αὐτοὺς ἀναγκάζει τοῖς ἀπειρημένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου αὐτῶν χρῆσθαι, νόσῳ δὲ καὶ πενίᾳ καὶ πάθεσι καὶ ταῖς νομιζομέναις ἀτιμίαις ὑπόκεινται. Ὥσπερ γὰρ ὁ ἐλεύθερος ἡμῶν ἄνθρωπος δουλεύειν οὐκ ἀναγκάζεται κἂν ἀναγκασθῇ ἀνθίσταται τοῖς ἀναγκάζουσιν, οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶν δοῦλος ἄνθρωπος τῆς ὑποταγῆς ἐκφεύγειν ῥᾳδίως δύναται. Εἰ γὰρ πάντα ἐδυνάμεθα, ἡμεῖς ἂν ἦμεν τὸ πᾶν, ὥστ´ εἰ μηδὲν ἐδυνάμεθα, ἄλλων ἦμεν, ὡς προεῖπον, ὄργανα, καὶ οὐχ ἑαυτῶν. Θεοῦ δ´ ἐπινεύσαντος πάντα δυνατὰ καὶ ἀνεμπόδιστα· τῇ γὰρ ἐκείνου βουλήσει οὐδὲν ἀντιστῆναι δύναται. Καὶ γὰρ τὰ δοκοῦντα ἀνθίστασθαι αὐτοῦ χρηστοῦ ὄντος καὶ συγχωροῦντος ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιον τοῦ θελήματος ἀνθίσταται. »

Τοσαῦτα καὶ ὁ Σύρος. Ἑνὸς δὲ ἔτι μνησθεὶς περιγράψω τὸν λόγον. Ἐπειδὴ γὰρ τὰ μὲν ἀπὸ τῶν ἔξωθεν αὐτάρκως παρατέθειται, λείπει δὲ τὰ ἀπὸ τῶν ἱερῶν γραμμάτων, ὧν δὴ καὶ μάλιστα ἡμῖν δεῖ εἰς τὴν τῆς Εὐαγγελικῆς Ἀποδείξεως Προπαρασκευήν εὖ ἂν ἔχοι καὶ τάδε ἐποπτεῦσαι, ὡς ἂν κατὰ μηδὲν ὁ λόγος ἐλλείποι τῶν εἰς τὸ πρόβλημα θεωρουμένων. Ὅθεν δὴ καὶ τάδε σοι σαφῆ καταστήσω. Οὐ μὴν οἷός τ´ ἂν εἴης γυμνῶν ἐπαΐειν τῶν ἱερῶν λογίων τὰ πολλὰ συνεσκιασμένως προενηνεγμένων. Διόπερ ἐγώ σοι τὸν ἑρμηνέα τούτων παραστήσομαι· σὺ δ´, εἰ μὴ τοῖς κρείττοσι βασκαίνεις, οἶσθά που τὸν ἄνδρα, Χριστοῦ μὲν θιάσοις εἰσέτι δεῦρο χορεύοντα δι´ ὧν ἀπολέλοιπε πόνων, οὐ μὴν οὐδὲ τοῖς ἐκτὸς ἀγνῶτα δι´ ἣν ἐπιδέδεικται καὶ πρὸς τὰ τῶνδε μαθήματα φιλοτιμίαν. Σκέψαι δ´ οὖν ὅσα τε καὶ ὁποῖα ἐν τοῖς Εἰς τὴν Γένεσιν ἐξηγητικοῖς ὁ θαυμάσιος Ὠριγένης περὶ τῆς προκειμένης ὑποθέσεως διείληφε καὶ ὅπως ἐφώδευσε τὸν περὶ εἱμαρμένης λόγον·

ΚΕΦΑΛΑΙΟΝ ΙΑ'.

ΩΣ ΚΑΙ ΑΠΟ ΤΗΣ ΤΩΝ ΘΕΙΩΝ ΓΡΑΦΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΕ tΚΑΙ ΜΑΡΤΥΡΙΑΣ Ο ΠΕΡΙ ΤΗΣ ΕΙΜΑΡΜΕΝΗΣ ΕΛΕΓΧΕΤΑΙ tΛΟΓΟΣ· ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ

« Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας, οὐκ ἄλλους ἡλίου καὶ σελήνης καὶ τῶν ἄστρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἔστι διαλαβεῖν, οὐ μόνον ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλομένων εἰς τὸν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν καλουμένων πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζῳδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τῶν περὶ ἕκαστον ἄνθρωπον, τάχα δὲ καὶ ἀλόγων ζῴων, ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένων μὴ ἄρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα καὶ ἀμήχανον ἄλλως γενέσθαι ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτέλλουσιν. Ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ´ ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον καὶ ψόγον καὶ πράξεις ἀποδεκτὰς πάλιν τε αὖ ψεκτάς. Ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ θεοῦ κρίσεως οἴχεται καὶ ἀπειλαὶ πρὸς τοὺς ἡμαρτηκότας ὡς κολασθησομένους· τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γινόμενον. Καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ´ οἷς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται ματαία ἥ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς διὰ Χριστοῦ θεοῦ ἐκκλησίας. Εἰ μὴ ἄρα κατὰ τοὺς οὕτω τολμῶντας καὶ Χριστὸς ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένεσιν ἀνειληφέναι γενόμενος πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. Οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς θεὸν λέγεσθαι. Πυθοίμεθα δ´ ἂν αὐτῶν τί ὁ θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν´ οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι, ἕτεροι δὲ ἀγρίων ζῴων κατάστασιν εἰληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐτοὺς πεποιηκέναι διὰ τὸ τὸν θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν, ἀνδροφονίαις καὶ πειρατείαις; Καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις καὶ ἁμαρτανομένων ὑπ´ αὐτῶν, μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν γενναίων προϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλήματος τῷ θεῷ προσγράφουσι πάντων τῶν κακῶς καὶ ψεκτῶς πραττομένων τὴν αἰτίαν;

Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθόν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχήν, τῷ δὲ δημιουργῷ πάντα τὰ τοιαῦτα προσάπτωσι, πρῶτον μὲν οὐδ´ ὣς 〈ὃ〉 βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος. Πῶς γὰρ ἂν ὁ τοσούτων κακῶν κατ´ αὐτοὺς πατὴρ εὐλόγως χρηματίζοι δίκαιος; Δεύτερον δὲ περὶ ἑαυτῶν τί φήσουσιν ἐξεταστέον, πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων ἢ ἠλευθέρωνται καὶ ἐν τῷ βίῳ τυγχάνοντες οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν. Εἰ μὲν γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχαρίσατο καὶ ὁ δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου θεοῦ, ὅπερ οὐ βούλονται. Εἰ δὲ ἀποκρινοῦνται ὅτι ἔξω τυγχάνουσι τῶν νόμων τοῦ δημιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ´ αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν παριστάντες νοῦ τινος ὑποκειμένου γενέσει καὶ εἱμαρμένῃ καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου. Δῆλον γάρ ἐστι τοὺς τοιούτους ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτὸν οὐδαμῶς δυνήσονται. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ εὐχαὶ παρέλκουσι μάτην παραλαμβανόμεναι. Εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους ἐπιπλοκὴν δύναται γενέσθαι, θεὸν ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δωρήσασθαι. Καὶ τί ἐπὶ πλεῖον μηκύνειν τὸν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ καθημαξευμένου ἀβασανίστως παρὰ τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου; Αὐτάρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρημένα.

Πόθεν δὴ ἐξετάζοντες τὸ « ἔστωσαν εἰς σημεῖα οἱ φωστῆρες » ἐπὶ ταῦτα ἐληλύθαμεν, ἑαυτοὺς ὑπομνήσωμεν. Οἱ μανθάνοντες περί τινων ἀληθῆ ἤτοι αὐτόπται τῶν πραγμάτων γενόμενοι ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων ἢ ἐνηργηκότων θεασάμενοι, ἢ ἀπαγγελλόντων τῶν οὐδαμῶς αἰτίων τοῖς γεγενημένοις ἀκούσαντες τάδε τινὰ γινώσκουσιν (ὑπεξῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρακότας ἢ πεπονθότας, διηγουμένους ἃ δεδράκασιν ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμένων τὸν μὴ παρατετυχηκότα). Ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινομένων τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συμβήσεσθαι μὴ διακρίνῃ ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσομένου αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχάνειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι ἢ τάδε τινὰ ἔσεσθαι πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει, οἰήσεται δὲ δηλονότι ἐσφαλμένως. Ὡς εἴ τις ἐντυχὼν προφητικῇ βίβλῳ προδηλούσῃ τὰ περὶ Ἰούδαν τὸν προδότην νομίσαι, μαθὼν τὸ  ἐσόμενον ὁρῶν αὐτὸ ἀποτελούμενον, τὴν βίβλον αἰτίαν εἶναι τοῦ τόδε τι γεγονέναι ὕστερον, ἐπεὶ ἀπὸ τῆς βίβλου μεμάθηκε τὸ ὑπὸ τοῦ Ἰούδα πραχθησόμενον· ἢ πάλιν μὴ τὴν βίβλον ὑπολάβοι εἶναι αἰτίαν, ἀλλὰ τὸν πρῶτον γράψαντα αὐτὴν ἢ τὸν ἐνεργήσαντα φέρε εἰπεῖν τὸν θεόν. Ὥσπερ δὲ ἐπὶ τῶν περὶ τοῦ Ἰούδα προφητευομένων αὐταὶ αἱ λέξεις ἐξεταζόμεναι ἐμφαίνουσι τὸν θεὸν ποιητὴν μὴ γεγονέναι τῆς τοῦ Ἰούδα προδοσίας, ἀλλὰ μόνον δεδηλωκέναι προεγνωκότα τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόμενα παρὰ τὴν αὐτοῦ αἰτίαν, οὕτως εἴ τις ἐμβαθύναι τῷ λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν θεὸν καὶ τοῖς ἐν οἷς οἷον ἐνετύπωσε τῆς ἑαυτοῦ προγνώσεως τοὺς λόγους, κατανοήσαι ἂν ὅτι οὔτε ὁ προγνοὺς πάντως αἴτιος τῶν προεγνωσμένων οὔτε τὰ τοὺς τύπους τῶν λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάμενα.

Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐσομένων πρὸ πολλοῦ οἶδεν ὁ θεὸς γενησόμενον, καὶ χωρὶς μὲν γραφῆς αὐτόθεν ἐκ τῆς ἐννοίας τῆς περὶ θεοῦ δῆλον τῷ συνιέντι ἀξίωμα δυνάμεως νοῦ θεοῦ. Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν γραφῶν τοῦτο παραστῆσαι, πλήρεις μέν εἰσιν αἱ προφητεῖαι τοιούτων παραδειγμάτων καὶ τὰ κατὰ τὴν Σωσάνναν δὲ τοῦ θεοῦ γινώσκοντος τὰ πάντα πρὶν γενέσεως αὐτῶν, οὕτω λέγουσαν·

« Ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν οὗτοι. »

Σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνομα βασιλεύ〈ς〉οντος καὶ πράξεις ἀνεγράφησαν πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευόμενα οὕτως·

« Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἐν τῇ πέμπτῃ καὶ δεκάτῃ ἡμέρᾳ τοῦ μηνός, κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα. Καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθήλ, ὃ ἐποίησεν ἐν ταῖς δαμάλεσιν αἷς ἐποίησεν ».

Εἶτα μετ´ ὀλίγα·

« Καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ κυρίου ἐν Βαιθήλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ ἐπιθῦσαι· καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου καὶ εἶπε· Θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύριος· Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. Καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, λέγων· Τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων· Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ´ αὐτῷ. »

Καὶ μετ´ ὀλίγα δηλοῦται ὅτι καὶ τὸ θυσιαστήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν λόγῳ κυρίου. Καὶ ἐν τῷ Ἡσαΐᾳ, γενομένῳ πρὸ πολλοῦ τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, μεθ´ ἣν αἰχμαλωσίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς συνεργήσας τῇ οἰκοδομῇ τοῦ ναοῦ, γενομένῃ κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ Κύρου ὀνομαστὶ προφητεύεται·

« Οὕτω λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεός, ὁ καλῶν τὸ ὄνομά σου, θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε. »

Σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται ὅτι διὰ τὸν λαὸν ὃν εὐηργέτησεν ὁ Κῦρος, ὁ θεὸς μὴ γινώσκοντι αὐτῷ τὴν καθ´ Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθνῶν πλειόνων ἄρξαι. Καὶ ἔστι ταῦτα μαθεῖν καὶ ἀπὸ Ἑλλήνων τῶν ἀναγραψάντων τὰ περὶ τὸν προφητευθέντα Κῦρον. Ἔτι δὲ καὶ ἐν τῷ Δανιήλ, Βαβυλωνίων βασιλευόντων τότε, τῷ Ναβουχοδονόσορ δείκνυνται αἱ ἐσόμεναι βασιλεῖαι μετ´ αὐτόν. Δείκνυνται δὲ διὰ τῆς εἰκόνος, χρυσίου μὲν τῆς Βαβυλωνίων ἀρχῆς ὀνομαζομένης, ἀργυρίου δὲ τῆς Περσῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων, σιδήρου δὲ τῆς Ῥωμαίων. Καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ περὶ Δαρεῖον καὶ Ἀλέξανδρον καὶ τοὺς τέσσαρας διαδόχους Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα, τὸν ἐπικαλούμενον Λαγών, οὕτως προφητεύεται·

« Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλμῶν. Καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Οὐβάλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτὸν καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα. Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθε κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν. »

Τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρᾶ καὶ τὴν εἰς Αἴγυπτον ἀναχώρησιν καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη; Πάντα γὰρ ταῦτα σημεῖά ἐστι τῆς τοῦ θεοῦ προγνώσεως. Ἀλλὰ καὶ αὐτὸς ὁ σωτήρ·

« Ὅταν », φησίν, « ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνώσεσθε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. »

Προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς τὸ τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ. 

Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτως τετάχθαι κινεῖσθαι, ἐναντιοφορούντων τῶν καλουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι (πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε οὖν ἐνεργούντων ἢ πασχόντων), ἀλλ´ αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν ἐν τοῖς ἑξῆς δείξομεν. Συνέντες δὲ οἱ ἄνθρωποι ἔκ τινων τηρήσεων ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παραβεβηκότων καὶ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινά, ᾠήθησαν τοὺς ἀφ´ ὧν τὰ σημεῖα οἴονται λαμβάνειν αἰτίους ὑπάρχειν τούτων, ἃ σημαίνειν ὁ λόγος φησί· περὶ ὧν καὶ αὐτῶν ὡς ἐν ἐπιτομῇ κατὰ δύναμιν ἐπιμελέστερον εὐθέως διαληψόμεθα. Προκείσεται τοίνυν ταῦτα τὰ προβλήματα·

Πῶς, προγνώστου ὄντος ἐξ αἰῶνος τοῦ θεοῦ περὶ τῶν ὑφ´ ἑκάστου πράττεσθαι νομιζομένων, τὸ ἐφ´ ἡμῖν σῴζεται· καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον· καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώπων κρείττοσι τὰ σημεῖα ἔκκειται· τίς γὰρ ἡ αἰτία τοῦ τὰ σημεῖα τὸν θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάμεων, τέταρτον ἐξετασθήσεται. Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοί τινες τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα καὶ τὸ ἐφ´ ἡμῖν μηδαμῶς σῴζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ (ὥς φασιν ἐκεῖνοι) ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ´ ἡμῖν καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν τῶν τε κακιῶν ψεκτόν. Καί φασιν· εἰ ἐξ αἰῶνος ἔγνω ὁ θεὸς τόνδε τινὰ ἀδικήσειν καὶ τάδε ποιήσειν τὰ ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ θεοῦ, καὶ πάντως ἔσται ἄδικος ποιήσων τάδε τὰ ἀδικήματα ὁ τοιοῦτος εἶναι προεωραμένος καὶ ἀμήχανον μὴ ἀδικήσειν αὐτόν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ἔγνω ὁ θεός. Εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτόν, οὐδεὶς δὲ ἀδύνατον μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους. Ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρχονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα, εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ τὸν θεὸν τὰ μέλλοντα προεγνωκέναι τὸ μὴ δύνασθαι τὸ ἐφ´ ἡμῖν σῴζεσθαι. Πρὸς οὓς λεκτέον ὅτι ἐπιβάλλων ὁ θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιίας, οὐδενὸς ἀναιτίως γινομένου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων ὁρῶν ὅτι ἐπεὶ τόδε γέγονε, τόδε ἕπεται, ἐὰν δὲ γένηται τόδε, τὸ ἑπόμενον τόδε ἀκολουθεῖ, οὗ ὑποστάντος τόδε ἔσται· καὶ οὕτως μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων. Ὥσπερ γὰρ εἴ τις ὁρῶν τινα διὰ μὲν ἀμαθίαν προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς εἰ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γίνεται, οὕτω νοητέον τὸν θεὸν προεωρακότα ὁποῖος ἔσται ἕκαστος καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐτὸν ἔσεσθαι καθορᾶν καὶ ὅτι ἁμαρτήσεται τάδε ἢ κατορθώσει τάδε. Καὶ εἰ χρὴ λέγειν, οὐ τὴν πρόγνωσιν αἰτίαν τῶν γινομένων (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου ἁμαρτησομένου ὁ θεός, ὅταν ἁμαρτάνῃ), ἀλλὰ παραδοξότερον μέν, ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. Οὐ γὰρ ἐπεὶ ἔγνωσται γίνεται, ἀλλ´ ἐπεὶ γίνεσθαι ἔμελλεν ἔγνωσται. Διαστολῆς δὲ δεῖται. Εἰ μὲν γὰρ τὸ « πάντως ἔσται » οὕτως τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. Ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσί, παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. Οὐκ ἂν δὲ ψόγος αὐτῷ προσήπτετο, εἰ ἐπάναγκες προδότης ἦν καὶ μὴ ἐνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις γενέσθαι. Ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται δι´ ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων·

« Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ, ἀνθ´ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος· καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι· καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ´ αὐτοῦ. »

Εἰ δέ τις διηγήσεται τὸ

« Πάντως ἔσται »

κατὰ τὸ σημαίνειν αὐτὸ λέγων ὅτι ἔσται μὲν τάδε τινά, ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγχωροῦμεν. Τὸν μὲν γὰρ θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ γενέσθαι. Σαφέστερον δὲ τοῦτο ἐροῦμεν οὕτως· εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ· εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸν θεὸν φρονῆσαι περὶ αὐτοῦ ὅτι προδότης ἔσται. Εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προειρημένων ἐνδεχομένων δύο, ἐνδεχομένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὗ ἡ γνῶσις ἐνδέχεται καὶ ἑτέρως γενέσθαι· καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ θεοῦ ὅτι ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων οἶδα ὅτι τάδε ποιήσει.

Οὐ γὰρ ὥσπερ (ὁ θεὸς εἴποι ἄν) οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν φέρε εἰπεῖν περί τινος διδοὺς ἐρεῖ ὅτι οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι· δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δέ ἐστι τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι. Ὧν ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χειρίστῃ· κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς καὶ βιῶσαι βεβουλημένος κατ´ αὐτό. Οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιρρέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν καὶ λόγου προτρεπτικοῦ. Πάλιν δ´ αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονήν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν αὐτῇ, ἀλλ´ οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχημον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον.

Ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν γραφῶν ὁ θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προσποιησάμενος τὸ ἐγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται·

« Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν. »

Οὐ γὰρ ἀγνοῶν ὁ θεὸς πότερον ἀκούσουσιν ἢ οὔ, φησίν·

« Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν »,

ἀλλ´ οἱονεὶ τὸ ἰσοστάσιον τῶν δυναμένων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων, ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ προκαταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα ὡς οὐκ ὄντος ἐπ´ αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὕτη αἰτία γένηται τῶν ἁμαρτημάτων· ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προεγνωσμένον καλὸν δυναμένοις ἐν τῷ ἀγωνίσασθαι καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκέτι εὐτόνως ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσομένου τοῦ προειρημένου· καὶ οὕτως γὰρ οἷον ἐμπόδιον γένοιτ´ ἂν ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ. Πάντα γοῦν χρησίμως ὁ θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν εὐλόγως ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύφλωσεν. Ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτριψε δ´ ἄν, δόξασα κατειλῆφθαι, πρὸς τὸ μὴ ἀντιπαλαίσαντας ἡμᾶς τῇ ἁμαρτίᾳ τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι. Ἅμα δὲ καὶ μαχόμενον ἐγίνετο τῷ καλὸν καὶ ἀγαθὸν γενέσθαι τινὰ τὸ τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινά, ὅτι πάντως ἔσται ἀγαθός. Πρὸς οἷς ἔχομεν γάρ, καὶ σφοδρότητος καὶ τάσεως πλείονος χρεία πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι· προκαταληφθεῖσα δὲ ἡ γνῶσις τοῦ πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι ὑπεκλύει τὴν ἄσκησιν. Διόπερ συμφερόντως οὐκ ἴσμεν οὔτε εἰ ἀγαθοὶ οὔτε εἰ πονηροὶ ἐσόμεθα.

Ἐπεὶ δὲ εἰρήκαμεν ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς τὰ μέλλοντα ὁ θεός, ζητούμενόν τι ῥητὸν ἀπὸ τῆς Ἐξόδου ὅρα εἰ δυνάμεθα οὕτως σαφηνίσαι·

« Τίς ἐποίησε δύσκωφον καὶ κωφόν, καὶ βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ κύριος ὁ θεός; »

ἵνα τὸν αὐτὸν τυφλὸν καὶ βλέποντα πεποιηκὼς ᾖ· βλέποντα μὲν πρὸς τὰ ἐνεστηκότα, τυφλὸν δὲ πρὸς τὰ μέλλοντα. Τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. Ὅτι μέντοι γε πολλῶν τῶν ἐφ´ ἡμῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ´ ἡμῖν ἐστι, καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ´ ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ´ ἡμῖν ἐπράττετο. Πράττεται δὲ τάδε τινὰ τῶν ἐφ´ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφ´ ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρ´ ἃ πράττομεν. Εἰ δέ τις ζητεῖ τὸ ἐφ´ ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντός, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος. Μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀποδεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ θεοῦ μὴ εἶναι καταναγκαστικὴν τῶν προεγνωσμένων πάντως.

Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. Σαφὲς δὴ ὅτι εἰ ὅδε τις ὁ σχηματισμὸς τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶνδέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον), οὐκ ἂν ὁ σήμερον φέρε εἰπεῖν γενόμενος σχηματισμὸς περὶ τόνδε δύναιτο νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους· πᾶν γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. Ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀνθρώπους. Ἐπαγγέλλονται γὰρ τόνδε τινὰ τόπον, τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀνθρώπου, καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ κάθετον ἢ τῆσδε τῆς μοίρας τοῦ ζῳδίου ἢ τῶν ἐν αὐτῷ λεπτῶν καὶ ποῖος ἀστὴρ τοῦ ζῳδιακοῦ κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος ποῖός τε κατὰ τοῦ δυτικοῦ καὶ τίς κατὰ τοῦ μεσουρανήματος καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανήματος. Καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσί, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένα, περὶ πατρὸς ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων, τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων. Τὰ δ´ αὐτὰ καὶ περὶ τῆς μητρὸς καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐὰν τύχωσιν ὄντες. Ἔστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τὰ ἐν τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν ὅτι οὐχ οὕτως ἔχει. Πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχηματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα. Εἰ γὰρ τοῦτο ἀμήχανον, καθ´ ὃ δὴ [ὅτι] εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου ἀληθές, σαφὲς τὸ μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. Εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτούς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ τῷ σημαίνειν μόνον. Ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γενέσεως αἰτίους γεγονέναι, τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφορὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ σημαινόντων μόνον. Μὴ ἔχοντες δὲ δοῦναι τὴν διαφοράν, εὐγνωμόνως συγκαταθήσονται μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ´ ὡς προειρήκαμεν, εἰ ἄρα, σημαίνεσθαι· ὡς εἰ μὴ καὶ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, ἀλλ´ ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ διά τινος λόγου προφητικοῦ. Ὥσπερ γὰρ προαπεδείξαμεν ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ´ ἡμῖν λόγον τὸ τὸν θεὸν εἰδέναι τὰ πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ἃ ἔταξεν ὁ θεὸς εἰς τὸ σημαίνειν, ἐμποδίζει τὸ ἐφ´ ἡμῖν, ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν θεοῦ, περιέχειν τὰ μέλλοντα. Διόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακώβ·

« Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ ὅσα συμβήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν. »

Τάχα δὲ καὶ τὸ

« Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον »

τοὺς λόγους τοὺς περιεχομένους σημαντικοὺς τῶν ἐσομένων δηλοῖ  ἀπαρτισθησομένους καὶ ἵν´ οὕτως εἴπω πληρωθησομένους, ὥσπερ λέγονται αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκβεβηκέναι. Καὶ οὕτως ἔσται εἰς σημεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν λέγουσαν φωνὴν

« Ἔστωσαν εἰς σημεῖα ».

Ὁ δὲ Ἱερεμίας ἐπιστρέφων ἡμᾶς πρὸς ἑαυτοὺς καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νομιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμβανομένοις ἐκεῖθεν ἔρχεσθαί φησιν·

« Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε. »

Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύνανται οἱ ἀστέρες εἶναι ποιητικοί, ἀλλ´, εἰ ἄρα, σημαντικοί. Ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου (τοῦτο δὲ καθ´ ὑπόθεσιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀναλαμβάνεσθαι ὑπ´ ἀνθρώπων δύνασθαι)· φέρε γὰρ εἰπεῖν περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, ἀπὸ τῆς ἑκάστου αὐτῶν. Περιέχειν γὰρ οἴονται τὴν ἑκάστου γένεσιν ἀδελφὸν ὑπὸ λῃστῶν τεθνηξόμενον, ὁμοίως καὶ τὴν τοῦ πατρὸς καὶ τὴν τῆς μητρὸς καὶ τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοῦ καὶ τῶν οἰκετῶν καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων. Πῶς οὖν δυνατὸν τὸν τοσαύταις γενέσεσιν, ἵνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐμπεριεχόμενον γίνεσθαι ὑπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε; Ἀπίθανον γὰρ καὶ τὸ φάσκειν τὸν σχηματισμὸν τὸν ἐν τῇ ἰδίᾳ τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιηκέναι, ἀλλὰ σεσημαγκέναι μόνον. Ἠλίθιον γὰρ τὸ εἰπεῖν ὅτι ἡ πάντων γένεσις περιεῖχε καθ´ ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι· ὥστε ἐν γενέσεσιν, καθ´ ὑπόθεσιν λέγω, πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. Οὐκ οἶδ´ ὅπως δυνήσονται σῶσαι τὸ τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχηματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομήν, ἀκρωτηριαζομένους καὶ ἑλκουμένους καὶ φλεγμονῇ περιπεσουμένους καὶ τραύμασι καὶ ἅμα τῇ εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεομένους· τῶν δὲ ἐν Ἰσμαηλίταις τοῖς κατὰ τὴν Ἀραβίαν τοιόνδε ὡς πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς. Τοῦτο γὰρ ἱστόρηται περὶ αὐτῶν. Καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοψι τοῖσδε τὰς κόγχας τῶν γονάτων περιαιρεῖσθαι καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. Πῶς γὰρ ταῦτα ποιοῦσιν οἱ ἀστέρες τοῖσδε τοῖς ἔθνεσιν; Οἶμαι ὅτι 〈εἰ〉 ἐπιστήσαιμεν, οὐδὲ μέχρι τοῦ στῆσαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν. Τοσούτων δὲ φερομένων ὁδῶν προγνωστικῶν, οὐκ οἶδ´ ὅπως ἐξώκειλαν οἱ ἄνθρωποι ἐπὶ τὸ τὴν μὲν οἰωνιστικὴν καὶ τὴν θυτικὴν μὴ λέγειν περιέχειν τὸ ποιοῦν αἴτιον, ἀλλὰ σημαίνειν μόνον, καὶ τὴν ἀστεροσκοπικήν, οὐκέτι δὲ τὴν γενεθλιαλογικήν. Εἰ γὰρ ἐπιγινώσκεται (ἵνα καὶ χαρισώμεθα τὸ γινώσκεσθαι), γίνεται δὲ ἐκεῖθεν ὅθεν ἡ γνῶσις λαμβάνεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τὰ γινόμενα καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων ἢ ἀπὸ τῶν διᾳττόντων ἀστέρων; Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων.

Ὅπερ δὲ συγκεχωρήκαμεν (οὐ γὰρ ἐλύπει τὸν λόγον), ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ ὧν ἐστι σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι. Φασὶ τοίνυν οἱ περὶ ταῦτα δεινοὶ τὸν μέλλοντα τὰ κατὰ τὴν γενεθλιαλογίαν ἀληθῶς καταλαμβάνειν εἰδέναι οὐ μόνον τὸ κατὰ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλούμενος ἀστήρ, ἀλλὰ καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου καὶ κατὰ ποίου ἑξηκοστοῦ, οἱ δὲ ἀκριβέστεροι καὶ κατὰ ποίου ἑξηκοστοῦ τοῦ ἑξηκοστοῦ, καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφ´ ἑκάστου τῶν πλανωμένων, ἐξετάζοντα τὴν σχέσιν τὴν πρὸς τοὺς ἀπλανεῖς. Πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει, φασίν, ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπ´ αὐτοῦ, ἀλλὰ καὶ τὴν μοῖραν καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τὸ πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν. Πῶς τοίνυν τῆς ὥρας (πλατεῖ λόγῳ) ἥμισυ δωδεκατημορίου περιεχούσης δύναταί τις λαβεῖν τὸ ἑξηκοστόν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε φέρε εἰπεῖν εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρᾳ τετάρτῃ καὶ ἡμίσει ὥρας καὶ τετάρτῳ, ὀγδόῳ καὶ ἑκκαιδεκάτῳ καὶ δυοτριακοστῷ; Παρὰ πολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ 〈τοῦ〉 ποστημορίου αὐτῆς. Ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τὸ μεταξὺ ἀκαριαῖον ὥρας ἐστί, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ´ αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖνοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκέναι. Οὐδεὶς γὰρ δύναται λέγειν ὅτι τὸ μεταξὺ τοῦδε τῆς γενέσεως πρὸς τὴν τοῦδέ ἐστιν ὥρας τριακοστόν. Ἀλλ´ ἔστω συγκεχωρημένον αὐτοῖς τὸ κατὰ τὸ ἐκλαβεῖν τὴν ὥραν. Φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸν ζῳδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς δι´ ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων, ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος. 〈Τὰ δὲ ἀποτελέσματα φασὶν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώματος〉, ἀλλ´ ἐκ τοῦ νοητοῦ ζῳδίου, ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβάνεσθαι. Ἔστω δὴ καὶ τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοητὸν δωδεκατημόριον ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές· ἀλλὰ τήν γε σύγκρασιν παρ´ αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολογήσουσιν οὐχ οἷοί τε σῶσαι κατὰ πᾶν, ἀμαυρουμένου τοῦ δηλουμένου φέρε εἰπεῖν χείρονος ἀπὸ τοῦδε διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου, πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμποδιζομένης ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι, χειρόνων ὄντα σημαντικόν. Καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην, ἀλλ´, εἰ ἄρα, μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. Εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων ἤπερ νομιζόμενον ἐπιτευκτικόν. Καὶ Ἡσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγγελλομένων·

« Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. »

Διὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν ἃ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν. »

Τοσαῦτα καὶ ὁ δηλωθεὶς ἀνήρ. Ἀλλὰ γὰρ ὁ πᾶς ἡμῖν οὗτος εἰς δύο τὰ μέγιστα συναιρεῖται λόγος, εἴς τε τὸ μὴ θεοὺς εἶναι τοὺς κατὰ πόλιν χρᾶν νενομισμένους καὶ εἰς τὸ μηδὲ ἀγαθοὺς δαίμονας, τοὐναντίον δὲ γόητάς τινας καὶ πλάνους καὶ ἀπατεῶνας τυγχάνειν, ἐπ´ ὀλέθρῳ καὶ διαστροφῇ τῆς ἀληθοῦς εὐσεβείας τὴν εἰς ἀνθρώπους πλάνην, τήν τε ἄλλην καὶ τὴν περὶ εἱμαρμένης, προβεβλημένους. Ἀφ´ ἧς μηδενὸς τῶν ἐξ αἰῶνος πλὴν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὸ πᾶν τῶν ἀνθρώπων γένος λελυτρωμένου, εἰκότως ἡμῖν ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς τὰ παρόντα πάντα διὰ σπουδῆς γέγονεν, ὡς ἂν ἔργῳ μάθοιμεν, ἐκ τίνων προγόνων φύντες καὶ οἵᾳ τὸ πρὶν ἀπάτῃ συνεχομένων ἐξ ὁπόσης τε καὶ πηλίκης ἀνανεύσαντες αὐτοί τε ἡμεῖς καὶ ὁ σύμπας τῶν ἀνθρώπων βίος ἀβλεψίας τε καὶ ἀθεότητος τὴν ἴασιν τῆς μακρᾶς καὶ πολυχρονίου δαιμονικῆς ἐνεργείας διὰ μόνης τῆς σωτηρίου Εὐαγγελικῆς εὑράμεθα διδασκαλίας.