RETOUR À L’ENTRÉE DU SITE    

 

RETOURNER à LA TABLE DES MATIÈRES D'eusèbe

 

 

EUSÈBE DE CÉSARÉE

 

Préparation évangélique

LIVRE VII

TEXTE GREC

 

livre VI - livre VIIII

 

traduction française

Si vous voulez la traduction française d'un chapitre, cliquez sur le chapitre

 

 

 

 

ΤΑΔΕ ΤΟ ΕΒΔΟΜΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ
 

Ζ

ΚΕΦΑΛΑΙΟΝ Αʹ.

Τὰ περὶ τοῦ τῶν ἀνέκαθεν ἑβραίων βίου καὶ ὡς εὐλόγως τὰς ἐνθέους αὐτῶν γραφὰς τῶν πατρίων λόγων προετιμήσαμεν

Ἑβραίων πέρι λοιπὸν καὶ τῆς κατὰ τούτους φιλοσοφίας τε καὶ εὐσεβείας, ἣν τῶν πατρίων ἁπάντων προτετιμήκαμεν, τὸν τοῦ βίου τρόπον ὑπογράψαι καιρός. Ἐπειδὴ γὰρ οὐκ ἀλόγῳ, κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ τῆς διεψευσμένης ὁμοῦ πάντων Ἑλλήνων τε καὶ βαρβάρων θεολογίας τὴν ἀπόλειψιν πεποιημένοι συνέστημεν, ὥρα λοιπὸν τὴν δευτέραν ἐπιλύσασθαι, τὴν αἰτίαν ἀποδιδόντας τῆς τῶν Ἑβραϊκῶν λόγων μεταποιήσεως. Τὸ μὲν οὖν μὴ φέρειν τινὰ μέμψιν ἡμῖν τὴν ἀπὸ βαρβάρων τοῦ συμφέροντος μετάληψιν ἐπὶ τῆς δεούσης σχολῆς παραστήσομεν, πάντα τοῖς Ἕλλησι καὶ αὐτοῖς γε τοῖς βοωμένοις αὐτῶν φιλοσόφοις τὰ φιλόσοφα μαθήματα καὶ τὰ ἄλλως κοινὰ καὶ ταῖς πολιτικαῖς λυσιτελοῦντα χρείαις παρὰ βαρβάρων ἐσκευωρῆσθαι
ἐπιδείξοντες· τὸ δὲ μηδέν πω μηδ' ὅλως παρά τισιν εὑρῆσθαι τῶν ἐθνῶν οἷον τὸ παρ' Ἑβραίων ἡμῖν ἀγαθὸν πεπορισμένον ὧδε ἂν γένοιτο πρόδηλον·

ΚΕΦΑΛΑΙΟΝ Βʹ.  

Ἀνακεφαλαίωσις τῆς παρὰ τοῖς ἄλλοις ἔθνεσι θεολογίας καὶ οἵων κακῶν αἰτία συνέστη τῷ βίῳ

Οἱ μὲν δὴ λοιποὶ πάντες ἄνθρωποι ἄνωθεν ἐκ πρώτης τοῦ βίου συστάσεως καὶ εἰς τὸν μετέπειτα χρόνον μόνῃ τῇ τῶν σωμάτων προσανασχόντες αἰσθήσει τῷ μηδὲν περὶ τῆς ἐν αὐτοῖς ψυχῆς διειληφέναι πλέον τε οὐδὲν τῶν ὁρωμένων ἐν τοῖς οὖσιν ὑπάρχειν ἡγησάμενοι, τὸ καλὸν καὶ συμφέρον καὶ μόνον ἀγαθὸν τῇ τῶν σωμάτων ἀνέθηκαν ἡδονῇ· μόνην τε ταύτην, ὡς τὸ μόνον οὖσαν ἀγαθὸν καὶ προσηνὲς καὶ ἡδὺ πρὸς ἀπόλαυσίν τε εὐδαίμονος βίου αὐτάρκη, περισπούδαστον ὑποθέμενοι θεῶν μεγίστην ἡγήσαντό τε καὶ τεθειάκασιν, οὐδὲ τῆς ζωῆς αὐτῆς, εἰ μὴ μετέχοι τῆς τῶν σωμάτων ἡδονῆς, ἐφιέμενοι καὶ ζῆν οὐ διὰ τὸ ζῆν, διὰ δὲ τὸ ἡδέως ζῆν ἀσπαζόμενοι, τοῦτο καὶ τοῖς ἰδίοις εὐξάμενοι παισὶν ὡς μόνον ἀγαθὸν παρεῖναι. Ἔνθεν οἱ μὲν τὰ χορηγὰ τῆς ἐνσάρκου ζωῆς ἥλιον εἶναι καὶ σελήνην καὶ ἀστέρας ὑποτοπήσαντες καί πως καὶ πρὸς τὴν ὄψιν τοῦ φωτὸς καταπλαγέντες πρώτους θεοὺς ἀνηγόρευσαν, μόνους αἰτίους τῶν ὅλων εἶναι ἀποφηνάμενοι· οἱ δὲ τοὺς ἀπὸ γῆς καρποὺς τήν τε ὑγρὰν καὶ ξηρὰν καὶ θερμὴν οὐσίαν τά τε λοιπὰ τοῦ κόσμου μέρη, δι' ὧν αὐτοῖς τὰ σώματα τρεφόμενά τε καὶ πιαινόμενα τὴν ἔνσαρκον ὁμοῦ ζωήν τε καὶ ἡδονὴν ἐθηρᾶτο, θεῶν πάλιν προσηγορίᾳ τετιμήκασιν· οἱ δὲ πολὺ πρότερον τούτων γυμνῇ καὶ ἀκαλύπτῳ κεφαλῇ τὰ σφέτερα πάθη καὶ τὴν δέσποιναν αὐτῶν ἡδονήν, ἔρωτα καὶ πόθον καὶ ἀφροδίτην, καὶ αὐτῶν τῶν θεῶν κρατεῖν εἰπόντες ἀπεθέωσαν· οἱ δὲ τοὺς τῶν ἡδέων χορηγούς τε καὶ εὑρετὰς αὐτοῖς γενομένους ἄνδρας, τυράννους τινὰς καὶ δυνάστας, δι' ἃς ἔτυχον ἐξ αὐτῶν εὐπαθείας, ζῶντάς τε ἔτι καὶ μετὰ τελευτὴν ἐθεοποίησαν· οἱ δὲ μοχθηρῶν πνευμάτων καὶ δαιμόνων γενόμενοι παραπαίγνια ἔτι μειζόνως τὸ παθητικὸν αὐτῶν μέρος τῆς ψυχῆς συνηύξησαν, τὰ ἡδέα καὶ παρὰ τούτων διὰ τῆς νενομισμένης αὐτῶν θεραπείας ἐκπορίζοντες· οἱ δὲ μηδενὸς τούτων ἀνασχόμενοι τὸ ἄθεον ὡς πολὺ κρεῖττον τῆς τοιᾶσδε θεολογίας εἰσηγήσαντο· οἱ δὲ ἔτι τούτων ἁπάντων ἀναιδέστεροι τὸν φιλόσοφον καὶ τρισευδαίμονα βίον οὐδ' ἄλλον εἶναι ἢ τὸν ἡδὺν ἀπεφήναντο, τέλος τῶν ἀγαθῶν τὴν ἡδονὴν ὁρισάμενοι. Ταύτη δ' οὖν τὸ πάντων ἀνθρώπων γένος ὡς ἂν δεσποίνῃ πικρᾷ καὶ χαλεπωτάτῃ ἡδονῇ θεῷ, μᾶλλον δὲ αἰσχρῷ καὶ ἀκολάστῳ δαίμονι, καταδεδουλωμένον παντοίαις ἐνεφύρετο ταλαιπωρίαις.

« Αἵ τε γὰρ θήλειαι αὐτῶν »,

κατὰ τὸν ἱερὸν ἀπόστολον,

« μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρσενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.»

Ταύτη καὶ Ἕλληνες καὶ βάρβαροι, σοφοί τε καὶ ἰδιῶται, χαμαὶ καὶ ἐπὶ γαστέρα πεσόντες ὡς θεῷ τῇ ἡδονῇ προσεκύνησαν πρηνεῖς τε σφᾶς αὐτοὺς ἑρπετῶν δίκην καταβαλόντες ἄμαχον καὶ ἀπαραίτητον θεὸν ταύτην ἡγήσαντό τε καὶ ἔστερξαν, ἔν τε ᾠδαῖς καὶ ὕμνοις ἔν τε θεῶν ἑορταῖς ἔν τε ταῖς πανδήμοις θέαις μόνης τῆς αἰσχρᾶς καὶ ἀκολάστου ἡδονῆς τὰ ὄργια καὶ τὰς ἀσέμνους τελετὰς μυούμενοί τε καὶ τελοῦντες, ὡς, εἰ καί τι ἄλλο, καὶ τόδε καλῶς παρ' ἡμῖν ἀνῃρῆσθαι·

« Ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων.»

Καὶ τὰ μὲν τῆς τῶν ἄλλων ἐθνῶν θεολογίας τοσαύτην εἰλήφει, ὡς ἐν βραχεῖ φάναι, τὴν πολυτροπίαν, μιᾶς μὲν ἀρχῆς τῆς ἀκαθάρτου καὶ μιαρᾶς ἡδονῆς ἀνημμένα, ὕδρας δὲ πολυαυχένου καὶ πολυκεφάλου τρόπον εἰς πολλὰς καὶ ποικίλας διαιρέσεις τε καὶ τομὰς ἐξενηνεγμένα. Ἐπειδὴ τοίνυν τοσαύτην ἔτυχον προβεβλημένοι τὴν πλάνην, εἰκότα δὴ αὐτοῖς ἡδονῇ θεῷ καὶ κακῷ δαίμονι χρωμένοις ἐπὶ κακοῖς κακὰ συνηγείρετο, γυναιμανίαις καὶ ἀρρένων φθοραῖς μητρογαμίαις τε καὶ θυγατρομιξίαις τὸν πάντα καταφυρομένοις βίον καὶ τὴν ἄγριον καὶ θηριώδη φύσιν ὑπερβολῇ φαυλότητος νενικηκόσι. Τοιοῦτος μὲν οὖν ὁ τρόπος τῶν παλαιῶν ἐθνῶν καὶ τῆς διεψευσμένης αὐτῶν θεολογίας διὰ τῶν συνηγμένων ἡμῖν Ἑλληνικῶν λογογράφων τε καὶ φιλοσόφων ἐν τοῖς πρόσθεν ἀποδέδεικται.

ΚΕΦΑΛΑΙΟΝ Γʹ.

Παράθεσις τοῦ τῶνἑβραίων τρόπου καὶ ὅπως ἐδόξαζον περὶ τοῦ ποιητοῦ καὶ δημιουργοῦ τῶν ὅλων

Εἰ δὴ οὖν συνῶπταί σοι ὁ τῶν παλαιῶν βίος, ἄθρει δὴ λοιπὸν τῇ διανοίᾳ  μόνους παῖδας Ἑβραίων ἐν τοσούτοις τὴν ἐναντίαν ἀπιόντας. Οἵδε γὰρ πρῶτοι καὶ μόνοι πάντων ἀνθρώπων ἄνωθεν ἐκ πρώτης τοῦ βίου καταβολῆς λογικῇ θεωρίᾳ τὴν διάνοιαν ἀναθέντες καὶ τῇ περὶ τοῦ παντὸς φυσιολογίᾳ εὐσεβῶς ἐπιστήσαντες, πρῶτα μὲν τὰ τῶν σωμάτων στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἐξ ὧν τόδε τὸ πᾶν συνεστὼς κατεμάνθανον, ἥλιόν τε καὶ σελήνην καὶ ἀστέρας οὐ θεούς, ἔργα δὲ εἶναι θεοῦ διελογίσαντο, τὴν φύσιν τῆς σωματικῆς οὐσίας οὐ μόνον ἄλογον, ἀλλὰ καὶ ἄψυχον εἶναι, καθ' ὅσον ῥοώδης καὶ φθαρτὴ οὖσα τυγχάνει, συννοήσαντες κἄπειτα λογισάμενοι ὡς οὐχ οἷόν τε τὴν τοῦ σύμπαντος κόσμου διάταξιν, εὖ καὶ σοφῶς ἡρμοσμένην ἔμπλεών τε ζῴων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ὑπάρχουσαν, αὐτόματον ἐπιγράφεσθαι τὴν αἰτίαν οὐδέ γε τῶν ἐμψύχων τὴν ποιητικὴν ἀρχὴν ἄψυχον ὑπολαμβάνειν οὐδ' ἄλογον τὴν τῶν λογικῶν δημιουργόν· ἐπεὶ μηδὲ ξύλων καὶ λίθων αὐτόματός ποτ' ἂν οἰκοδομία συσταίη οὐδέ γε ἐσθὴς ὑφάντου δίχα συντελεσθείη οὐδὲ πόλεις καὶ πολιτεῖαι νόμων ἐκτὸς καὶ ἀρχοντικῆς διατάξεως οὐδ' ἐκτὸς κυβερνήτου ναῦς οὐδὲ τὸ σμικρότατον τέχνης ὄργανον ὑποσταίη ἂν μὴ διὰ τεχνίτου οὐδ' εὐόρμου ποτὲ ναῦς λιμένος τύχοι μὴ οὐχὶ σὺν ἀγαθῷ κυβερνήτῃ· οὐδ' ἡ τῶν καθόλου στοιχείων ἄρα φύσις, ἄψυχος οὖσα καὶ ἄλογος, τῷ καθ' ἑαυτὴν λόγῳ δίχα τῆς ἀνωτάτω τοῦ θεοῦ σοφίας λόγου ποτὲ καὶ ζωῆς ἀνθέξεται. Ταῦτα δὴ καὶ τοιαῦτα διανοηθέντες οἱ τῆς Ἑβραίων εὐσεβείας πατέρες, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νῷ κεκαθαρμένῳ καὶ ψυχῆς διαυγέσιν ὄμμασι τὸν πάντων γενεσιουργὸν θεὸν ἐσεβάσθησαν.

ΚΕΦΑΛΑΙΟΝ Δʹ.

Ὅπως ἐφρόνουν περὶ ἀθανασίας ψυχῆς καὶ περὶ τῆς τῶν σωμάτων οὐσίας

Κἄπειτα μέρος οὐ μικρὸν τοῦ παντὸς σφᾶς αὐτοὺς εἶναι συναισθόμενοι τὸ μέν τι αὐτῶν τίμιον εἶναι ἡγήσαντο τοῦτο δὲ καὶ τὸν ἀληθῆ ἄνθρωπον, τὸν κατὰ ψυχὴν νενοημένον, τὸ δὲ τούτου χώραν περιβολῆς ἐπέχειν· τοῦτο δὲ εἶναι τὸ σῶμα. Καὶ δὴ τοῦτον διελόμενοι τὸν τρόπον, τὴν πᾶσαν περὶ τῆς τοῦ ἔνδον ἀνθρώπου ζωῆς φροντίδα καὶ σπουδὴν εἰσηνέγκαντο, τοῦτο καὶ παρὰ τῷ πάντων δημιουργῷ θεῷ προσφιλὲς εἶναι λογισάμενοι, ὅς που τὴν ἀνθρώπων φύσιν τῶν ἐπὶ γῆς ἁπάντων κρατεῖν οὐ ῥώμῃ σώματος ὡς ἀρετῇ ψυχῆς ἐδωρήσατο τὰ μὲν γὰρ τῶν ὄντων εἶναι ἄψυχα, οἷα λίθους καὶ ξύλα, τὰ δὲ ζωτικῆς δυνάμεως μέτοχα, οἷα τὰ ἀπὸ γῆς βλαστήματα, τὰ δὲ αἰσθήσεως ὁρμῆς τε φανταστικῆς μεμοιραμένα, οἷα ζῴων τὰ ἄλογα· πάντα δὲ ταῦτα ἑνὶ τῷ τῶν ἀνθρώπων γένει πρὸς ὑπηρεσίαν δουλοῦσθαι, οὐ ῥώμῃ σώματος καὶ ἰσχύϊ κατηναγκασμένα, λογισμῷ δὲ καὶ ψυχῆς ἀρετῇ, ᾗ τὸ κατὰ πάντων τῶν ἐπὶ γῆς ἀρχικόν τε καὶ βασιλικὸν γέρας ἄνωθεν παρὰ τοῦ τῶν ὅλων αἰτίου συγκεχωρῆσθαι κατειλήφεσαν· ἔνθεν ὁρμώμενοι σῶμα μὲν καὶ τὰ σωμάτων ἡδέα οὐδέν τι μᾶλλον τῶν ἄλλων ἐπὶ γῆς θρεμμάτων προτιμᾶν διενοήθησαν, τὸ δ' ἐν αὐτοῖς ἄρχον, ὡς ἂν τοῦ πάντων ἄρχοντος οἰκεῖον, καὶ τῆς ψυχῆς τὸ λογικόν τε καὶ νοερὸν θεῖόν τε καὶ ἐπιστημονικόν, ὡς ἂν τοῦ ἐπὶ πάντων θεοῦ τὴν ὁμοίωσιν φέρον, μόνον διὰ σπουδῆς ἔσχον. Εἶτα μηδ' ἄλλο τι ἐνθυμηθέντες ἀγαθὸν εἶναι τοῦ πάντων ἀγαθῶν χορηγοῦ θεοῦ, τέλος ἁπάσης εὐδαιμονίας τὴν αὐτοῦ γνῶσίν τε καὶ φιλίαν εἶναι ἀπεφήναντο, ὅτι καὶ αὐτῆς ζωῆς καὶ ψυχῆς καὶ σώματος καὶ τῶν τούτοις ἀναγκαίων μόνος αὐτὸς ἀνῆπται τὴν αἰτίαν. Τούτῳ δὴ οὖν σφᾶς ὅλους αὐτῷ σώματι καὶ ψυχῇ φέροντες ἀνατεθείκασι, τὸν πάντα αὐτῶν βίον ἐπ' αὐτὸν ἀναρτησάμενοι καὶ μόνῳ προσέχειν, ἄλλῳ δὲ μηδενὶ τῶν ὁρωμένων ἀξιώσαντες. Οὕτω δὴ φιλόθεοι ὁμοῦ καὶ θεοφιλεῖς ἀναφανέντες θεραπευταί τινες ὄντως καὶ ἱερεῖς τοῦ ὑψίστου ἀπεφάνθησαν ἢ καὶ «γένος ἐκλεκτὸν» καὶ «βασιλικὸν ἱεράτευμά» τε θεοῦ καὶ «ἔθνος ἅγιον» προσαγορευθῆναι ἠξιώθησαν, σπέρμα τῆς ἀληθοῦς ταύτης εὐσεβείας καὶ τοῖς ὀψιγόνοις αὐτῶν ἀπολελοιπότες. Ἆρ' οὖν λογισμῷ σοι δοκοῦμεν τούσδε τῶν Ἑλληνικῶν προτετιμηκέναι καὶ μᾶλλον τῶν Φοινίκων τε καὶ Αἰγυπτίων θεῶν τῶν τε περὶ τοὺς θεοὺς δυσφήμων ἀτοπημάτων τὰς παρ' Ἑβραίοις περὶ εὐσεβῶν ἀνδρῶν διηγήσεις ἀποδέξασθαι;

ΚΕΦΑΛΑΙΟΝ Εʹ.

Ὅπως φιλόθεοι γεγονότες τῶν ἀναγράπτων θεοφανειῶν καὶ χρησμῶν ἠξιώθησαν

Θέα δ' οὖν ἔτι εἰς ὅσον θεοφιλοῦς ἀρετῆς προελθεῖν φασι τοὺς δηλουμένους. Ἀποδεξάμενον τὸ θεῖον τῆς τε ἄλλης τοῦ βίου εὐσεβείας καὶ φιλοσοφίας τῆς τε περὶ αὐτὸ θεραπείας τοὺς ἄνδρας ἤδη καὶ θειοτέρων χρησμῶν θεοφανειῶν τε αὐτοὺς καὶ ἀγγελικῶν ὀπτασιῶν ἠξίου, τὰ ἐνδέοντα τῇ θνητῇ φύσει ταῖς τῶν πρακτέων ὑποθήκαις ἐπιδιορθούμενον δογμάτων τε καὶ μαθημάτων αὐτοῖς θεοπρεπῶν τὴν γνῶσιν ἀποκαλύπτον, ὡς μηκέτι συλλογισμοῖς μηδὲ εἰκασίαις, ἐκλάμψει δὲ αὐτῆς ἀληθείας φωτίζεσθαι τὰς διανοίας αὐτῶν, ὥστε ἤδη θεοφορουμένους τὴν τῶν μελλόντων ἔσεσθαι ὡς παρόντων ἐπιθεωρεῖν κατάληψιν καὶ τὰ καθόλου συμβησόμενα τῷ τῶν ἀνθρώπων γένει θεσπίζειν. Τοιαῦτα τῆς Ἑβραίων ἀρετῆς τὰ πολυύμνητα καὶ ὡς ἀληθῶς θεοφιλῆ περιέχει λόγια, ἃ τῶν Ἑλληνικῶν καὶ πατρίων μύθων τε καὶ λήρων προτετιμήκαμεν· οἱ μέν γε περὶ θεῶν τὰ αἰσχρότατα περιεῖχον, οἱ δὲ περὶ θεοφιλῶν ἀνδρῶν τὰς εὐσεβεῖς διδασκαλίας.

ΚΕΦΑΛΑΙΟΝ Ϛ ʹ.

Ὡς ἐκτὸς ἦσαν Ἰουδαϊσμοῦ πρόσθεν ἢ Μωσέα γενέσθαι ἐπ' εὐσεβείᾳ διαλάμψαντες

Ταῦτα δὲ πάλαι πρότερον πρὶν ἢ καὶ Μωσέα καὶ τὸ Ἰουδαίων γένος ὑποστῆναι ἐξ ἔτι μακροῦ αἰῶνος παρὰ τοῖς Ἰουδαίων προπάτορσιν ἐγνωρίζετο. Καὶ γὰρ οὖν καὶ τοῦτο διαρθρῶσαι καλόν, ὡς ὁ Ἰουδαϊσμὸς οὐκ ἦν πω τότε, ἀλλ' Ἑβραῖοι μὲν οἱ δηλούμενοι ὁμοῦ τῇ προσηγορίᾳ καὶ τὸν τρόπον ὑπῆρχον,  Ἰουδαῖοι δὲ οὔτ' ἦσάν πω οὔτ' ἐχρημάτιζον. Ἑβραίων δὲ καὶ Ἰουδαίωντὸ διάφορον γνοίης ἂν ὧδε· τὴν μὲν προσηγορίαν οἱ μὲν ἀπὸ τοῦ Ἰούδα, ἐξ οὗ τῆς φυλῆς τὸ Ἰουδαίων μακροῖς ὕστερον χρόνοις βασίλειον συνέστη, οἱ δὲ ἀπὸ τοῦ Ἕβερ προπάτωρ δὲ τοῦ Ἁβραὰμ οὗτος ἦν ἐπεγράφοντο προτερεῖν τε Ἰουδαίων Ἑβραίους διδάσκουσιν οἱ ἱεροὶ λόγοι· τὸν δὲ τῆς εὐσεβείας τρόπον, Ἰουδαίοις μὲν πρῶτον ἀπάρξασθαι τῆς νομοθεσίας Μωσέα, σαββάτου τινὸς παραδόντα ἡμέραν καὶ ταύτης πλείστην ὅσην φυλακὴν εἰς ὑπόμνησιν σχολῆς τῶν ἱερῶν λόγων βρωτέων τε καὶ οὐ βρωτέων ζῴων διαστολὴν ἑορτάς τε ἐτησίους καί τινας σωμάτων καθαρμοὺς ἄλλης τε μακρᾶς περιόδου κατά τινα σύμβολα θειότερον ἐπιτελουμένας. Ἑβραῖοι δὲ πρεσβύτεροι Μωσέως γενόμενοι τοῖς χρόνοις, πάσης τῆς διὰ Μωσέως νομοθεσίας ἀνεπήκοοι ὄντες, ἐλεύθερον καὶ ἀνειμένον εὐσεβείας κατώρθουν τρόπον, βίῳ μὲν τῷ κατὰ φύσιν κεκοσμημένοι, ὡς μηδὲν νόμων δεῖσθαι τῶν ἀρξόντων αὐτῶν δι' ἄκραν ψυχῆς ἀπάθειαν, γνῶσιν δὲ ἀληθῆ τῶν περὶ θεοῦ δογμάτων ἀνειληφέναι. Ἀλλὰ γὰρ τῶνδε τοῦτον εἰρημένων τὸν τρόπον, ὥρα καὶ διὰ τῶν ἐγγράφων ἐλθεῖν.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ.

Ὡς αὐτὸς ὁ Μωσῆς Ἑβραίων τῶν πρὸ τῆς ἡλικίας αὐτοῦ τῇ οἰκείᾳ καταβέβληται γραφῇ τοὺς βίους

Ὁ τοίνυν μέγας θεολόγος Μωσῆς Ἑβραῖος ὢν ἐξ Ἑβραίων, εἰ καί τις ἄλλος, εὖ τε τὰ πάτρια ἐξεπιστάμενος, ὡς ἐν προοιμίοις τῶν ἱερῶν νόμων τοὺς τῶν προπατόρων Ἑβραίων βίους μνήμαις ἀνεξαλείπτοις παραδέδωκεν ὧν τε ἀγαθῶν οὗτοι παρὰ θεοῦ ἠξιώθησαν καὶ αὖ πάλιν ἄλλων ἀθέων καὶ δυσσεβῶν τρόπους τε καὶ τιμωρίας, ἀναγκαῖον ἡγησάμενος ὑπάρξειν τοῦτο τοῖς μέλλουσι τοὺς αὐτοῦ νόμους παιδεύεσθαι μάθημα εἴς τε ἀποφυγὴν τῆς τῶν φαύλων ὁμοιοτροπίας καὶ εἰς προτροπὴν τοῦ τῶν εὐσεβῶν βίου. Χρῆν δὲ καὶ ἄλλως μὴ ἀγνοεῖν ὅτι δὴ φθάσαντες, καὶ πρὸ τῶν ἐγγράφων αὐτοῦ νόμων, πλείους ἤδη τῶν προπατόρων ὀρθοῖς λογισμοῖς θεοσεβείας ἀρετῇ κατεκοσμήθησαν· οἳ καὶ φίλοι θεοῦ καὶ προφῆται χρηματίσαντες αἰωνίας ἔτυχον παρ' αὐτῷ μνήμης, ὧν μηδὲ ἀλλοτρίους τὸ γένος εἶναι τούτους, οἷς τοὺς νόμους διετάττετο. Διὸ καὶ μᾶλλον χρῆναι αὐτούς, ἀπογόνους θεοφιλῶν καὶ δικαίων ἀνδρῶν φύντας, τῆς τῶν προπατόρων εὐσεβείας ζηλωτὰς ἀναδειχθῆναι σπεῦσαί τε τῶν ἴσων τοῖς γεννήσασι παρὰ θεοῦ τυχεῖν, ἀλλὰ μὴ ἀποναρκῆσαι μηδ' ἀποκνῆσαι ὡς ἐπ' ἀδυνάτοις τῆς τῶν ἀγαθῶν ἐλπίδος ἑαυτοὺς ἀπογνόντας· δυνατὰ γὰρ εἶναι καὶ τοῖς οἰκείοις αὐτῶν προπάτορσιν ἐντελῶς κατωρθωμένα· ὧν καὶ τὰς εἰκόνας τοῖς τὰ θεῖα παιδευομένοις παρεδίδου, τοὺς βίους καταλέγων τῶν παλαιῶν καὶ τὴν ἰδιάζουσαν ἑνὸς ἑκάστου ἀρετὴν ὥσπερ ἐν εἰκόνι γραφῆς διατυπούμενος.

ΚΕΦΑΛΑΙΟΝ Η'.

Ὡς εὐλόγῳ κρίσει καὶ σώφρονι λογισμῷ τὴν περὶ τῶνδε ἱστορίαν παρεδεξάμεθα

Ἐπιδρομὴ τῶν κατὰ τοὺς δηλουμένους βίων τῶν τε πρὸ τοῦ κατακλυσμοῦ θεοφιλῶν
ἀνδρῶν καὶ τῶν μετὰ ταῦτα μέχρι τῆς Μωσέως γενεᾶς διαρκεσάντων

Καὶ τούτων δὲ οὐδὲν ἐμποδὼν μὴ οὐχὶ διὰ βραχέων ἐπιδραμεῖν τὴν ἱστορίαν. Πρὸ μὲν οὖν τοῦ κατακλυσμοῦ, ὥσπερ ἡ αὐτοῦ Μωσέως περιέχει γραφή δεῖ δέ που, ὡς οἶμαι, μὴ ἄλλοθεν ἢ πάλιν οἴκοθεν τὰ Ἑβραίων πάτρια διασκοπεῖσθαι, ἐπεὶ καὶ τὰ Αἰγύπτια παρ' Αἰγυπτίων καὶ τὰ Φοινίκων παρὰ τῶν οἰκείων ἐμανθάνομεν, ὡς αὖ πάλιν τὰ Ἑλλήνων παρὰ τῶν ἐν τούτοις διαφανῶν τά τε φιλοσόφων παρὰ τῶν φιλοσόφων, ἀλλ' οὐ παρὰ τῶν ἀπείρων φιλοσοφίας· πόθεν δὲ ἄλλοθεν προσήκοι ἂν καὶ τὰ ἰατρικῆς ἢ παρὰ τῶν ἐπιστημόνων πυνθάνεσθαι; οὕτω δὴ κατὰ τὸ ἀκόλουθον ἡγοῦμαι δεῖν καὶ τὰ Ἑβραίων ἐκ τῶν παρ' Ἑβραίοις λογίων, ἀλλὰ μὴ ἄλλοθέν ποθεν ἀποδέχεσθαι· ὥσπερ οὖν ὁ παρὰ τούτοις κατέχει λόγος, ἄνωθεν πρὸ τοῦ κατακλυσμοῦ ἐκ πρώτης ἀνθρώπων γενέσεως καὶ εἰς τὰς ἑξῆς διαδοχὰς θεοφιλεῖς τινες ἄνδρες γεγόνασι καὶ δίκαιοι πλείους· ὧν ὁ μὲν

« ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ·»

τοῦτο δὲ δηλοῖ τὸ μηδένα πλὴν τῶν ἁπάντων τὸν δημιουργὸν δεσπότην ὁμοῦ καὶ θεὸν τῶν ὅλων ἐπιγράψασθαι. Πεπεῖσθαι γὰρ αὐτὸν οὐ μόνον ποιητικῇ δυνάμει εὖ καὶ ἐν κόσμῳ τὸ πᾶν διατεθεικέναι, ἀλλὰ καὶ δεσπότου δίκην, ὡς ἂν μεγάλης πόλεως, τοῦ σύμπαντος κυριεύειν οἰκονομεῖν τε καὶ οἰκοδεσποτεῖν ὁμοῦ καὶ κύριον ὄντα καὶ βασιλέα καὶ θεόν. Οὗ τὴν ὡς κυρίου καὶ θεοῦ ἔννοιάν τε καὶ προσηγορίαν πρῶτος ὁ δηλούμενος θεοφιλὴς ἐν νῷ βαλόμενος, ἀντὶ πάσης ὑπάρξεως καὶ προσηγορίας καὶ περιουσίας, μᾶλλον δὲ ἀντὶ παντὸς ἀγαθοῦ

« ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, »

τοῦτον ἑαυτῷ θησαυρὸν ἀγαθῶν ψυχῆς τε ὁμοῦ καὶ σώματος πεπορισμένος. Παρ' ὃ καὶ πρῶτος ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ' Ἑβραίοις ἀναγέγραπται. Κέκληται δ' οὖν Ἐνώς, ὅπερ ἐστὶν ἀληθὴς ἄνθρωπος, εὐθυβόλῳ προσωνυμίᾳ. Οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἢ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ· ὅτι δὴ τοὺς μὴ τοιούτους, θρεμμάτων δὲ κατ' οὐδὲν ἀλόγων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν πρηνεῖς καταβεβλημένους, θῆρας μᾶλλον ἢ ἀνθρώπους ἡ Ἑβραίων ἀποκαλεῖν διδάσκει γραφή, κυριολεκτεῖν εἰθισμένη τὰς προσηγορίας. Παρ' ὃ τοὺς τοιούσδε τοτὲ μὲν λύκους καὶ κύνας, τοτὲ δὲ σύας φορυτῷ χρωμένους καὶ χαίροντας, καὶ πάλιν ἑρπετὰ καὶ ὄφεις, τοῖς τῆς κακίας πολυτρόποις ἐμφερῶς εἴδεσι, προσαγορεύειν εἴωθεν. Εἰ δὲ καί ποτε τὸν κοινὸν καὶ πολὺν ἄνθρωπον καὶ τὸ γένος αὐτὸ χρεὼν διασημῆναι, πάλιν οἰκείᾳ καὶ προσφυεῖ χρωμένη προσηγορίᾳ τὸν πάντα ἄνθρωπον τῇ τοῦ Ἀδὰμ ἐπωνυμίᾳ σημαίνει, ὅτι δὴ τοῦτο τῷ προγόνῳ καὶ πάντων ἀνθρώπων προπάτορι κύριον εἶναι καὶ προσφυὲς ὄνομα, τὸν γηγενῆ δηλοῦν κατὰ τὴν εἰς Ἑλλάδα φωνὴν μετάληψιν, ὑποφαίνει. Ὅ γέ τοι Ἐνὼς πρῶτος θεοφιλῶν παρ' Ἑβραίοις ἱστόρηται, ἐπεὶ πρῶτος

« ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ,»

τὸ κατὰ ψυχὴν παριστὰς λογικὸν ὄντως καὶ γνωστικὸν καὶ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐπιστημονικόν· ὧν τὸ μὲν πρῶτον θεογνωσίας ἀληθοῦς, τὸ δὲ δεύτερον τῆς εἰς τὸν ἐπιγνωσθέντα θεὸν ἐλπίδος γένοιτ' ἂν ἀποδεικτικόν. Τὸ γὰρ μὴ παραμελεῖν μηδ' ἐν δευτέρῳ τίθεσθαι τὰ τῆς θείας ἐπιγνώσεως, ἀεὶ δὲ καὶ διὰ παντὸς ἐλπίζειν

« ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ,»

τὸ μὲν ὡς οἰκετῶν δεσπότου, τὸ δ' ὡς ἵλεω καὶ ἀγαθοῦ πατρός, τοῦτ' ἂν εἴη τὸ πάντων τρισμακάριον τέλος. Τοιόσδε μὲν οὖν ὁ παρ' Ἑβραίοις εἰσῆκται πρῶτος καὶ ἀληθὴς ἄνθρωπος, οὐχ ὁ γηγενὴς ἐπίκλην Ἀδὰμ δι' ἐντολῆς θεοῦ παράβασιν τῆς τῶν κρειττόνων ἀποπεσὼν λήξεως, ἀλλ' ὁ θεοφιλῶν πρώτιστος, ὃς

« ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ.»

Κρίναντες δὴ καὶ αὐτοὶ λογισμῷ σώφρονι τὸν τοιόνδε ζηλοῦν ἠγαπήσαμεν, καὶ ἀπεδεξάμεθα ὡς λυσιτελῆ καὶ ὠφελιμωτάτην ἡμῖν τὴν τοῦ λόγου διήγησιν, εὐχὴν θέμενοι κατ' ἴσα τῇ τοῦ δηλωθέντος εἰκόνι τὸ ὄνομα τοῦ τῶν ἁπάντων δημιουργοῦ τε καὶ δεσπότου μετὰ βεβαίας καὶ ἀγαθῆς ἐλπίδος ἐπικαλεῖσθαι.

Ἀλλὰ γὰρ μετὰ τὸν εἰρημένον ἄλλος

« εὐηρέστησε τῷ κυρίῳ καὶ οὐχ ηὑρίσκετο»,

ὥς φησι Μωσῆς,

« διότι μετέθηκεν αὐτὸν ὁ θεὸς»

δι' ἄκραν ἀρετῆς τελείωσιν. Δυσεύρετος γὰρ ὅ γε σοφὸς ἀληθῶς. Οὗτος δ' ἂν εἴη ὁ ἐν θεῷ τέλειος, ὁ τῆς τῶν πολλῶν διατριβῆς μετατεθειμένος. Ὁ γὰρ μὴ τοιοῦτος ἀγορὰς καὶ δικαστήρια καπηλείας τε καὶ ἐμπορίας καὶ τὸν πολὺν ὄχλον μεταδιώκων, ὠθούμενός τε καὶ ὠθῶν, μέσος ἐν αὐτῷ κακίας βυθῷ καταπίνεται· ὁ δ' ὑπὸ θεοῦ ληφθεὶς καὶ τῶν τῇδε ἐκεῖσε μετατεθειμένος ἀφανὴς μὲν καὶ ἀνεύρετος ἀνθρώποις, θεῷ δὲ φίλος γεγονὼς ὑπὸ θεοῦ εὕρηται. Τοῦτον Ἐνὼχ Ἑβραίοις ὀνομάζειν φίλον· χάριν δὲ θεοῦ σημαίνοι ἂν τοὔνομα. Καὶ ταύτης τοιγαροῦν ὡς ἀγαθῆς εἰκόνος τὸν βίον ζηλοῦν μακάριον εἶναι ἡγησάμεθα.

Τρίτος μετὰ τούτους πάλιν ἄλλος

« ἄνθρωπος δίκαιος »

πεφηνὼς ὁ Νῶε

« ἐν τῇ γενεᾷ αὐτοῦ »

μεμαρτύρηται. Τεκμήρια δὲ καὶ τῆς τούτου δικαιοσύνης εἴη ἂν τάδε· πολὺς αὐχμὸς καὶ γνόφος ἀλέκτου κακίας τὸ πάντων ἀνθρώπων κατειλήφει γένος οἵ τε πάντων ἀνὰ στόμα θρυλούμενοι γίγαντες τὰς εἰς δεῦρο βοωμένας θεομαχίας ἀθέοις καὶ δυσσεβέσιν ἐγχειρήμασιν ἀπειργάζοντο· ἤδη δὲ καὶ οἱ τῆς τούτων γενέσεως αἴτιοι, εἴτε τινὸς κρείττονος μοίρας ἢ κατὰ θνητῶν φύσιν ὑπάρξαντες εἴθ' ὁπωσοῦν κατεσκευασμένοι, τῆς ἐν ἀνθρώποις περιέργου διδασκαλίας ἀπάρξαντες γοητείας καὶ τῆς ἄλλης κακοτρόπου μαγγανείας ἐπιτεχνήματα λέγονται παραδοῦναι τῷ βίῳ, ὥστε πᾶν τὸ ἀνθρώπειον γένος μιᾶς ὑπὸ ψῆφον γενέσθαι παρὰ θεῷ δίκης. Καὶ δὴ πάντων ἑνὶ νεύματι διαφθείρεσθαι μελλόντων, μόνος εἷς οὗτος ὁ νῦν ἡμῖν δηλούμενος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ σὺν καὶ τοῖς οἰκείοις εὕρηται.  Πάντων δῆτα τῶν ἐπὶ γῆς κατακλυσμῷ διολλυμένων καὶ τῆς γῆς αὐτῆς ὑδάτων ἀθρόᾳ πλημμύρᾳ τῶν προτέρων κακῶν ἀποκαθαιρομένης ὁ θεοφιλὴς σὺν παισὶν ἅμα καὶ γυναιξὶ τῷ μετὰ ταῦτα βίῳ ζώπυρον σπέρμα παραδοξότατα πρὸς τοῦ θεοῦ τετήρηται. Γένοιτο δ' ἂν καὶ οὗτος ἀρχέτυπος εἰκὼν ζῶσα καὶ ἔμψυχος τοῖς ἐξ αὐτοῦ γεγενημένοις ὑπόδειγμα τρόπου θεοφιλοῦς παρεσχημένος.

Καὶ οἱ μὲν πρὸ τοῦ κατακλυσμοῦ τοιοίδε· οἱ δὲ μετὰ τοῦτον ἐπ' εὐσεβείᾳ διαπρεπεῖς ἄλλοι πάλιν, ὧν τὴν μνήμην τὰ ἱερὰ διασῴζει λόγια. Τούτων τις ἱερεὺς ἀνείρηται τοῦ ὑψίστου θεοῦ, βασιλεὺς δίκαιος τῇ Ἑβραίων προσηγορίᾳ χρηματίσας. Τούτοις δὴ πᾶσιν οὐδὲ εἷς σώματος περιτομῆς λόγος ἦν, ἀλλ' οὐδὲ τῶν Μωσέως Ἰουδαϊκῶν παραγγελμάτων· διόπερ αὐτοὺς οὐδὲ Ἰουδαίους φάναι δίκαιον οὐδέ γε Ἕλληνας, ὅτι μηδὲ πλείους θεοὺς ὁμοίως Ἕλλησιν ἢ τοῖς λοιποῖς ἔθνεσιν ἡγοῦντο. Ἑβραῖοι δ' ἂν κυριώτερον ἐπικληθεῖεν, ἤτοι παρὰ τὸν Ἕβερ ἢ καὶ μᾶλλον παρὰ τὴν ἑρμηνείαν τῆς προσηγορίας. Περατικοὶ γάρ τινες ἑρμηνεύονται, τὴν ἀπὸ τῶν τῇδε ἐπὶ τὴν τοῦ τῶν ὅλων θεοῦ διάβασίν τε καὶ θεωρίαν στειλάμενοι. Φυσικοῖς γάρ τοι λογισμοῖς καὶ νόμοις ἀγράφοις τὴν ὀρθὴν τῆς ἀρετῆς διευθύναντες πορείαν καὶ πέραν τῶν σαρκὸς ἡδονῶν ἐπὶ τὸν πάνσοφον καὶ θεοσεβῆ βίον διαβεβηκότες ἀναγράφονται. Ἐν δὴ τούτοις ἡμῖν ἅπασι καὶ ὁ βοώμενος τοῦ παντὸς ἔθνους γενάρχης Ἁβραὰμ κατηριθμήσθω, ᾧ μαρτυρεῖ τὰ λόγια δικαιοσύνην, οὐ τὴν ἐκ νόμου πάλιν Μωσέως, ὅτι μηδὲ ἦν πω τότε μετὰ γοῦν τὸν Ἁβραὰμ ἑβδόμῃ γενεᾷ Μωσῆς ἀναπέφηνε, πλὴν ἀλλὰ καὶ οὗτος δίκαιος καὶ εὐσεβής, εἰ καί τις ἄλλος, ἀνείρηται, τοῖς ἄνωθεν δεδηλωμένοις παραπλησίως. Λέγει δ' οὖν ἡ γραφή·

« Καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.»

« Πατέρα» δὴ «πολλῶν ἐθνῶν»

ὁ θεῖος χρησμὸς τοῦτον ἔσεσθαι προαγορεύει διαρρήδην τε εὐλογηθήσεσθαι

« Ἐν αὐτῷ» φησι «πάντα τὰ ἔθνη τῆς γῆς καὶ πάσας τὰς φυλάς,»

ἄντικρυς τὰ νῦν καθ' ἡμᾶς συντελούμενα θεσπίζων.

Ἀλλ' ὅ γε Ἁβραὰμ ἐκεῖνος μετὰ τὴν ἐν δικαιοσύνῃ τελείωσιν οὐ διὰ τοῦ Μωσέως νόμου, διὰ δὲ πίστεως κατωρθωμένην αὐτῷ μετά τε τὰς ἀναγράπτους θεοφανείας ἐπ' αὐτῷ γήρᾳ μέλλων γνησίου παιδὸς χρηματίζειν πατὴρ πρῶτος ἁπάντων κατὰ χρησμὸν τὸ σῶμα περιτέμνεται, τοῦτο καὶ τοῖς ἐξ αὐτοῦ γινομένοις ἐπιτελεῖν παραδούς, εἴτε εἰς ἐμφανῆ σημείωσιν τῆς τῶν ἐξ αὐτοῦ παίδων πολυπληθείας εἴτε καὶ ὡς ἔχοιεν οἱ παῖδες πάτριον γνώρισμα, ἤτοι βιοῦντες κατὰ τὸν τῶν προγόνων ζῆλον ἢ τῆς ἐκείνων ἀρετῆς ἀπολειπόμενοι, εἴτε καθ' ἑτέρας οἱασδηποτοῦν αἰτίας, ἃς οὐ νῦν σχολὴ πολυπραγμονεῖν. Τοιόσδε μὲν οὖν καὶ οὗτος ἡμεῖς τε καὶ τοῦτον μετὰ τῶν ἄλλων ἀπομιμεῖσθαι καὶ ζηλοῦν εὐχόμεθα.

Μετὰ δὲ τὸν Ἁβραὰμ Ἰσαὰκ τῆς πατρῴας ὁμοῦ θεογνωσίας τε καὶ θεοφιλείας διάδοχος ἀναδείκνυται, κλήρων ἁπάντων τοῦτον κάλλιστόν τε καὶ τρισμακάριον τοῦ πατρὸς διαδεδεγμένος. Μιᾷ τοῦτον γαμετῇ τὰ θεῖά φησι λόγια συνελθόντα μιᾷ χρήσασθαι παιδοποιίᾳ· καθ' ἣν διδύμου γονῆς ἀποδειχθεὶς πατὴρ εἰς τοῦτο περιγράψαι τὴν πρὸς τὴν γαμετὴν ὁμιλίαν ὑπερβολῇ σωφροσύνης λέγεται.

Ἐνταῦθά σοι καὶ Ἰακώβ, ὁ καὶ Ἰσραήλ, εἰσήχθω, διώνυμός τις γεγονὼς ἀνὴρ παρὰ τὴν τῶν οἰκείων ἀρετῶν διαλλάττουσαν προκοπήν. Ὅτε μὲν οὖν ἐγγυμναζόμενος τοῖς πρακτικοῖς ἤθεσί τε καὶ βίοις τῶν ὑπὲρ εὐσεβείας πόνων ἀπεπειρᾶτο, Ἰακὼβ αὐτῷ ὄνομα ἦν, ἀσκητὴν δὲ καὶ ἀθλητὴν ἡ προσηγορία δηλοῖ ἐπὶ τὴν Ἑλλάδα μεταληφθεῖσα φωνήν· ὅτε δὲ λοιπὸν τὰ νικητήρια κατὰ τῶν ἀντιπάλων ἀπολαβὼν στέφεται ἤδη τε τῶν κατὰ θεωρίαν ἀγαθῶν ἀπολαύει, τηνικαῦτα αὐτῷ καὶ τοὔνομα μεταβάλλει ὁ χρηματίζων θεός, ὁμοῦ καὶ θεοπτίας αὐτὸν ἀξιῶν καὶ τῶν θειοτέρων γερῶν τε καὶ τιμῶν τὰς ἀμοιβὰς διὰ τῆς προσηγορίας δωρούμενος. λέγει δ' οὖν πρὸς αὐτὸν ὁ χρησμός·

« Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός, »

τὸν ὁρατικὸν ἄνδρα καὶ θεωρητικὸν τοῦ Ἰσραὴλ ὑποφαίνοντος· ἐπεὶ καὶ τοὔνομα μεταβληθὲν σημαίνει ἄνθρωπον ὁρῶντα θεόν. Τοιόσδε μὲν οὖν καὶ οὗτος ἐξ οὗ τὸ δωδεκάφυλον τοῦ Ἰουδαίων ἔθνους ὑπέστη γένος. Μυρία δ' ἂν λεχθείη περὶ τοῦ βίου τῶν ἀνδρῶν καὶ τῆς φιλοσόφου καρτερίας τε αὐτῶν καὶ ἀσκήσεως, τὰ μὲν πρὸς λέξιν θεωρούμενα, τὰ δὲ καὶ δι' ὑπονοιῶν ἀλληγορούμενα· περὶ ὧν εἴρηται μὲν καὶ ἄλλοις, ἀτὰρ καὶ ἡμῖν ἐν οἷς ἐπραγματευσάμεθα «Περὶ τῆς τῶν παλαιῶν ἀνδρῶν πολυπαιδίας.» Τοιοίδε μὲν οὖν καὶ οὗτοι.  Ἔχω σοι παρ' αὐτοὺς καὶ ἄλλον εἰπεῖν, Ἰὼβ ὄνομα τῷ ἀνδρί, ὃν τὰ ἱερὰ γεγονέναι μαρτυρεῖ λόγια

« Ἄνθρωπον ἄμεμπτον, ἀληθινόν, δίκαιον, θεοσεβῆ, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος.»

Οὗτός γέ τοι οὐδὲν προσήκων τῷ Ἰουδαίων γένει ἐπὶ πᾶσι τοῖς τῆς εὐσεβείας κατορθώμασι μεμαρτύρηται.

Οἵ γε μὴν τοῦ Ἰακὼβ παῖδες τὴν πάτριον θεογνωσίαν τε καὶ εὐσέβειαν διὰ σπουδῆς πεποιημένοι τὴν τῶν ἀνέκαθεν Ἑβραίων φήμην ἐπὶ μέγα δόξης προῆγον, ὥστε ἤδη καὶ πάσης Αἰγύπτου τὴν ἀρχὴν ἀνάψασθαι. Ὁ γάρ τοι Ἰωσὴφ τοῖς σωφροσύνης προαναστεφθεὶς βραβείοις κἄπειτα τὴν Αἰγυπτίων ἀναδησάμενος ἡγεμονίαν, τὸν θεοφιλῆ τῶν Ἑβραίων διέδειξε τρόπον, ὃν καὶ αὐτὸν ζηλοῦν δι' εὐχῆς πεποιήμεθα, δοῦλον γὰρ αὐτὸν ἐξ οἰκείων ἐπιβουλῆς γεγενημένον καὶ δοῦλον Αἰγυπτίου ἀνδρός. Τὰ μὲν γὰρ ἄλλα ὅσα εἰς ὡραιότητα καὶ ῥώμην σώματος αὐτῷ καὶ εὐμορφίαν ηὐτύχητο παρήσειν μοι δοκῶ, εἰ καὶ τὰ λόγια κάλλους αὐτὸν ὥρᾳ διενεγκεῖν πάντας ἀναγράφει· τὰ δὲ περὶ ψυχῆς πῶς ἄν τις διαγράψειε, κατ' ἀξίαν τῆς τοῦ ἀνδρὸς ἀρετῆς τὸν ἔπαινον διελθεῖν προῃρημένος; φύσει μὲν αὐτῷ παρεῖναι λόγος τὸ ἐλευθέριον γνώρισμα τοῦ τε τρόπου τὸ εὐγενὲς ἐπανθοῦν τῷ προσώπῳ· τοῖς δὲ εὐσεβείας διαπρέπουσι κόσμοις διαφερόντως ἐξήσκητο, ὡς ἐν σωφροσύνῃ καὶ δικαιοσύνῃ φρονήσει τε καὶ ἀνδρείᾳ τὴν ψυχὴν ἐκλάμπειν καὶ πολὺ πρότερον ἐν ἐπιγνώσει καὶ εὐσεβείᾳ τοῦ τῶν ἁπάντων θεοῦ, ἣν οἱ γεννήσαντες ἐκ σπαργάνων λέγονται αὐτοῦ τῇ ψυχῇ καταβεβληκέναι. Ἐπιμανείσῃ δ' οὖν αὐτῷ τῇ τοῦ δεσπότου γαμετῇ εἰς ἀκολάστους τε καὶ ἐρωτικὰς ὁμιλίας ἅτε νέον τὸ σῶμα κατασύρειν πειρωμένῃ καὶ πρῶτα μὲν λόγοις ἀπατᾶν αὐτὸν ἐπιχειρούσῃ, εἶτα δὲ ἱκεσίαις ἀντιβολούσῃ καὶ τέλος βιαιότερον χεῖρας ἐπάγειν τολμώσῃ ἀναιδέσι τε ἤδη καὶ ἀναισχύντοις περιπλοκαῖς χρωμένῃ τῆς τῶν πατέρων εὐσεβοῦς διδασκαλίας ὁ ἥρως τὴν μνήμην ἀναπεμπασάμενος καὶ τὸν θεοσεβῆ καὶ ἀληθῶς Ἑβραῖον ἔργοις ὁμοῦ καὶ λόγοις ἀποδείξας τὸ μὲν αἰσχρὸν καὶ ἀκόλαστον γύναιον διασείεται, κραταιοτέρᾳ τῇ χειρὶ παραλλάξας, ὥσπερ δέ τινος δεινοῦ καὶ λελυττηκότος θηρὸς ἀποδρὰς φυγῇ τὴν σωτηρίαν πορίζεται. Κἄπειτα αὐτὸς πρὸς ἑαυτὸν σώφρονι λογισμῷ τοιάδε ἐπιλογίζεται καί φησιν·

« Εἰ ὁ κύριός μου δι' ἐμὲ οὐδὲν γινώσκει ἐν τῷ οἴκῳ αὐτοῦ καὶ πάντα ὅσα ἐστὶν αὐτῷ δέδωκεν εἰς τὰς χεῖράς μου, καὶ πῶς ποιήσω τὸ πονηρὸν ῥῆμα τὸ μέγα τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ;»

ἐφ' οἷς οἷα νικηφόρον τοῖς ἀρετῆς βραβείοις ἀναστέψας αὐτὸν ὁ τῶν ὅλων θεὸς τὴν κατὰ τῶν δεσποτῶν αὐτῷ καὶ αὐτῆς Αἰγύπτου βασιλείαν τε καὶ ἡγεμονίαν παραδίδωσι· πλὴν ἀλλὰ καὶ οὗτος Ἑβραῖος ἐξ Ἑβραίων, οὐχὶ δὲ Ἰουδαῖος, ὅτι μηδὲ ἦν πω τὰ Ἰουδαίων, ἐν τοῖς μάλιστα θεοφιλέσι καὶ τρισμακαρίοις ἀνείληπται.

Μετὰ δὲ τοὺς εἰρημένους Ἑβραίους, ἐπειδὴ εἰς πολυανθρωπίαν ἐπεδίδου τὸ τῶν ἀπογόνων γένος ἤδη τε καὶ τὸ Ἰουδαίων ἐξ αὐτῶν ἔθνος συνειστήκει ἐπλεόναζόν τε ὁσημέραι καὶ ἐπλήθυνον, τὰ μὲν τῆς εὐσεβοῦς ἀγωγῆς τῶν πρόπαλαι θεοφιλῶν προπατόρων κατὰ σμικρὸν αὐτοῖς ἐξησθένει καὶ ἀπημβλύνετο, τὰ δὲ τῆς παρ' Αἰγυπτίοις διατριβῆς τοσοῦτον τῆς τῶν δηλουμένων κατίσχυε πληθύος ὡς τῆς μὲν πατρίου ἀρετῆς εἰς λήθην ἐλθεῖν, τῇ δὲ παρ' Αἰγυπτίοις ὁμοιοτροπίᾳ τοὺς βίους περιενεχθῆναι, ὡς κατὰ μηδὲν Αἰγυπτίων τὸν τρόπον διαφέρειν δοκεῖν. Ἐνταῦθα δῆτα αὐτοῖς τοιοῖσδε ἀποτελεσθεῖσιν ὁ τῶν προπατόρων θεὸς ἡγεμόνα καὶ νομοθέτην ἐκπέμπει Μωσέα, τὰς διὰ χρησμῶν τῶν πρὸς τοὺς προγόνους αὐτῶν πιστούμενος ἐπαγγελίας· κἄπειτα διὰ Μωσέως τὰ ἀνάγραπτα θαύματα καὶ τὰς παραδόξους θεοσημείας ἐπιτελέσας τὸν ἁρμόδιον τοῖς τῶν ἀκροωμένων ἤθεσι προβάλλεται νόμον· οὐχ οἵοις τε γοῦν οὖσι δι' ἀβελτερίαν τρόπου τὴν πάτριον ζηλοῦν ἀρετήν, οἷα δὴ τὰς ψυχὰς ἐμπαθέσι καὶ νενοσηλευμένοις τὴν κατάλληλον παρεδίδου πολιτείαν, τὰ μὲν προφανῶς ἐκ τοῦ προδήλου διαταττόμενος, τὰ δὲ δι' ὑπονοιῶν αἰνιττόμενος σύμβολά τε καὶ σκιάς, ἀλλ' οὐ γυμνὴν ἀλήθειαν φυλάττειν αὐτοῖς καὶ περιέπειν ὑποθέμενος. Καὶ δὴ τὸ Ἰουδαίων πολίτευμα ἐντεῦθέν ποθεν ἀπὸ Μωσέως ἀρξάμενον μέχρι καὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ταῖς τῶν οἰκείων προφητῶν ἀκολούθως φωναῖς διαρκεῖ, ὅτι δὴ καὶ τοῦτο Μωσέως ἦν αὐτοῦ καὶ τῶν μετέπειτα προφητῶν θέσπισμα, μὴ πρότερον ἐκλιπεῖν τὰ Μωσέως νόμιμά τε καὶ διατάγματα ἢ τὰ τοῦ Χριστοῦ φανῆναι, τὰ τῆς καινῆς δηλαδὴ διαθήκης τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένης· ἃ καὶ ὧδε τέλους ἔτυχεν, ᾗ καὶ ἀναπεφώνηται.

Ἀλλ' ἐπειδὴ τὸν τῶν πρὸ Μωσέως Ἑβραίων βίον ἐν ὀλίγῳ διεληλύθαμεν καὶ τόν γε τῆς κατ' αὐτοὺς εὐσεβείας χαρακτῆρα παρεστήσαμεν, ὥρα καὶ τὸν δογματικὸν αὐτῶν τρόπον ἀπό τε τῆς Μωσέως γραφῆς καὶ τῶν μετ' αὐτὸν προφητῶν ἐπισκέψασθαι.

ΚΕΦΑΛΑΙΟΝ Θʹ.

Περὶ τῶν παρ' Ἑβραίοις δογματικῶν θεωρημάτων

Πρῶτος δ' οὖν ἁπάντων αὐτὸς ἐκεῖνος ὁ θαυμάσιος θεολόγος τε καὶ νομοθέτης πολιτείαν εὐσεβείᾳ προσήκουσαν διὰ τῆς οἰκείας γραφῆς τῷ Ἰουδαίων ἔθνει προκαταβαλλόμενος, οὐ τοῖς κοινοῖς καὶ πεπατημένοις ᾠήθη δεῖν χρήσασθαι προοιμίοις τῶν λόγων, προλαβὼν δὲ πάντα νόμον προστακτικὸν τῶν ποιητέων καὶ τῶν οὐ ποιητέων ἀπαγορευτικὸν τάς τε δημοτελεῖς καὶ πολιτικὰς περὶ τῶν πρὸς ἀλλήλους συμβολαίων διατάξεις, ἀπὸ τῆς πατρίου θεολογίας δεῖν ᾤετο τὴν καταρχὴν ποιήσασθαι τῆς διδασκαλίας, οὐδ' ἑτέραν μάθησιν οἰκείαν νόμοις εὐσεβείᾳ προσήκουσιν ἡγησάμενος ἢ τὴν ἄνωθεν ἐκ προπατόρων εἰς αὐτὸν ἥκουσαν θεολογίαν. Ἄρχεται τοιγαροῦν ἀπὸ θεοῦ κατὰ τὰ πάτρια τῆς τῶν προγόνων Ἑβραίων θεολογίας, οὐχ ᾗπερ Αἰγυπτίοις φίλον ἦν, ἀλλ' οὐδὲ Φοίνιξιν ἢ τοῖς λοιποῖς ἔθνεσι παραπλησίως εἰς πλῆθος καταβάλλουσι τὴν σεβάσμιον προσηγορίαν θεούς τε ὁρωμένους μὲν τοὺς κατ' οὐρανὸν φωστῆρας νομίζουσιν, ἀφανεῖς δὲ καὶ ἀοράτους ἤτοι τοὺς ἐξ ἀνθρώπων κατοιχομένους ἢ καὶ τοὺς χθονίους καὶ δαίμονας ἀερίους κατὰ τὰ πρόσθεν ἡμῖν ἀπεληλεγμένα. Ἀλλὰ γὰρ ἀπὸ τοῦ πάντων αἰτίου ὁρατῶν τε καὶ ἀοράτων δημιουργοῦ τὴν καταρχὴν τοῦ παντὸς λόγου πεποιημένος νομοθέτην τοῦτον εἶναι διδάσκει τῆς τοῦ παντὸς συστάσεως, ὥσπερ μιᾶς τινος μεγαλοπόλεως τοῦ κόσμου βασιλέα  καταστήσας. Παιδεύει τοιγαροῦν ἀρχόμενος τοῦτον ἡγεῖσθαι μὴ μόνον τῶν πρὸς αὐτοῦ σμικρὸν ὕστερον διαταχθησομένων ἀνθρώποις νόμων αὐθέντην εἶναι καὶ κύριον, ἀλλὰ καὶ τῶν ἐν τῇ φύσει τῶν ὅλων.

ΚΕΦΑΛΑΙΟΝ Ιʹ.

 Περὶ τῆς καθόλου προνοίας.  Περὶ τῆς συστάσεως καὶ δημιουργίας τοῦ κόσμου

Βασιλέα γὰρ μόνον αὐτὸν καὶ νομοθέτην τῆς τοῦ σύμπαντος κόσμου διατάξεως ἐφεστάναι· νεύματι μὲν γὰρ αὐτοῦ καὶ δυνάμει τὴν τῶν ἁπάντων οὐσίωσιν γεγονέναι, νόμοις δὲ καὶ ὅροις πάλιν αὐτοῦ ὁδῷ καὶ τάξει τὸν σύμπαντα διακυβερνᾶσθαι αἰῶνα. Λόγῳ μὲν γὰρ καὶ νόμῳ θεοῦ πρῶτον ἁπάντων οὐρανὸν ἐστερεῶσθαι καὶ γῆς τὸ βαρὺ καὶ στερέμνιον παρὰ τὴν οἰκείαν φύσιν τοῖς λεπτομερεστέροις τῶν στοιχείων θαυμασίως ἐπαιωρεῖσθαι· λόγῳ δὲ καὶ νόμῳ θείῳ νυκτὸς καὶ ἡμέρας τὸν ἀμοιβαῖον ἀνακυκλεῖσθαι δρόμον, λόγῳ δὲ θεοῦ καὶ νόμῳ καὶ αὐτὸν ἥλιον καὶ σελήνην καὶ τὴν τῶν λοιπῶν ἀστέρων χορείαν ἐν πρέποντι κόσμῳ τὴν προσήκουσαν ἐξανύειν πορείαν, νόμῳ δὲ τοῦ παμβασιλέως τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν ἐνιαυτοῦ τε κύκλους καὶ τὰς ἐτησίους ὥρας τῇ παναρμονίῳ τοῦ παντὸς ἀποπληροῦσθαι συμφωνίᾳ, νόμῳ θεοῦ χειμῶνα μὲν ὑποχωρεῖν ἔαρι, τοῦτο δὲ ταῖς ἄγχιστα τῶν ὡρῶν τροπαῖς, καὶ θαλάττης δὲ βυθοὺς ταῖς χειμαδίοις πλημμυρίσιν ἐπικυματίζοντας νόμῳ θείῳ τοῖς οἰκείοις ἐναποκεκλεῖσθαι πελάγεσιν, ὡς μηδὲ τοὺς ὅρους τῶν ἱερῶν νόμων ὑπερβαίνειν τολμᾶν, καὶ τὴν ξηρὰν οὐσίαν ὀμβρίοις νάμασι καὶ νιφετοῖς νόμῳ θείῳ πάλιν συμμέτρως ἐπιχορηγουμένοις ἀρδομένην μυρία γένη φυτῶν τε καὶ ζῴων ἀναδιδόναι· ἑνί τε λόγῳ, τὴν παμμήτορα τῶν ὅλων φύσιν, προστάγματι θεοῦ δεδουλωμένην, νόμοις θείοις ὑπείκειν καὶ τῇ τοῦ πανηγεμόνος θεοῦ βουλῇ· μὴ γὰρ εἰκῆ μηδ' ὡς ἔτυχε μηδ' αὐτομάτῳ καὶ ἀλόγῳ φορᾷ συνεστάναι τὸν τηλικοῦτον διάκοσμον μηδ' ἀναιτίου φύσεως ἔργον τυγχάνειν τὸ μέγα τοῦτο καὶ περικαλλὲς τεχνούργημα, ἀλλ' εἶναι μὲν ποίημα τοῦ πανσόφου τῶν ὅλων ἀρχιτέκτονος, τοῦ δὲ αὐτοῦ λόγοις καὶ νόμοις ἱεροῖς διακυβερνᾶσθαι.

Ἔνθεν ἀρξάμενος ὁ προφήτης καὶ πρὸ τῆς ἀνθρώπων νομοθεσίας τοὺς περὶ τῆς τῶν ὅλων φύσεως προτάξας νόμους, πρώτιστα πάντων προσέχειν τῷ παμβασιλεῖ θεῷ καὶ μὴ ἀπορρᾳθυμεῖν αὐτοῦ τῶν νόμων παρεκελεύσατο, ὅτι δὴ καὶ αὐτὸς ἥλιος οὐρανός τε καὶ κόσμος γῆ τε καὶ τὰ ἐπὶ γῆς ἅπαντα ὅσα τε ἔργα φύσεως εἶναι νενόμισται ἐντολαῖς αὐτοῦ καὶ διατάξεσιν ἱεροῖς τε νόμοις καὶ λόγοις δουλεύει. Διὸ καὶ μᾶλλον χρῆναι τὸ ἀνθρώπειον γένος, οὐ σμικρὸν μέρος τυγχάνον τοῦ παντός, κατὰ τὸ ἀκόλουθον τοῖς θείοις προσανέχειν διατάγμασι μηδ' ἐλαττοῦσθαι τῶν κατὰ μέρος στοιχείων. Γῇ μὲν γὰρ ἐν ἀρχῇ νομοθετῆσαι τὸν φήσαντα·

« Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν·»

τὴν δέ, ἅμα λόγῳ τὸ εὐπειθὲς ἐπιδεδειγμένην τῷ νόμῳ, οὔπω καὶ εἰς δεῦρο τῆς θείας παραμελῆσαι διατάξεως. Οὕτω δὲ καὶ τὴν ὑγρὰν οὐσίαν φήσαντος τοῦ θεοῦ·

« Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ »

ἅμα λόγῳ τὸ ἔργον ἀποδοῦναι ὁρᾶσθαί τε εἰσέτι δεῦρο τῷ νόμῳ παρέχουσαν τὸ πειθήνιον. Εἰ δὲ δὴ καὶ ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τοῦ θείου νόμου καὶ αὐτοῖς διωρισμένου τοὺς οἰκείους ἀποδιδόναι δρόμους εἶναί τε

« Εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς, »

οὐ παραμελοῦσι τῆς νομοθεσίας, τίς ἂν ἔτι σοι λείποιτο συγγνώμης ἀποφυγὴ τῶν θείων κατολιγωροῦντι νόμων;

Ταῦτα προπαιδεύσας ὁ θαυμάσιος ἡμᾶς τε εἷλε καὶ τῆς οἰκείας θεογνωσίας τε καὶ εὐσεβείας εἰκότως ζηλωτὰς κατεστήσατο, ὅτι μηδὲν τούτοις ὅμοιον παρὰ τοῖς τῶν προδηλωθέντων ἐθνῶν θεολόγοις εὑρεῖν δεδυνήμεθα. Μετὰ δὲ τὴν πρώτην θεολογίαν μέτεισιν ἐπὶ τὸ δεύτερον δόγμα φυσικὸν ὁμοῦ καὶ φιλόσοφον. Μετὰ γοῦν τὴν περὶ θεοῦ γνῶσιν τήν τε περὶ τῶν ὅλων διακόσμησιν τάξει πρόεισιν ἐπὶ τὸ καὶ τῇ φύσει δεύτερον· τοῦτο δ' ἦν τὸ περὶ φύσεως ἀνθρώπου, ὅτι δὴ μετὰ θεοῦ γνῶσιν ἀναγκαῖον γνῶναί τινα ἑαυτόν· διόπερ ἑξῆς παιδεύει τί ἄνθρωπος καὶ τί τὸ προάγον αὐτὸν εἰς γνῶσιν καὶ εὐσέβειαν θεοῦ τίς τε ἡ κατὰ τὸ προηγούμενον ἀνθρώπου ζωή. Διελόμενος δῆτα τὸν περὶ ψυχῆς καὶ σώματος λόγον ἐν ψυχῇ μὲν ὁρίζεται τὸν ἀληθῆ ἄνθρωπον, νοερᾶς οὐσίας καὶ ἀσωμάτου καὶ λογικῆς μέτοχον ὡς ἂν κατ' εἰκόνα θεοῦ δεδημιουργημένον· σῶμα δὲ γεῶδες εἶναι περίβλημα ψυχῆς· τρίτον δὲ τούτοις προστίθησι πνοὴν ζωῆς, ἑνωτικήν τινα καὶ τοῦ ἀπὸ γῆς ληφθέντος τῷ κατ' εἰκόνα θεοῦ πεποιημένῳ συναπτικὴν δύναμιν. Καὶ τὴν πρώτην γε τοῦ δηλουμένου ἀνδρὸς διατριβὴν ἐν τρισμακαρίῳ θεοῦ παραδείσῳ, ἀθανάτων καὶ αἰωνίων ἀγαθῶν ἔμπλεῳ, γεγονέναι ἱστορεῖ· νόμῳ δὲ θεοῦ καὶ τοῦτον ὁμοίως τοῖς ἄλλοις ἐν ἀρχαῖς τοῦ παντὸς ὑποβληθέντα δι' ἀπροσεξίαν καὶ τῆς θείας ἐντολῆς παράβασιν τῆς τριποθήτου στερηθῆναι ζωῆς.

Ταῦτά τοι ὁ Μωσῆς ἐν προοιμίοις τῶν ἱερῶν νόμων φιλοσοφεῖ, μονονουχὶ προκηρύττων μὴ παραμελεῖν τῆς οἰκείας ἀξίας καὶ ἧς ἐτύχομεν πρὸς τὸ θεῖον ἀφομοιώσεως, ἐξ ἧς ἡμῖν καὶ τὸ ἀθάνατον τῆς ψυχῆς προσκεκληρῶσθαι. Μὴ γὰρ δὴ θεμιτὸν εἶναι βασιλέως ἀφανίζεσθαι εἰκόνα· εἶναι δὲ ἀρχέτυπον καὶ ἀληθῆ τοῦ θεοῦ τῶν ὅλων εἰκόνα τὸν αὐτοῦ λόγον, αὐτοσοφίαν τυγχάνοντα καὶ αὐτοζωὴν καὶ φῶς καὶ ἀλήθειαν καὶ εἴ τι καλὸν καὶ ἀγαθόν τις ἐπινοήσειεν· εἰκόνα δὲ εἰκόνος τὸν ἀνθρώπειον νοῦν, παρ' ὃ καὶ κατ' εἰκόνα θεοῦ γεγονέναι ἀνωμολόγηται. Ἀναγκαῖα δὲ ταῦτα εἶναι ᾤετο προπαιδεύεσθαι τοὺς μέλλοντας ἱεροῖς προσανέχειν νόμοις μνημονεύειν τε τί τὸ ἀπὸ γῆς ληφθὲν αὐτοῖς καὶ εἰς γῆν αὖθις ἀναλυθησόμενον, καὶ τί τὸ ἐν ἡμῖν κρεῖττον καὶ θεῷ ἐμφερὲς ὅπως τε χρῆν ἑκατέρῳ τῶν εἰρημένων προσφέρεσθαι μηδὲ ἐνυβρίζειν καὶ ἀσεβεῖν εἰς τὸν κατ' εἰκόνα τοῦ θεοῦ ἄνθρωπον μηδέ γε αὐτὸν ῥυπαίνειν αἰσχραῖς καὶ παρανόμοις πράξεσι, φέρειν δὲ διὰ παντὸς τῆς πρώτης καὶ τρισμακαρίας ἐκείνης διατριβῆς τε καὶ ζωῆς τὸν πόθον καὶ σπεύδειν παλινδρομεῖν, εὐχὴν ποιουμένους τῆς πρώτης καὶ τρισμακαρίου ζωῆς τε καὶ ἀξίας τυχεῖν· ἀλλὰ καὶ παρασκευάζεσθαι ἐνθένδε ἤδη ἐπὶ τὴν ἐκεῖσε ἀποδημίαν, ὅτι μηδὲ ἄλλως δυνατὸν βεβήλοις καὶ μὴ κεκαθαρμένοις τῶν ἱερῶν ἐκείνων ἐπιβαίνειν, ὧν καὶ ὁ πρῶτος δι' ἀπροσεξίαν, θείας καταφρονήσας ἐντολῆς, ἀποπέπτωκεν. Ἐπὶ τούτοις ὁ ἱεροφάντης προστίθησιν ἄλλο συνεκτικώτατον δόγμα, μὴ ἀμφιγνοεῖν διδάσκων ὅτι δὴ πάρεστί τις ἑκάστῳ πονηρὸς δαίμων ἔφεδρος, βάσκανος καὶ μισόκαλος καὶ τῆς ἀνθρώπων ἀρχῆθεν ἐπίβουλος σωτηρίας. Δράκοντα δὲ τοῦτον καὶ ὄφιν ὀνομάζει, μέλανά τινα καὶ σκότους οἰκεῖον ἰοῦ τε κακίας πλήρη· ὃν καί φησι φθόνῳ τῆς ἡμετέρας ἐνθέου ζωῆς ὑποσκελίζειν εἰσέτι καὶ νῦν καὶ ὑποσύρειν ἕκαστον τῶν τῷ θεῷ προσανεχόντων πειρᾶσθαι· τούτου δ' ἀπάτῃ καὶ τοὺς προπάτορας ἡμῶν τοῦ γένους τῆς θειοτέρας λήξεως ἀποπεσεῖν, διὸ καὶ χρῆναι διὰ παντὸς ἐγρηγορέναι πρὸς τὰς τοῦ δηλωθέντος κακοτέχνους ῥᾳδιουργίας.

Καὶ τί χρὴ ταῦτα προλαμβάνειν, δέον ἤδη ποτὲ καὶ ἐξ αὐτῶν τῶν ἐγγράφων ἕκαστα διελθεῖν τῶν διηγορευμένων; ἀρξώμεθα δ' οὖν πάλιν ἀπὸ τοῦ θεοῦ, βοηθὸν ἐν πρώτοις αὐτὸν διὰ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.

Ἑβραίων δόξαι περὶ τοῦ θεοῦ, τοῦ δὴ καὶ πρώτου τῶν ὅλων αἰτίου

 

Τὴν μὲν δὴ τῆς θεολογίας ἀρχὴν ἀπὸ τῆς τῶν ὅλων ποιητικῆς τε καὶ δημιουργικῆς δυνάμεως ἀρχόμενος ὁ κατ' αὐτοὺς λόγος παρίστησιν, οὐ συλλογισμοῖς οὐδὲ πιθανολογίαις, δογματικώτερον δὲ καὶ διδασκαλικώτερον ἐπι θειάζων τῷ ἁγίῳ πνεύματι· ὑφ' οὗ θεοφορούμενος ὧδέ πως ὁ Μωσῆς ἀπήρξατο τῆς θεολογίας·

« Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. »

Εἶτά φησιν·

« Εἶπεν ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.»

Καὶ πάλιν·

« Εἶπεν ὁ θεός· γενηθήτω στερέωμα, καὶ ἐγένετο. »

Καὶ πάλιν·

« Εἶπεν ὁ θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο.»

Καὶ αὖθις·

« Εἶπεν ὁ θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς, καὶ ἐγένετο.»

Καὶ πάλιν·

« Εἶπεν ὁ θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ κατὰ γένος, καὶ ἐγένετο. »

Καὶ πάλιν·

« Ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος, καὶ ἐγένετο.»

Ἐν δὴ τούτοις φάσκουσα ἡ γραφὴ

« εἶπεν ὁ θεός »

τὸ θεῖον νεῦμα καὶ τὸ ὡδί πως γενέσθαι τὰ ὄντα βουληθῆναι τὸν θεὸν παρίστησιν, οὐ μὴν φωνῇ καὶ συλλαβαῖς φάναι αὐτὸν ἐπινοεῖν ἀναγκαῖον, ἀλλὰ τὸν πάντα λόγον ἀνακεφαλαιούμενος

« Αὕτη», φησίν, «ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. »

Τοιαύτη μὲν ἡ καθ' Ἑβραίους θεολογία, λόγῳ θεοῦ δημιουργικῷ τὰ πάντα συνεστάναι παιδεύουσα. Ἔπειτα δὲ οὐχ ὧδε ἔρημον ὡς ὀρφανὸν ὑπὸ πατρὸς καταλειφθέντα τὸν σύμπαντα κόσμον ὑπὸ τοῦ συστησαμένου διδάσκει, ἀλλ' εἰς τὸ ἀεὶ ὑπὸ τῆς τοῦ θεοῦ προνοίας αὐτὸν διοικεῖσθαι, ὡς μὴ μόνον δημιουργὸν εἶναι τῶν ὅλων καὶ ποιητὴν τὸν θεόν, ἀλλὰ καὶ σωτῆρα καὶ διοικητὴν καὶ βασιλέα καὶ ἡγεμόνα, ἡλίῳ αὐτῷ καὶ σελήνῃ καὶ ἄστροις καὶ τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ δι' αἰῶνος ἐπιστατοῦντα μεγάλῳ τε ὀφθαλμῷ καὶ ἐνθέῳ δυνάμει πάντ' ἐφορῶντα καὶ τοῖς πᾶσιν οὐρανίοις τε καὶ ἐπιγείοις ἐπιπαρόντα καὶ τὰ πάντα ἐν κόσμῳ διατάττοντά τε καὶ διοικοῦντα· ὥσπερ οὖν ἀμέλει καὶ οἱ μετὰ ταῦτα προ φῆται, ἀκόλουθα καὶ αὐτοὶ θειάζοντες, τοτὲ μὲν ἀνεφώνουν ἐξ αὐτοῦ τοῦ θείου λέγοντες προσώπου·

« Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ θεὸς πόρρωθεν. Εἰ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐ γνώσομαι αὐτό; οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος· »

τοτὲ δὲ ὧδέ πη θεολογοῦντες·

« Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; τίς ἔγνω νοῦν κυρίου καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο; »

καὶ πάλιν·

« Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν »

καὶ αὖθις·

« Ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα »

καὶ ἑξῆς·

« Κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν, ἐγὼ κύριος ὁ θεός »

καὶ ἑξῆς·

« Ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν· ἐγὼ κύριος ὁ θεὸς καὶ οὐκ ἔστι πλὴν ἐμοῦ »

καὶ πάλιν·

« Οὕτως ἐρεῖτε αὐτοῖς· θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ. Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Ἑμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως »

καὶ πάλιν·

« Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ κρυβῶ; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν στρώσω εἰς τὸν ᾅδην, πάρει. Εἰ ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με.»

Ἀλλὰ ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια τῶν μετὰ Μωσέα θεολόγων, τῶν δὴ καὶ αὐτῶν Ἑβραίων, τυγχάνει, συνῳδὰ τοῖς παλαιτάτοις προπάτορσι θεολογούντων· τῶν δέ γε πρὸ Μωσέως θεοφιλῶν καὶ τρισμακαρίων ἀνδρῶν, τῶν δὴ καὶ πρώτων Ἑβραίων, αὐτοῦ τε πρώτου πάντων Ἁβραάμ, ὃς καὶ προπάτωρ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀνείρηται, ἄκουε·

 « Εἶπε δὲ Ἁβραὰμ πρὸς βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. »

Καὶ πρό γε τοῦ Ἁβραὰμ εἰσάγεται ὁ Μελχισεδὲκ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, τὸν Ἁβραὰμ εὐλογῶν τούτοις τοῖς ῥήμασιν·

« Εὐλογημένος Ἁβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι· καὶ εὐλογητὸς ὁ θεός, ὃς ἔκτισε  τὸν οὐρανὸν καὶ τὴν γῆν.»

Ἔτι πρὸς τούτοις ὁ λόγος τὸν Ἁβραὰμ εἰσάγει τῷ οἰκείῳ τοιάδε προσδιαλεγόμενον·

« Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τὸν θεὸν τῆς γῆς. »

Καὶ ἐπιλέγει·

« Κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην.»

 Ἐπὶ πᾶσι τούτοις ἐν τῇ πρὸς αὐτὸν Μωσέα θεοφανείᾳ, πυθομένῳ τῷ Μωσεῖ, τίνα χρὴ τὸν θεὸν ἡγεῖσθαι, φησὶν ὁ χρησμός·

« Ἐγώ εἰμι ὁ ὤν· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς

Ταῦτα μὲν οὖν ἀπὸ μυρίων ὅσων τῆς Ἑβραίων θεολογίας ἐκκείσθω. Ἆρ' οὖν ἄξιον ἐν συγκρίσει παραβάλλειν αὐτοῖς τὰς τῶν σοφῶν Ἑλλήνων θεολογίας, τῶν μὲν μηδ' ὅλως εἶναι θεὸν ἀποφηναμένων, τῶν δὲ τοὺς ἀστέρας εἶναι φασκόντων, οὓς καὶ μύδρους τυγχάνειν διαπύρους ἥλων καὶ πετάλων δίκην ἐμπεπηγότας τῷ οὐρανῷ, τῶν δὲ πῦρ εἶναι τεχνικὸν ὁδῷ βαδίζον, καὶ τῶν μὲν μὴ προνοίᾳ θεοῦ διοικεῖσθαι τὸν κόσμον, φύσει δέ τινι ἀλόγῳ, τῶν δὲ τὰ μὲν οὐράνια μόνα ὑπὸ θεοῦ διοικεῖσθαι, οὐ μὴν καὶ τὰ ἐπὶ γῆς, καὶ πάλιν ἀγένητον εἶναι τὸν κόσμον καὶ μήθ' ὅλως ὑπὸ θεοῦ γενέσθαι, αὐτομάτως δὲ καὶ συντυχικῶς ὑφεστάναι, τῶν δὲ ἐξ ἀτόμων καὶ λεπτῶν σωμάτων ἀψύχων τινῶν καὶ ἀλόγων τὴν τοῦ παντὸς σύστασιν γεγονέναι; ἀλλὰ τὰ μὲν ἐκ τῶν παρ' Ἑβραίοις λογίων περὶ τοῦ τῶν ὅλων θεοῦ ὡς ἐν βραχέσι τοιαῦτα· συνιδεῖν δὲ ἕπεται καὶ τὰ μετὰ τὸν τῶν ὅλων θεὸν περὶ τῆς τῶν γενητῶν ἀρχῆς Ἑβραίοις πεφιλοσοφημένα.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.

 Περὶ τῆς τοῦ δευτέρου αἰτίου θεολογίας

Θαλῆς μὲν ὁ Μιλήσιος ἀρχὴν τῶν ἁπάντων τὸ ὕδωρ εἶναι ἀπεφήνατο, Ἀναξιμένης δὲ τὸν ἀέρα, Ἡράκλειτος τὸ πῦρ, Πυθαγόρας ἀριθμούς, Ἐπίκουρος ἅμα Δημοκρίτῳ σώματα ἄτομα, Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα. Ἴδωμεν τοιγαροῦν καὶ τὰ παρ' Ἑβραίοις λόγια. Μετὰ τὴν ἄναρχον καὶ ἀγένητον τοῦ θεοῦ τῶν ὅλων οὐσίαν, ἄμικτον οὖσαν καὶ ἐπέκεινα πάσης καταλήψεως, δευτέραν οὐσίαν καὶ θείαν δύναμιν, ἀρχὴν τῶν γενητῶν ἁπάντων πρώτην τε ὑποστᾶσαν κἀκ τοῦ πρώτου αἰτίου γεγενημένην, εἰσάγουσι, λόγον καὶ σοφίαν καὶ θεοῦ δύναμιν αὐτὴν προσαγορεύοντες. Τοῦτο δὲ πρῶτος διδάσκει λέγων Ἰώβ·

« Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις, ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. Ὁ κύριος συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς.»

Καὶ ὁ Δαβὶδ δέ που ἐν ψαλμῳδίαις, ἑτέρῳ προσειπὼν τὴν σοφίαν ὀνόματι, φησί·

« Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,»

τὸν τῶν ἁπάντων δημιουργικὸν λόγον θεοῦ τοῦτον ἀνευφημήσας τὸν τρόπον· οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου παῖς Σολομῶν ὧδέ πη ἐξ αὐτῆς προσωποποιεῖ τῆς σοφίας λέγων·

« Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. »

Οἷς ἐπιλέγει ἑξῆς·

« Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους γενέσθαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανόν, ἤμην σὺν αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσέχαιρε καθ' ἡμέραν, ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας. »

Ταῦτα Σολομῶν ἐν Παροιμίαις. Καὶ ταῦτα δέ πη ἐξ αὐτοῦ λέγεται τοῦ προσώπου·

« Τί δέ ἐστι σοφία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλ' ἐξ ἀρχῆς γενέσεως ἐξιχνιάσω.»

Οἷς ἑξῆς ἐπιλέγει·

« Ἔστι γὰρ αὕτη πνεῦμα νοερόν, ἅγιον, μονογενές, πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν, ἀμόλυντον, παντοδύναμον, πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων, νοερῶν, καθαρῶν, λεπτοτάτων. Πάσης γὰρ κινήσεως κινητικώτερον σοφία, διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. Ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· διὸ οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. Ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς. »

Καὶ δὴ τόνδε τὸν ἔνθεον λόγον διαφόρως ἡ θεία γραφὴ πρὸς τοῦ πατρὸς ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ πεπεμμένον εἰσάγει. Αὐτὸν δ' οὖν καὶ τῷ Ἁβραὰμ Μωσεῖ τε καὶ τοῖς ἄλλοις θεοφιλέσι προφήταις φῆναι ἑαυτὸν καὶ χρησμοῖς τὰ πολλὰ παιδεῦσαί τε καὶ θεσπίσαι τὰ μέλλοντα ἱστορεῖ, ὁπηνίκα θεὸν καὶ κύριον ὦφθαί τε καὶ εἰς λόγους τῶν προφητῶν ἐλθεῖν μνημονεύει. Τοῦτον καὶ πᾶσιν εἰς γνῶσιν ἐλθεῖν ἀνθρώποις, οἷα νοσούντων σωτῆρα καὶ ψυχῶν ἰατρὸν πρὸς τοῦ μείζονος ἀπεσταλμένον, ὧδέ πη θεσπίζει·

« Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. »

Καὶ πάλιν ἄλλοτέ φησιν·

« Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.»

Ἔνθεν καὶ ἡ εὐαγγελικὴ διδασκαλία τὸ προφητικὸν καὶ πάτριον ἀνανεουμένη δόγμα ταύτη πη διασαφεῖ τὴν θεολογίαν·

« Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. »

Εἰκότως δῆτα τῷ αὐτῷ πνεύματι καὶ Μωσῆς ὁ πάνσοφος, ἀρχόμενος τῆς κατ' αὐτὸν κοσμογονίας, ἐν τῇ προαποδοθείσῃ ἀρχῇ, πεποιηκέναι τὸν θεὸν τὸν οὐρανὸν καὶ τὴν γῆν φησιν· αὐτῷ τε εἰσάγει, ὡς ἂν οἰκείῳ καὶ πρωτογόνῳ αὐτοῦ λόγῳ, κοινολογούμενον ἐπὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας τὸν θεὸν ἐν οἷς γράφει·

« Καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. »

Τοῦτο δὲ καὶ ὁ ψαλμῳδὸς ᾐνίττετο, ὁπηνίκα περὶ τοῦ πρώτου αἰτίου διεξιών·

« Αὐτός», φησίν, «εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν,»

ἄντικρυς τὴν τοῦ πρώτου πρὸς τὸ δεύτερον αἴτιον, ὡς ἂν πατρὸς πρὸς υἱόν, διάταξίν τε καὶ παρακέλευσιν ὑφιστάμενος. Πάντη γὰρ δήπουθεν δῆλον, ὡς πᾶς ὁ λέγων τι ἑτέρῳ λέγει καὶ ὁ ἐντελλόμενος ἑτέρῳ παρ' ἑαυτὸν ἐντέλλεται. Διαρρήδην δ' αὖ πάλιν ὁ Μωσῆς ἄμφω δυοῖν μνημονεύων κυρίων, πατρὸς δηλαδὴ καὶ υἱοῦ, ὧδέ πη ἐπὶ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας ἱστορεῖ λέγων·

« Καὶ ἔβρεξε κύριος παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ.»

Οἷς συμφώνως καὶ ὁ Δαβὶδ ψάλλων ἔφησεν·

« Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.»

Καὶ προϊὼν τὴν κρύφιον καὶ τοῖς πᾶσιν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ᾐνίξατο, φάσκων·

« Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε ».

Ἵνα δὲ μὴ σοφίζεσθαί με ταῦτα νομίσῃς, ἑρμηνέα σοι τῆς ἐν τῇ γραφῇ διανοίας Ἑβραῖον ἄνδρα παραστήσω, τὰ οἰκεῖα πατρόθεν ἀκριβοῦντα καὶ παρὰ διδασκάλων τὸ δόγμα μεμαθηκότα, εἰ δή σοι τοιοῦτος ὁ Φίλων. Ἐπάκουσον οὖν καὶ τοῦδε, ὅπως τὰς θείας ἑρμηνεύει φωνάς·

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ'.

Φίλων

« Διὰ τί ὡς περὶ ἑτέρου θεοῦ φησι τὸ ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον, ἀλλ' οὐχὶ τῇ ἑαυτοῦ; παγκάλως καὶ σοφῶς τουτὶ κεχρησμῴδηται. Θνητὸν γὰρ οὐδὲν ἀπεικονισθῆναι πρὸς τὸν ἀνωτάτω καὶ πατέρα τῶν ὅλων ἐδύνατο, ἀλλὰ πρὸς τὸν δεύτερον θεόν, ὅς ἐστιν ἐκείνου λόγος. Ἔδει γὰρ τὸν λογικὸν ἐν ἀνθρώπου ψυχῇ τύπον ὑπὸ θείου λόγου χαραχθῆναι, ἐπειδὴ ὁ πρὸ τοῦ λόγου θεὸς κρείσσων ἐστὶν ἢ πᾶσα λογικὴ φύσις· τῷ δὲ ὑπὲρ τὸν λόγον ἐν τῇ βελτίστῃ καί τινι ἐξαιρέτῳ καθεστῶτι ἰδέᾳ οὐδὲν θέμις ἦν γενητὸν ἐξομοιωθῆναι. »

Ταῦτα ἐκ τοῦ πρώτου μοι κείσθω τῶν Φίλωνος  « Ζητημάτων καὶ Λύσεων.» Ὁ δ' αὐτὸς ἐν τῷ  « Περὶ γεωργίας» προτέρῳ καὶ υἱὸν θεοῦ τὸν πρωτόγονον αὐτοῦ λόγον τοῦτον ὀνομάζει τὸν τρόπον·

« Ταῦτα δὴ πάντα ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς ἄγει κατὰ δίκην, νόμον προστησάμενος τὸν ὀρθὸν αὐτοῦ λόγον καὶ πρωτόγονον υἱόν, ὃς τὴν ἐπιμέλειαν τῆς ἱερᾶς ταύτης ἀγέλης οἷά τις μεγάλου βασιλέως ὕπαρχος, διαδέξεται.»

Καὶ ἐν τῷ δευτέρῳ δὲ πάλιν ὁ αὐτὸς τάδε γράφει πρὸς λέξιν·

« Τὰς δυσωπίας οὖν εἴ τις ἀποδιδράσκειν βούλεται τὰς ἐν τοῖς διαπορηθεῖσι, λεγέτω μετὰ παρρησίας ὅτι οὐδὲν τῶν ἐν ὕλαις κραταιὸν οὕτως ὡς τὸν κόσμον ἀχθοφορεῖν ἰσχῦσαι. Λόγος δ' ὁ ἀΐδιος θεοῦ τοῦ αἰωνίου τὸ ὀχυρώτατον καὶ βεβαιότατον ἔρεισμα τῶν ὅλων ἐστίν. Οὗτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει τὸν φύσεως ἀήττητον δρόμον, συνάγων τὰ μέρη πάντα καὶ σφίγγων. Δεσμὸν γὰρ αὐτὸν ἄρρηκτον τοῦ παντὸς ὁ γεννήσας ἐποίει πατήρ. Εἰκότως οὖν οὐδὲ γῆ πᾶσα διαλυθήσεται πρὸς παντὸς ὕδατος, ὅπερ αὐτῆς οἱ κόλποι κεχωρήκασιν, οὐδ' ὑπὸ ἀέρος σβεσθήσεται πῦρ οὐδ' ἔμπαλιν ὑπὸ πυρὸς ἀὴρ ἀναφλεχθήσεται, τοῦ θείου λόγου μεθόριον τάττοντος αὑτὸν φωνῆεν στοιχείων ἀφώνων, ἵνα τὸ ὅλον ὥσπερ ἐπὶ τῆς ἐγγράμμου μουσικῆς συνηχήσῃ, τὰς τῶν ἐναντίων ἀπειλὰς πειθοῖ τῇ συνῳδῷ μεσιτεύοντός τε καὶ διαιτῶντος. »

Ταῦτα ὁ Φίλων. Καὶ Ἀριστόβουλος δὲ ἄλλος Ἑβραίων σοφὸς ἀνήρ, κατὰ τὴν τῶν Πτολεμαίων ἀκμάσας ἡγεμονίαν, κυροῖ τὸ δόγμα ὡς πάτριον, αὐτῷ Πτολεμαίῳ τὴν τῶν ἱερῶν νόμων προσφωνῶν ἑρμηνείαν, ἐν ᾗ τάδε φησί·

ΚΕΦΑΛΑΙΟΝ ΙΔ'

Ἀριστόβουλος

« Μεταφέροιτο δ' ἂν τὸ αὐτὸ καὶ ἐπὶ τῆς σοφίας· τὸ γὰρ πᾶν φῶς ἐστιν ἐξ αὐτῆς. Διὸ καί τινες εἰρήκασι τῶν ἐκ τῆς αἱρέσεως ὄντες τοῦ Περιπάτου λαμπτῆρος αὐτὴν ἔχειν τάξιν. Ἀκολουθοῦντες γὰρ αὐτῇ συνεχῶς, ἀτάραχοι καταστήσονται δι' ὅλου τοῦ βίου. Σαφέστερον δὲ καὶ κάλλιον τῶν ἡμετέρων προγόνων τις εἶπε Σολομῶν, πρὸ οὐρανοῦ καὶ γῆς αὐτὴν ὑπάρχειν· τὸ δὲ σύμφωνόν ἐστι τῷ προειρημένῳ. »

Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα περὶ τοῦδε καὶ παῖδες Ἑβραίων πεφιλοσοφήκασιν. Ἆρ' οὖν οὐχ οὗτος λόγων εἴη ἂν ὁ θεοπρεπέστατος, δυνάμει θεοῦ λογικῇ καὶ πανσόφῳ, μᾶλλον δὲ αὐτῇ σοφίᾳ καὶ αὐτῷ θεοῦ λόγῳ τὴν ἀρχὴν ἀνατιθεὶς τῆς τοῦ παντὸς συστάσεως ἢ τοῖς ἀψύχοις καὶ ἀλόγοις στοιχείοις; ἀλλὰ γὰρ τοιαῦτα παρ' Ἑβραίοις καὶ τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς. Σκεψώμεθα δὲ καὶ ἃ περὶ τῆς τῶν λογικῶν συστάσεως, τῶν μετὰ τὴν πρώτην ἀρχήν, ἐκδιδάσκουσι.

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.

Περὶ τῆς τῶν λογικῶν συστάσεως

Μετὰ τὴν ἄναρχον καὶ ἀγένητον θεοῦ τοῦ παμβασιλέως οὐσίαν τὴν οὐκ ἄλλοθεν ἢ ἐκ τοῦ πατρὸς γεγεννημένην ἀρχὴν πρωτότοκόν τε οὖσαν καὶ συνεργὸν τῆς τοῦ πατρὸς βουλῆς πρὸς αὐτόν τε ἀπεικονισμένην διδάσκουσι. Ταύτην δὲ τῶν μετὰ ταῦτα γενητῶν ἁπάντων πρωτεύειν, παρ' ὃ καὶ εἰκόνα θεοῦ αὐτὴν καὶ θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν καὶ θεοῦ λόγον, ναὶ μὴν καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου « μεγάλης » τε « βουλῆς ἄγγελον » ἀποκαλεῖν εἰώθασι. Τὰς δὲ μετὰ τήνδε τὴν ἀρχὴν νοερὰς καὶ λογικὰς δυνάμεις οὐ λεκτὰς εἶναι ἀνθρώπου φύσει, τοῦ τε πλήθους ἕνεκα τῆς τε κατ' εἶδος διαφορᾶς, πλὴν ὅσον ἐπιβάλλειν δυνατὸν τοῖς παραδείγμασιν ἐκ τῆς τῶν ὁρωμένων ἀναλογίας, ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ αὐτοῦ δὴ οὐρανοῦ
ἔνδον ὑφ' ἑαυτῷ τὰ σύμπαντα περιειληφότος.

« Ἄλλη γὰρ δόξα ἡλίου καὶ ἄλλη σελήνης καὶ ἄλλη δόξα ἀστέρων» φησὶν ὁ θεῖος ἀπόστολος· «ἀστέρα γὰρ ἀστέρος διαφέρειν ἐν δόξῃ ».

Ταύτη πη τοιγαροῦν καὶ τὸν ἐν ἀσωμάτοις καὶ νοεραῖς οὐσίαις κόσμον χρὴ νοεῖν, τὰ πάντα μὲν ἀθρόως ἀπολαβούσης τῆς ἀνεκφράστου καὶ ἀπειρομεγέθους δυνάμεως τοῦ θεοῦ τῶν ὅλων, δευτερευούσης δὲ μετὰ τὸν πατέρα τῆς δημιουργικῆς ὁμοῦ καὶ φωτι στικῆς δυνάμεως τοῦ θείου λόγου διὸ καὶ φῶς ἀληθινὸν καὶ δικαιοσύνης ἥλιον Ἑβραίοις φίλον αὐτὸν ὀνομάζειν, τρίτης δὲ ἤδη μετὰ τὴν δευτέραν οὐσίαν ἐν χώρᾳ σελήνης καθισταμένης τοῦ ἁγίου πνεύματος, ὃ καὶ αὐτὸ ἐν τῇ πρώτῃ καὶ βασιλικῇ τῆς τῶν ὅλων ἀρχῆς ἀξίᾳ καὶ τιμῇ καταλέγουσιν, εἰς ἀρχὴν τῶν μετὰ ταῦτα γενητῶν, λέγω δὲ τῶν ὑποβεβηκότων καὶ τῆς παρ' αὐτοῦ χορηγίας ἐπιδεομένων, καὶ αὐτοῦ πρὸς τοῦ τῶν ὅλων  ποιητοῦ κατατεταγμένου. Ἀλλὰ τοῦτο μέν, τρίτην ἐπέχον τὴν τάξιν, τοῖς ὑποβεβηκόσι τῶν ἐν αὐτῷ κρειττόνων δυνάμεων ἐπιχορηγεῖ, οὐ μὴν ἀλλὰ καὶ ἀντιλαμβάνει παρ' ἑτέρου τοῦ ἢ παρὰ τοῦ θεοῦ λόγου, τοῦ δὴ καὶ ἀνωτέρω καὶ κρείττονος, ὃν δὴ δευτερεύειν ἔφαμεν τῆς ἀνωτάτω καὶ ἀγενήτου φύσεως θεοῦ τοῦ παμβασιλέως· παρ' οὗ δὴ καὶ αὐτὸς ἐπιχορηγούμενος ὁ θεὸς λόγος καὶ ὥσπερ ἐξ ἀενάου πηγῆς θεότητα ἀναβλυστανούσης ἀρυτόμενος τοῖς πᾶσιν ὁμοῦ καὶ δὴ καὶ αὐτῷ τῷ ἁγίῳ πνεύματι, μᾶλλον ἁπάντων αὐτῷ προσεχεῖ καὶ ἐγγυτάτω ὄντι, ταῖς τε μετὰ τοῦτο νοεραῖς καὶ θείαις δυνάμεσιν ἀθρόως καὶ ἀνεπιφθόνως τῶν τοῦ οἰκείου φωτὸς μαρμαρυγῶν μεταδίδωσι. Τὴν δὲ τῶν ὅλων ἀγένητον ἀρχήν, ἀγαθῶν ἁπάντων οὖσαν πηγὴν θεότητός τε καὶ ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ πάσης ἀρετῆς αἰτίαν καὶ πρώτην γε οὖσαν τῶν πρώτων καὶ ἀρχῶν ἀρχήν, μᾶλλον δὲ καὶ ἀρχῆς καὶ πρώτου καὶ πάσης ῥητῆς τε καὶ καταληπτῆς ἐπινοίας ἐπέκεινα, τὰ μὲν πάντα, ὅσα περ ἐν ἀρρήτοις δυνάμεσι περιείληφε, τῷ πρώτῳ γεννήματι κοινωνεῖν μόνῳ, ὡς ἂν μόνῳ οἵῳ τε χωρεῖν καὶ ἀποδέχεσθαι τὴν τοῖς ἄλλοις οὐκ ἐφικτὴν οὐδὲ χωρητὴν τοῦ πατρὸς τῶν ἀγαθῶν ἀφθονίαν. Τὰ δ' ἐν μέρει τοῖς κατὰ μέρος ἀξίοις διὰ τῆς τοῦ δευτέρου διακονίας τε καὶ μεσιτείας κατὰ τὸ ἑκάστῳ ἐφικτὸν ἐμπαρέχειν· ὧν τὰ τέλεια καὶ ἄκρως ἅγια τῷ τρίτῳ μὲν ἀφ' ἑαυτοῦ, ἄρχοντι δὲ καὶ ἡγουμένῳ τῶν μετέπειτα, διὰ τοῦ υἱοῦ τὰ παρὰ τοῦ πατρὸς ἐπικομιζομένῳ δεδωρῆσθαι. Ἔνθεν οἱ πάντες Ἑβραίων θεολόγοι μετὰ τὸν ἐπὶ πάντων θεὸν καὶ μετὰ τὴν πρωτότοκον αὐτοῦ σοφίαν τὴν τρίτην καὶ ἁγίαν δύναμιν, ἅγιον πνεῦμα προσειπόντες, ἀποθειάζουσιν, ὑφ' οὗ καὶ ἐφωτίζοντο θεοφορούμενοι.

Ἑξῆς δὲ οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ « ἀστέρα » φασὶν « ἀστέρος διαφέρειν ἐν δόξῃ. » Θνητῇ μὲν οὖν φύσει οὐκ ἔστιν ἀριθμὸν ἄστρων δυνατὸν εὑρεῖν, πλὴν ἀλλὰ τὸν παμβασιλέα θεὸν τὰ Ἑβραίων φασὶ λόγια καὶ τῆς κατ' οὐρανὸν στρατιᾶς τὰ πλήθη καὶ τὰς προσηγορίας μὴ ἀγνοεῖν· διὸ παρ' αὐτοῖς λέγεσθαι·

« Ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν ».

Οὕτω δὴ μετὰ τὰ πρῶτα τῶν ἐν ἀσωμάτοις δυνάμεσιν ἐπινοουμένων ἄστρων, φωτὸς νοεροῦ δυνάμει τε καὶ οὐσίᾳ διαπρεπόντων, πολλή τις καὶ ἡμῖν ἀπερινόητος διαφορὰ τυγχάνει ἀνήριθμά τε φῦλα καὶ γένη, ἀλλ' οὐ καὶ τῷ τῶν ὅλων ποιητῇ. Διὸ καὶ τὸ καταληπτὸν αὐτῶν μόνῳ τῷ θεῷ παριστάς τις θεολόγων φησί·

« Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ,»

διὰ μὲν τοῦ ἀριθμοῦ δηλῶν τὸ τῷ θεῷ καταληπτὸν αὐτῶν, διὰ δὲ τοῦ ποσοῦ τὸ ἡμῖν ἄπειρον· παρ' ὃ καὶ εἰώθαμεν ὀνομάζειν καθ' ὑπερβολῆς ἔμφασιν τὰ πολλὰ καὶ ἄπειρα μυρία. Ἄλλος δέ τις προφήτης περὶ τῆς οὐσίας αὐτῶν διεξιὼν ὧδέ πως τὸν ποιητὴν τῶν ἁπάντων θεολογεῖ, φάσκων·

« Κύριε ὁ θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. »

Μή τοι νομίσῃς τοῦ παρ' ἡμῖν θνητοῦ καὶ γεώδους πυρὸς οὐσίας μετέχειν τὰ δηλούμενα μηδέ γε τῶν ἐξ ἀλόγου φύσεως ἀέρος πνευμάτων· ἀλλ' οἷόν περ καὶ αὐτὸν ὀνομάζουσι τὸν θεόν, ἀσώματον μὲν καὶ ἄϋλον καὶ αὐτόνουν, μᾶλλον δὲ ὑπὲρ νοῦν καὶ ὑπὲρ πάντα λόγον ὄντα τὴν φύσιν, τροπικώτερον δὲ καὶ πνεῦμα καὶ πῦρ καὶ φῶς καὶ ἄλλαις τισὶ προσηγορίαις θνηταῖς ἀκοαῖς καταλλήλοις ὀνομαζό μενον, ἀγγέλους δῆτα καὶ ἀρχαγγέλους καὶ πνεύματα καὶ θείας δυνάμεις καὶ στρατιὰς οὐρανίους ἀρχάς τε καὶ ἐξουσίας καὶ θρόνους καὶ κυριότητας, ὡς ἂν μυρίους ἐπὶ μυρίοις ἀστέρας τε καὶ φωστῆρας τὰς νοερὰς καὶ λογικὰς οὐσίας οἱ θεῖοι λόγοι προσειπόντες, ἄρχειν ἁπάντων καὶ ἐπιστατεῖν τὸν τῆς « δικαιοσύνης » φασὶν « ἥλιον »  καὶ τὸ τούτου σύζυγον ἅγιον πνεῦμα. Τὰ δὲ πάντα ἀθρόως αὐτῷ υἱῷ καὶ ἁγίῳ πνεύματι, νοερά τε ζῷα καὶ λογικὰ σὺν καὶ τοῖς κατ' οὐρανὸν φαινομένοις οὐρανόν τε αὐτὸν καὶ ὅσα ἔνδον οὗτος ἐν αὑτῷ περιλαβὼν ἔχει, μόνῳ τῷ ἐπὶ πάντων θεῷ, τῷ διὰ πάντων καὶ ἐν πᾶσι παμβασιλεῖ καὶ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων, ὡς ἂν δημιουργῷ πάντων ποιητῇ τε καὶ φροντιστῇ τὸν πρέποντα ὕμνον καὶ τὴν προσήκουσαν θεολογίαν ἡ θεία καὶ προφητικὴ γραφὴ νέμειν παρακελεύεται, φάσκουσα·

« Αἰνεῖτε τὸν θεὸν ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἕστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. »

Τοιαῦτα καὶ τὰ παρ' Ἑβραίων δόγματα, ἃ τῆς Ἑλλήνων πολυθέου καὶ δαιμονικῆς πλάνης προτετιμήκαμεν, θείας μὲν δυνάμεις ὑπηρετικὰς τοῦ παμβασιλέως θεοῦ καὶ λειτουργικὰς εἰδότες καὶ κατὰ τὸ προσῆκον τιμῶντες, μόνον δὲ θεὸν ὁμολογοῦντες καὶ μόνον ἐκεῖνον σέβοντες, ὃν καὶ αὐτὸς οὐρανὸς καὶ τὰ κατ' οὐρανὸν ἅπαντα τά τε ἐπέκεινα οὐρανοῦ σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν ἐδιδάχθη· ὅτι καὶ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ καὶ πρωτότοκος τῶν ὅλων, ἡ πάντων ἀρχή, τὸν αὑτοῦ πατέρα μόνον ἡγεῖσθαι θεὸν ἀληθῆ καὶ μόνον σέβειν ἡμῖν παρακελεύεται.

ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ.

Περὶ τῆς ἐναντίας δυνάμεως

Ἕπεται καὶ περὶ τῆς ἐναντίας δυνάμεως τίνα ποτὲ τὰ Ἑβραίων λόγια παραδίδωσιν ἐπισκέψασθαι. Τὰς μὲν οὖν θείας δυνάμεις, νεύματι τοῦ πατρὸς τῷ σύμπαντι ἐφεστώσας κόσμῳ, τά τε

« Λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν »

τούς τε ἱεροὺς ἀγγέλους τοῦ θεοῦ καὶ ἀρχαγγέλους πᾶσάν τε τὴν διάκονον τῶν ἀγαθῶν νοερὰν οὐσίαν, φωτεινὴν οὖσαν καὶ πάντων ὑπηρέτιν τῶν εἰς ἀνθρώπους ἐκ θεοῦ δωρουμένων ἀγαθῶν, τὸν παμβασιλέα πάντων δορυφορεῖν θεὸν κἄπειτα, τῶν κατ' οὐρανὸν δίκην ἄστρων, τὸν « ἥλιον » τῆς « δικαιοσύνης » καὶ τὸ σύζυγον αὐτῷ ἅγιον πνεῦμα περιπολεῖν τῆς τε τούτων χορηγίας τοῦ φωτὸς ἀπολαύειν, διὸ καὶ φωστῆρσι τοῖς κατ' οὐρανὸν εἰκότως παραβάλλεσθαι· τὴν δὲ ἐκ τούτων παρατετραμμένην καὶ τῆς τῶν κρειττόνων χορείας δι' οἰκείαν φαυλότητα στερομένην σκότος τε ἀντὶ φωτὸς ἀλλαξαμένην ἔμπαλιν ἢ τὰ πρῶτα ταῖς ἁρμοττούσαις τῇ τοῦ τρόπου μοχθηρίᾳ προσηγορίαις ὀνομάζει. Τὸν γοῦν κατάρξαντα τῆς πτώσεως, αὑτῷ τε καὶ ἑτέροις τῆς τῶν κρειττόνων ἀποστασίας γενόμενον αἴτιον, ὡς ἂν διόλου χαμαὶ τῆς τῶν θειοτέρων εὐσεβείας ἐκπεπτωκότα καὶ κακίας μὲν ἰοῦ καὶ δυσσεβείας αὐτὸν αὑτῷ δημιουργὸν ὑποστάντα, σκότους δὲ καὶ ἀλογίας ποιητὴν ἐκ τῆς τοῦ φωτὸς αὐθεκουσίου ἀναχωρήσεως γεγονότα, δράκοντα καὶ ὄφιν μέλανά τε καὶ ἑρπυστικόν, ἰοῦ θανατηφόρου γεννητικὸν θῆρά τε ἄγριον καὶ ἀνθρωποβόρον λέοντα καὶ πάλιν τὸν ἐν ἑρπετοῖς βασιλίσκον ἀποκαλεῖν εἴωθεν. Ὑπόθεσιν δ' αὐτῷ φασιν οἱ θεῖοι λόγοι γεγονέναι τῆς ἀποπτώσεως μανίαν φρενῶν καὶ διανοίας ἔκστασιν, ὧδέ πως ὁμοῦ τὴν πτῶσιν αὐτοῦ καὶ τὴν φρενοβλάβειαν διηγούμενοι·

« Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; συνετρίβη ἐπὶ τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. »

Καὶ πάλιν·

« Τάδε λέγει κύριος, κύριος, ἀνθ' ὧν ὑψώθη ἡ καρδία σου καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκηκα. »

Καὶ αὖθις·

« Σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους, ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ θεοῦ ἐγενήθης, πάντα λίθον χρηστὸν ἐνδέδεσαι »

καὶ τὰ ἑξῆς. Οἷς ἐπιλέγει·

« Ἐν ὄρει ἁγίῳ θεοῦ ἐγενήθης, ἐν μέσῳ λίθων πυρίνων ἐγενήθης, ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου, διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε. »

Διὰ δὴ τούτων ἄντικρυς τὴν μετὰ τῶν θειοτέρων δυνάμεων προτέραν τοῦ δηλουμένου διατριβὴν καὶ τὴν ἀπὸ τῶν κρειττόνων δι' οἰκείαν μεγαλαυχίαν καὶ θεομαχίαν ἀπόπτωσιν μεμαθήκαμεν. Μυρίον δέ ἐστιν ἄλλο γένος ὑπὸ τούτῳ τοῖς παραπλησίοις ἔνοχον πλημμελήμασιν, ὃ τῆς δυσσεβείας χάριν τῆς τῶν εὐσεβῶν ἀποπεσὸν λήξεως ἀντὶ τῆς πάλαι φωτοειδοῦς καὶ θειοτέρας περιβολῆς τῆς τε ἐν τοῖς βασιλείοις τιμῆς καὶ τῆς ἐν μακαρίοις καὶ ἀγγελικοῖς χοροῖς διατριβῆς τὸν ἐφαρμόζοντα τοῖς δυσσεβέσι χῶρον κρίσει δικαίᾳ καὶ ἀποφάσει τοῦ μεγάλου θεοῦ Τάρταρον οἰκεῖν, ὃν ἄβυσσον οἱ θεῖοι λόγοι προσαγορεύουσι, καὶ σκότος οὐ τὸ παρ' ἡμῖν, τὸ δ' ὑπὸ τῶν θείων λογίων δηλούμενον ἀντικατηλλάξατο. Ὧν βραχύ τι καὶ μικρὸν ἀπόσπασμα, γυμνασίου χάριν τῶν εὐσεβείας ἀθλητῶν ἀμφὶ γῆν καὶ τὸν ὑπὸ σελήνην ἀέρα καταλειφθέν, τῆς ἐν ἀνθρώποις πολυθέου πλάνης κατ' οὐδὲν ἀθεότητος διαφερούσης συναίτιον γέγονε. Τέθειται δὲ καὶ τούτοις ἡ θεία γραφὴ προσφυεῖς τὰς προσηγορίας, γυμνότερον μέν, ὅτε πνεύματα πονηρὰ καὶ δαίμονας ἀρχάς τε καὶ ἐξουσίας καὶ κοσμοκράτορας καὶ πνευματικὰ πονηρίας ἐπονομάζει, συμβολικῶς δέ, ὅτε τὸν θεοφιλῆ παρορμᾷ μηδὲν δεδίττεσθαι τὸ τῶν πολεμίων δαιμόνων στῖφος, δι' ὧν φησιν·

« Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.»

Δεῖγμα δὲ τούτων τῆς θεοεχθρίας τὸ θέλειν σφᾶς αὐτοὺς θεοὺς ἀναγορεύεσθαι καὶ τὰς ἐπὶ θεῷ τιμὰς εἰς ἑαυτοὺς ὑφαρπάζειν μαντείαις τε πειρᾶσθαι καὶ χρησμοῖς, ὥσπερ τισὶ θελγήτροις καὶ προβολίοις, τοὺς εὐχερεῖς δελεάζειν καὶ τῆς μὲν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἀνανεύσεως ἀποσπᾶν, κατασύρειν δὲ ἐπὶ τὸν πανώλεθρον τῆς δυσσεβοῦς καὶ ἀθέου δεισιδαιμονίας βυθόν· διὸ προτροπάδην φεύγειν αὐτῶν τὰς ἀπάτας μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ἐσπουδάζετο διαρρήδην παιδεύουσιν, ὅτι « πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια ». Νυνὶ δέ, σὺν θεῷ φάναι, διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας πάντα τὰ πανταχόθεν τῆς οἰκουμένης ἔθνη, δεσμῶν δαιμονικῶν ἀπηλλαγμένα, τὸν θεὸν ἀνυμνεῖ, ὃν δὴ καὶ μόνον ὑπάρχειν σωτῆρα καὶ βασιλέα καὶ θεὸν τῶν ὅλων μεμαθήκαμεν.

ΚΕΦΑΛΑΙΟΝ ΙΖ'.

Περὶ τῆς τἀνθρώπου φύσεως

Κἀνταῦθα πάλιν ἡ μὲν τῶν Φοινίκων καὶ Αἰγυπτίων ζῳογονία αὐτόματον εἰσῆγε τῶν ἐπὶ γῆς ἁπάντων ζῴων τε καὶ ἀνθρώπων τὴν γένεσιν, μίαν καὶ τὴν αὐτὴν ὁμοίως φύσιν συντυχικῶς ἀπὸ γῆς προελθεῖν διαγράφουσα κατ' οὐδέν τε τὴν ἄλογον διαφέρειν τῆς λογικῆς ψυχῆς τε καὶ οὐσίας ὑποτιθεμένη. Ταῦτα γοῦν ἐδήλουν αἱ προπαρατεθεῖσαι τῶν παρ' αὐτοῖς συγγραφέων λέξεις. Παῖδες δὲ πάλιν Ἑβραίων εἰκότως ἡμῖν προτετίμηνται, τὰ περὶ τῆς πρώτης ἀνθρώπων συστάσεως παγκάλως καὶ σοφῶς καὶ ἀληθῶς διειληφότες· ὅτι δὴ τῶν ἐν ἡμῖν τὸ μέν τι φασὶ θεῖον εἶναι καὶ ἀθάνατον, ἄσαρκον τὴν φύσιν καὶ ἀσώματον, τοῦτο δὲ καὶ τὸν ἀληθῆ τυγχάνειν ἄνθρωπον κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν γεγενημένον, εἶναι δὲ αὐτὸν ἔργον θεοῦ, ἀλλ' οὐ τύχης οὐδ' αὐτομάτου φύσεως, αὐτοῦ δὲ τοῦ τῶν ὅλων αἰτίου, κρίσει θείᾳ βεβουλημένου μηδὲ τὰ κατὰ γῆν νοερᾶς καὶ λογικῆς οὐσίας ἀμοιρεῖν, ὅπως διὰ πάντων αὐτῷ οὐρανίων τε καὶ αἰθερίων τῶν τε ἐπὶ γῆς λογικῶν καὶ τῆς αὐτοῦ θειότητος ἀντιληπτικῶν ὁ προσήκων ὕμνος ἀναπέμποιτο. Οὕτω δ' οὖν περιέχει τὰ Ἑβραίων λόγια·

« Καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. »

Καὶ πάλιν·

« Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.»

Καὶ ταῦτα δὲ πάλιν ὁ Ἑβραῖος ἑρμηνεύει Φίλων, ταῖς ἐκτεθείσαις αὐτοῦ φωναῖς ἔτι καὶ τάδε ἐπιλέγων·

ΚΕΦΑΛΑΙΟΝ ΙΗ'.

Φίλων

« Ἀλλ' οἱ μὲν ἄλλοι, τῆς αἰθερίου φύσεως τὸν ἡμέτερον νοῦν μοῖραν εἰπόντες εἶναι, συγγένειαν τὴν ἀνθρώπου πρὸς αἰθέρα συνῆψαν. Ὁ δὲ μέγας Μωσῆς οὐδενὶ τῶν γεγονότων τῆς λογικῆς ψυχῆς τὸ εἶδος ὡμοίωσεν, ἀλλ' εἶπεν αὐτὴν τοῦ θείου καὶ ἀοράτου πνεύματος ἐκείνου δόκιμον εἶναι νόμισμα, σημειωθὲν καὶ τυπωθὲν σφραγῖδι θεοῦ, ἧς ὁ χαρακτήρ ἐστιν ὁ ἀΐδιος λόγος.

« Ἐνέπνευσε », γάρ φησιν,  « ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν»,

ὥστε ἀνάγκη πρὸς τὸν ἐκπέμποντα τὸν δεχόμενον ἀπεικονίζεσθαι. Διὸ καὶ λέγεται κατ' εἰκόνα θεοῦ τὸν ἄνθρωπον γενέσθαι, οὐ μὴν κατ' εἰκόνα τινὸς τῶν γεγονότων. Ἀκόλουθον οὖν ἦν τῆς ἀνθρώπου ψυχῆς κατὰ τὸν ἀρχέτυπον τοῦ αἰτίου λόγον ἀπεικονισθείσης καὶ τὸ σῶμα ἀνεγερθὲν πρὸς τὴν καθαρωτάτην τοῦ παντὸς μοῖραν, οὐρανόν, τὰς ὄψεις ἀνατεῖναι.»

Ταῦτα μὲν οὗτος. Εἰκότως δῆτα καὶ ἡ θεία γραφὴ οὐχ ὡς τὰ λοιπὰ ζῷα γεγονέναι τὸν ἄνθρωπόν φησι· τὰ μὲν γὰρ ἀπὸ γῆς προελθεῖν ἑνὶ κελεύσματι τοῦ παμβασιλέως, τὰ δ' ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπτῆναι πάλιν αὐτοῦ νεύματι· μόνον δὲ τῶν ἐπὶ γῆς ζῴων τὸ θεοφιλέστατον, ἡμᾶς αὐτούς, κατ' εἰκόνα θεοῦ καὶ καθ' ὁμοίωσιν τὴν ψυχὴν γεγονέναι· παρ' ὃ καὶ ὁρᾶσθαι ἀρχικὸν καὶ βασιλικὸν τὴν φύσιν μόνον τε τῶν ἐπὶ γῆς εἶναι λογικὸν καὶ δημιουργικὸν καὶ κριτικὸν καὶ νομοθετικὸν τεχνῶν τε καὶ ἐπιστημῶν καταληπτικόν· εἶναι γὰρ μόνην τὴν ἐν ἀνθρώπῳ ψυχὴν νοερὰν καὶ λογικὴν οὐσίαν, ἧς μὴ μετεῖναι τοῖς ἄλλοις ἐπὶ γῆς ζῴοις. Διὸ τὰ μὲν θητεύειν καὶ χώραν οἰκετῶν παρέχειν ἀνθρώπῳ, τὸν δὲ οἷα δεσπότην καὶ ἡγεμόνα δουλοῦσθαι καὶ ὑποτάττειν τὰ ῥώμῃ μὲν σώματος πολὺ κρείττονα, μείονα δὲ τῇ κατὰ τὴν νοερὰν οὐσίαν στερήσει. Τοῦτον μὲν οὖν κατ' εἰκόνα φασὶ θεοῦ καὶ καθ' ὁμοίωσιν πρὸς αὐτοῦ τοῦ θεοῦ μετά τινος διαφερούσης ὑπεροχῆς ὑποστῆναι. Διὸ καὶ θεοῦ ἐννοίας εἰς φαντασίαν ἰέναι σοφίας τε καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς ἀντιλήψεις ποιεῖσθαι δρόμους τε ἡλίου καὶ σελήνης καὶ ἄστρων ἡμερῶν τε καὶ ὡρῶν κύκλους ἀπαριθμεῖσθαι δυνατῶς ἔχειν, τῆς πρὸς τὰ ἄνω συγγενείας χάριν, ἣν θνητῶν μόνος ἄνθρωπος ἐπιδείκνυται. Τὸ δὲ τούτῳ περιπεπλασμένον ἔξωθεν ἑτερογενὲς μὲν ὑπάρχειν τὴν οὐσίαν καὶ γηγενές, εἶναι δὲ καὶ αὐτὸ θεοῦ ἔργον ἀπὸ γῆς ληφθὲν καὶ εἰς αὐτὴν ὑποστρέφον. Διὸ καὶ χρῆναι τούτου μὲν ὅσα καὶ ἀλόγου θρέμματος τὸν δεσπότην ἠχθισμένου φροντίζειν ἄγειν τε πράως αὐτὸ καὶ τρέφειν οἷα δοῦλον, πρὸς ἀνθρωπείου βίου διακονίαν εὖ προσηνωμένον, τὸν δ' εἴσω δεσπότην, ὡς ἂν εὐγενῆ καὶ θεοῦ συγγενῆ τὴν φύσιν, ἐλευθερίοις τρόποις τιμᾶν, ἅτε καὶ πρὸς τοῦ πάντων αἰτίου τετιμημένον. Λέγει δ' οὖν τὰ λόγια ὡς ἄρα τὴν πρώτην ἀνθρώπου φύσιν δυνάμεσι θείαις καὶ ὁμοιώσει θεοῦ κοσμήσας ὁ παμβασιλεὺς ἁρμόδιον οἷς ἐδωρήσατο τὴν πρώτην ἀπεκλήρωσε διατριβὴν τοῦ βίου ἐν ἀγαθῶν παραδείσῳ, χορείαις συγκαταλέξας θείαις. Καὶ τὸν μὲν τάδε ἐν ἀρχαῖς οἷα πανάγαθον αὐτῷ δεδωρῆσθαι πατέρα, τὸν δ' αὐθεκουσίῳ αἱρέσει τῶν κρειττόνων ἀποπεσεῖν καὶ τὸν θνητὸν χῶρον ἀντικαταλλάξασθαι θείας ἐντολῆς ὀλιγωρίᾳ. Διὸ καὶ μάλιστα προσήκειν εὐσεβείας ἐν πρώτοις ἀντιποιεῖσθαι καὶ τὸ πρώτως πλημμεληθὲν δευτέροις αἰσίοις ἐπιδιορθοῦσθαι σπεύδειν τε ἐπὶ τὴν τῶν οἰκείων ἀναδρομήν τε καὶ ἀποκατάστασιν. Εἶναι γὰρ τέλος ἀνθρώπου φύσεως οὐχ ὧδε ἐπὶ γῆς οὐδ' εἰς φθορὰν καταστρέφον καὶ ἀπώλειαν, ἀλλ' ἐκεῖσε ὅθεν καὶ ὁ πρῶτος ἀπέσφηλε. Διὸ χρῆναι τὸ καθαρὸν αὖθις καὶ τὸ θεοείκελον ἀνακτήσασθαι τῆς ἐν ἡμῖν νοερᾶς οὐσίας, ἐφ' ἣν προθυμητέον ἀνιέναι παντὶ σθένει πᾶσιν ἀνθρώποις εὐσεβείας καὶ ἀρετῆς ἐπιμελομένοις.

Τοιαῦτα καὶ τὰ περὶ ἀνθρώπου φύσεως Ἑβραίοις πεφιλοσοφημένα ἄνωθεν, πρὶν ἢ καὶ εἰς ἀνθρώπους παρελθεῖν Ἕλληνας· οἳ χθιζοί τινες καὶ κομιδῇ νέοι ἀπὸ γῆς ἀνακύψαντες τά τε βαρβάρων ὑποσυλᾶν διανοηθέντες, καὶ τῶν παρ' Ἑβραίοις οὐκ ἀπέσχοντο, ὡς προϊὼν ὁ λόγος αὐτίκα μάλα ἐπιδείξει. Ἀλλ' ἐπεὶ τῶν Ἑβραϊκῶν δογμάτων ἴδιον ἦν τὸ ἕνα τῶν ἁπάντων ποιητὴν νομίζεσθαι τὸν ἐπὶ πάντων θεὸν αὐτῆς τε τῆς ὑποκειμένης τοῖς σώμασιν οὐσίας, ἣν ὕλην Ἕλλησι προσαγορεύειν φίλον, τούτῳ δὲ μυρίοι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων ἐξ ἐναντίας ἔστησαν, οἱ μὲν κακίας πηγὴν τὴν ὕλην εἶναι ἀποφηνάμενοι ἀγένητόν τε ὑπάρχειν, οἱ δὲ τῇ μὲν οἰκείᾳ φύσει ἄποιον καὶ ἀσχημάτιστον, τῇ δὲ τοῦ θεοῦ δυνάμει τὸν κόσμον αὐταῖς ποιότησι προσειληφέναι, δεικτέον ὡς πολὺ κρεῖττον ἡ Ἑβραίων ἐπέχει δόξα, μετ' ἀποδείξεως λογικῆς παρισταμένη τῷ προβλήματι καὶ τὸν ἐναντίον λογισμοῖς ὀρθοῖς ἀποσκευαζομένη λόγον. Θήσω δὲ οὐκ ἐμὰς φωνάς, τῶν δὲ πρόσθεν ἡμῶν τὸ δόγμα διηκριβωκότων, καὶ πρώτου γε Διονυσίου, ὃς ἐν τῷ πρώτῳ τῶν Πρὸς Σαβέλλιον αὐτῷ γεγυμνασμένων τάδε περὶ τοῦ προκειμένου γράφει·

ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.

Περὶ τοῦ μὴ ἀγένητον εἶναι τὴν ὕλην

« Οὐδ' ἐκεῖνοι μὲν γὰρ ὅσιοι οἱ τὴν ὕλην ὡς ἀγένητον ὑποχείριον εἰς διακόσμησιν διδόντες τῷ θεῷ· παθητὴν γὰρ αὐτὴν καὶ τρεπτὴν ὑπάρχουσαν εἴκειν ταῖς θεοποιήτοις ἀλλοιώσεσι. Καὶ πόθεν γὰρ ὑπάρχει τῷ θεῷ καὶ τῇ ὕλῃ τό τε ὅμοιον καὶ τὸ ἀνόμοιον, διασαφείτωσαν. Ἑκατέρου γὰρ δεῖ τινα ἐπινοῆσαι κρείττονα, ὃ μηδὲ θεμιτὸν ἐννοῆσαι περὶ τοῦ θεοῦ. Τό τε γὰρ ἀγένητον, ὅμοιον ἐν ἀμφοτέροις λεγόμενον καὶ ἕτερον νοούμενον παρ' ἑκάτερον, πόθεν ἐν αὐτοῖς ἐγένετο; εἰ μὲν γὰρ αὐτοαγένητόν ἐστιν ὁ θεὸς καὶ οὐσία ἐστὶν αὐτοῦ, ὡς ἂν εἴποι τις, ἡ ἀγενησία, οὐκ ἂν ἀγένητον εἴη ἡ ὕλη οὐ γὰρ ταὐτόν ἐστιν ὁ θεὸς καὶ ἡ ὕλη· εἰ δὲ ἑκάτερον μέν ἐστιν ὅπερ ἐστίν, ἡ ὕλη καὶ ὁ θεός, πρόσεστι δὲ ἀμφοτέροις τὸ ἀγένητον, δῆλον ὡς ἕτερόν ἐστιν ἑκατέρου καὶ ἀμφοτέρων πρεσβύτερόν τε καὶ ἀνωτέρω. Ἀνατρεπτικὴ δὲ παντελῶς καὶ τοῦ ταῦτα συνυπάρχειν, μᾶλλον δὲ τοῦ τὸ ἕτερον αὐτῶν, τὴν ὕλην, ἐφ' ἑαυτῆς ὑπάρχειν, καὶ  ἡ τῆς ἐναντίας ἕξεως διαφορά. Εἰπάτωσαν γὰρ τὴν αἰτίαν, δι' ἥν, ἀμφοτέρων ὄντων ἀγενήτων, ὁ μὲν θεὸς ἀπαθής, ἄτρεπτος, ἀκίνητος, ἐργαστικός, ἡ δὲ τὰ ἐναντία παθητή, τρεπτή, ἄστατος, μεταποιουμένη. Καὶ πῶς ἥρμοσαν καὶ συνέδραμον; πότερον κατὰ τὴν τῆς ὕλης φύσιν ἐξοικειώσας ἑαυτὸν ἐτεχνίτευσεν αὐτὴν ὁ θεός; ἀλλὰ τοῦτό γε ἄτοπον ὁμοίως ἀνθρώποις χρυσοχοεῖν καὶ λιθουργεῖν καὶ κατὰ τὰς ἄλλας τέχνας, ὅσαις ὕλαι μορφοῦσθαι καὶ τυποῦσθαι δύνανται, χειροκμητεῖν τὸν θεόν. Εἰ δὲ οἵαν αὐτὸς ἐβούλετο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐποίωσε τὴν ὕλην, τὸ πολύμορφον καὶ παμποίκιλον τῆς δημιουργίας ἑαυτοῦ σχῆμα καὶ τύπον ἐνσφραγιζόμενος αὐτῇ, καὶ εὔφημος καὶ ἀληθὴς οὗτος ὁ λόγος καὶ προσέτι καὶ τὴν ὑπόστασιν τῶν ὅλων, τὸν θεόν, ἀγένητον εἶναι κρατύνει. Τῷ γὰρ εἶναι ἀγένητον ἅμα καὶ τό πως εἶναι προσῆψε. Πολὺς μὲν οὖν καὶ πρὸς τούτους ὁ λόγος, ἀλλ' οὐ νῦν ἡμῖν πρόκειται· συγκρίσει δὲ τῇ πρὸς τοὺς ἀθεωτάτους πολυθέους εὐφημότεροι οὗτοι.»

Ταῦτα μὲν οὖν καὶ ἀπὸ τῶν Διονυσίου. Καὶ τῶν Ὠριγένους δὲ ἄκουε·

ΚΕΦΑΛΑΙΟΝ Κ.'

Ταῦτα μὲν οὖν καὶ ἀπὸ τῶν Διονυσίου. Καὶ τῶν Ὠριγένους δὲ ἄκουε·

« Εἰ δέ τινι προσκόπτει διὰ τοὺς ἀνθρωπίνους τεχνίτας μὴ δύνασθαι παραδέξασθαι τὸν θεὸν χωρὶς ὕλης ἀγενήτου ὑποκειμένης κατασκευάζειν τὰ ὄντα, ἐπεὶ μηδὲ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ τὸ ἴδιον ἔργον ποιῆσαι δύναται μηδὲ τέκτων χωρὶς ξύλων μηδὲ οἰκοδόμος χωρὶς λίθων, ζητητέον πρὸς αὐτὸν περὶ δυνάμεως θεοῦ, εἰ θελήσας ὑποστῆσαι ὅ τι βούλεται ὁ θεός, τῆς θελήσεως αὐτοῦ οὐκ ἀπορουμένης οὐδὲ ἀτονούσης, οὐ δύναται ὑποστῆσαι ὃ βούλεται. ᾯ γὰρ λόγῳ τὰς ποιότητας κατὰ πάντας τοὺς πρόνοιαν εἰσάγοντας τῷ ἰδίῳ λόγῳ οὐκ οὔσας ὡς βούλεται εἰς διακόσμησιν τοῦ παντὸς ὑφίστησι τῇ ἀφάτῳ αὐτοῦ δυνάμει καὶ σοφίᾳ, τούτῳ τῷ λόγῳ καὶ τὴν οὐσίαν ὅσης χρῄζει ἱκανή ἐστιν αὐτοῦ ἡ βούλησις ποιῆσαι γενέσθαι. Ἀπορήσομεν γὰρ πρὸς τοὺς οὐ βουλομένους ταῦθ' οὕτως ἔχειν, εἰ μὴ ἀκολουθεῖ αὐτοῖς εὐτυχηκέναι τὸν θεόν, ἀγένητον εὑρόντα τὴν οὐσίαν, ἣν εἰ μὴ τὸ ἀγένητον αὐτῷ ὑποβεβληκὸς ἦν, οὐδὲν ἔργον δυνατὸς ἦν ποιῆσαι, ἀλλ' ἔμενεν οὐ δημιουργός, οὐ πατήρ, οὐκ εὐεργέτης, οὐκ ἀγαθός, οὐκ ἄλλο τι τῶν εὐλόγως λεγομένων περὶ θεοῦ. Πόθεν δὲ καὶ τὸ μετρεῖν τῆς ὑποκειμένης οὐσίας τὸ τοσόνδε, ὡς διαρκέσαι τῇ τηλικούτου κόσμου ὑποστάσει; οἱονεὶ γὰρ πρόνοιά τις πρεσβυτέρα θεοῦ ἀναγκαίως τὴν ὕλην ἔσται ὑποβεβληκυῖα τῷ θεῷ, προνοουμένη τοῦ τὴν τέχνην τὴν ἐνυπάρχουσαν αὐτῷ μὴ κενοπαθῆσαι οὐκ οὔσης οὐσίας, ᾗ ὁμιλῆσαι δυνάμενος κατεκόσμησε τὸ τηλικοῦτον κόσμου κάλλος. Πόθεν δὲ καὶ δεκτικὴ γεγένηται πάσης ἧς βούλεται ὁ θεὸς ποιότητος, μὴ αὐτοῦ τοῦ θεοῦ ἑαυτῷ τοσαύτην καὶ τοιαύτην ποιήσαν τος ὁποίαν ἔχειν ἐβούλετο; καθ' ὑπόθεσιν γοῦν ἀποδεξάμενοι τὸ ἀγένητον εἶναι τὴν ὕλην ταῦτα ἐροῦμεν πρὸς τοὺς τοῦτο βουλομένους· ὅτι εἰ προνοίας οὐχ ὑποβαλλούσης τὴν οὐσίαν τῷ θεῷ τοιαύτη γεγένηται, εἰ πρόνοια ἦν ὑφεστῶσα, τί ἂν πλέον πεποιήκει τοῦ αὐτομάτου; καὶ εἰ αὐτός, μὴ οὔσης ὕλης, ἐβούλετο κατασκευάσαι αὐτήν, τί ἂν πλέον ἡ σοφία καὶ ἡ θειότης αὐτοῦ πεποιήκει τοῦ ἐξ ἀγενήτου ὑποστάντος; εἰ γὰρ εὑρίσκεται ταὐτὸν γενόμενον ἂν ὑπὸ τῆς προνοίας, ὅπερ καὶ χωρὶς προνοίας ὑπέστη, διὰ τί οὐχὶ καὶ ἐπὶ τοῦ  κόσμου ἀθετήσομεν τὸν δημιουργὸν καὶ τὸν τεχνίτην; ὥσπερ γὰρ ἄτοπον ἐπὶ τοῦ κόσμου εἰπεῖν οὕτως τεχνικῶς κατεσκευασμένου τὸ χωρὶς τεχνίτου σοφοῦ αὐτὸν τοιοῦτον γεγονέναι, οὕτως καὶ τὸ τὴν ὕλην, τοσαύτην καὶ τοιαύτην καὶ τοιούτως εἰκτικὴν τῷ τεχνίτῃ λόγῳ θεοῦ, ὑφεστηκέναι ἀγενήτως ἐπ' ἴσης ἐστὶν ἄλογον. Πρὸς μέντοι γε τοὺς παραβάλλοντας ὅτι οὐδεὶς δημιουργὸς χωρὶς ὕλης ποιεῖ, λεκτέον ὅτι ἀνομοίως παραβάλλουσι. Πρόνοια γὰρ παντὶ τεχνίτῃ ὑποβάλλει τὴν ὕλην ἀπὸ προτέρας τέχνης, ἢ ἀνθρωπίνης ἢ θείας, ἐρχομένην. Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει πρὸς τοὺς διὰ τὸ λέγεσθαι «ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος» οἰομένους ἀγένητον εἶναι τὴν σωματικὴν φύσιν.»

Τοσαῦτα καὶ οὗτος. Καὶ ὁ Ἑβραῖος δὲ Φίλων ἐν τῷ Περὶ τῆς προνοίας ταῦτα περὶ τῆς ὕλης διέξεισι·

ΚΕΦΑΛΑΙΟΝ ΚΑ'.

Φίλων

« Περὶ δὲ τοῦ ποσοῦ τῆς οὐσίας, εἰ δὴ γέγονεν ὄντως, ἐκεῖνο λεκτέον· ἐστοχάσατο πρὸς τὴν τοῦ κόσμου γένεσιν ὁ θεὸς αὐταρκεστάτης ὕλης, ὡς μήτ' ἐνδέοι μήδ' ὑπερβάλλοι. Καὶ γὰρ ἄτοπον ἦν τοὺς μὲν κατὰ μέρος τεχνίτας, ὁπότε τι δημιουργοῖεν καὶ μάλιστα τῶν πολυτελῶν, τὸ ἐν ὕλαις αὔταρκες σταθμήσασθαι, τὸν δ' ἀριθμοὺς καὶ μέτρα καὶ τὰς ἐν τούτοις ἰσότητας ἀνευρηκότα μὴ φροντίσαι τοῦ ἱκανοῦ. Λέξω δὴ μετὰ παρρησίας ὅτι οὔτ' ἐλάττονος οὔτε πλείονος οὐσίας ἔδει τῷ κόσμῳ πρὸς κατασκευήν, ἐπεὶ οὐκ ἂν ἐγεγένητο τέλειος οὐδ' ἐν πᾶσι τοῖς μέρεσιν ὁλόκληρος, εὖ δὲ δεδημιουργημένος ἐκ τελείας οὐσίας ἀπετελέσθη. Πανσόφου γὰρ τὴν τέχνην ἴδιον, πρὶν ἄρξασθαί τινος κατασκευῆς, τὴν ἱκανὴν ἰδεῖν ὕλην. Ἄνθρωπος μὲν οὖν κἂν εἰ τῶν ἄλλων τὴν ἐπιστήμην διαφέροι, μὴ δυνάμενος κατὰ τὸ παντελὲς ἐκφυγεῖν τὴν συγγενῆ τῶν θνητῶν πλάνην, ἀπατῷτο ἂν ἴσως περὶ τὴν ποσότητα τῆς ὕλης, ὁπότε τεχνιτεύοι, τοτὲ μὲν ὡς ἐλάττονι προστιθέναι, τοτὲ δὲ ὡς περιττῆς ἀφαιρεῖν· ὁ δὲ πηγή τις ὢν ἐπιστημῶν ἐνδέον ἢ περιττεῦον οὐδὲν ἔμελλεν ὑποβάλλεσθαι, μέτροις ἅτε χρώμενος εἰς ἀκρίβειαν ὑπερφυῶς πεπονημένοις ἅπασιν ἐπαινετοῖς. Ὁ δὲ βουλόμενος ἄλλως ὑθλεῖν οὐκ ἂν φθάνοι καὶ τὰ πάντων ἔργα τῶν τεχνιτῶν ἀντία τιθέμενος, ὡς ἀμείνονος τῆς κατασκευῆς ἐπιλαχόντα προσθέσει τινὸς ἢ μειώσει τῶν ἐν ὕλαις; ἀλλὰ γὰρ σοφιστείας μὲν ἔργον εὑρεσιλογεῖν, σοφίας δὲ ἕκαστα διερευνᾶν τῶν ἐν τῇ φύσει.»

Καὶ τὰ μὲν τοῦ Φίλωνος τοῦτον ἐχέτω τὸν τρόπον. Μαξίμῳ δὲ τῆς Χριστοῦ διατριβῆς οὐκ ἀσήμῳ ἀνδρὶ καὶ λόγος οἰκεῖος συγγέγραπται ὁ Περὶ τῆς ὕλης. Ἐξ οὗ μοι δοκῶ μέτρια χρησίμως παραθήσεσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος ἔλεγχον·

ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.

Ὅτι μὴ ἀγένητος ἡ ὕλη μηδὲ κακῶν αἰτία

« Ὅτι μὲν ἀδύνατον ὑπάρχειν ἀγένητα δύο ἅμα οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ, τὸ πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖν λέγειν, ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ θεὸς ἢ αὖ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. Εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτὸν εἰπεῖν ἐθέλοι, ἓν τὸ ἀγένητον λέξει· ἑκάτερον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγένητα δύο, ὡς οὐδὲ διάφορα μέρη κατακερματίζομεν εἰς πολλὰ γενητά, ἀλλ' ἢ ὡς ὁ λόγος ἀπαιτεῖ, ἕν τι γενητὸν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν. Οὕτως ἀνάγκη, εἰ μὴ κεχώρισται τῆς ὕλης ὁ θεός, ἓν τὸ ἀγένητον εἶναι λέγειν. Εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν. Ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ' ὃ ἡ διάστασις ἑκατέρου γίνεται. Ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων. Ὃν γὰρ ἐπὶ τῶν δύο ἀγενήτων εἴπομεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγένητα δοθείη τρία.

Καὶ γὰρ ἐπὶ τούτων ἐροίμην ἂν εἰ κεχώρισται ἀλλήλων ἢ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον. Εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὸν αὐτὸν ἀκούσει τῷ πρώτῳ λόγον· εἰ δ' αὖ πάλιν κεχωρίσθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπόστασιν. Ἂν δὲ ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον ὡς ἁρμόζοντα περὶ τῶν ἀγενήτων λέγεσθαι, τουτέστι τὸ μὴ κεχωρίσθαι τῆς ὕλης τὸν θεὸν μήτ' αὖ πάλιν ὡς μέρει ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ τῇ ὕλῃ τὸν θεὸν ἢ καὶ τὴν ὕλην ἐν τῷ θεῷ, τὸ συνέχον ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ χωρητὸν λέγειν δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον. Ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι, μὴ ἵστασθαί τε μηδὲ μένειν αὐτὸν ἐφ' ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ᾧ ἐστὶν ἄλλοτ' ἄλλως φερομένου. Πρὸς δὲ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀνάγκη. Εἰ γὰρ ἦν ποτε ἄκοσμος ἡ ὕλη, ἐκόσμησε δὲ αὐτὴν εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἦν ποτε ὅτε ἐν ἀκοσμήτοις ἦν ὁ θεός. Δικαίως δ' ἂν καὶ τοῦτον ἐροίμην τὸν λόγον, πότερον ἐπλήρου τὴν ὕλην ὁ θεὸς ἢ ἐν μέρει τινὶ τῆς ὕλης ἦν. Εἰ μὲν οὖν ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεόν, πλεῖστον ὅσον μικρότερον τῆς ὕλης λέγει, εἰ δὴ μέρος αὐτῆς ὅλον ἐχώρησεν αὐτόν· εἰ δ' ἐν πάσῃ εἶναι λέγοι τῇ ὕλῃ, πῶς ταύτην ἐδημιούργει φρασάτω. Ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφ' οὗ ὑπεχώρησεν, ἢ καὶ ἑαυτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχωρήσεως τόπον. Εἰ δὲ τὴν ὕλην ἐν τῷ θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ πότερον ὡς διισταμένου αὐτοῦ ἀφ' ἑαυτοῦ καί, ὥσπερ ἐν ἀέρι ζῴων ὑπάρχει γένη, διαιρουμένου καὶ μεριζομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γινομένων ἐν αὐτῷ, ἢ ὡς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ. Εἰ μὲν γὰρ εἴποιμεν ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν· εἰ δ' ὥσπερ ἐν γῇ τὸ ὕδωρ, ἦν δὲ ἄτακτος ἡ ὕλη καὶ ἀκόσμητος, πρὸς δὲ τούτοις ἔχουσα καὶ κακά, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν. Ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. Ὕλην γὰρ εἶναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεόν, καὶ τοῦτο φεύγειν προαιρούμενος δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις.

Εἰ μὲν οὖν τὴν ὕλην ἐκ τῶν ὑποστάντων γενητῶν ὑπονοεῖν ἀγένητον ὑπάρχειν ἔλεγες, πολὺν ἂν περὶ αὐτῆς ἐποιησάμην λόγον εἰς ἀπόδειξιν τοῦ ὅτι ἀδύνατον ὑπάρχειν αὐτὴν ἀγένητον· ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν αἰτίαν ἔφησθα εἶναι τῆς τοιαύτης ὑπονοίας, διὰ τοῦτ' ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαί μοι δοκῶ. Φανεροῦ γὰρ γενομένου τοῦ λόγου καθ' ὃν τρόπον ἐστὶ τὰ κακὰ καὶ ὅτι οὐχ οἷόν τέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ. Φῂς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ θεῷ, ἐξ ἧς τὴν τοῦδε τοῦ κόσμου γένεσιν ἐδημιούργησεν.

Οὕτω μοι δοκεῖ. Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, γέγονε δὲ κόσμος πρὸς τοῦ θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων ποιητὴς γέγονεν ὁ θεός. Οὕτως ἔχει. Ἐπεὶ δέ σου καὶ λέγοντος ἔμπροσθεν ἤκουον ὡς ἀδύνατον ἐξ οὐκ ὄντων γίνεσθαί τι, πρὸς τὴν ἐρώτησιν ἀπόκριναι τὴν ἐμήν· δοκεῖ σοι τὰς τοῦ κόσμου ποιότητας μὴ ἐξ ὑποκειμένων ποιοτήτων γεγονέναι; Δοκεῖ. Ἕτερον δέ τι παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς; Οὕτως ἔχει. Εἰ οὖν μὴ ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν ὁ θεὸς μήτε ἐκ τῶν οὐσιῶν, τῷ μηδὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὄντων αὐτὰς ὑπὸ τοῦ θεοῦ γεγονέναι εἰπεῖν ἀναγκαῖον. Ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν ἀδύνατον εἶναι δοξάζειν ἐξ οὐκ ὄντων γεγονέναι τι πρὸς τοῦ θεοῦ. Ἀλλ' ὁ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω. Καὶ γὰρ παρ' ἡμῖν θεωροῦμεν ἀνθρώπους ἐξ οὐκ ὄντων ποιοῦντάς τινα, εἰ καὶ ὅτι μάλιστα δοκοῦσι ποιεῖν ἔν τινι, οἷον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν. Καὶ γὰρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν. Εἰ δ', ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ. Οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν ἡ ποιοῦσα τὴν πόλιν ἢ αὖ πάλιν τοὺς ναούς, ἀλλ' ἡ περὶ τὴν οὐσίαν τέχνη· ἡ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσίαις τέχνης γίνεται, ἀλλ' ἐξ οὐκ οὔσης ἐν αὐταῖς γίνεται. Ἀπαντήσειν δέ μοι δοκεῖς οὕτως τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἧς ἔχει τέχνης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. Πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτ' εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ὑποκειμένης τέχνης γίνεται. Οὐ γὰρ ἔνεστιν αὐτὴν ἐφ' ἑαυτῆς οὖσαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστὶ καὶ τῶν τότε τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ γίνωνται. Ὁ μὲν γὰρ ἄνθρωπος καὶ χωρὶς τῆς ἀρχιτεκτονικῆς ἔσται· ἡ δ' οὐκ ἔσται, ἐὰν μὴ πρότερον ἄνθρωπος ᾖ. Ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον. Εἰ τοίνυν τοῦτο οὕτως ἔχον ἐπ' ἀνθρώπων ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων τὸ καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται. Ἐπεὶ δὲ πόθος ἐστί σοι περὶ τῆς τῶν κακῶν γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον. Καί σου βραχέα πυθέσθαι βούλομαι· τὰ κακὰ πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ἢ ποιότητες οὐσιῶν; Ποιότητας οὐσιῶν εὖ ἔχειν λέγειν μοι δοκεῖ. Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος; Οὕτως προλαβὼν ἐξεῖπον τῷ λόγῳ. Οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν θεὸν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργὸς ὁ θεός. Ὅτε τοίνυν οὐδ' οὕτως ἀναίτιον τῶν κακῶν δυνατὸν εἰπεῖν τὸν θεόν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ. Εἰ δέ τι πρὸς ταῦτα λέγειν ἔχεις, ἄρχου τοῦ λόγου. Εἰ μὲν ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν κακῶν ἠξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρὸς τὸν πλησίον ὠφελείας τὴν ἐξέτασιν ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ συγχωρεῖν. Τὴν μὲν προαίρεσιν τὴν ἐμὴν ἐκ πολλοῦ σοι φανερὰν εἶναι δοκῶ καὶ τὴν ἐν τοῖς λόγοις σπουδήν, ὅτι οὐ πιθανῶς εἰπὼν ψεῦδος νικῆσαι θέλω, ἀλλὰ δειχθῆναι τὴν ἀλήθειαν μετὰ ἀκριβοῦς ἐξετάσεως, καὶ σὲ δὲ οὕτως διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἵῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος. Οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὧν ἀγνοῶ.

Σαφῶς παραστῆναί μοι δοκεῖ καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω. Ἐπεὶ τοίνυν, ὦ οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. Δοκεῖ σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἶναι; Δοκεῖ. Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ' ἑαυτῆς ὑπάρχει οὐ δεομένη τινός, οὗ γενομένου τὸ εἶναι λήψεται; Οὕτως ἔχει. Δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος; Οὕτω μοι φαίνεται. Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπόταν ὁ ἐνεργῶν παρῇ; Οὕτως ἔχει. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ' ὅπερ ἐνεργεῖ ἔσται ποτέ; Οὐκ ἔσται. Οὐκοῦν εἰ ἡ οὐσία σωματική τίς ἐστι σύστασις, ἡ δὲ σωματικὴ σύστασις οὐ δεῖταί τινος, ἐν ᾧ γενομένη τὸ εἶναι λήψεται, τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἱ δὲ ἐνέργειαι δέονταί τινος, ἐν ᾧ γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται οὐσίαι τὰ κακά. Εἰ δὲ οὐσίαι τὰ κακά, κακὸν δὲ ὁ φόνος, οὐσία ἔσται ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος ἐνέργεια ὑπάρχει τινός, οὐκ ἔστιν ἄρα οὐσία ὁ φόνος. Εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίαν εἶναι θέλεις, σύμφημι κἀγώ. Οἷον ἄνθρωπος ὁ φονεύς, καθ' ὃν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ φόνος ὃν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλ' ἔργον τῆς οὐσίας. Λέγομεν δὲ τὸν ἄνθρωπον ποτὲ μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ δ' αὖ πάλιν διὰ τὸ εὐεργετεῖν ἀγαθόν. Καὶ προσπλέκεται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή· οὔτε γὰρ ὁ φόνος ἐστὶν ἡ οὐσία οὔτ' αὖ πάλιν ἡ μοιχεία οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλ' ὥσπερ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός, τῆς οὐσίας οὔτ' ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς, ἀλλ' ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαμβανούσης, ἀφ' ὧν οὕτως ὀνομάζεσθαι δοκεῖ οὐδ' ὁπότερον αὐτῶν οὖσα, ὁμοίως μοι φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν οὐδ' ὁπότερον οὖσαν αὐτῶν. Καί μοι ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις αἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τὰ κακά, ἔστι καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ. Διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστι ποιητής. Ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτός, ἀλλ' αἱ ἐνέργειαι αὐτοῦ, ἀφ' ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει. Εἰ γὰρ αὐτὸν ὑπάρχειν εἴποιμεν ἃ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς καὶ ὅσα τούτοις ὅμοια, αὐτὸς ἔσται ταῦτα· εἰ δὲ ταῦτ' ἐστὶν αὐτός, ταῦτα δ' ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτ' εἶναι αἴτιοι. Εἰ δὲ ταῦτα ἐνεργείας αὐτοῦ φῄς, ἐξ ὧν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστιν οὐσία. Κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἅτινα οὐκ ἔστιν ἡ οὐσία, ὡς ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός. Εἰ δὲ ἐξ ὧν ἐνεργεῖ κακός, ὑπάρχει κακός, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακός, ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. Εἰ δὲ οὕτως ἔχει, οὐκ ἔσται ἀνάρχως κακὸς οὐδὲ ἀγένητα τὰ κακὰ τῷ γενητὰ πρὸς αὐτοῦ εἶναι φάναι.

Τὸν μὲν πρὸς τὸν ἑταῖρον, ὦ φίλε, λόγον ἱκανῶς μοι πεποιηκέναι δοκεῖς· ἐξ ὧν γὰρ προὔλαβε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. Ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει ὁ θεός, ποιότητες δὲ τὰ κακά, τῶν κακῶν ἔσται ποιητὴς ὁ θεός. Οὗτος μὲν οὖν ὁ λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς, ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας ὡς ἔστιν ἄποιος. Καὶ γὰρ ἐν ᾧ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ ὕλη διαγραφόμενος, ὅπερ ἐστὶν ποιότητος εἶδος. Ὅθεν, εἴ σοι φίλον ἐστίν, ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου. Ἐμοὶ γὰρ ἡ ὕλη ἀνάρχως ποιότητας ἔχειν δοκεῖ. Οὕτως γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀπορροίας αὐτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ᾖ, τούτων δὲ ἁπάντων ἡ ὕλη αἰτία.

Τὴν μὲν προθυμίαν τὴν σὴν ἀποδέχομαι, ὦ φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδὴν ἐπαινῶ. Προσῆκε γὰρ ὡς ἀληθῶς ἕκαστον τῶν φιλομαθῶν μὴ ἁπλῶς καὶ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις, ἀλλ' ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. Οὐδὲ γὰρ εἰ ὁ προσζητῶν παρὰ λόγον ὁρισάμενος ἀφορμὴν παρέσχε τῷ προσδιαλεγομένῳ συνάγειν ὡς θέλει, τοῦτο καὶ τὸν ἀκροατὴν πείσει, ἀλλ' εἴ τι δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, τοῦτο λέξει· παρ' ὃ δυοῖν θάτερον ἔσται· ἢ γὰρ καὶ πρὸς ὃ κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὠφεληθήσεται, ἢ τὸν προσδιαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ λέγοντα. Οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι τὴν ὕλην ἄνωθεν ποιότητας ἔχειν.

Εἰ γὰρ τοῦθ' οὕτως ἔχει, τίνος ἔσται ποιητὴς ὁ θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι ταύτην φαμέν· εἴτ' αὖ πάλιν ποιοτήτων, καὶ ταύτας ὑπάρχειν. Οὐκοῦν οὐσίας τε οὔσης καὶ ποιοτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργὸν λέγειν τὸν θεόν. Ἵνα δὲ μὴ ἐμαυτῷ κατασκευάζειν τινὰ δόξω λόγον, ἀπόκριναι νῦν ἐρωτώμενος, τίνι τρόπῳ δημιουργὸν εἶναι φῂς τὸν θεόν; πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν εἰς τὸ μηκέθ' ὑπάρχειν ἐκείνας αἵπερ ἦσάν ποτε, ἀλλ' ἑτέρας παρ' αὐτὰς γενέσθαι, ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν ἐκείνας αἵπερ ἦσαν πρὸ τούτου, τὰς δὲ ποιότητας ἔτρεψεν αὐτῶν;

Οὔ τι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγονέναι· καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται· τροπὴν δέ τινα τῶν ποιοτήτων γεγονέναι φημί, καθ' ἣν δημιουργὸν εἶναι λέγω τὸν θεόν, καὶ ὥσπερ εἰ τύχοι λέγειν ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφ' ὧν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ, οἰκία  γενόμενοι οἱ λίθοι. Τῇ γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημί, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος. Οὕτω μοι δοκεῖ καὶ τὸν θεόν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ' ἣν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ θεοῦ γεγονέναι λέγω. Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρὸς τοῦ θεοῦ γεγονέναι φῄς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμένῳ. Λέγε δὴ εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακὰ ποιότητας εἶναι τῶν οὐσιῶν; Δοκεῖ. Ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι; Συνεῖναί φημι ἀγενήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας. Οὐχὶ δὲ τὸν θεὸν φῂς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι; Τοῦτό φημι. Πότερον οὖν εἰς τὸ κρεῖττον ἢ εἰς τὸ χεῖρον; Εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ.  Οὐκοῦν εἰ ποιότητες τῆς ὕλης τὰ κακά, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν ὁ θεός, πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη; οὐ γὰρ ἔμειναν αἱ ποιότητες ὁποῖαί ποτ' ἦσαν τῇ φύσει. Ἢ εἰ μὲν πρότερον οὐκ ἦσαν ποιότητες κακαί, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι ποιότητας φῄς, αἴτιος ἔσται τῶν κακῶν ὁ θεός, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ εἶναι κακάς· ἢ τὰς μὲν κακὰς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν θεόν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιάφοροι ἐτύγχανον τῆς διακοσμήσεως ἕνεκα, πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις; Οὕτως ἄνωθεν ἔσχον ἐγώ. Πῶς τοίνυν αὐτὸν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις; πότερον δυνάμενον μὲν κἀκείνας ἀνελεῖν, οὐ βουληθέντα δέ, ἢ τὸ δύνασθαι μὴ ἔχοντα; εἰ μὲν γὰρ δυνάμενον λέξεις, οὐ βουληθέντα δέ, αὐτὸν αἴτιον τούτων εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιῆσαι μὴ εἶναι κακὰ συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο. Εἰ γὰρ μηδ' ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὧν συνεχώρει μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς ἐδημιούργει, μέρος δέ τι οὕτως εἴα, δυνάμενος κἀκεῖνα τρέπειν εἰς τὸ κρεῖττον, αἰτίαν ὀφλισκάνειν ἄξιος εἶναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ' ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους. Ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, τοῦθ' ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τὰ νῦν τῶν κακῶν. Εἰ γάρ τις ἐξετάζοι ἐπ' ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. Πρὶν γὰρ αὐτὴν διακριθῆναι, τὸ μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν. Καί μοι ἐπ' ἀνθρώπου τὸ παράδειγμα λάβε. Πρὶν γὰρ εἰκονισθῇ καὶ ζῷον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μηθενὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως εἶχεν· ἀφ' οὗ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει, καὶ τοῦθ', ὅπερ ἐπὶ εὐεργεσίᾳ τῆς ὕλης πρὸς τοῦ θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ  χείρονι προσγενόμενον αὐτῇ. Εἰ δ' ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακὰ τὸ μὴ πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν. Τὸ δὲ ἀδύνατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος. Εἰ μὲν οὖν τὸν θεὸν φύσει ἀσθενῆ ὄντα τολμήσεις εἰπεῖν, περὶ τῆς σωτηρίας αὐτῆς κινδυνεύειν μοι δοκεῖς· εἰ δὲ τῷ νικᾶσθαι φόβῳ πρὸς τοῦ μείζονος, μείζονα ἔσται τοῦ θεοῦ τὰ κακά, νικῶντα τῆς προαιρέσεως αὐτοῦ τὴν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ. Διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτ' ἔσονται θεοί, νικᾶν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενοι τὸν θεόν, εἴπερ θεὸν ἐκεῖνό φαμεν ὃ τὴν ἁπάντων ἐξουσίαν  ἔχει;  βραχέα δέ σου καὶ περὶ τῆς ὕλης αὐτῆς πυθέσθαι βούλομαι· καί μοι φέρων λέγε, πότερον ἁπλῆ τις ἦν ἡ ὕλη ἢ σύνθετος· ἡ γὰρ διαφορὰ τῶν γεγονότων εἰς τοιαύτην με περιίστησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. Εἰ γὰρ ἁπλῆ τις ἐτύγχανεν ἡ ὕλη καὶ μονοειδής, σύνθετος δὲ ὁ κόσμος καὶ ἐκ διαφόρων οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει, ἀδύνατον τοῦτον ἐξ ὕλης γεγονέναι λέγειν τῷ τὰ σύνθετα μὴ οἷόν τε ἐξ ἑνὸς ἁπλοῦ τὴν σύστασιν ἔχειν, τὸ γὰρ σύνθετον ἁπλῶν τινων μῖξιν μηνύει. Εἰ δ' αὖ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινων συντεθεῖσθαι φήσεις. Εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἦν ποτε καθ' ἑαυτὰ τὰ ἁπλᾶ, ὧν συντεθέντων γέγονεν ἡ ὕλη, ἐξ οὗπερ καὶ γενητὴ οὖσα δείκνυται. Εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἦν ποτε καιρὸς ὅτε ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν. Εἰ δὲ ἦν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, οὐκ ἦν δέ ποτε καιρὸς ὅτε τὸ ἀγένητον οὐκ ἦν, οὐκ ἔσται ἀγένητος ἡ ὕλη. Τὸ δ' ἐντεῦθεν ἄρα ἔσται πολλὰ τὰ ἀγένητα. Εἰ γὰρ ἦν ἀγένητος ὁ θεὸς καὶ τὰ ἁπλᾶ ἐξ ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο μόνα τὰ ἀγένητα.

δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι; Δοκεῖ. Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ; Ἀντικεῖσθαί μοι φαίνεται. Ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος καὶ τῷ ψυχρῷ τὸ θερμόν, πρὸς δὲ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν; Οὕτως ἔχειν μοι δοκεῖ. Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, ἀλλήλοις δὲ ταῦτα ἀντίκειται, οὐκ ἔσονται ὕλη μία οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. Ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι σου βούλομαι. Δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλλήλων; Δοκεῖ. Εἶναι δὲ τῆς ὕλης μέρη τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά; Οὕτως ἔχει. Τί δέ; οὐ δοκεῖ σοι ἀνατρεπτικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα ὅσα τούτοις παραπλήσια; Δοκεῖ. Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναιρετικά, τὰ δὲ τῆς ὕλης ἀλλήλων ἀναιρετικὰ τυγχάνει, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. Ἀλλὰ μὴν οὐδ' αὐτὰ ἔσονται ὕλη τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν κατὰ τὸν τοῦ ἀντικειμένου λόγον. Οὐδὲ γάρ ἐστί τι αὑτῷ ἀντικείμενον· τὰ γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πέφυκεν. Οἷον τὸ λευκὸν αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται· καὶ τὸ φῶς ὁμοίως ἑαυτῷ μὴ ἀντικεῖσθαι δείκνυται, πρὸς δὲ τὸ σκότος οὕτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα. Εἰ τοίνυν καὶ ὕλη μία τις ἦν, οὐκ ἂν αὐτὴ ἑαυτῇ ἀντέκειτο. Οὕτως δὲ τῶν ἀντικειμένων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται.»

Τοσαῦτα καὶ ὁ προδηλωθεὶς συγγραφεύς. Αὐτάρκη δὲ περιγραφὴν εἰληφότος τοῦ λόγου ἐπὶ τὸν ὄγδοον τῆς Εὐαγγελικῆς Προπαρασκευῆς μεταβάντες τὰ λείποντα τῷ προκειμένῳ σκέμματι, σύμμαχον ἐπικαλεσάμενοι τὸν θεόν, ἀναπληρώσομεν.