RETOUR À L’ENTRÉE DU SITE

 

RETOURNER à LA TABLE DES MATIÈRES D'eusèbe

 

 

EUSÈBE DE CÉSARÉE

 

Préparation évangélique

LIVRE XΙI

traduction française numérisée par Marc Szwajcer

livre XI - livre XIII

Si vous voulez la traduction française d'un chapitre, cliquez sur le chapitre

ΙΒ

ΤΑΔΕ ΤΟ ΔΩΔΕΚΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ tΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ

αʹ. Ὅτι <καὶ> κατὰ Πλάτωνα τοῖς εἰσαγομένοις ὀρθῶς Ἑβραίων παῖδες ἀπερίεργον τὴν τῶν μαθημάτων πίστιν διὰ τὸ ἀτελὲς αὐτῶν παρεδίδοσαν· Ἀπὸ τοῦ πρώτου τῶν Νόμων

βʹ. Ὅτι μεγίστη τῶν ἀρετῶν καὶ κατὰ Πλάτωνα ἡ πίστις τυγχάνει

γʹ. Ὅτι πιστεύειν δεῖ τοῖς περὶ ψυχῆς λεγομένοις καὶ τοῖς ἄλλοις τοῖς περὶ τῶν τοιούτων λόγοις

δʹ. Ὅτι δεήσει ἐν σχήματι μύθων τὰς πρώτας εἰσαγωγὰς τοῖς παισὶ παραδιδόναι

εʹ. Ὅτι μὴ τοὺς ἐπιβλαβεῖς μύθους τοῖς παισί, μόνους δὲ τοὺς ὠφελίμους δεήσει κατεπᾴδειν

Ϛʹ. Ὅτι μὴ λόγῳ μόνον ἀπεδέχετο τὴν πίστιν ὁ Πλάτων, ἀλλὰ καὶ αὐτῇ διαθέσει τούτοις πιστεύειν καὶ πεπεῖσθαι ὡμολόγει, οἷς καὶ ἡμεῖς πιστεύομεν

ζʹ. Ὅτι μὴ δέοι εἰς πάντας ἐκφέρειν τὰ σεμνὰ τῶν τῆς ἀληθείας δογμάτων

ηʹ. Ὁποίους δεῖν ὁ Πλάτων φησι τοὺς ἄρχοντας καθιστάναι· ὅτι ἰδιώτας καὶ ἀγραμματοὺς, εἰ μόνον τὸ ἦθος κεκοσμημένοι εἶεν

θʹ. Ὅτι δέοι φεύγειν τὰς ἀρχάς

ιʹ. Περὶ τοῦ κατὰ Πλάτωνα δικαίου

ιαʹ. Περὶ τοῦ κατὰ Μωσέα παραδείσου

ιβʹ. Ὡς ἐκ τοῦ ἀνδρὸς εἰλῆφθαί φασι τὴν γυναῖκα

ιγʹ. Περὶ τοῦ πρώτου τῶν ἀνθρώπου βίου

ιδʹ. Ὅτι καὶ τοῖς ἀλόγοις ζῴοις ὡμίλουν

ιεʹ. Ὅπως περὶ τοῦ κατακλυσμοῦ μέμνηνται

ιϚʹ. Ὅτι τὰ τῆς διδασκαλίας ὀρθῶς ἡμῖν ἀπὸ τῶν ἀρχόμενα καταλήγει εἰς τὰ ἀνθρώπινα

ιζʹ. Ὅτι καλὸν ἐξέτι νέας ἡλικίας τοὺς παῖδας τοῖς τῆς θεοσεβείας ἔθεσιν ἐγγυμνάζειν

ιηʹ. Ὅτι παιδείαν ἡγεῖσθαι χρὴ μόνην τὴν εἰς ἀρετὴν προάγουσαν, οὐχὶ δὲ τὴν εἰς χρηματισμὸν ἤ τινα βιοποριστικὴν ἐπιτήδευσιν

ιθʹ. Ὅτι παραπλησίως Ἑβραίοις καὶ ὁ Πλάτων εἰκόνα θειοτέρων τὰ τῇδε εἶναι ἐδόξαζεν

κʹ. Ὅτι χρὴ τοὺς νέους δι´ ἐκμαθήσεως ὕμνων ὀρθῶν καὶ ᾠδῶν εἰς ἀρετῆς ἀνάληψιν προπαρασκευάζειν

καʹ. Ὁποίας χρὴ διανοίας περιέχειν τὰς ᾠδάς

κβʹ. Ὅτι οὐ πάντων ἐστὶ τὰς ὀρθὰς ᾠδὰς καὶ τὰ μέλη δύνασθαι ποιεῖν, ἀλλ´ ἢ μόνου θεοῦ ἢ θείου τινὸς ἀνδρός

κγʹ. Περὶ τῶν δοκιμάζειν οἵων τε τὰς κατὰ θεὸν πεποιημένας ᾠδάς

κδʹ. Ὅτι καὶ ἐν τοῖς συμποσίοις παραληπτέον τὰς ᾠδὰς ὥσπερ τινὰς νόμους συμποσιακούς

κεʹ. Ὅτι οὐ πᾶσιν ἐπιτρεπτέον τὴν οἴνου πόσιν

κϚʹ. Ὅτι οὐκ ἠγνόει ὁ Πλάτων τὰ ὑπ´ αὐτοῦ νομοθετούμενα παρά τισι βαρβάροις πολιτεύεσθαι

κζʹ. Ὅτι πόλεμος ἡμῖν ἐστι πρὸς ἡμᾶς αὐτοὺς καὶ τὰ ἐν ἡμῖν πάθη

κηʹ. Ὅτι οὐ τὸ σῶμα, ἀλλ´ ἡ ψυχὴ αἰτία τυγχάνει τῶν κακῶς ὑφ´ ἡμῶν πραττομένων

κθʹ. Περὶ τοῦ καθαρῶς φιλοσοφοῦντος

λʹ. Περὶ πάσης τῆς ἐν ἀνθρώποις σοφιστείας

λαʹ. Ὅτι δεήσει ποτὲ τῷ ψεύδει ἀντὶ φαρμάκου χρῆσθαι ἐπ´ ὠφελείᾳ τῶν δεομένων τοῦ τοιούτου τρόπου

λβʹ. Ὅτι μὴ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας καὶ πᾶν γένος ἀνθρώπων προσίεσθαι χρὴ εἰς τὴν προειρημένην παιδείαν

λγʹ. Ὅτι μὴ χρῆν ἐκ τῶν οὐ κατὰ λόγον παρ´ ἡμῖν βιούντων τὸ πᾶν ἔθνος διαβάλλεσθαι

λδʹ. Ὅπως ὁ Πλάτων μετέβαλεν ἐπὶ τὸ Ἑλληνικώτερον τὰ ἐν Παροιμίας λόγια

λεʹ. Περὶ πλούτου καὶ πενίας

λϚʹ. Περὶ γονέων τιμῆς

λζʹ. Περὶ κτήσεως οἰκετῶν

ληʹ. Ὡς μετέβαλε τὸ « Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου »

λθʹ. Ὅμοιον τῷ « Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσι με »

μʹ. Περὶ κλεπτῶν

μαʹ. Περὶ κλέπτου ἀναιρουμένου

μβʹ. Περὶ ὑποζυγίου

μγʹ. Ὅτι τοῖς αὐτοῖς ὁ Πλάτων, οἷς καὶ ἡ παρ´ Ἑβραίοις γραφή, κέχρηται παραδείγμασιν

μδʹ. Ἔτι περὶ τῶν ὁμοίων ὑποδειγμάτων

μεʹ. Ἔτι περὶ τοῦ αὐτοῦ

μϚʹ. Ἔτι περὶ τοῦ αὐτοῦ

μζʹ. Ὅτι καὶ ὁ Πλάτων εἰς δώδεκα φυλὰς δεῖν νομοθετεῖ διαιρεῖν τοὺς πολίτας κατὰ μίμησιν τοῦ τῶν Ἑβραίων ἔθνους

μηʹ. Ἐν ποταπῷ τὴν πόλιν κατοικίζειν ὁ Πλάτων νομοθετεῖ τόπῳ· διαγράφει δὲ ἐοικότα τινὰ τῷ ἐν Ἱεροσολύμοις

μθʹ. Ὅπως ὁ Πλάτων τὰ τῆς Ἑλληνικῆς προπαιδείας ὡς ἐπιβλαβῆ τυγχάνοντα παραιτεῖται

νʹ. Περὶ τῆς τῶν ἀθέων δόξης· ἀπὸ τοῦ ιʹ τῶν Νόμων

ναʹ. Ὡς ὁ Πλάτων τὸν περὶ θεοῦ κατασκευάζει λόγον

νβʹ. Ὅπως περὶ τοῦ προνοεῖν τοῦ παντὸς τὸν θεὸν διέξεισιν

ΙΒ

Ὁ δωδέκατος ἡμῖν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἐνθένδε ποθὲν ἤδη τὰ ἐνδέοντα τῷ προτέρῳ τῆς Πλάτωνος πρὸς τὰ Ἑβραίων λόγια συνῳδίας, ὡς ἐν ἁρμονίᾳ συμφώνου λύρας, ἀποδώσει, τὴν καταρχὴν ἐξ ἀπολογίας τῆς παρὰ τοῖς πολλοῖς βλασφημουμένης ἡμῶν πίστεως ληψόμενος.

ΚΕΦΑΛΑΙΟΝ Αʹ.

ΟΤΙ ΚΑΙ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΤΟΙΣ ΕΙΣΑΓΟΜΕΝΟΙΣ ΟΡΘΩΣ ΕΒΡΑΙΩΝ ΠΑΙΔΕΣ ΑΠΕΡΙΕΡΓΟΝ ΤΗΝ ΤΩΝ ΜΑΘΗΜΑΤΩΝ ΠΙΣΤΙΝ ΔΙΑ ΤΟ ΑΤΕΛΕΣ ΑΥΤΩΝ ΠΑΡΕΔΙΔΟΣΑΝ· ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΩΝ ΝΟΜΩΝ

« Εἰ μὲν τοίνυν ὀρθῶς ἢ μή τις ἐπιτιμᾷ τῇ τε Λακωνικῇ καὶ τῇ Κρητικῇ πολιτείᾳ, λόγος ἂν ἕτερος εἴη· τὰ γοῦν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ μᾶλλον ἔχοιμ´ ἂν ὑμῶν ἀμφοτέρων λέγειν. Ὑμῖν γὰρ εἰ καὶ μετρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων μὴ ζητεῖν τῶν νέων μηδένα ἐᾶν ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος πάντας συμφωνεῖν ὡς πάντα καλῶς κεῖται θέντων θεῶν, καὶ ἄν τις ἄλλως λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκούοντας· γέρων δὲ εἴ τις ξυννοεῖ τῶν παρ´ ὑμῖν, πρὸς ἄρχοντά τε καὶ ἡλικιώτην μηδενὸς ἐναντίον νέου ποιεῖσθαι τοὺς τοιούτους λόγους. Ὀρθότατά γε, ὦ ξένε, κελεύεις. »

Εἰκότως δῆτα καὶ ἡ Ἑβραίων προλαβοῦσα γραφὴ τῆς τῶν θείων γραφῶν συνέσεώς τε καὶ θεωρίας τὴν πίστιν προτάττει δι´ ὧν φησιν·

« Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. »

Καὶ αὖθις·

« Ἐπίστευσα, διὸ καὶ ἐλάλησα. »

Ἔνθεν καὶ παρ´ ἡμῖν τοῖς μὲν ἄρτι εἰσαγομένοις καὶ τὴν ἕξιν ἀτελέσιν, ὡς ἂν τὰς ψυχὰς νηπίοις, ἁπλούστερον ἡ ἐν ταῖς θείαις γραφαῖς ἀνάγνωσις παραδίδοται μετὰ τοῦ δεῖν πιστεύειν ὡς θεοῦ λόγοις τοῖς ἐμφερομένοις παρακελεύεσθαι, τοῖς δὲ τὴν ἕξιν προβεβηκόσι καὶ πολιοῖς τὸ φρόνημα ἐμβαθύνειν καὶ δοκιμάζειν τὸν νοῦν τῶν λεγομένων ἐπιτέτραπται. Τούτους δὲ παισὶν Ἑβραίων δευτερωτὰς φίλον ἦν ὀνομάζειν, ἑρμηνευτὰς ὥσπερ καὶ ἐξηγητὰς ὄντας τῆς τῶν γραφῶν διανοίας.

ΚΕΦΑΛΑΙΟΝ Βʹ.

ΟΤΙ ΜΕΓΙΣΤΗ ΤΩΝ ΑΡΕΤΩΝ ΚΑΙ ΚΑΤΑ ΠΛΑΤΩΝΑ Η ΠΙΣΤΙΣ ΤΥΓΧΑΝΕΙ

« Οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἡμεῖς ὅτι σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, ὦ Τυρταῖε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν τε καὶ ἔξωθεν πόλεμον γιγνομένους ἐπιφανεῖς. Φαίη ταῦτα ἄν που καὶ ὁμολογοῖ;

Τί μήν;

Ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς. Ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρα ἔχομεν Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησι·

πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.

τοῦτον δέ φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γίγνεσθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετὰ ἀνδρίας αὐτῆς μόνον ἀνδρίας. Πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ ξυμπάσης ἀρετῆς· διαβάντες δὲ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνήσκειν ἐν ᾧ πολέμῳ φράζει Τυρταῖος, τῶν μισθοφόρων εἰσὶ πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα ὀλίγων. Ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος; καὶ τί φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δηλονότι τόδε, ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε ὁ παρὰ Διὸς νομοθέτης πᾶς τε, οὗ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους· ἔστι δ´, ὥς φησι Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δικαιοσύνην ἂν τελείαν ὀνομάσειε. »

Καὶ παρ´ ἡμῖν ὁ σωτήριος λόγος ὁμοῦ συζεύξας τῇ πίστει τὴν φρόνησιν τὸν κατ´ ἀμφότερα κεκοσμημένον τοῖς αὑτοῦ λόγοις ἐγκρίνει λέγων·

« Τίς ἄρα ἔσται ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος; »

Καὶ αὖθις·

« Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. »

Σαφῶς γοῦν ἐν τούτοις οὐ τὴν ἄλογον πίστιν ἀποδέχεσθαι παρίστησιν, ἀλλὰ τὴν ταῖς μεγίσταις ἀρεταῖς συνεζευγμένην, εἰ δὴ τοιαῦται φρόνησις καὶ ἀγαθωσύνη.

ΚΕΦΑΛΑΙΟΝ Γʹ.

ΟΤΙ ΠΙΣΤΕΥΕΙΝ ΔΕΙ ΤΟΙΣ ΠΕΡΙ ΨΥΧΗΣ ΛΕΓΟΜΕΝΟΙΣ ΚΑΙ ΤΟΙΣ ΑΛΛΟΙΣ ΤΟΙΣ ΠΕΡΙ ΤΩΝ ΤΟΙΟΥΤΩΝ ΛΟΓΟΙΣ ΑΠΟ ΤΟΥ ΙΑʹ ΤΩΝ ΝΟΜΩΝ·

« Εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσί τινα τελευτήσασαι καὶ τῶν κατὰ ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται. Ταῦτα ἀληθεῖς μέν, μακροὶ δέ εἰσι περιέχοντες λόγοι. Πιστεύειν δὲ ταῖς τε ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖς καὶ σφόδρα παλαιαῖς οὔσαις, πιστεύειν δὲ καὶ τοῖς νομοθετοῦσι ταῦθ´ οὕτως ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονες φαίνωνται. »

Καὶ ἐν τῇ βίβλῳ δὲ τῶν Μακκαβαίων λέγεται Ἱερεμίας ὁ προφήτης μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου εὐχόμενος ὁρᾶσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς φροντίδα ποιούμενος τῶν ἐπὶ γῆς ἀνθρώπων. Δεῖν δέ φησι καὶ ὁ Πλάτων τούτοις πιστεύειν.

ΚΕΦΑΛΑΙΟΝ Δʹ.

ΟΤΙ ΔΕΗΣΕΙ ΕΝ ΣΧΗΜΑΤΙ ΜΥΘΩΝ ΤΑΣ ΠΡΩΤΑΣ ΕΙΣΑΓΩΓΑΣ ΤΟΙΣ ΠΑΙΣΙ ΠΑΡΑΔΙΔΟΝΑΙ· ΑΠΟ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ

« Λόγων δὲ δισσὸν εἶδος· τὸ μὲν ἀληθές, ψεῦδος δὲ ἕτερον. Ναί. Παιδευτέον δὲ ἐν ἀμφοτέροις, πρότερον δὲ ἐν τοῖς ψευδέσιν; Οὐ μανθάνω, ἔφη, πῶς λέγεις. Οὐ μανθάνεις, ἦν δ´ ἐγώ, ὅτι πρῶτον τοῖς παιδίοις μῦθον λέγομεν. Τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθῆ. Πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα. Ἔστι ταῦτα. »

Ταῦτα ὁ Πλάτων. Καὶ παρ´ Ἑβραίοις δὲ τὰς τῆς ἐνθέου γραφῆς ἱστορίας τοῖς νηπίοις τὰς ψυχὰς ἁπλούστερον ὥσπερ τινὰς μύθους ἔθος ἐστὶ παραδιδόναι, τοῖς δὲ ἐγ〈γε〉γυμνασμένοις τὴν ἕξιν τὰς τῶν λόγων βαθυτέρας καὶ δογματικὰς θεωρίας διὰ τῆς καλουμένης δευτερώσεως καὶ σαφηνείας τῶν λανθανόντων τοὺς πολλοὺς νοημάτων.

ΚΕΦΑΛΑΙΟΝ Εʹ.

ΟΤΙ ΜΗ ΤΟΥΣ ΕΠΙΒΛΑΒΕΙΣ ΜΥΘΟΥΣ ΤΟΙΣ ΠΑΙΣΙ ΜΟΝΟΥΣ ΔΕ ΤΟΥΣ ΩΦΕΛΙΜΟΥΣ ΔΕΗΣΕΙ ΚΑΤΕΠΑΙΔΕΙΝ

« Οὐκοῦν οἶσθ´ ὅτι ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μάλιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπος, ὃν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ. Κομιδῇ μὲν οὖν. Ἆρ´ οὖν ῥᾳδίως οὕτω παρήσομεν τοὺς ἐπιτυχόντας μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπιτοπολὺ ἐναντίας δόξας ἐκείναις ἅς, ἐπειδὰν τελεωθῶσιν, ἔχειν οἰησόμεθα δεῖν αὐτούς; Οὐδ´ ὁπωστιοῦν παρήσομεν. Πρῶτον μὲν δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς καὶ ὃν μὲν ἂν καλὸν ποιήσωσιν, ἐγκριτέον, ὃν δ´ ἂν μή, ἀποκριτέον. Τοὺς δ´ ἐγκριθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶ καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν. Ὧν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον. »

Καὶ ταῦτα πρὸ τοῦ Πλάτωνος πεφύλακτο παρ´ Ἑβραίοις. Οἱ γὰρ ἔχοντες πνεῦμα θεῖον, διακριτικὸν πνευμάτων, ἐδοκίμαζον τὰ ὀρθῶς καὶ ἐξ ἁγίου πνεύματος λεγόμενά τε καὶ γραφόμενα, τὰ δὲ μὴ τοιαῦτα ἀπεδοκίμαζον, ὥσπερ καὶ τοὺς τῶν ψευδοπροφητῶν λόγους. Ἀλλὰ καὶ τοὺς παῖδας τοὺς νηπίους ταῖς ἀπὸ τῶν θείων γραφῶν ὠφελιμωτάταις διηγήσεσιν, ὥσπερ τισὶ μυθολογίαις, γονεῦσί τε καὶ τροφοῖς ἔθος ἦν κατεπᾴδειν, προπαρασκευῆς ἕνεκα τῆς εἰς ἄνδρας αὐτοῖς ἐσομένοις θεοσεβείας

ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.

ΟΤΙ ΜΗ ΛΟΓΩΙ ΜΟΝΟΝ ΑΠΕΔΕΧΕΤΟ ΤΗΝ ΠΙΣΤΙΝ Ο ΠΛΑΤΩΝ ΑΛΛΑ ΚΑΙ ΑΥΤΗΙ ΔΙΑΘΕΣΕΙ ΤΟΥΤΟΙΣ ΠΙΣΤΕΥΕΙΝ ΚΑΙ ΠΕΠΕΙΣΘΑΙ ΩΜΟΛΟΓΕΙ ΟΙΣ ΚΑΙ ΗΜΕΙΣ ΠΙΣΤΕΥΟΜΕΝ· ΑΠΟ ΤΟΥ ΓΟΡΓΙΟΥ

« Ἄκουε δή, φασί, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγῷμαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λέγειν. »

Καὶ μετ´ ὀλίγα·

« Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. »

Καὶ αὖθις μετ´ ὀλίγα·

« Ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι. Καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων τῶν συγγενῶν καὶ καταλιπόντα ἐπὶ γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δὴ δικαία ἡ κρίσις ᾖ. »

Καὶ ἑξῆς ἐπιφέρει·

« Ταῦτ´ ἔστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι, καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε λογίζομαι συμβαίνειν· ὁ θάνατος τυγχάνει, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀπ´ ἀλλήλοιν. Ἐπειδὰν δὲ διαλυθῆτον, οὐδὲν ἧττον ἑκάτερον αὐτοῖν ἔχει τὴν ἕξιν τὴν αὑτοῦ, ἥνπερ καὶ ὅτε ἔζη ὁ ἄνθρωπος, τό τε σῶμα τὴν φύσιν αὐτοῦ καὶ τὰ θεραπεύματα καὶ τὰ παθήματα ἔνδηλα πάντα· οἷον, εἴ τινος ἦν μέγα τὸ σῶμα φύσει ἢ τροφῇ ἢ ἀμφότερα ζῶντος, τούτου καὶ ἐπειδὰν ἀποθάνῃ ὁ νεκρὸς μέγας· καὶ εἰ παχύς, παχὺς καὶ ἀποθανόντος καὶ τἄλλα οὕτως· καὶ εἰ αὖ ἐπετήδευε κομᾶν, κομήτης τούτου καὶ ὁ νεκρός· ἢ μαστιγίας εἴ τις ἦν καὶ ἴχνη εἶχε τῶν πληγῶν οὐλὰς ἐν τῷ σώματι ἢ ὑπὸ μαστίγων ἢ ἄλλων τραυμάτων ζῶν, καὶ τεθνεῶτος τὸ σῶμα ἔστιν ἰδεῖν ταῦτα ἔχον· ἢ κατεαγότα εἴ του ἦν μέλη ἢ διεστραμμένα ζῶντος, καὶ τεθνεῶτος· καὶ ἑνὶ λόγῳ, οἷος εἶναι παρεσκεύαστο τὸ σῶμα ζῶν, ἔνδηλα ταῦτα καὶ τελευτήσαντος ἦν πάντα ἢ τὰ πολλὰ ἐπί τινα χρόνον. Ταὐτὸν δή μοι δοκεῖ τοῦτ´ ἄρα καὶ περὶ τὴν ψυχὴν εἶναι, ὦ Καλλίκλεις· ἔνδηλα πάντα ἐστὶν ἐν τῇ ψυχῇ, ἐπειδὰν γυμνωθῇ τοῦ σώματος, τά τε τῆς φύσεως καὶ τὰ παθήματα 〈τὰ〉 διὰ τὴν ἐπιτήδευσιν ἑκάστου πράγματος, ἣν ἔσχεν ἐν τῇ ψυχῇ ἅνθρωπος. Ἐπειδὰν οὖν ἀφίκωνται παρὰ τὸν δικαστήν, οἶμαι ἐκ τῆς Ἀσίας παρὰ τὸν Ῥαδάμανθυν, ὁ Ῥαδάμανθυς ἐκείνους ἐπιστήσας θεᾶται ἑκάστου τὴν ψυχήν, οὐκ εἰδὼς ὅτου ἐστίν, ἀλλὰ πολλάκις τοῦ μεγάλου βασιλέως ἐπιλαβόμενος ἢ ἄλλου ὁτουοῦν βασιλέως ἢ δυνάστου κατεῖδεν οὐδὲν ὑγιὲς ὂν τῆς ψυχῆς, ἀλλὰ διαμεμαστιγωμένην καὶ οὐλῶν μεστὴν ὑπὸ ἐπιορκιῶν καὶ ἀδικίας, ἃ ἑκάστη πρᾶξις αὐτοῦ ἐξωμόρξατο εἰς τὴν ψυχήν, καὶ πάντα σκολιὰ ὑπὸ ψεύδους καὶ ἀλαζονείας καὶ οὐδὲν εὐθὺ διὰ τὸ ἄνευ ἀληθείας τετράφθαι. Καὶ ὑπὸ ἐξουσίας καὶ τρυφῆς καὶ ὕβρεως καὶ ἀκρατείας τῶν πράξεων ἀσυμμετρίας τε καὶ αἰσχρότητος γέμουσαν τὴν ψυχὴν εἶδεν· ἰδὼν δὲ ἀτίμως αὐτὴν ἀπέπεμψεν εὐθὺ τῆς φρουρᾶς, οἷ μέλλει ἐλθοῦσα ἀνατλῆναι τὰ προσήκοντα πάθη. Προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπὸ ἄλλου ὀρθῶς τιμωρουμένῳ ἢ βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίγνεσθαι, ἵνα ἄλλοι ὁρῶντες πάσχοντα ἃ ἂν πάσχῃ φοβούμενοι βελτίους γίνωνται. Εἰσὶ δὲ οἱ μὲν ὠφελούμενοί τε καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν, ὅμως δὲ δι´ ἀλγηδόνων καὶ ὀδυνῶν γίγνεται αὐτοῖς ἡ ὠφέλεια καὶ ἐνθάδε καὶ ἐν Ἅιδου· οὐδὲ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. Οἳ δ´ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται· καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν δικῶν ἀφικνουμένοις θεάματα καὶ νουθετήματα. Ὧν ἐγώ φημι ἕνα καὶ Ἀρχέλαον ἔσεσθαι, εἰ ἀληθῆ λέγει Πῶλος, καὶ ἄλλος ὅστις ἂν τοιοῦτος τύραννος ᾖ. Οἶμαι δὲ καὶ τοὺς πολλοὺς εἶναι τούτων τῶν παραδειγμάτων ἐκ τυράννων καὶ βασιλέων καὶ δυναστῶν καὶ τὰ τῶν πολέμων πραξάντων γεγονότας· οὗτοι γὰρ διὰ τὴν ἐξουσίαν μέγιστα καὶ ἀνοσιώτατα ἁμαρτήματα ἁμαρτάνουσι. Μαρτυρεῖ δὲ τούτοις καὶ Ὅμηρος. Βασιλέας γὰρ καὶ δυνάστας ἐκεῖνος πεποίηκε τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιμωρουμένους, Τάνταλον καὶ Σίσυφον καὶ Τιτυόν. Θερσίτην δέ, καὶ εἴ τις ἄλλος πονηρὸς ἦν, ἰδιώτης δέ, οὐδεὶς πεποίηκε μεγάλαις τιμωρίαις συνεχόμενον ὡς ἀνίατον· οὐ γάρ, οἶμαι, ἐξῆν αὐτῷ· διὸ καὶ εὐδαιμονέστερος ἦν ἢ οἷς ἐξῆν. Ἀλλὰ γάρ, ὦ Καλλίκλεις, ἐκ τῶν δυναμένων εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲ μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων· χαλεπὸν γάρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ γενόμενον τοῦ ἀδικεῖν δικαίως διαβιῶναι. Ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι· ἐπεὶ καὶ ἐνθάδε καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δ´ ἔσονται κἄλλοι ἀγαθοὶ ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρίζειν ἃ ἄν τις ἐπιτρέπῃ. Εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, Ἀριστείδης ὁ Λυσιμάχου οἵ τε δὴ ἄλλοι, ὦ ἄριστε Καλλίκλεις, ὅσοι καλοὶ γίγνονται· τῶν δὲ δικαστῶν, ὅπερ ἔλεγον, ἐπειδὰν ὁ Ῥαδάμανθυς ἐκεῖνος τοιοῦτόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδέν, οὔθ´ ὅστις οὔθ´ ὧν τινων, ὅτι δὲ πονηρός τις· καὶ τοῦτο κατιδὼν ἀπέπεμψεν εἰς Τάρταρον, ἐπισημηνάμενος ἐάν τε ἰάσιμος ἐάν τε ἀνίατος δοκῇ εἶναι. Ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει. Ἐνίοτε δὲ ἄλλην ἐσιδὼν ὁσίως βεβιωκυῖαν καὶ μετ´ ἀληθείας, ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινός, μάλιστα μέν, ἐγώ φημι, ὦ Καλλίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαντος ἐν τῷ βίῳ, ἠγάσθη τε καὶ εἰς μακάρων νήσους ἀπέπεμψε. Ταὐτὰ δὲ ταῦτα καὶ ὁ Αἰακός· ἑκάτερος τούτων ῥάβδον ἔχων δικάζει. Ὁ δὲ Μίνως ἐπισκοπῶν κάθηται μόνος, ἔχων χρύσεον σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς ὁ Ὁμήρου ἰδεῖν αὐτόν·

χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν.

ἐγὼ μὲν οὖν, ὦ Καλλίκλεις, ὑπὸ τούτων τῶν λόγων πέπεισμαι καὶ σκοπῶ ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν. Χαίρειν οὖν ἐάσας τὰς τιμὰς τῶν πολλῶν ἀνθρώπων, τὴν ἀλήθειαν ἀσκῶν πειράσομαι τῷ ὄντι ὡς ἂν δύνωμαι βέλτιστος ὢν καὶ ζῆν καὶ ἐπειδὰν ἀποθνήσκω ἀποθνήσκειν. Παρακαλῶ δὲ καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους, καθ´ ὅσον δύναμαι· καὶ δὴ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον καὶ τὸν ἀγῶνα τοῦτον, ὃν ἐγώ φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι. Καὶ ὀνειδίζω σε, ὅτι οὐχ οἷός τε εἶ σαυτῷ βοηθῆσαι, ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις, ἣν νῦν ἐγὼ ἔλεγον, ἀλλὰ ἐλθὼν παρὰ τὸν δικαστὴν ἐκεῖνον, τὸν τῆς Αἰγίνης υἱόν, ἐπειδάν σε ἐπιλαβόμενος ἐκεῖνος ἄγῃ, χασμήσῃ καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐνθάδε καὶ σὺ ἐκεῖ, καί σε ἴσως τυπτήσει τις καὶ ἐπὶ κόρρης ἀτίμως καὶ πάντως προπηλακιεῖ. Τάχα δ´ οὖν ταυτὶ μῦθός σοι δοκεῖ λέγεσθαι ὥσπερ ὑπὸ γραὸς καὶ καταφρονεῖς αὐτῶν. Καὶ οὐδέν γ´ ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἰ ἐπιζητοῦντες εἴχομεν αὐτῶν βελτίω καὶ ἀληθέστερα εὑρεῖν. Νῦν δὲ ὁρᾷς ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν Ἑλλήνων, σύ τε καὶ Πῶλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι ὡς δεῖ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον ὅσπερ καὶ ἐκεῖσε φαίνεται συμφέρων, ἀλλ´ ἐν τοσούτοις λόγοις τῶν ἄλλων ἐλεγχομένων μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβητέον ἐστὶ τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθόν, ἀλλὰ τὸ ἀγαθὸν εἶναι καὶ ἰδίᾳ καὶ δημοσίᾳ. »

Ὁ μὲν δὴ Πλάτων τὸν Αἰακὸν καὶ τὸν Μίνω καὶ τὸν Ῥαδάμανθυν ὑπέθετο τῶν τετελευτηκότων δικαστὰς ἔσεσθαι, ὁ δὲ θεῖος λόγος μαρτύρεται πάντας δεῖν παραστήσεσθαι τῷ βήματι τοῦ θεοῦ,

« ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον. »

Καὶ πάλιν·

« Ἐν ἡμέρᾳ (φησίν) ὅτε κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τοῖς μὲν καθ´ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον, τοῖς δ´ ἐξ ἐριθείας καὶ ἀπιστοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός· θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· οὐ γάρ ἐστι διαστολή. »

ΚΕΦΑΛΑΙΟΝ Ζʹ.

ΟΤΙ ΜΗ ΔΕΟΙ ΕΙΣ ΠΑΝΤΑΣ ΕΚΦΕΡΕΙΝ ΤΑ ΣΕΜΝΑ ΤΩΝ ΤΗΣ ΑΛΗΘΕΙΑΣ ΔΟΓΜΑΤΩΝ

« Εὐλαβοῦ μέντοι μή ποτε ἐκπέσῃ ταῦτα εἰς ἀνθρώπους ἀπαιδεύτους· σχεδὸν γάρ, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα οὐδ´ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμαστότερά τε καὶ ἐνθουσιαστικώτερα. Πολλάκις δὲ λεγόμενα καὶ ἀεὶ ἀκουόμενα καὶ πολλὰ ἔτη μόγις ὥσπερ χρυσὸς ἐκκαθαίρεται μετὰ πολλῆς πραγματείας. »

Καὶ παρ´ ἡμῖν ὁ σωτήριος λόγος φησί·

« Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων » καί· « Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι. »

ΚΕΦΑΛΑΙΟΝ Ηʹ.

ΟΠΟΙΟΥΣ ΔΕΙΝ Ο ΠΛΑΤΩΝ ΦΗΣΙ ΤΟΥΣ ΑΡΧΟΝΤΑΣ ΚΑΘΙΣΤΑΝΑΙ· ΟΤΙ ΙΔΙΩΤΑΣ ΚΑΙ ΑΓΡΑΜΜΑΤΟΥΣ ΕΙ ΜΟΝΟΝ ΤΟ ΗΘΟΣ ΚΕΚΟΣΜΗΜΕΝΟΙ ΕΙΕΝ· ΑΠΟ ΤΟΥ Γʹ ΤΩΝ ΝΟΜΩΝ

« Καὶ δὴ καὶ ἑνὸς ἀνδρὸς ὁπόταν καλοὶ ἐν ψυχῇ λόγοι ἐνόντες μηδὲν ποιῶσι πλέον, ἀλλὰ δὴ τούτοις γοῦν τοὐναντίον. Ταύτας πάσας ἀμαθίας τὰς πλημμελεστάτας ἔγωγ´ ἂν θείην πόλεώς τε καὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν, ἀλλ´ οὐ τὰς τῶν δημιουργῶν, εἰ ἄρα μου καταμανθάνετε, ὦ ξένοι, ὃ λέγω. Μανθάνομέν τε, ὦ φίλε, καὶ ξυγχωροῦμεν ὃ λέγεις. Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πολιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πάνυ λογιστικοί τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα πρὸς τάχος τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα, τοὺς δὲ τοὐναντίον ἔχοντας τούτοις ὡς σοφούς τε προσρητέον, ἂν καί, τὸ λεγόμενον, μήτε γράμματα μήτε νεῖν ἐπίστωνται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἔμφροσι. Πῶς γὰρ ἄν, ὦ φίλοι, ἄνευ ξυμφωνίας γένοιτ´ ἂν φρονήσεως καὶ τὸ σμικρότατον εἶδος; οὐκ ἔστιν. Ἀλλ´ ἡ καλλίστη καὶ μεγίστη τῶν ξυμφωνιῶν μεγίστη δικαιότατα λέγοιτ´ ἂν σοφία, ἧς ὁ μὲν κατὰ λόγον ζῶν μέτοχος, ὁ δ´ ἀπολειπόμενος οἰκοφθόρος καὶ περὶ πόλιν οὐδαμῆ σωτήρ, ἀλλὰ πᾶν τοὐναντίον ἀμαθαίνων εἰς ταῦτα ἑκάστοτε φανεῖται. »

Ταῦτα μέν μοι ἀπὸ τῶν Νόμων κείσθω. Ὁ δ´ αὐτὸς καὶ ἐν Πολιτικῷ περὶ τοῦ μὴ πάνυ τι περὶ τὰ ὀνόματα καὶ τὰς λέξεις σπουδάζειν τάδε φησί·

« Καλῶς, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως. »

ΚΕΦΑΛΑΙΟΝ Θʹ.

ΟΤΙ ΔΕΟΙ ΦΕΥΓΕΙΝ ΤΑΣ ΑΡΧΑΣ· ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ

Τῆς παρ´ Ἑβραίοις γραφῆς πρῶτον εἰσαγούσης Μωσέα παραιτούμενον τὴν τοῦ λαοῦ προστασίαν δι´ ὧν πρὸς τὸν χρηματίζοντα ἔφησε· « Δέομαι, κύριε, προχείρισαι ἄλλον τὸν δυνάμενον, ὃν ἀποστελεῖς » κἄπειτα τὸν Σαοὺλ κρυπταζόμενον πρὸς τὸ μὴ ἀναδέξασθαι τὴν βασιλείαν καὶ τὸν προφήτην Ἱερεμίαν ὑποπαραιτούμενον, ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων τὸ εὔλογον τῆς παραιτήσεως συνίστησι, λέγων οὕτως·

« Οὐκοῦν, ὦ Θρασύμαχε, τοῦτο ἤδη δῆλον, ὅτι οὐδεμία τέχνη οὐδὲ ἀρχὴ τὸ αὑτῇ ὠφέλιμον παρασκευάζει, ἀλλ´, ὅπερ πάλαι ἐλέγετο, τὸ τῷ ἀρχομένῳ καὶ παρασκευάζει καὶ ἐπιτάττει, τὸ ἐκείνου ξυμφέρον ἐλάττονος ὄντος σκοποῦσα, ἀλλ´ οὐ τὸ τοῦ κρείττονος. Διὰ δὴ ταῦτα ἔγωγε, ὦ φίλε Θρασύμαχε, καὶ ἄρτι ἔλεγον μηδένα ἐθέλειν ἑκόντα ἄρχειν καὶ τὰ ἀλλότρια κακὰ μεταχειρίζεσθαι ἐπανορθοῦντα, ἀλλὰ μισθὸν αἰτεῖν, ὅτι μέλλων καλῶς τῇ τέχνῃ πράξειν οὐδέποτε αὑτῷ τὸ βέλτιστον πράττει οὐδ´ ἐπιτάττει κατὰ τὴν τέχνην ἐπιτάττων, ἀλλὰ τῷ ἀρχομένῳ. Ὧν δὴ ἕνεκα, ὡς ἔοικε, μισθὸν δεῖ ὑπάρχειν τοῖς μέλλουσιν ἐθελήσειν ἄρχειν, ἢ ἀργύριον ἢ τιμήν, ἢ ζημίαν, ἐὰν μὴ ἄρχῃ. »

ΚΕΦΑΛΑΙΟΝ Ιʹ.

ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΔΙΚΑΙΟΥ

Τῶν παρ´ Ἑβραίοις λογίων τοὺς παρ´ αὐτοῖς προφήτας καὶ δικαίους ἄνδρας ὕβρεις ἐσχάτας καὶ προπηλακισμοὺς πάντα τε κίνδυνον εὐθαρσῶς ὑπομεῖναι διδασκόντων, τὰ συνῳδὰ τῆς Πλάτωνος καὶ περὶ τούτου δόξης μάθοις ἂν ἀπὸ τῶνδε αὐτοῦ τῶν φωνῶν, ἃς ἐν τῷ δευτέρῳ τέθειται τῆς Πολιτείας·

« Τὸν δ´ οὖν τοιοῦτον θέντες τὸν δίκαιον αὖ παρ´ αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν καὶ γενναῖον, κατ´ Αἰσχύλον οὐ δοκεῖν, ἀλλ´ εἶναι ἀγαθὸν ἐθέλοντα. Ἀφαιρετέον δὲ τὸ δοκεῖν. Εἰ γὰρ δόξει δίκαιος εἶναι, ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτῳ εἶναι. Ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη. Γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ· μηδὲν γὰρ ἀδικῶν δόξαν ἐχέτω τῆς μεγίστης ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ´ αὐτῆς γιγνομένων· ἀλλ´ ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου. »

Καὶ μετὰ βραχέα ἐπιλέγει·

« Λεκτέον οὖν· καὶ δή, κἂν ἀγροικοτέρως λέγηται, μὴ ἐμὲ οἴου λέγειν, ὦ Σώκρατες, ἀλλὰ τοὺς ἐπαινοῦντας πρὸ δικαιοσύνης ἀδικίαν. Ἐροῦσι δὲ τάδε, ὅτι οὕτω διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον, ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν. »

Ταῦτα λόγοις ὁ Πλάτων· ἔργοις δὲ πολὺ πρότερον οἱ παρ´ Ἑβραίοις δίκαιοι καὶ προφῆται μνημονεύονται τὰ εἰρημένα πάντα πεπονθέναι, οἵ γε δικαιότατοι ὄντες ὡς ἀδικώτατοι

« ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. »

Καὶ οἱ ἀπόστολοι δὲ τοῦ σωτῆρος ἡμῶν τὴν ἀνωτάτω δικαιοσύνην τε καὶ εὐσέβειαν μετιόντες, δόξαν δ´ ἀδικίας παρὰ τοῖς πολλοῖς περιβαλλόμενοι, ὁποῖα ἔπασχον αὐτῶν πάρεστιν ἐπακοῦσαι λεγόντων·

« Θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις »

καί·

« Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν. »

Ἀλλὰ καὶ εἰσέτι δεῦρο οἱ γενναῖοι τοῦ σωτῆρος ἡμῶν μάρτυρες καθ´ ὅλης τῆς ἀνθρώπων οἰκουμένης οὐ τὸ δοκεῖν, ἀλλὰ τὸ εἶναι δίκαιοί τε καὶ εὐσεβεῖς ἀσκοῦντες ὅσα δὴ κατέλεξεν ὁ Πλάτων πεπόνθασιν· ἐπεὶ καὶ ἐμαστιγώθησαν δεσμά τε καὶ στρέβλας ὑπομεμενήκασι, ναὶ μὴν καὶ ἐξεκόπησαν τὼ ὀφθαλμὼ καὶ τέλος πάντα τὰ δεινὰ παθόντες ἀνεσκινδυλεύθησαν. Ὧν οὐδένα παρ´ Ἕλλησιν ἐπιζητήσας ὅμοιον ἂν εὕροις, ὡς εἰκότως τινὰ φάναι τὸν φιλόσοφον οὐδὲν ἕτερον ἢ θεσπίσαι διὰ τούτων περὶ τῶν παρ´ ἡμῖν διαπρεπόντων ἐν εὐσεβείᾳ καὶ ἀληθεῖ δικαιοσύνῃ.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.

ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΜΩΣΕΑ ΠΑΡΑΔΕΙΣΟΥ

Μωσέως κατά τινας ἀπορρήτους λόγους ἐν ἀρχῇ τῆς τοῦ κόσμου συστάσεως θεοῦ τινα παράδεισον γεγονέναι φάντος κἀν τούτῳ τὸν ἄνθρωπον ἠπατῆσθαι διὰ τῆς γυναικὸς πρὸς τοῦ ὄφεως, ἄντικρυς μονονουχὶ τὰ ῥήματα μεταποιήσας ὁ Πλάτων ἐπάκουσον ἐν Συμποσίῳ οἷα καὶ αὐτὸς ἀλληγορῶν τέθειται, ἀντὶ μὲν τοῦ παραδείσου τοῦ θεοῦ κῆπον Διὸς ὀνομάσας, ἀντὶ δὲ τοῦ ὄφεως καὶ τῆς πρὸς αὐτοῦ γενομένης ἀπάτης Πενίαν ἐπιβουλεύουσαν ὑποθέμενος, ἀντὶ δὲ τοῦ πρώτου ἀνδρός, ὃν ἡ τοῦ θεοῦ μῆτίς τε καὶ πρόνοια υἱὸν ὥσπερ ἀρτιγενῆ προὐβέβλητο, υἱὸν Μήτιδος Πόρον ἀποκαλέσας, ἀντὶ δὲ τοῦ φάναι ὁπηνίκα συνίστατο ὅδε ὁ κόσμος

« ὅτε ἐγένετο ἡ Ἀφροδίτη »

εἰπών, οὕτω τὸν κόσμον ἀλληγορήσας τοῦ περὶ αὐτὸν κάλλους ἕνεκα. Λέγει δ´ οὖν αὐτοῖς ῥήμασι τάδε·

« Ὅτε ἐγένετο ἡ Ἀφροδίτη, εἱστιῶντο οἱ θεοί, οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος. Ἐπειδὴ δὲ ἐδείπνησαν, προσαιτήσουσα, οἷον δὴ εὐωχίας οὔσης, ἀφίκετο ἡ Πενία καὶ ἦν περὶ τὰς θύρας. Ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος, οἶνος γὰρ οὔπω ἦν, εἰς τὸν τοῦ Διὸς κῆπον εἰσελθὼν βεβαρημένος εὗδεν. Ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὑτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου κατακλίνεταί τε παρ´ αὐτῷ καὶ ἐκύησε τὸν Ἔρωτα. »

Τοιαῦτα μὲν δή τινα κἀν τούτοις ὁ Πλάτων ἐμφερῶς Μωσεῖ ὑπῃνίξατο.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.

ΩΣ ΕΚ ΤΟΥ ΑΝΔΡΟΣ ΕΙΛΗΦΘΑΙ ΦΑΣΙ ΤΗΝ ΓΥΝΑΙΚΑ

Πάλιν εἰρηκότος Μωσέως·

« Τῷ δὲ Ἀδὰμ οὐκ ἦν βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπ´ αὐτὸν καὶ ὕπνωσε καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ´ αὐτῆς. Καὶ ᾠκοδόμησε κύριος ὁ θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα, »

μὴ συνεὶς ὁ Πλάτων οἵᾳ εἴρηται διανοίᾳ δῆλος μέν ἐστιν οὐκ ἀγνοήσας τὸν λόγον, Ἀριστοφάνει δ´ αὐτὸν οἷα κωμῳδῷ χλευάζειν εἰωθότι καὶ τὰ σεμνὰ τῶν πραγμάτων ἀνατίθησιν, ἐν Συμποσίῳ τάδε λέγοντα αὐτὸν εἰσάγων·

« Δεῖ δὲ πρῶτον ὑμᾶς μαθεῖν τὴν ἀνθρωπίνην φύσιν καὶ τὰ παθήματα αὐτῆς. Ἡ γὰρ πάλαι ἡμῶν φύσις οὐχὶ ἡ αὐτὴ ἦν ἥπερ νῦν, ἀλλ´ ἄλλη. Πρῶτον μὲν γὰρ τρία ἦν τὰ γένη τῶν ἀνθρώπων, οὐχ ὥσπερ νῦν δύο, ἄρρεν καὶ θῆλυ, ἀλλὰ καὶ τρίτον προσῆν κοινὸν ἀμφοτέρων τούτων, οὗ νῦν ὄνομα λοιπόν, αὐτὸ δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ τότε μὲν ἦν καὶ εἶδος καὶ ὄνομα ἐξ ἀμφοτέρων κοινὸν τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος. »

Εἶθ´ ἑξῆς διασύρας τὰ αὐτῷ συνήθη ἐπιφέρει λέγων·

« Ταῦτ´ εἰπὼν » ὁ παρ´ αὐτῷ Ζεὺς « ἔτεμνε τοὺς ἀνθρώπους δίχα, ὥσπερ οἱ τὰ ὦτα τέμνοντες καὶ μέλλοντες ταριχεύειν ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν. Ὅντινα δὲ τέμοι, τὸν Ἀπόλλωνα ἐκέλευε τό τε πρόσωπον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ πρὸς τὴν τομήν, ἵνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κοσμιώτερος εἴη ὁ ἄνθρωπος, καὶ τὰ ἄλλα ἰᾶσθαι ἐκέλευεν. »

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.

ΠΕΡΙ ΤΟΥ ΠΡΩΤΟΥ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΒΙΟΥ

Μωσέως τὸν πρῶτον τῶν γηγενῶν βίον ὑπογράψαντος ἐν παραδείσῳ θεοῦ γεγονέναι θεόν τε αὐτῶν ἡγεῖσθαι ἐν ἀχρημάτῳ καὶ ἀκτήμονι διαγωγῇ ἄσπαρτά τε αὐτοῖς καὶ ἀνήροτα πάντα φύεσθαι γυμνούς τε εἶναι τῆς μετὰ ταῦτα περιβολῆς, ἐπάκουσον τοῦ φιλοσόφου μονονουχὶ αὐτὰ δὴ ταῦτα Ἑλληνικῇ τῇ φωνῇ διερμηνεύοντος. Λέγει δ´ οὖν·

« Θεὸς ἔνεμεν αὐτοὺς αὐτὸς ἐπιστατῶν, καθάπερ νῦν ἄνθρωποι, ζῷον ἕτερον θειότερον, ἄλλα γένη φαυλότερα αὐτῶν νομεύουσι. Νέμοντος δ´ ἐκείνου πολιτεῖαί τε οὐκ ἦσαν οὐδὲ κτήσεις γυναικῶν καὶ παίδων (ἐκ γῆς γὰρ ἀνεβιώσκοντο πάντες, οὐδὲν μεμνημένοι τῶν πρόσθεν), ἀλλὰ τὰ μὲν τοιαῦτα ἀπῆν πάντα, καρποὺς δὲ ἀφθόνους εἶχον ἀπό τε δένδρων καὶ πολλῆς ὕλης, οὐχ ὑπὸ γεωργίας φυομένους, ἀλλ´ αὐτομάτης ἀναδιδούσης τῆς γῆς. Γυμνοὶ δὲ καὶ ἄστρωτοι θυραυλοῦντες τὰ πολλὰ ἐνέμοντο. Τὸ γὰρ τῶν ὡρῶν αὐτοῖς ἄλυπον ἐκέκρατο, μαλακὰς δὲ εὐνὰς εἶχον, ἀναφυομένης ἐκ γῆς πόας ἀφθόνου. Τὸν δὴ βίον, ὦ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου· τόνδε δ´, ὡς λόγος ἐπὶ Διὸς εἶναι, τὸν νῦν, παρὼν αὐτὸς ᾔσθησαι. »

ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.

ΟΤΙ ΚΑΙ ΤΟΙΣ ΑΛΟΓΟΙΣ ΖΩΙΟΙΣ ΩΜΙΛΟΥΝ

Πάλιν Μωσέως ἀναγράψαντος ὡς ὅτι « ἦν ὁ ὄφις φρονιμώτερος πάντων τῶν θηρίων » οἷά τε εἶπεν ὁ ὄφις τῇ γυναικὶ καὶ ἡ γυνὴ τῷ ὄφει καὶ τὰς ὁμιλίας τοῦ ὄφεως ἐκθεμένου, ὁ Πλάτων οἷα γράφει ἐπάκουσον·

« Εἰ μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, παρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως πρὸς τὸ μὴ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις διὰ λόγων δύνασθαι ξυγγίνεσθαι, κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν, μετά τε θηρίων καὶ μετ´ ἀλλήλων ὁμιλοῦντες καὶ πυνθανόμενοι παρὰ πάσης φύσεως εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσα ᾔσθητό τι διάφορον τῶν ἄλλων εἰς ξυναγυρμὸν φρονήσεως, εὔκριτον ὅτι τῶν νῦν οἱ τότε μυρίως πρὸς εὐδαιμονίαν διέφερον. Εἰ δ´ ἐμπιπλάμενοι σίτων ἄδην καὶ πότων διελέγοντο πρὸς ἀλλήλους καὶ τὰ θηρία μύθους, οἷοι δὴ καὶ τὰ νῦν περὶ αὐτῶν λέγονται, καὶ τοῦθ´, οὕτως γε κατ´ ἐμὴν δόξαν ἀποφήνασθαι, καὶ μάλα εὔκριτον. Ὅμως δ´ οὖν ταῦτα μὲν ἀφῶμεν, ἕως ἂν ἡμῖν μηνυτής τις ἱκανὸς φανῇ, ποτέρως οἱ τότε τὰς ἐπιθυμίας εἶχον περί τε ἐπιστημῶν καὶ τῆς τῶν λόγων χρείας. »

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.

ΟΠΩΣ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑΚΛΥΣΜΟΥ ΜΕΜΝΗΝΤΑΙ

Μωσῆς νομοθεσίαν ἀνθρώποις καταβεβλημένος ἐνόμισεν αὑτῷ δεῖν ἀρχαιολογίας ἐν τοῖς προοιμίοις μνημονεύει τε τοῦ κατακλυσμοῦ καὶ τοῦ μετ´ αὐτὸν βίου τῶν ἀνθρώπων, ἔπειτα παλαιῶν ἀνδρῶν τῶν παρ´ Ἑβραίοις θεοφιλῶν καὶ τῶν δὲ ἄλλως ἐν πλημμελείαις ἐξητασμένων τὴν πολιτείαν ὑφηγεῖται, κατάλληλον οἷς ἐνομοθέτει τὴν περὶ τούτων ἡγησάμενος ἱστορίαν ἔσεσθαι. Καὶ ὁ Πλάτων δὲ ὡσαύτως, παρελθὼν ἐπὶ τὴν τῶν νόμων γραφήν, τὸν αὐτὸν τῷ Μωσεῖ ζηλοῖ τρόπον· ἐν προοιμίοις γοῦν τῶν Νόμων τῇ κατ´ αὐτὸν ἀρχαιολογίᾳ κέχρηται, κατακλυσμοῦ μνημονεύσας καὶ τοῦ μετὰ τὸν κατακλυσμὸν βίου· ἀρχόμενος γοῦν τοῦ τρίτου τῶν Νόμων ἐπάκουσον ἅ φησιν·

« Ἆρ´ οὖν ὑμῖν οἱ παλαιοὶ λόγοι ἀλήθειαν ἔχειν τινὰ δοκοῦσι;

Ποῖοι δή;

Τὸ πολλὰς ἀνθρώπων φθορὰς γεγονέναι κατακλυσμοῖς τε καὶ νόσοις καὶ ἄλλοις πολλοῖς, ἐν οἷς βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος.

Πάνυ μὲν οὖν πιθανὸν τὸ τοιοῦτον πᾶν παντί.

Φέρε δή, νοήσωμεν μίαν τῶν πολλῶν ταύτην τὴν τῷ κατακλυσμῷ γενομένην.

Τὸ ποῖόν τι περὶ αὐτῆς διανοηθέντες;

Ὡς οἱ τότε περιφυγόντες τὴν φθορὰν σχεδὸν ὄρειοί τινες ἂν εἶεν νομῆς, ἐν κορυφαῖς που σμικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων διασεσωσμένα γένους.

Δῆλον.

Καὶ δὴ τοὺς τοιούτους γε ἀνάγκη που τῶν ἄλλων ἀπείρους εἶναι τεχνῶν καὶ τῶν ἐν τοῖς ἄστεσι πρὸς ἀλλήλους μηχανῶν εἴς τε πλεονεξίας καὶ φιλονεικίας καὶ ὁπόσα ἄλλα κακουργήματα πρὸς ἀλλήλους ἐπινοοῦσιν.

Εἰκὸς γοῦν.

Θῶμεν δὴ τὰς ἐν τοῖς πεδίοις πόλεις καὶ πρὸς θαλάττῃ κατοικούσας ἄρδην ἐν τῷ τότε χρόνῳ διαφθείρεσθαι.

Θῶμεν.

Οὐκοῦν ὄργανά τε πάντα ἀπόλλυσθαι καὶ εἴ τι τέχνης ἦν ἐχόμενον σπουδαίως εὑρημένον ἢ πολιτικῆς ἢ καὶ σοφίας τινὸς ἑτέρας, πάντα ἔρρειν ταῦτα ἐν τῷ τότε χρόνῳ φήσομεν. »

Καὶ μεθ´ ἕτερά φησιν·

« Οὐκοῦν οὕτω δὴ λέγωμεν ἔχειν τότε, ὅτε ἐγένετο ἡ φθορά, τὰ περὶ τοὺς ἀνθρώπους πράγματα, μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δὲ ἀφθόνου πλῆθος πάμπολυ. »

Ταῦτα καὶ τοιαῦτα ἕτερα εἰπὼν ἐπεξέρχεται βίους τῶν μετὰ τὸν κατακλυσμὸν ἀνθρώπων, εἶθ´, ὥσπερ Μωσῆς τὴν τῶν πάλαι θεοφιλῶν Ἑβραίων πολιτείαν ἐπισυνάπτει τῇ μετὰ τὸν κατακλυσμὸν ὑφηγήσει, καὶ ὁ Πλάτων ὁμοίως μετὰ τοὺς βίους τῶν μετὰ τὸν κατακλυσμὸν τὰ Ἑλληνικὰ πειρᾶται ἀρχαιολογεῖν, ὡς ἐκεῖνος τὰ Ἑβραίων, τῶν τε ἐπὶ Τροίας μνημονεύει καὶ τῆς πρώτης ἐν Λακεδαίμονι πολιτείας Περσῶν τε καὶ τῶν παρὰ τούτοις εἴτε ὀρθῶς εἴτε καὶ μὴ βεβιωκότων· εἶτα μετὰ τὴν τούτων ἱστορίαν ἀπάρχεται τῆς τῶν νόμων διαθέσεως κἀν τούτῳ Μωσεῖ κατακολουθήσας.

ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ.

ΟΤΙ ΤΑ ΤΗΣ ΔΙΔΑΣΚΑΛΙΑΣ ΟΡΘΩΣ ΗΜΙΝ ΑΠΟ ΤΩΝ ΘΕΙΩΝ ΑΡΧΟΜΕΝΑ ΚΑΤΑΛΗΓΕΙ ΕΙΣ ΤΑ ΑΝΘΡΩΠΙΝΑ· ΑΠΟ ΤΟΥ Αʹ ΤΩΝ ΝΟΜΩΝ ΠΛΑΤΩΝΟΣ

Μωσέως τὴν πᾶσαν αὐτοῦ νομοθεσίαν τήν τε κατ´ αὐτὸν πολιτείαν εὐσεβείας τοῦ τῶν ὅλων θεοῦ ἀναρτήσαντος ἀπό τε τοῦ πάντων δημιουργοῦ τὴν καταρχὴν τῆς νομοθεσίας πεποιημένου, ἔπειτα τῶν θείων ἀγαθῶν ἐξέχεσθαι τὰ ἀνθρώπινα διδάξαντος τά τε θεῖα ἐπὶ τὸν πάντων ἡγεμόνα νοῦν, αὐτὸν δὴ τὸν τῶν ὅλων θεόν, ἀναθέντος, θέα ὅπως καὶ ὁ φιλόσοφος τοῖς αὐτοῖς βαίνων ἴχνεσιν ἐπιμέμφεται μὲν τοῖς Κρητῶν καὶ Λακεδαιμονίων νομοθέταις, τὸν δ´ ἀρέσκοντα Μωσεῖ νόμον ἐκδιδάσκει, λέγων οὕτως·

« Πῆ δὴ οὖν σε ἔτ´ ἂν ἐβουλόμην διελόμενον λέγειν αὐτός τ´ ἀκούειν, βούλει σοι φράζω;

Πάνυ μὲν οὖν, ὦ ξένε.

Χρῆν εἰπεῖν· Οἱ Κρητῶν νόμοι οὐκ εἰσὶ μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν· ἔχουσι γὰρ ὀρθῶς τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀποτελοῦντες· ἅπαντα γὰρ τὰ ἀγαθὰ πορίζουσι. Διττὰ δὲ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἤρτηται δὲ ἐκ τῶν θείων θάτερα· καὶ ἐὰν μὲν δέχηται τὰ μείζονα πόλις, κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. Ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται ὑγεία, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ πλοῦτος οὐ τυφλός, ἀλλ´ ὀξὺ βλέπων, ἄνπερ ἅμ´ ἕπηται φρονήσει. Ὃ δὴ πρῶτον τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύτερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετὰ ἀνδρίας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ ἀνδρία. Ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ τῷ νομοθέτῃ τακτέον οὕτω. Μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα βλέπειν· περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους μετά τε ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσι καὶ τροφαῖς, ὅσοι τε ἄρσενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων μέχρι γήρως τιμῶντα ὀρθῶς ἐπιμέλεσθαι δεῖν καὶ ἀτιμάζοντα, ἐν πάσαις ταῖς τούτων ὁμιλίαις τάς τε λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας ξυμπάντων τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλακότα ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν δι´ αὐτῶν τῶν νόμων. »

Καὶ μετὰ βραχέα φησί·

« Κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους πᾶσι τούτοις φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι´ ἀληθοῦς δόξης ἰόντας, ὅπως ταῦτα πάντα ξυνδήσας ὁ νοῦς ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ φιλοτιμίᾳ. Οὕτως, ὦ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς καὶ ἔτι νῦν βούλομαι διεξελθεῖν, πῶς ἐν τοῖς τοῦ Διὸς λεγομένοις νόμοις τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος, οὓς Μίνως τε καὶ Λυκοῦργος ἐθέτην, ἔνεστί τε πάντα ταῦτα καὶ ὅπη τάξιν εἰληφότα διάδηλά ἐστι τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ τε καί τισιν ἔθεσι, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι καταφανῆ. » Καὶ παρ´ ἡμῖν δὲ εἴρηται· « Ζητεῖτε πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. »

Ἀλλὰ καὶ Μωσῆς πολὺ πρότερον ἀπὸ τῆς περὶ θεοῦ διδασκαλίας τὴν ἀρχὴν πεποιημένος ἑξῆς τε ἐφαρμόσας τὴν κατ´ αὐτὸν πολιτείαν καὶ τὰ περὶ συμβολαίων καὶ τοῦ κοινοῦ βίου νόμιμα, τοῖς πᾶσιν ἄρχοντας καὶ φύλακας καθίστησι τοὺς τῷ θεῷ ἱερωμένους, ὡς καὶ τὰ λόγια διδάσκει, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι´ ἀληθοῦς δόξης ἰόντας.

ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ.

ΟΤΙ ΚΑΛΟΝ ΕΞΕΤΙ ΝΕΑΣ ΗΛΙΚΙΑΣ ΤΟΥΣ ΠΑΙΔΑΣ ΤΟΙΣ ΤΗΣ ΘΕΟΣΕΒΕΙΑΣ ΕΘΕΣΙΝ ΕΓΓΥΜΝΑΖΕΙΝ

« Λέγω οὖν καί φημι τὸν ὁτιοῦν ἀγαθὸν ἄνδρα μέλλοντα ἔσεσθαι τοῦτ´ αὐτὸ ἐκ παίδων εὐθὺς μελετᾶν παίζοντά τε καὶ σπουδάζοντα ἐν τοῖς τοῦ πράγματος ἑκάστοις προσήκουσιν· οἷον τὸν μέλλοντα ἀγαθὸν ἔσεσθαι γεωργὸν ἤ τινα οἰκοδόμον τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδείων οἰκοδομημάτων παίζειν χρή, τὸν δ´ αὖ γεωργοῦντα· καὶ ὄργανα ἑκατέρῳ σμικρὰ τῶν ἀληθινῶν μιμήματα παρασκευάζειν τὸν τρέφοντα αὐτῶν ἑκάτερον· καὶ δὴ καὶ τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι καὶ πολεμικὸν ἱππεύειν παίζοντα ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα· καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων, οἷ ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν. Κεφάλαιον δὴ παιδείας λέγομεν τὴν ὀρθὴν τροφήν, ἣ τοῦ παίζοντος τὴν ψυχὴν εἰς ἔρωτα ὅτι μάλιστα ἄξει τούτου, ὃ δεήσει γενόμενον ἄνδρα αὐτὸν τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς. »

Καὶ τοῦτο προλαβὼν Μωσῆς ἐνομοθέτησεν εἰπών·

« Καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ προβιβάσεις αὐτὰ τοῖς υἱοῖς σου. »

Ὃ δὴ καὶ πράττειν σύνηθες παισὶν Ἑβραίων, ἐξ ἁπαλῆς ἡλικίας τοὺς νέους ἅπαντας τοῖς τῆς θεοσεβείας παιδεύμασιν ἀνατρέφουσι· τοῦτο δὲ καὶ εἰς δεῦρο κατά τι πάτριον ἔθος παρὰ τῷ Ἰουδαίων ἔθνει σπουδάζεται.

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.

ΟΤΙ ΠΑΙΔΕΙΑΝ ΗΓΕΙΣΘΑΙ ΧΡΗ ΜΟΝΗΝ ΤΗΝ ΕΙΣ ΑΡΕΤΗΝ ΠΡΟΑΓΟΥΣΑΝ ΟΥΧΙ ΔΕ ΤΗΝ ΕΙΣ ΧΡΗΜΑΤΙΣΜΟΝ Η ΤΙΝΑ ΒΙΟΠΟΡΙΣΤΙΚΗΝ ΕΠΙΤΗΔΕΥΣΙΝ

« Μὴ τοίνυν μηδὲ ὃ λέγομεν εἶναι παιδείαν, ἀόριστον γένηται. Νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές τε ἑκάστων τὰς τροφὰς λέγομεν ὡς τὸν μὲν πεπαιδευμένον ἡμῶν ὄντα τινά, τὸν δὲ ἀπαίδευτον, ἐνίοτε εἴς τε τὰς καπηλείας καὶ ναυκληρίας καὶ ἄλλων τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων. Οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικεν, εἶναι παιδείαν ὁ νῦν λόγος ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον, ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης. Ταύτην τὴν τροφὴν ἀφορισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτ´ ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς χρήματα τείνουσαν ἤ τινα πρὸς ἰσχὺν ἢ καὶ πρὸς ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης βάναυσόν τε εἶναι καὶ ἀνελεύθερον καὶ οὐκ ἄξιον τὸ παράπαν παιδείαν καλεῖσθαι. Ἡμεῖς δὲ μηδὲν ὀνόματι διαφερώμεθα αὑτοῖς, ἀλλ´ ὁ νῦν δὴ λόγος ἡμῖν ὁμολογηθεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν ἀγαθοὶ γίνονται καὶ δεῖ δὴ τὴν παιδείαν μηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις ἀνδράσι παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δέ ἐστιν ἐπανορθοῦσθαι, τοῦτο ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν. »

Καὶ ἐν τῷ δευτέρῳ δὲ τῶν Νόμων ἐπιλέγει·

« Παιδείαν δὴ λέγω τὴν παραγινομένην πρῶτον παισὶν ἀρετήν· ἡδονὴ δὴ καὶ φιλία καὶ λύπη καὶ μῖσος ἐὰν ὀρθῶς ἐν ψυχαῖς ἐγγίγνωνται μήπω δυναμένων λόγον λαμβάνειν, λαβόντων δὲ τὸν λόγον συμφωνήσωσι τῷ λόγῳ ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν, αὕτη ἔσθ´ ἡ συμφωνία ξύμπασα μὲν ἀρετή, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρθῶς, ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν, τοῦτ´ αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν προσαγορεύων κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις. »

Ταῦτα ὁ Πλάτων. Προλαβὼν δὲ αὐτὸν ὁ Δαβὶδ ἐν ψαλμῳδίαις, μισεῖν ἃ δεῖ μισεῖν καὶ στέργειν διδάσκων ἃ δεῖ στέργειν, τάδε φησί·

« Δεῦτε τέκνα ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. »

Καὶ ὁ Σολομῶν ὁμοίως·

« Ἀκούσατε, » φησί, « παῖδες παιδείαν πατρός. Δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν· τῶν ἐμῶν νόμων μὴ ἐπιλανθάνεσθε· »

 καὶ πάλιν·

« Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν μὴ ἐπιλάθῃ· »

καί·

« Εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ· »

καί·

« Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. »

Μυρία δ´ ἂν εὕροις ἄλλα τοιαῦτα ἐν τοῖς Ἑβραίων γράμμασι παιδευτικὰ πρὸς εὐσεβείας καὶ ἀρετῆς ἀνάληψιν, νέοις ὁμοῦ καὶ τελείοις τὴν ἡλικίαν προσήκοντα.

ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.

ΟΤΙ ΠΑΡΑΠΛΗΣΙΩΣ ΕΒΡΑΙΟΙΣ ΚΑΙ Ο ΠΛΑΤΩΝ ΕΙΚΟΝΑ ΘΕΙΟΤΕΡΩΝ ΤΑ ΤΗΙΔΕ ΕΙΝΑΙ ΕΔΟΞΑΖΕΝ

Τοῦ θείου χρησμοῦ φήσαντος Μωσεῖ·

« Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει »

τοῦ τε ἱεροῦ λόγου σαφέστερον εἰπόντος·

« Οἵτινες ὑποδείγματι καὶ σκιᾷ ἐλάτρευον τῶν ἐπουρανίων »

εἰκόνα τε ἄντικρυς τῶν ἐν νοητοῖς θειοτέρων τὰ παρὰ Μωσεῖ σύμβολα περιέχειν διδάσκοντος, ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων τὰ ὅμοια διερμηνεύει ἐν ἕκτῳ τῆς Πολιτείας ὧδε γράφων·

« Θεῷ δὴ καὶ κόσμῳ ὅ γε φιλόσοφος ὁμιλῶν κόσμιός τε καὶ θεῖος εἰς τὸ δυνατὸν ἀνθρώπῳ γίγνεται· διαβολὴ δὲ ἐν πᾶσι πολλή. Παντάπασι μὲν οὖν. Ἂν οὖν τις, εἶπον, αὐτῷ ἀνάγκη γένηται, ἃ ἐκεῖ ὁρᾷ, μελετῆσαι εἰς ἀνθρώπων ἤθη καὶ ἰδίᾳ καὶ δημοσίᾳ τιθέναι καὶ μὴ μόνον ἑαυτὸν πλάττειν, ἆρα κακὸν δημιουργὸν αὐτὸν οἴει γενήσεσθαι σωφροσύνης τε καὶ δικαιοσύνης καὶ ξυμπάσης τῆς δημοτικῆς ἀρετῆς; Ἥκιστά γε, ἦ δ´ ὅς. Ἀλλ´ ἐὰν δὴ αἴσθωνται οἱ πολλοὶ ὅτι ἀληθῆ περὶ αὐτοῦ λέγομεν, χαλεπανοῦσι δὴ τοῖς φιλοσόφοις καὶ ἀπιστήσουσιν ἡμῖν λέγουσιν ὡς οὐκ ἄν ποτε ἄλλως εὐδαιμονήσειε πόλις, εἰ μὴ αὐτὴν διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι ζωγράφοι; Οὐ χαλεπανοῦσιν, ἦ δ´ ὅς, ἐάν περ αἴσθωνται. Ἀλλὰ δὴ τίνα λέγεις τρόπον τῆς διαγραφῆς; Λαβόντες, ἦν δ´ ἐγώ, ὥσπερ πίνακα πόλιν τε καὶ ἤθη ἀνθρώπων, πρῶτον μὲν καθαρὰν ποιήσειαν ἄν, ὃ οὐ πάνυ ῥᾴδιον. Ἀλλ´ οὖν οἶσθ´ ὅτι τούτῳ ἂν εὐθὺς τῶν ἄλλων διενέγκαιεν, τῷ μήτε ἰδιώτου μήτε πόλεως ἐθελῆσαι ἂν ἅψασθαι μηδὲ γράφειν νόμους, πρὶν ἢ παραλαβεῖν καθαρὰν ἢ αὐτοὶ ποιῆσαι. Καὶ ὀρθῶς γε, ἔφη. Οὐκοῦν μετὰ ταῦτα οἴει ὑπογράψασθαι ἂν τὸ σχῆμα τῆς πολιτείας; Τί μήν; Ἔπειτα, οἶμαι, ἀπεργαζόμενοι πυκνὰ ἂν ἑκατέρωσε ἀποβλέποιεν, πρός τε τὸ φύσει δίκαιον καὶ καλὸν καὶ σῶφρον καὶ πάντα τὰ τοιαῦτα καὶ πρὸς ἐκεῖνο αὖ τὸ ἐν τοῖς ἀνθρώποις, ἐμποιοῖεν ξυμμιγνύντες τε καὶ κεραννύντες ἐκ τῶν ἐπιτηδευμάτων τὸ ἀνδρείκελον, ἀπ´ ἐκείνου τεκμαιρόμενοι, ὃ δὴ καὶ Ὅμηρος ἐκάλεσεν ἐν τοῖς ἀνθρώποις ἐγγιγνόμενον θεοειδές τε καὶ θεοείκελον. Ὀρθῶς, ἔφη. Καὶ τὸ μὲν ἄν, οἶμαι, ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν, ἕως ὅτι μάλιστα τὰ ἀνθρώπεια ἤθη εἰς ὅσον ἐνδέχεται θεοφιλῆ ποιήσειαν. »

ΚΕΦΑΛΑΙΟΝ Κʹ.

ΟΤΙ ΧΡΗ ΤΟΥΣ ΝΕΟΥΣ ΔΙ´ ΕΚΜΑΘΗΣΕΩΣ ΥΜΝΩΝ ΟΡΘΩΝ ΚΑΙ ΩΙΔΩΝ ΕΙΣ ΑΡΕΤΗΣ ΑΝΑΛΗΨΙΝ ΠΡΟΠΑΡΑΣΚΕΥΑΖΕΙΝ· ΑΠΟ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΤΩΝ ΝΟΜΩΝ

« Δοκεῖ μοι τρίτον ἢ τέταρτον ὁ λόγος εἰς ταὐτὸν περιφερόμενος ἥκειν, ὡς ἄρα παιδεία μέν ἐσθ´ ἡ παίδων ὁλκή τε καὶ ἀγωγὴ πρὸς τὸν ὑπὸ τοῦ νόμου λόγον ὀρθὸν εἰρημένον καὶ τοῖς ἐπιεικεστάτοις καὶ πρεσβυτάτοις δι´ ἐμπειρίαν ξυνδεδογμένον ὡς ὄντως ὀρθός ἐστιν. Ἵν´ οὖν ἡ ψυχὴ τοῦ παιδὸς μὴ ἐναντία χαίρειν καὶ λυπεῖσθαι ἐθίζηται τῷ νόμῳ καὶ τοῖς ὑπὸ τοῦ νόμου τεθειμένοις, ἀλλὰ ξυνέπηται χαίρουσά τε καὶ λυπουμένη τοῖς αὐτοῖς οἷσπερ ὁ γέρων, τούτων ἕνεκα, ἃς ᾠδὰς καλοῦμεν, ὄντως μὲν ἐπῳδαὶ ταῖς ψυχαῖς αὗται νῦν γεγονέναι, πρὸς τὴν τοιαύτην ἣν λέγομεν συμφωνίαν ἐσπουδασμέναι, διὰ δὲ τὸ σπουδὴν μὴ δύνασθαι φέρειν τὰς τῶν νέων ψυχὰς παιδιαί τε καὶ ᾠδαὶ καλεῖσθαι καὶ πράττεσθαι, καθάπερ τοῖς κάμνουσί τε καὶ ἀσθενῶς ἴσχουσι τὰ σώματα ἐν ἡδέσι τέ τισι σιτίοις καὶ πόμασι τὴν χρηστὴν πειρῶνται τροφὴν προσφέρειν οἷς μέλει τούτων, τὴν δὲ τῶν πονηρῶν ἐν ἀηδέσιν, ἵνα τὴν μὲν ἀσπάζωνται, τὴν δὲ μισεῖν ὀρθῶς ἐθίζωνται. Ταὐτὸν δὲ καὶ τὸν ποιητικὸν ὁ ὀρθὸς νομοθέτης ἐν τοῖς καλοῖς ῥήμασι καὶ ἐπαινετοῖς πείσει τε καὶ ἀναγκάσει, μὴ πείθων, τὰ τῶν σωφρόνων τε καὶ ἀνδρείων καὶ πάντως ἀγαθῶν ἀνδρῶν ἔν τε ῥυθμοῖς σχήματα καὶ ἐν ἁρμονίαισι μέλη ποιοῦντα ὀρθῶς ποιεῖν. »

Εἰκότως ἄρα καὶ παρ´ ἡμῖν τὰς ὑπὸ τῶν θείων προφητῶν πεποιημένας ᾠδὰς καὶ τοὺς εἰς θεὸν ὕμνους μελετᾶν οἱ παῖδες ἐθίζονται.

ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.

ΟΠΟΙΑΣ ΧΡΗ ΔΙΑΝΟΙΑΣ ΠΕΡΙΕΧΕΙΝ ΤΑΣ ΩΙΔΑΣ

« Τοὺς ποιητὰς ἀναγκάζετε λέγειν ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος, ἐάν τε μέγας καὶ ἰσχυρὸς ἐάν τε σμικρὸς καὶ ἀσθενὴς ᾖ καὶ ἐὰν πλουτῇ καὶ μή· ἐὰν δὲ ἄρα ’πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον,‘ ᾖ δὲ ἄδικος, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς ζῇ. Καὶ οὔτ´ ἂν μνησαίμην, φησὶν ὑμῖν ὁ ποιητής, εἴπερ ὀρθῶς λέγει,

οὔτ´ ἐν λόγῳ ἄνδρα τιθείμην,

ὃς μὴ πάντα τὰ λεγόμενα καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ κτῷτο, καὶ δὴ καὶ δηίων τοιοῦτος ὢν

ὀρέγοιτο ἐγγύθεν ἱστάμενος·

ἄδικος δὲ ὢν μήτε τολμῴη ’ὁρῶν φόνον αἱματόεντα‘ μήτε νικῴη ’θέων Θρηίκιον Βορέην‘ μηδὲ ἄλλο αὐτῷ μηδὲν τῶν λεγομένων ἀγαθῶν γίγνοιτό ποτε· τὰ γὰρ ὑπὸ τῶν πολλῶν λεγόμενα ἀγαθὰ οὐκ ὀρθῶς λέγεται. Λέγεται γὰρ ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος· μυρία δὲ ἄλλα ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅ τι ἂν ἐπιθυμῇ, καὶ τὸ δὴ τέλος ἁπάσης μακαριότητος εἶναι τὸ πάντα ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα. Ὑμεῖς δὲ καὶ ἐγώ που τάδε λέγομεν, ὡς ταῦτά ἐστι ξύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα ξύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγείας. Καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κακὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα καὶ κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον δέ, ἐὰν ὡς ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη. Ταῦτα δὴ λέγειν οἶμαι τοὺς παρ´ ὑμῖν ποιητάς, ἅπερ ἐγώ, πείσετε καὶ ἀναγκάσετε καὶ ἔτι τούτοις ἑπομένους ῥυθμούς τε καὶ ἁρμονίας ἀποδόντας παιδεύειν οὕτω τοὺς νέους ὑμῶν. Ἦ γὰρ ὁρᾶτε; ἐγὼ μὲν γὰρ λέγω σαφῶς τὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς ἀδίκοις εἶναι, τοῖς δὲ δικαίοις κακά· τὰ δὲ ἀγαθὰ τοῖς μὲν ἀγαθοῖς ὄντως ἀγαθά, τοῖς δὲ κακοῖς κακά. Ὅπερ οὖν ἠρόμην, ἆρα ξυμφωνοῦμεν ἐγώ τε καὶ ὑμεῖς ἢ πῶς; » Οὐ πόρρω ταῦτα τυγχάνει τῶν τοῦ Δαβὶδ ψαλμῶν, οὓς προλαβὼν θείῳ πνεύματι συνέταξε δι´ ᾠδῶν καὶ ὕμνων τίς μὲν ὁ ἀληθῶς μακάριος, τίς δὲ ὁ τούτῳ ἐναντίος παιδεύσας. Ἐντεῦθεν γοῦν αὐτῷ καὶ κατάρχεται ἡ βίβλος φήσαντι· « Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν » καὶ τὰ ὅμοια. Ἃ δὴ μεταβαλὼν ὁ Πλάτων φησὶ δεῖν τοὺς ποιητὰς λέγειν, « ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος· ἐὰν δὲ ἄρα πλουτῇ, ᾖ δὲ ἄδικος, ἄθλιός ἐστιν. »

Ὃ καὶ αὐτὸ πάλιν ὁ Δαβὶδ ὧδέ πως ἐξέδωκε διὰ τῶν ψαλμῶν εἰπών·

« Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· »

καὶ πάλιν·

« Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. »

Ἐπὶ σχολῆς δ´ ἂν εὕροις ἕκαστα τῶν εἰρημένων τῷ φιλοσόφῳ πρὸς λέξιν κείμενα δι´ ὅλης τῆς ἱερᾶς τῶν ψαλμῶν γραφῆς.

ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.

ΟΤΙ ΟΥ ΠΑΝΤΩΝ ΕΣΤΙ ΤΑΣ ΟΡΘΑΣ ΩΙΔΑΣ ΚΑΙ ΤΑ ΜΕΛΗ ΔΥΝΑΣΘΑΙ ΠΟΙΕΙΝ ΑΛΛ´ Η ΜΟΝΟΥ ΘΕΟΥ Η ΘΕΙΟΥ ΤΙΝΟΣ ΑΝΔΡΟΣ

« Νομοθετικὸν μὲν οὖν καὶ πολιτικὸν ὑπερβαλλόντως. Ἀλλὰ δὴ ἕτερα φαῦλα ἂν εὕροις αὐτόθι· τοῦτο δ´ οὖν τὸ περὶ μουσικὴν ἀληθές τε καὶ ἄξιον ἐννοίας, ὅτι δυνατὸν ἄρα ἦν περὶ τῶν τοιούτων νομοθετεῖσθαι βεβαίως θαρροῦντα μέλη τὰ τὴν ὀρθότητα φύσει παρεχόμενα. Τοῦτο δὲ θεοῦ ἢ θείου τινὸς ἂν εἴη. »

Εἰκότως ἄρα καὶ παρ´ Ἑβραίοις νενομοθέτητο μηδὲ ἄλλους ὕμνους καὶ ᾠδὰς ἐν ταῖς θείαις διδασκαλίαις ἀποδέχεσθαι ἢ τὰς ὑπὸ τοῦ θείου πνεύματος διὰ τῶν θείων καὶ προφητῶν ἀνδρῶν πεποιημένας τά τε τούτοις κατάλληλα μέλη τῷ συνήθει παρ´ αὐτοῖς ᾀδόμενα τρόπῳ.

ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.

ΠΕΡΙ ΤΩΝ ΔΟΚΙΜΑΖΕΙΝ ΟΙΩΝ ΤΕ ΤΑΣ ΚΑΤΑ ΘΕΟΝ ΠΕΠΟΙΗΜΕΝΑΣ ΩΙΔΑΣ

« Συγχωρῶ γε τό γε τοσοῦτον καὶ ἐγὼ τοῖς πολλοῖς, δεῖν τὴν μουσικὴν ἡδονῇ κρίνεσθαι, μὴ μέντοι τῶν γε ἐπιτυχόντων, ἀλλὰ σχεδὸν ἐκείνην εἶναι μοῦσαν καλλίστην, ἥτις τοὺς βελτίστους καὶ ἱκανῶς πεπαιδευμένους τέρπει, μάλιστα δὲ ἥτις ἕνα τὸν ἀρετῇ τε καὶ παιδείᾳ διαφέροντα. Διὰ ταῦτα δὲ ἀρετῆς φαμεν δεῖσθαι τοὺς τούτων κριτάς, ὅτι τῆς τε ἄλλης μετόχους αὐτοὺς εἶναι δεῖ φρονήσεως καὶ δὴ καὶ τῆς ἀνδρείας. Οὔτε γὰρ παρὰ θεάτρου δεῖ τόν γε ἀληθῆ κριτὴν κρίνειν μανθάνοντα καὶ ἐκπληττόμενον ὑπὸ τοῦ θορύβου τῶν πολλῶν καὶ τῆς ἑαυτοῦ ἀπαιδευσίας οὔτ´ αὖ γιγνώσκοντα δι´ ἀνανδρίαν καὶ δειλίαν ἐκ τοῦ αὐτοῦ στόματος, οὗπερ τοὺς θεοὺς ἐπεκαλέσατο μέλλων κρίνειν, ἐκ τούτου ψευδόμενον ἀποφαίνεσθαι ῥᾳθύμως τὴν κρίσιν· οὐ γὰρ μαθητής, ἀλλὰ διδάσκαλος, ὥς γε τὸ δίκαιον, θεατῶν μᾶλλον ὁ κριτὴς καθίζει καὶ ἐναντιωσόμενος τοῖς τὴν ἡδονὴν μὴ προσηκόντως μηδὲ ὀρθῶς ἀποδιδοῦσι θεαταῖς. »

Καὶ παρ´ Ἑβραίοις τὸ παλαιὸν οὐ τοῦ πλήθους ἦν τὸ κρίνειν τοὺς ἐκ θείου πνεύματος προφερομένους λόγους καὶ τὰς ἐνθέους ᾠδάς, ἀλλ´ ἦσαν βραχεῖς καὶ σπάνιοι, μέτοχοι καὶ αὐτοὶ θείου πνεύματος διακριτικοῦ τῶν λεγομένων, οἷς καὶ μόνοις ἐξῆν ἐγκρίνειν καὶ ἀφιεροῦν τὰς τῶν προφητῶν βίβλους, τὰς δὲ τῶν μὴ τοιούτων ἀποδοκιμάζειν.

ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.

ΟΤΙ ΚΑΙ ΕΝ ΤΟΙΣ ΣΥΜΠΟΣΙΟΙΣ ΠΑΡΑΛΗΠΤΕΟΝ ΤΑΣ ΩΙΔΑΣ ΩΣΠΕΡ ΤΙΝΑΣ ΝΟΜΟΥΣ ΣΥΜΠΟΤΙΚΟΥΣ

« Καὶ ὅπερ ὁ λόγος ἐν ἀρχαῖς ἐβουλήθη, τὴν τῷ τοῦ Διουνύσου χορῷ βοήθειαν ἐπιδεῖξαι καλῶς λεγομένην, εἰς δύναμιν εἴρηκε. Σκοπώμεθα δὴ εἰ τοῦθ´ οὕτω γέγονε. Θορυβώδης μέν που ὁ ξύλλογος ὁ τοιοῦτος ἐξ ἀνάγκης προϊούσης τῆς πόσεως ἔτι μᾶλλον ἀεὶ ξυμβαίνει γινόμενος, ὅπερ ὑπεθέμεθα κατ´ ἀρχὰς ἀναγκαῖον εἶναι γίνεσθαι περὶ τῶν νῦν λεγομένων.

Ἀνάγκη.

Πᾶς δέ γε αὐτὸς αὑτοῦ κουφότερος αἴρεται καὶ γέγηθέ τε καὶ παρρησίας ἐμπίπλαται καὶ ἀνηκουστίας ἐν τῷ τοιούτῳ τῶν πέλας, ἄρχων δ´ ἱκανὸς ἀξιοῖ αὑτοῦ τε καὶ τῶν ἄλλων γεγονέναι.

Τί μήν;

Οὐκοῦν ἔφαμεν, ὅταν γίνηται ταῦτα, καθάπερ τινὰ σίδηρον τὰς ψυχὰς τῶν πινόντων διαπύρους γινομένας μαλακωτέρας γίνεσθαι καὶ νεωτέρας, ὥστ´ εὐαγώγους ξυμβαίνειν τῷ δυναμένῳ τε καὶ ἐπισταμένῳ παιδεύειν τε καὶ πλάττειν, καθάπερ ὅτ´ ἦσαν νέαι; τοῦτον δὲ εἶναι τὸν πλάστην τὸν αὐτὸν ὥσπερ τότε, τὸν ἀγαθὸν νομοθέτην, οὗ νόμους εἶναι δεῖ συμποτικούς, δυναμένους τὸν εὔελπιν καὶ θαρραλέον ἐκεῖνον γινόμενον καὶ ἀναισχυντότερον τοῦ δέοντος καὶ οὐ θέλοντα τάξιν καὶ τὸ κατὰ μέρος σιγῆς καὶ λόγου καὶ πόσεως καὶ μούσης ὑπομένειν ἐθέλειν ποιεῖν πάντα τούτοις τἀναντία καὶ εἰσιόντι τῷ μὴ καλῷ θάρρει τὸν κάλλιστον διαμαχόμενον φόβον εἰσπέμπειν οἵους τε εἶναι μετὰ δίκης, ὃν αἰδῶ τε καὶ αἰσχύνην θεῖον φόβον ὠνομάκαμεν.

Ἔστι ταῦτα.

Τούτων δέ γε τῶν νόμων εἶναι νομοφύλακας καὶ συνδημιουργοὺς αὐτοῖς τοὺς ἀθορύβους καὶ νήφοντας. »

Εἰκότως τοιγαροῦν καὶ ἡμῖν αὐτοῖς ἐν τοῖς συμποσίοις ᾠδὰς καὶ ὕμνους εἰς θεὸν πεποιημένους ᾄδειν παραδέδοται, τοῦ προσήκοντος κόσμου τῶν παρ´ ἡμῖν φυλάκων ἐπιμελομένων.

ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.

ΟΤΙ ΟΥ ΠΑΣΙΝ ΕΠΙΤΡΕΠΤΕΟΝ ΤΗΝ ΤΟΥ ΟΙΝΟΥ ΠΟΣΙΝ

« Εἰ μέν τις πόλις, ὡς οὔσης σπουδῆς, τῷ ἐπιτηδεύματι τῷ νῦν εἰρημένῳ χρήσεται μετὰ νόμων καὶ τάξεως, ὡς τοῦ σωφρονεῖν εἵνεκα μελέτῃ χρωμένη, καὶ τῶν ἄλλων ἡδονῶν μὴ ἀφέξεται ὡσαύτως καὶ κατὰ τὸν αὐτὸν λόγον, τοῦ κρατεῖν αὐτῶν ἕνεκα μηχανωμένη, τοῦτον μὲν τὸν τρόπον ἅπασι τούτοις χρηστέον· εἰ δ´ ὡς παιδιᾷ τε καὶ ἐξέσται τῷ βουλομένῳ, καὶ ὅταν βούληται καὶ μεθ´ ὧν ἂν βούληται, πίνειν μετ´ ἐπιτηδευμάτων 〈ὡν〉τινωνοῦν ἄλλων, οὐκ ἂν τιθείμην ταύτην τὴν ψῆφον, ὡς δεῖ ποτε μέθῃ χρῆσθαι ταύτην τὴν πόλιν ἢ τοῦτον τὸν ἄνδρα, ἀλλ´ ἔτι μᾶλλον τῆς Κρητῶν καὶ Λακεδαιμονίων χρείας προσθείμην ἂν τῷ Καρχηδονίων νόμῳ, μηδέποτε μηδένα ἐπὶ στρατοπέδου γεύεσθαι τούτου τοῦ πόματος, ἀλλ´ ὑδροποσίαις συγγίγνεσθαι τοῦτον τὸν χρόνον ἅπαντα, καὶ κατὰ πόλιν μήτε δούλην μήτε δοῦλον γεύεσθαι μηδέποτε μηδὲ ἄρχοντας τοῦτον τὸν ἐνιαυτὸν ὃν ἂν ἄρχωσι μηδ´ αὖ κυβερνήτας μηδὲ δικαστὰς ἐνεργοὺς ὄντας οἴνου γεύεσθαι τὸ παράπαν μηδὲ ὅστις βουλευσόμενος εἰς βουλὴν ἀξίαν τινὰ λόγου συνέρχεται μηδέ γε μεθ´ ἡμέραν μηδένα τὸ παράπαν, εἰ μὴ σωμασκίας ἢ νόσων ἕνεκα, μηδ´ αὖ νύκτωρ, ὅταν ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ καὶ γυνή. Καὶ ἄλλα δὲ πάμπολλα ἄν τις λέγοι, ὡς τοῖς νοῦν τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος, ὥστε κατὰ τὸν λόγον τοῦτον οὐδ´ ἀμπελώνων ἂν πολλῶν δέοι οὐδ´ ᾗτινι πόλει, τακτὰ δὲ τἄλλα ἂν εἴη γεωργήματα καὶ πᾶσα ἡ δίαιτα. »

Καὶ Μωσῆς δὲ προλαβὼν μὴ δεῖν τοὺς ἱερέας οἴνου ἀπογεύεσθαι κατὰ τὸν τῆς ἱερουργίας καιρὸν νομοθετεῖ φάσκων·

« Καὶ ἐλάλησε κύριος τῷ Ἀαρὼν λέγων· Οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. »

Ὁ δὲ αὐτὸς καὶ τοῖς εὐχὴν εὐχομένοις νομοθετεῖ λέγων·

« Ἀνὴρ ἢ γυνή, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ, ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται· καὶ ὄξος ἐξ οἴνου, καὶ ὄξος ἐκ σίκερα οὐ πίεται. »

Ἀλλὰ καὶ Σολομῶν τοὺς ἄρχοντας καὶ τοὺς δικαστὰς εἴργει τῆς χρήσεως λέγων·

« Μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει. Οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ τῶν πόνων. »

Καὶ ὁ ἀπόστολος δὲ νόσων ἕνεκα ἐπιτρέπει Τιμοθέῳ λέγων·

« Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. »

ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ.

ΟΤΙ ΟΥΚ ΗΓΝΟΕΙ Ο ΠΛΑΤΩΝ ΤΑ ΠΑΡ´ ΑΥΤΟΥ ΝΟΜΟΘΕΤΟΥΜΕΝΑ ΠΑΡΑ ΤΙΣΙ ΒΑΡΒΑΡΟΙΣ ΠΟΛΙΤΕΥΕΣΘΑΙ

« Εἰ τοίνυν ἄκροις εἰς φιλοσοφίαν πόλεώς τις ἀνάγκη ἐπιμεληθῆναι ἢ γέγονεν ἐν τῷ ἀπείρῳ τῷ παρεληλυθότι χρόνῳ ἢ καὶ νῦν ἐστιν ἔν τινι βαρβαρικῷ τόπῳ, πόρρω που ἐκτὸς ὄντι τῆς ἡμετέρας ὄψεως, ἢ καὶ ἔπειτα γενήσεται, περὶ τούτου ἕτοιμοι τῷ λόγῳ διαμάχεσθαι, ὡς γέγονεν ἡ εἰρημένη πολιτεία καὶ ἔστι καὶ γενήσεταί γε, ὅταν αὐτὴ ἡ Μοῦσα πόλεως ἐγκρατὴς γένηται. Οὐ γὰρ ἀδύνατος γενέσθαι οὐδ´ ἡμεῖς ἀδύνατα λέγομεν. »

ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ.

ΟΤΙ ΠΟΛΕΜΟΣ ΗΜΙΝ ΕΣΤΙ ΠΡΟΣ ΗΜΑΣ ΑΥΤΟΥΣ ΚΑΙ ΤΑ ΕΝ ΗΜΙΝ ΠΑΘΗ

« Αὐτῷ δὲ πρὸς ἑαυτὸν πότερον ὡς πολεμίῳ πρὸς πολέμιον διανοητέον, ἢ πῶς ἔτι λέγομεν;

Ὦ ξένε Ἀθηναῖε, οὐ γάρ σε Ἀττικὸν ἐθέλοιμ´ ἂν προσαγορεύειν, δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας ἄξιος εἶναι μᾶλλον ἐπονομάζεσθαι· τὸν γὰρ λόγον ἐπ´ ἀρχὴν ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίησας, ὥστε ῥᾷον ἀνευρήσεις ὅτι νῦν δὴ ὀρθῶς ὑφ´ ἡμῶν ἐρρέθη τὸ πολεμίους εἶναι πάντας πᾶσι δημοσίᾳ τε καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν αὐτοῖς.

Πῶς εἴρηκας, ὦ θαυμάσιε;

Κἀνταῦθα, ὦ ξένε, τὸ νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη τε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ´ ἑαυτοῦ πάντων αἴσχιστόν τε ἅμα καὶ κάκιστον. Ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει. »

Καὶ μεθ´ ἕτερα τούτοις προστίθησι λέγων·

« Οὐκοῦν ἕνα μὲν ἡμῶν ἕκαστον αὐτὸν τιθῶμεν;

Ναί.

Δύο δὲ κεκτημένον ἐν αὑτῷ ξυμβούλω ἐναντίω τε καὶ ἄφρονε, ὣ προσαγορεύομεν ἡδονὴν καὶ λύπην;

Ἔστι ταῦτα.

Πρὸς δὲ τούτοιν ἀμφοῖν αὖ δόξας μελλόντων, οἷν κοινὸν μὲν ὄνομα ἐλπίς, ἴδιον δὲ φόβος μὲν ἡ πρὸ λύπης ἐλπίς, θάρρος δὲ ἡ πρὸ τοῦ ἐναντίου. Ἐπὶ δὲ πᾶσι τούτοις λογισμὸς ὅ τί ποτ´ αὐτῷ ἄμεινον ἢ χεῖρον· ὃς γενόμενος δόγμα πόλεως κοινὸν νόμος ἐπωνόμασται. »

Καὶ ἑξῆς φησιν·

« Τόδε δὲ ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλας ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπ´ ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. Μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ξυνεπόμενον ἀεὶ καὶ μηδαμῆ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις μέτροις ἕκαστον, ταύτην δ´ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγὴν χρυσῆν καὶ ἱεράν, τῆς πόλεως κοινὸν νόμον ἐπικαλουμένην, ἄλλας δὲ σκληρὰς καὶ σιδηρᾶς, τὴν δὲ μαλακὴν ἅτε χρυσῆν οὖσαν, τὰς δὲ ἄλλας παντοδαποῖς εἴδεσιν ὁμοίας. Δεῖν δὴ τῇ καλλίστῃ ἀγωγῇ τοῦ νόμου ἀεὶ ξυλλαμβάνειν· ἅτε γὰρ τοῦ λογισμοῦ καλοῦ μένοντος πράου τε καὶ οὐ βιαίου, δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν ἀγωγήν, ὅπως ἂν ἐν ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα γένη. Καὶ οὕτω δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν μῦθος ἀρετῆς σεσωσμένος ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω εἶναι τρόπον τινὰ φανερὸν ἂν γένοιτο μᾶλλον ὃ νοεῖ, καὶ ὅτι πόλιν καὶ ἰδιώτην, τὸν μὲν λόγον ἀληθῆ λαβόντα ἐν ἑαυτῷ περὶ τῶν ἕλξεων τούτῳ ἑπόμενον δεῖ ζῆν, πόλιν δὲ ἢ παρὰ θεῶν τινος ἢ παρ´ αὐτοῦ τούτου γνόντος ταῦτα λόγον παραλαβοῦσαν νόμον θεμένην αὑτῇ τε ὁμιλεῖν καὶ ταῖς ἄλλαις πόλεσιν· οὕτω κακία δὴ καὶ ἀρετὴ σαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη. »

Καὶ παρ´ ἡμῖν ὁ θεῖος τὰ ὅμοια διδάσκει λόγος φάσκων·

« Συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου. »

Καὶ πάλιν·

« Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων »

ὅσα τε ἄλλα τούτοις παραπλήσια.

ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ.

ΟΤΙ ΟΥ ΤΟ ΣΩΜΑ ΑΛΛ´ Η ΨΥΧΗ ΑΙΤΙΑ ΤΥΓΧΑΝΕΙ ΤΩΝ ΚΑΚΩΣ ΥΦ´ ΗΜΩΝ ΠΡΑΤΤΟΜΕΝΩΝ

« Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα.

Πάνυ μὲν οὖν.

Τρόποι δὴ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπιμέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἄν, εἴπερ καὶ ψυχὴ σώματος.

Ἀνάγκη.

Ἆρ´ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον, τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν; »

Καὶ ταῦτα δὲ ἀπὸ τοῦ δεκάτου τῶν Νόμων προκείσθω. Συνᾴδει δὲ αὐτοῖς ὁ Μωσῆς πολλάκις ἐν τοῖς νόμοις εἰπών·

« Καὶ ἐὰν ψυχὴ ἁμάρτῃ καὶ ποιήσῃ πλημμέλημα »

καὶ ὅσα τούτοις ἐμφερῶς εἴρηται παρ´ αὐτῷ.

ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ.

ΠΕΡΙ ΤΟΥ ΚΑΘΑΡΩΣ ΦΙΛΟΣΟΦΟΥΝΤΟΣ

Τῆς παρ´ Ἑβραίοις γραφῆς περὶ τοῦ σπουδῇ φιλοσοφοῦντος φασκούσης·

« Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ· καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἦρεν ἐφ´ ἑαυτῷ »

 καὶ περὶ τῶν θεοφιλῶν προφητῶν, ὡς ἄρα δι´ ἀκρότητα φιλοσοφίας ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις διῆγον, πρὸς μόνῳ τῷ θεῷ τὴν διάνοιαν ἔχοντες, ἐπάκουσον τοῦ Πλάτωνος ὅπως καὶ αὐτὸς τὸν τοιόνδε τοῦ βίου τρόπον ἐκθειάζει, ὧδέ πη περὶ τοῦ ἄκρως φιλοσοφοῦντος διεξιών·

« Λέγωμεν δή, ὡς ἔοικεν, ἐπεὶ σοί γε δοκεῖ, περὶ τῶν κορυφαίων· τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που ἐκ νέων πρῶτον μὲν εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδὸν οὐδὲ ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον· νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν, οὔτε ἀκούουσι σπουδαί τε ἑταιρειῶν ἐπ´ ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσι κῶμοι οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. Εὖ δὲ ἢ κακῶς τί γέγονεν ἐν πόλει ἢ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάττης λεγόμενοι χόες. Καὶ ταῦτα πάντα οὐδ´ ὅτι οὐκ οἶδεν, οἶδεν· οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ· ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα πανταχῆ πέταται κατὰ Πίνδαρον,  »τά τε γᾶς ὑπένερθε καὶ τὰ ἐπίπεδα γεωμετροῦσα οὐρανοῦ τε ὕπερ ἀστρονομοῦσα«  καὶ πᾶσαν πάντη φύσιν ἐρευνωμένη τῶν ὄντων ἑκάστου ὅλου, εἰς τῶν ἐγγὺς οὐδὲν ἑαυτὴν συγκαθιεῖσα.

Πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;

Ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὦ Θεόδωρε, καὶ ἄνω βλέποντα πεσόντα εἰς φρέαρ Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται, ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δὲ ὄπισθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν. Ταὐτὸν δὲ ἀρκεῖ σκῶμμα ἐπὶ πάντας ὅσοι ἐν φιλοσοφίᾳ διάγουσι. Τῷ γὰρ ὄντι τὸν τοιοῦτον ὁ μὲν πλησίον καὶ ὁ γείτων λέληθεν, οὐ μόνον ὅ τι πράττει, ἀλλ´ ὀλίγου καὶ εἰ ἄνθρωπός ἐστιν ἤ τι ἄλλο θρέμμα. Τί δέ ποτ´ ἐστὶν ἄνθρωπος καὶ τί τῇ τοιαύτῃ φύσει προσήκει διάφορον τῶν ἄλλων ποιεῖν ἢ πάσχειν· ζητεῖ τε καὶ πράγματ´ ἔχει διερευνώμενος. Μανθάνεις γάρ που, ὦ Θεόδωρε, ἢ οὔ;

Ἔγωγε, καὶ ἀληθῆ λέγεις.

Τοιγάρτοι, ὦ φίλε, ἰδίᾳ τε συγγιγνόμενος ὁ τοιοῦτος ἑκάστῳ καὶ δημοσίᾳ, ὅπερ ἀρχόμενος ἔλεγον, ὅταν ἐν δικαστηρίῳ ἤ που ἄλλοθι ἀναγκασθῇ περὶ τῶν παρὰ πόδας καὶ τῶν ἐν ὀφθαλμοῖς διαλέγεσθαι, γέλωτα παρέχει οὐ μόνον Θρᾴτταις, ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, εἰς φρέατά τε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων ὑπὸ ἀπειρίας, καὶ ἡ ἀσχημοσύνη δεινή, δόξαν ἀβελτερίας παρεχομένη. Ἔν τε γὰρ ταῖς λοιδορίαις ἴδιον ἔχει 〈οὐδὲν〉 οὐδένα λοιδορεῖν, ἅτ´ οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετηκέναι· ἀπορῶν οὖν γελοῖος φαίνεται· ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις οὐ προσποιήτως, ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι· τύραννόν τε γὰρ ἢ βασιλέα ἐγκωμιαζόμενον ἕνα τῶν νομέων, οἷον συβώτην ἢ ποιμένα ἤ τινα βουκόλον, ἡγεῖται ἀκούειν εὐδαιμονιζόμενον πολὺ βδάλλοντα· δυσκολώτερον δὲ ἐκείνων ζῷον καὶ ἐπιβουλότερον ποιμαίνειν τε καὶ βδάλλειν νομίζει αὐτούς· ἄγροικον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβεβλημένον. Γῆς δὲ ὅταν μυρία πλέθρα ἢ ἔτι πλείω ἀκούσῃ, ὅστις ἄρα κεκτημένος θαυμαστὰ πλήθει κέκτηται, πάνσμικρα δοκεῖ ἀκούειν, εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν. Τὰ δὲ δὴ γένη ὑμνούντων, ὡς γενναῖός τις ἑπτὰ πάππους πλουσίους ἔχων ἀποφῆναι, παντάπασιν ἀμβλὺ καὶ ἐπὶ σμικρὸν ὁρώντων ἡγεῖται τὸν ἔπαινον, ὑπὸ ἀπαιδευσίας οὐ δυναμένων εἰς τὸ πᾶν ἀεὶ βλέπειν οὐδὲ λογίζεσθαι ὅτι πάππων καὶ προγόνων μυριάδες ἑκάστῳ γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς πλούσιοι καὶ πτωχοὶ καὶ βασιλεῖς καὶ δοῦλοι βάρβαροί τε καὶ Ἕλληνες πολλάκις μυρίοι γεγόνασιν ὁτῳοῦν, ἀλλ´ ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων ἢ καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἄτοπα αὐτῷ καταφαίνεται τῆς σμικρολογίας, ὅτι δὲ ὁ Ἀμφιτρύωνος εἰς τὸ ἄνω πεντεκαιεικοστὸς ἦν οἵα συνέβαινεν αὐτῷ τύχη, καὶ ὁ πεντηκοστὸς ἀπ´ αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαί τε καὶ χαυνότητα ἀνοήτου ψυχῆς ἀπαλλάττειν. Ἐν ἅπασι δὴ τούτοις ὁ τοιοῦτος ὑπὸ τῶν πολλῶν καταγελᾶται, τὰ μὲν ὑπερηφάνως ἔχων, ὡς δοκεῖ, τὰ δ´ ἐν ποσὶν ἀγνοῶν τε καὶ ἐν ἑκάστοις ἀπορῶν.

Παντάπασι τὰ γιγνόμενα λέγεις, ὦ Σώκρατες.

Ὅταν δέ γέ τινα αὐτός, ὦ φίλε, ἑλκύσῃ ἄνω καὶ ἐθελήσῃ τις αὐτῷ ἐκβῆναι ἐκ τοῦ ’τί ἐγώ σε ἀδικῶ ἢ σὺ ἐμὲ‘ εἰς σκέψιν αὖ τῆς δικαιοσύνης τε καὶ ἀδικίας τί τε ἑκάτερον αὐτοῖν καὶ τί τῶν πάντων ἢ ἀλλήλων διαφέρετον, ἢ ἐκ τοῦ ’εἰ βασιλεὺς εὐδαίμων κεκτημένος πολὺ χρυσίον‘ [ἢ] βασιλείας πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπὶ σκέψιν, ποίω τέ τινέ ἐστον καὶ τίνα τρόπον ἀνθρώπου φύσει τὸ μὲν κτήσασθαι αὐτοῖν προσήκει, τὸ δὲ ἀποφυγεῖν· περὶ πάντων τούτων ὅταν αὖ δέῃ λόγον διδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν καὶ δριμὺν καὶ δικανικόν, πάλιν αὖ τὰ ἀντίστροφα ἀποδίδωσιν· ἰλιγγιῶν τε ἀπὸ ὑψηλοῦ κρεμασθεὶς καὶ βλέπων μετέωρος ἄνωθεν ὑπὸ ἀηθείας ἀδημονῶν τε καὶ ἀπορῶν καὶ βαρβαρίζων γέλωτα Θρᾴτταις μὲν οὐ παρέχει οὐδ´ ἄλλῳ ἀπαιδεύτῳ οὐδενί (οὐ γὰρ αἰσθάνονται), τοῖς δ´ ἐναντίως ἢ ὡς ἀνδραπόδοις τραφεῖσι πᾶσιν. Οὗτος δὴ ἑκατέρου τρόπος, ὦ Θεόδωρε, ὁ μὲν τῷ ὄντι ἐλευθερίᾳ τε καὶ σχολῇ τεθραμμένου, ὃν δὴ φιλόσοφον καλεῖς, ᾧ ἀνεμέσητον εὐήθει δοκεῖν καὶ οὐδενὶ εἶναι, ὅταν εἰς δουλικὰ ἐμπέσῃ διακονήματα, οἷον στρωματόδεσμον μὴ ἐπισταμένου συσκευάσασθαι μηδὲ ὄψον ἡδῦναι ἢ θῶπας λόγους· τοῦ δ´ αὖ τὰ μὲν τοιαῦτα πάντα δυναμένου ὀρθῶς τε καὶ ὀξέως διακονεῖν, ἀναβάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπιδέξια ἐλευθέρως οὐδ´ ἁρμονίαν λόγων λαβόντος ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνδρῶν εὐδαιμόνων βίον ἀληθῆ.

Εἰ πάντας, ὦ Σώκρατες, πείθοις ἃ λέγεις ὥσπερ ἐμέ, πλείων ἂν εἰρήνη καὶ κακὰ ἐλάττω κατ´ ἀνθρώπους εἴη.

Ἀλλ´ οὔτ´ ἀπολέσθαι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε (ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη) οὔτ´ ἐν θεοῖς αὐτὰ ἰδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. Διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα. Φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. Ἀλλὰ γάρ, ὦ ἄριστε, οὐ πάνυ τι ῥᾴδιον πεῖσαι ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν, ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν ἐπιτηδευτέον, τὸ δ´ οὔ, ἵνα δὴ μὴ κακὸς καὶ ἵνα ἀγαθὸς δοκῇ εἶναι. Ταῦτα μὲν γάρ ἐστιν ὁ λεγόμενος γραῶν ὕθλος, ὡς ἐμοὶ φαίνεται, τὸ δὲ ἀληθὲς ὧδε λέγομεν· θεὸς οὐδαμῆ οὐδαμῶς ἄδικος, ἀλλ´ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος. Περὶ τοῦτο καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ ἡ οὐδένειά τε καὶ ἀνανδρία. Ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής· αἱ δ´ ἄλλαι δεινότητές τε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι. Τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ πράττοντι μακρῷ ἄριστ´ ἔχει τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι. Ἀγάλλονται γὰρ τῷ ὀνείδει καὶ οἴονται ἀκούειν ὅτι οὐ λῆροί εἰσι, γῆς ἄλλως ἄχθη, ἀλλ´ ἄνδρες οἵους δεῖ ἐν πόλει τοὺς σωθησομένους. Λεκτέον οὖν τἀληθές, ὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι 〈οὐκ οἴονται, ὅτι〉 οὐχ〈ὶ〉 οἴονται. Ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, ὃ δεῖ ἥκιστα ἀγνοεῖν. Οὐ γάρ ἐστιν ἣν δοκοῦσι, πληγαί τε καὶ θάνατοι, ὧν ἐνίοτε πάσχουσιν οὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύνατον ἐκφυγεῖν.

Τίνα δὴ λέγεις;

Παραδειγμάτων, ὦ φίλε, ἐν τῷ ὄντι ἑστώ〈των〉, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, οὐχ ὁρῶντες, ὅτι οὕτως ἔχει, ὑπὸ ἠλιθιότητός τε καὶ τῆς ἐσχάτης ἀνοίας λανθάνουσι τῷ μὲν ὁμοιούμενοι διὰ τὰς ἀδίκους πράξεις, τῷ δὲ ἀνομοιούμενοι· οὗ δὴ τίνουσι δίκην, ζῶντες τὸν εἰκότα βίον ᾧ ὁμοιοῦνται. Ἐὰν δ´ εἴπωμεν ὅτι, ἂν μὴ ἀπαλλαγῶσι τῆς δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς ἐκεῖνος μὲν ὁ τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται, ἐνθάδε δὲ τὴν αὑτοῖς ὁμοιότητα τῆς διαγωγῆς ἀεὶ ἕξουσι, κακοὶ κακοῖς συνόντες, ταῦτα δὴ καὶ παντάπασιν ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται.

Καὶ μάλα δή, ὦ Σώκρατες.

Οἶδά τοι, ὦ ἑταῖρε. Ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν, ὅταν ἰδίᾳ λόγον δέῃ δοῦναί τε καὶ δέξασθαι περὶ ὧν ψέγουσι καὶ ἐθελήσωσιν ἀνδρικῶς πολὺν χρόνον ὑπομεῖναι καὶ μὴ ἀνάνδρως φυγεῖν, τότε ἀτόπως, ὦ δαιμόνιε, τελευτῶντες οὐκ ἀρέσκουσιν αὐτοὶ αὑτοῖς περὶ ὧν λέγουσι καὶ ἡ ῥητορικὴ ἐκείνη πως ἀπομαραίνεται, ὥστε παίδων μηδὲν δοκεῖν διαφέρειν. »

ΚΕΦΑΛΑΙΟΝ Λʹ.

ΠΕΡΙ ΠΑΣΗΣ ΤΗΣ ΕΝ ΑΝΘΡΩΠΟΙΣ ΣΟΦΙΣΤΕΙΑΣ

Καὶ παρ´ ἡμῖν περὶ πάσης τῆς ἐν ἀνθρώποις σοφιστείας εἴρηται·

« Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ θεῷ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; »

ἀλλὰ καὶ περὶ τοῦ δεῖν μηδὲν σμικρολόγον φρονεῖν τοὺς κατὰ θεὸν φιλοσοφοῦντας διδασκόμεθα ἐν οἷς εἴρηται·

« Σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. »

 Καὶ περὶ τοῦ τὴν κακίαν περὶ γῆν καὶ τὸν θνητὸν βίον εἰλεῖσθαί φησί που ὁ θεῖος λόγος·

« Ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι· » καί· « Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. »

Λέγει δὲ καὶ ὁ προφήτης·

« Ἀρὰ καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ´ αἵμασι μίσγουσι. »

Περὶ δὲ τοῦ φεύγειν ἐνθένδε παρὰ τὸν θεόν φησιν ὁ Μωσῆς·

« Ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ καὶ πρὸς αὐτὸν κολληθήσῃ. »

Ὁ δ´ αὐτὸς μιμεῖσθαι τὸν θεὸν διδάσκει λέγων·

« Ἅγιοι ἔσεσθε, ὅτι κύριος ὁ θεὸς ἡμῶν ἅγιός ἐστι. »

Δίκαιον δὲ καὶ ὁ Δαβὶδ τὸν θεὸν εἰδὼς ἡμᾶς τε αὐτοὺς μιμητὰς γενέσθαι παρορμῶν φησι·

« Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν. »

Ὁ δ´ αὐτὸς πλούτου καταφρονεῖν ἐπαίδευσε λέγων·

« Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· »

καί·

« Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. »

Ἀλλὰ μηδὲ τὰς ἐν ἀνθρώποις ἀρχὰς θαυμάζειν ἐδίδασκεν ἐν τούτοις·

« Μὴ πεποίθατε ἐπ´ ἄρχοντας, ἐφ´ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. »

ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ.

ΟΤΙ ΔΕΗΣΕΙ ΠΟΤΕ ΤΩΙ ΨΕΥΔΕΙ ΑΝΤΙ ΦΑΡΜΑΚΟΥ ΧΡΗΣΘΑΙ ΕΠ´ ΩΦΕΛΕΙΑ ΤΩΝ ΔΕΟΜΕΝΩΝ ΤΟΥ ΤΟΙΟΥΤΟΥ ΤΡΟΠΟΥ

« Νομοθέτης δὲ οὗ τι καὶ σμικρὸν ὄφελος, εἰ καὶ μὴ τοῦτο ἦν οὕτως ἔχον, ὡς καὶ νῦν αὐτὸ ᾕρηχ´ ὁ λόγος ἔχειν, εἴπερ τι καὶ ἄλλο ἐτόλμησεν ἂν ἐπ´ ἀγαθῷ ψεύδεσθαι πρὸς τοὺς νέους, ἔστιν ὅ τι τούτου ψεῦδος λυσιτελέστερον ἂν ἐψεύσατό ποτε καὶ δυνάμενον μᾶλλον ποιεῖν μὴ βίᾳ, ἀλλ´ ἑκόντας πάντας πάντα τὰ δίκαια;

Καλὸν μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον εἶναι πείθειν. »

Μυρία δ´ ἂν εὕροις τοιαῦτα καὶ ἐν ταῖς Ἑβραίων γραφαῖς, ὡς ἂν περὶ θεοῦ ζηλοῦντος ἢ ὑπνοῦντος ἢ ὀργιζομένου ἤ τισιν ἄλλοις ἀνθρωποπαθέσιν ἐνεχομένου, ἐπ´ ὠφελείᾳ τῶν δεομένων τοῦ τοιοῦδε τρόπου παρειλημμένα.

ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ.

ΟΤΙ ΜΗ ΜΟΝΟΝ ΑΝΔΡΑΣ ΑΛΛΑ ΚΑΙ ΓΥΝΑΙΚΑΣ ΚΑΙ ΠΑΝ ΓΕΝΟΣ ΑΝΘΡΩΠΩΝ ΠΡΟΣΙΕΣΘΑΙ ΧΡΗ ΕΙΣ ΤΗΝ ΠΡΟΕΙΡΗΜΕΝΗΝ ΠΑΙΔΕΙΑΝ

« Ἆρ´ οὖν ἡμῖν τά γε ἔμπροσθεν ὁμολογεῖται;

Τοῦ πέρι;

Τὸ δεῖν πάντα ἄνδρα καὶ παῖδα, ἐλεύθερον καὶ δοῦλον, θῆλύν τε καὶ ἄρρενα καὶ ὅλῃ τῇ πόλει ὅλην τὴν πόλιν αὐτὴν ἑαυτῇ ἐπᾴδουσαν μὴ παύεσθαί ποτε ταῦτα ἃ διεληλύθαμεν, ἁμωσγέπως ἀεὶ μεταβαλλόμενα καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστ´ ἀπληστίαν εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσι καὶ ἡδονήν.

Πῶς δ´ οὐκ ἂν ὁμολογοῖτ´ ἂν δεῖν ταῦτα οὕτω πράττεσθαι; »

Καὶ ἐν τῷ πέμπτῳ δὲ τῆς Πολιτείας ὅμοια τούτοις γράφει τάδε λέγων·

« Οἶσθά τι οὖν ὑπ´ ἀνθρώπων μελετώμενον, ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει ἢ τὸ τῶν γυναικῶν; ἢ μακρολογοῦμεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἷς δή τι δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμπολυ ἡττώμενον; Ἀληθῆ, ἔφη, λέγεις, ὅτι πολὺ κρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους· γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτίους εἰς πολλά, τὸ δὲ ὅλον ἔχει ὡς σὺ λέγεις. Οὐδὲν ἄρα ἐστίν, ὦ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνὴ οὐδ´ ἀνδρὸς διότι ἀνήρ, ἀλλ´ ὁμοίως διεσπαρμέναι αἱ φύσεις ἐν ἀμφοῖν τοῖν ζῴοιν καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ φύσιν, πάντων δὲ ἀνήρ, ἐπὶ πᾶσι δὲ ἀσθενέστερον γυνὴ ἀνδρός. Πάνυ γε. Ἢ οὖν ἀνδράσι πάντα προστάξομεν, γυναικὶ δὲ οὐδέν; Καὶ πῶς; Ἀλλ´ ἔστι γάρ, οἶμαι, ὡς φήσομεν, καὶ γυνὴ ἰατρική, ἡ δ´ οὔ, καὶ μουσική, ἡ δ´ ἄμουσος φύσει. Τί μήν; Γυμναστικὴ δὲ ἄρα 〈οὔ〉, οὐδὲ πολεμική, ἡ δὲ ἀπόλεμος καὶ οὐ φιλογυμναστική; Οἶμαι ἔγωγε. Τί δέ; φιλόσοφός τε καὶ μισόσοφος; καὶ θυμοειδής, ἡ δὲ ἄθυμος; Ἔστι καὶ ταῦτα. Ἔστιν ἄρα καὶ φυλακικὴ γυνή, ἡ δ´ οὔ· ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν φύσιν ἐξελεξάμεθα; Τοιαύτην μὲν οὖν. Καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσῳ ἀσθενεστέρα, ἡ δὲ ἰσχυροτέρα ἐστί. Φαίνεται. Καὶ γυναῖκες ἄρα αἱ τοιαῦται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι ξυνοικεῖν τε καὶ ξυμφυλάττειν, ἐπείπερ εἰσὶν ἱκαναὶ καὶ ξυγγενεῖς αὐτοῖς τὴν φύσιν. »

Εἰκότως ἄρα καὶ ὁ παρ´ ἡμῖν λόγος ὑποδέχεται πᾶν γένος οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, οὐδ´ ἐλευθέρων καὶ δούλων μόνον, ἀλλὰ καὶ βαρβάρων καὶ Ἑλλήνων εἰς τὴν κατὰ θεὸν παιδείαν τε καὶ φιλοσοφίαν.

ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ.

ΟΤΙ ΜΗ ΧΡΗΝ ΕΚ ΤΩΝ ΟΥ ΚΑΤΑ ΛΟΓΟΝ ΠΑΡ´ ΗΜΙΝ ΒΙΟΥΝΤΩΝ ΤΟ ΠΑΝ ΕΘΝΟΣ ΔΙΑΒΑΛΛΕΣΘΑΙ

« Σκεψώμεθα δή πη τῇδε. Φέρ´, εἴ τις αἰγῶν τροφὴν καὶ τὸ ζῷον αὐτό, κτῆμα ὡς ἔστι καλόν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοιούτου ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν;

Καὶ πῶς; »

Καὶ μετ´ ὀλίγα·

« Ὅτι δὲ ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν, ᾗ πέφυκέ τε εἶναι ἄρχων μετ´ ἐκείνου τε ὠφέλιμός ἐστιν, ὁ δὲ μήτε ἑωρακὼς εἴη ποτὲ ὀρθῶς αὐτὴν ἑαυτῇ κοινωνοῦσαν μετ´ ἄρχοντος, ἀεὶ δὲ ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ξυνοῦσαν· οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἢ ἐπαινεῖσθαι;

Πῶς δ´ ἄν; »

Οὐ δὴ χρὴ καὶ παρ´ ἡμῖν εἴ τινες φαίνοιντο δίχα προστάτου καὶ ἄρχοντος ἢ μετὰ κακῶν ἀρχόντων δρῶντες κακά, ψέγειν τὸ πᾶν ἡμῶν διδασκαλεῖον, μᾶλλον δὲ ἀπὸ τῶν ὀρθῶς μετιόντων τὸ θεοσεβὲς πολίτευμα θαυμάζειν.

ΚΕΦΑΛΑΙΟΝ ΛΔʹ.

ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΜΕΤΕΒΑΛΕΝ ΕΠΙ ΤΟ ΕΛΛΗΝΙΚΩΤΕΡΟΝ ΤΑ ΕΝ ΠΑΡΟΙΜΙΑΙΣ ΛΟΓΙΑ

Ἐν ταῖς Παροιμίας Σολομῶνος συντόμως φερομένου τοῦ « Μνήμη δικαίων μετ´ ἐγκωμίων, ὄνομα δὲ ἀσεβῶν σβέννυται » καὶ πάλιν εἰρημένου τοῦ

« Μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ, »

ἐπάκουσον ὅπως τὴν διάνοιαν ἑρμηνεύει λέγων ὁ Πλάτων ἐν τῷ ἑβδόμῳ τῶν Νόμων·

« Τῶν πολιτῶν ὁπόσοι τέλος ἔχοιεν τοῦ βίου κατὰ σώματα ἢ κατὰ ψυχὰς ἔργα ἐξειργασμένοι καλὰ καὶ ἐπίπονα καὶ τοῖς νόμοις εὐπειθεῖς γεγονότες, ἐγκωμίων αὐτοὺς τυγχάνειν πρέπον ἂν εἴη.

Πῶς δ´ οὔ;

Τούς γε μὴν ἔτι ζῶντας ἐγκωμίοις τε καὶ ὕμνοις τιμᾶν οὐκ ἀσφαλές, πρὶν ἂν ἅπαντά τις τὸν βίον διαδραμὼν τέλος ἐπιστήσηται καλόν. Ταῦτα δὲ πάντα ἡμῖν ἔστω κοινὰ ἀνδράσι τε καὶ γυναιξὶν ἀγαθοῖς καὶ ἀγαθαῖς διαφανῶς γενομέναις. »

ΚΕΦΑΛΑΙΟΝ ΛΕʹ.

ΠΕΡΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΠΕΝΙΑΣ

« Πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς »

τοῦ Σολομῶνος φήσαντος ἐν Παροιμίαις ὁ Πλάτων ἐν γʹ Πολιτείας φησίν·

« Ἕτερα δή, ὡς ἔοικε, τοῖς φύλαξιν εἰρήκαμεν, ἃ παντὶ τρόπῳ φυλακτέον ὅπως μή ποτε αὐτοὺς λήσῃ εἰς τὴν πόλιν παραδύντα. Τὰ ποῖα ταῦτα; Πλοῦτός τε, ἦν δ´ ἐγώ, καὶ πενία· ὡς τοῦ μὲν τρυφὴν καὶ ἀργίαν καὶ νεωτερισμὸν ἐμποιοῦντος, τῆς δ´ ἀνελευθερίαν καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ. »

[Κακοεργία δέ ἐστι πᾶσα πρᾶξις ἄτιμος.]

ΚΕΦΑΛΑΙΟΝ ΛϚʹ.

ΠΕΡΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ

Πάλιν Μωσέως ἐν τοῖς νόμοις φάντος·

« Ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω »

καί·

« Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι ᾖ, »

καὶ ὁ Πλάτων ὁμοίως Μωσεῖ καὶ τιμᾶν καὶ φοβεῖσθαι ὧδέ πως φησὶν ἐν τοῖς Νόμοις·

« Πᾶς δὴ νοῦν ἔχων φοβεῖται καὶ τιμᾷ γονέων εὐχάς, εἰδὼς πολλοῖς καὶ πολλάκις ἐπιτελεῖς γενομένας. »

Καὶ πάλιν ἐν ἑτέρῳ φησί·

« Πᾶς ἡμῖν αἰδείσθω τὸν ἑαυτοῦ πρεσβύτερον ἔργῳ τε καὶ λόγῳ. Τὸν δὲ προέχοντα εἴκοσιν ἡλικίας ἔτεσιν ἄρρενα ἢ θῆλυν νομίζων ὡς πατέρα ἢ μητέρα διευλαβείσθω. »

ΚΕΦΑΛΑΙΟΝ ΛΖʹ.

ΠΕΡΙ ΚΤΗΣΕΩΣ ΟΙΚΕΤΩΝ

Μωσέως ἐν τοῖς νόμοις ἀπαγορεύσαντος Ἑβραίους Ἑβραίοις δουλεύειν καὶ φήσαντος·

« Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον, »

καὶ ὁ Πλάτων ὁμοίως ἐν Πολιτείᾳ φησί·

« Μηδὲ Ἕλληνα ἄρα δοῦλον ἐκτῆσθαι μήτε αὐτοὺς τοῖς τε ἄλλοις Ἕλλησιν οὕτω ξυμβουλεύειν; Πάνυ μὲν οὖν, ἔφη· μᾶλλόν τ´ ἂν οὖν οὕτω πρὸς τοὺς βαρβάρους τρέποιντο, ἑαυτῶν δὲ ἀπέχοιντο. »

ΚΕΦΑΛΑΙΟΝ ΛΗʹ.

ΩΣ ΜΕΤΕΒΑΛΕ ΤΟ « ΜΗ ΜΕΤΑΙΡΕ ΟΡΙΑ ΑΙΩΝΙΑ Α ΕΘΕΝΤΟ ΟΙ ΠΑΤΕΡΕΣ ΣΟΥ »

« Μὴ κινείτω γῆς ὅρια μηδεὶς μήτε οἰκείου πολίτου γείτονος μήτε ὁμοτέρμονος ἐν ἐσχατιαῖς κεκτημένου ἄλλῳ ξένῳ γειτονῶν, νομίσας τὸ τὰ ἀκίνητα κινεῖν ἀληθῶς τοῦτ´ εἶναι. »

Καὶ ἑξῆς φησιν·

« Ὃς δ´ ἂν ἐπεργάζηται τὰ τοῦ γείτονος ὑπερβαίνων τοὺς ὅρους, τὸ μὲν βλάβος ἀποτινέτω, τῆς δὲ ἀναιδείας ἅμα καὶ ἀνελευθερίας ἕνεκα ἰατρευόμενος διπλάσιον τοῦ βλάβους ἄλλο ἐκτισάτω τῷ βλαφθέντι. »

ΚΕΦΑΛΑΙΟΝ ΛΘʹ.

ΟΜΟΙΟΝ ΤΩΙ « ΑΠΟΔΙΔΟΥΣ ΑΜΑΡΤΙΑΣ ΠΑΤΕΡΩΝ ΕΠΙ ΤΕΚΝΑ ΕΠΙ ΤΡΙΤΗΝ ΚΑΙ ΤΕΤΑΡΤΗΝ ΓΕΝΕΑΝ ΤΟΙΣ ΜΙΣΟΥΣΙ ΜΕ »

« Ἑνὶ δὲ λόγῳ, πατρὸς ὀνείδη καὶ τιμωρίας παίδων μηδενὶ συνέπεσθαι, πλὴν ἐάν τίς τινι πατὴρ καὶ πάππος καὶ πάππου πατὴρ ἐφεξῆς ὄφλωσι θανάτου δίκην. »

ΚΕΦΑΛΑΙΟΝ Μʹ.

ΠΕΡΙ ΚΛΕΠΤΩΝ

Μωσέως νόμου φάντος·

« Ἐὰν κλέψῃ τις μόσχον ἢ πρόβατον καὶ σφάξῃ αὐτὸ ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ προβάτου· ἐὰν δὲ καταληφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα, ἀπὸ μόσχου καὶ ὄνου ἕως προβάτου ζῶντα διπλᾶ ἀποτίσει »

ἐπάκουσον ὡς καὶ ὁ Πλάτων τούτοις ἕπεται λέγων·

« Κλέπτῃ δέ, ἐάν τε μέγα ἐάν τε σμικρὸν κλέπτῃ τις, εἷς νόμος ἐπικείσθω καὶ μία δίκης τιμωρία σύμπασι. Τὸ μὲν γὰρ δὴ κλαπὲν χρεὼν διπλάσιον πρῶτον ἐκτίνειν, ἐὰν ὄφλῃ τις τὴν τοιαύτην δίκην καὶ ἱκανὴν ἔχῃ τὴν ἄλλην οὐσίαν ἀποτίνειν ὑπὲρ τοῦ κλήρου, ἐὰν δὲ μή, δεδέσθαι ἕως ἂν ἐκτίσῃ ἢ πείσῃ τὸν καταδικασάμενον. »

ΚΕΦΑΛΑΙΟΝ ΜΑʹ.

ΠΕΡΙ ΚΛΕΠΤΟΥ ΑΝΑΙΡΟΥΜΕΝΟΥ

Πάλιν Μωσέως φάντος·

« Ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος »

συνᾴδει κἀν τούτῳ λέγων ὁ Πλάτων·

« Νύκτωρ φῶρα εἰς οἰκίαν ἰόντα ἐπὶ κλοπῇ χρημάτων ἐὰν ἑλὼν κτείνῃ τις, ἔστω καθαρός· καὶ ἐὰν λωποδύτην ἀμυνόμενος ἀποκτείνῃ, καθαρὸς ἔστω. »

ΚΕΦΑΛΑΙΟΝ ΜΒʹ.

ΠΕΡΙ ΥΠΟΖΥΓΙΟΥ

« Ἐὰν δὲ ἄρα ὑποζύγιον ἢ ζῷον ἄλλο τι φονεύσῃ τινὰ πλὴν τῶν ὅσα ἐν ἀγῶνι τῶν δημοσίᾳ τιθεμένων ἀθλεύοντά τι τοιοῦτον δράσῃ, ἐπεξίτωσαν μὲν οἱ προσήκοντες τοῦ φόνου τῷ κτείναντι, διαδικαζόντων δὲ τῶν ἀγρονόμων οἷσιν ἂν καὶ ὁπόσοις προστάξῃ ὁ προσήκων, τὸ δὲ ὄφλον ἔξω τῶν ὅρων τῆς χώρας ἀποκτείναντας διορίσαι. »

Ταῦτα ὁ Πλάτων. Ὁ δὲ Μωσῆς προλαβών φησιν·

« Ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῷος ἔσται. »

ΚΕΦΑΛΑΙΟΝ ΜΓʹ.

ΟΤΙ ΤΟΙΣ ΑΥΤΟΙΣ Ο ΠΛΑΤΩΝ ΟΙΣ ΚΑΙ Η ΠΑΡ´ ΕΒΡΑΙΟΙΣ ΓΡΑΦΗ ΚΕΧΡΗΤΑΙ ΠΑΡΑΔΕΙΓΜΑΣΙ

Τῆς προφητικῆς γραφῆς λεγούσης·

« Υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ κασσιτέρῳ καὶ σιδήρῳ καὶ μολίβδῳ, ἐν μέσῳ καμίνου ἀργύριον ἀναμεμιγμένον εἰσί. Διὰ τοῦτο εἰπόν· Τάδε λέγει κύριος· Ἀνθ´ ὧν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέξομαι ὑμᾶς, καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ μόλιβδος καὶ κασσίτερος εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτοὺς πῦρ, τοῦ χωνευθῆναι » καὶ ὁ Πλάτων ὡσαύτως ἐπάκουσον ἅ φησιν· « Οὐκοῦν ἀκούετε λοιπὸν τοῦ μύθου. Ἐσμὲν γὰρ δὴ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλ´ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει ξυνέμισγεν αὐτοῖς, διότι τιμιώτατοί εἰσιν· ὅσοι δ´ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς. Ἅτε οὖν ξυγγενεῖς ὄντες ἅπαντες τὸ μὲν πολὺ ὁμοίους ἂν ὑμῖν αὐτοῖς γεννῷτε, ἔστι δ´ ὅτε ἐκ χρυσοῦ γεννηθείη ἂν ἀργυροῦν καὶ ἐξ ἀργυροῦ χρυσοῦν ἔγγονον καὶ τἄλλα πάντα ἐξ ἀλλήλων οὕτως. Τοῖς οὖν ἄρχουσι καὶ πρῶτον καὶ μάλιστα παραγγέλλει ὁ θεὸς ὅπως μηδενὸς οὕτω φύλακες ἀγαθοὶ γένωνται μηδ´ οὕτω σφόδρα φυλάξωσι μηδὲν ὡς τοὺς ἐγγόνους, ὅ τι αὐτοῖς τούτων ἐν ταῖς ψυχαῖς παραμέμικται, καὶ ἐὰν σφέτερος ἔγγονος ὑπόχαλκος ἢ ὑποσίδηρος γένηται, μηδενὶ τρόπῳ κατελεήσωσιν, ἀλλὰ τὴν τῇ φύσει προσήκουσαν τιμὴν ἀποδιδόντες ὤσουσιν ἢ εἰς δημιουργοὺς ἢ γεωργούς, καὶ ἐὰν αὖ ἐκ τούτων ἢ ὑπόχρυσος ἢ ὑπάργυρος φυῇ τις, τιμήσαντες ἀνάξουσι τοὺς μὲν εἰς φυλακήν, τοὺς δ´ εἰς ἐπικουρίαν, ὡς χρης[ι]μοῦ ὄντος τότε τὴν πόλιν διαφθαρῆναι, ὅταν αὐτὴν ὁ σιδηροῦς φύλαξ ἢ ὁ χαλκοῦς διαφυλάξῃ. Τοῦτον οὖν τὸν μῦθον ὅπως ἂν πεισθεῖεν ἔχεις τινὰ μηχανήν; »

ΚΕΦΑΛΑΙΟΝ ΜΔʹ.

ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΟΜΟΙΩΝ ΥΠΟΔΕΙΓΜΑΤΩΝ

Τῆς παρ´ Ἑβραίοις προφητείας φασκούσης πρὸς τοὺς προεστῶτας τοῦ πλήθους·

« Ὦ ποιμένες Ἰσραήλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατεσθίετε καὶ τὸ παχὺ σφάζετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὰ πρόβατά μου οὐ βόσκετε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, »

ἀλλὰ καὶ τοῦ σωτηρίου λόγου φάσκοντος·

« Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν ἴδια τὰ πρόβατα, καταλείπει αὐτά, »

ἐπάκουσον καὶ τοῦ Πλάτωνος ἐν τῷ πρώτῳ τῆς Πολιτείας ὅπως ποτὲ ταῦτα διερμηνεύει·

« Νῦν δὲ ὁρᾷς, ὦ Θρασύμαχε, ἔτι γὰρ τὰ ἔμπροσθεν ἐπισκεψώμεθα, ὅτι τὸν ὡς ἀληθῶς ἰατρὸν τὸ πρῶτον ὁριζόμενος τὸν ὡς ἀληθῶς ποιμένα, οὐκέτι ᾤου δεῖν ὕστερον ἀκριβῶς φυλάξαι, ἀλλὰ πιαίνειν οἴει αὐτὸν τὰ πρόβατα, καθ´ ὅσον ποιμήν ἐστιν, οὐ πρὸς τὸ τῶν προβάτων βέλτιστον βλέποντα, ἀλλ´ ὥσπερ δαιτυμόνα τινὰ καὶ μέλλοντα ἑστιᾶσαι πρὸς τὴν εὐωχίαν ἢ αὖ πρὸς τὸ ἀποδόσθαι, ὥσπερ χρηματιστήν, ἀλλ´ οὐ ποιμένα. Τῇ ποιμενικῇ δ´ οὐ δήπου ἄλλου του μέλει ἢ ἐφ´ ᾧ τέτακται, ὅπως τούτῳ τὸ βέλτιστον ἐκποριεῖ, ἐπεὶ τά γε αὐτῆς ὥστ´ εἶναι βελτίστην ἱκανῶς δήπου ἐκπεπόρισται, ἕως μηδὲν ἐνδέῃ τοῦ ποιμενικὴ εἶναι. Οὕτω δὴ ᾤμην ἔγεγε νῦν δὴ ἀναγκαῖον εἶναι ἡμῖν ὁμολογεῖν πᾶσαν ἀρχήν, καθ´ ὅσον ἀρχή, μηδενὶ ἄλλῳ τὸ βέλτιστον σκοπεῖσθαι ἢ ἐκείνῳ τῷ ἀρχομένῳ τε καὶ θεραπευομένῳ, ἐν πολιτικῇ καὶ ἰδιωτικῇ ἀρχῇ. Σὺ δὲ τοὺς ἄρχοντας ἐν ταῖς πόλεσι, τοὺς ὡς ἀληθῶς ἄρχοντας, ἑκόντας οἴει ἄρχειν; »

ΚΕΦΑΛΑΙΟΝ ΜΕʹ.

ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ

Τῆς παρ´ Ἑβραίοις προφητείας λεγούσης·

« Ἐκ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας »

ὁ Πλάτων ἐν Θεαιτήτῳ τάδε λέγοντα Σωκράτην ποιεῖ·

« Πάσχουσι δὴ οἱ ἐμοὶ συγγιγνόμενοι ταὐτὸν ταῖς τικτούσαις· ὠδίνουσι γὰρ καὶ ἀπορίας ἐμπίπλανται νύκτας τε καὶ ἡμέρας πολὺ μᾶλλον ἢ ἐκεῖναι. Ταύτην δὲ τὴν ὠδῖνα ἐγείρειν τε καὶ ἀποπαύειν ἡ ἐμὴ τέχνη δύναται. »

ΚΕΦΑΛΑΙΟΝ ΜϚʹ.

ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ

Τοῦ προφήτου Ἰεζεκιὴλ φήσαντος·

« Καὶ ἐγένετο ἐπ´ ἐμὲ χεὶρ κυρίου, καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βορρᾶ »

καὶ ἑξῆς εἰπόντος·

« Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζῴων. Καὶ ἡ ὅρασις αὐτῶν ὁμοίωμα ἀνθρώπου ἐπ´ αὐτοῖς καὶ τέσσαρα πρόσωπα τῷ ἑνί. Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι, »

καὶ ὁ Πλάτων ὁμοίως ἄκουσον ἅ φησι·

« Νῦν δή, ἔφην, αὐτῷ διαλεγώμεθα, ἐπειδὴ διωμολογησάμεθα τό τε ἀδικεῖν καὶ τὸ δίκαια πράττειν ἣν ἑκάτερον ἔχει δύναμιν. Πῶς; ἔφη. Εἰκόνα πλάσαντες τῆς ψυχῆς λόγῳ, ἵνα εἰδῇ ὁ ἐκεῖνα λέγων οἵαν ἔλεγε. Ποίαν τινά; ἦ δ´ ὅς. Τῶν τοιούτων τινά, ἦν δ´ ἐγώ, οἷαι μυθολογοῦνται παλαιαὶ γενέσθαι φύσεις, ἥ τε Χιμαίρας καὶ ἡ Σκύλλης καὶ Κερβέρου καὶ ἄλλαι τινὲς συχναί. Λέγονται γάρ, ἔφη. Πλάττε τοίνυν μίαν μὲν ἰδέαν θηρίου ποικίλου καὶ πολυκεφάλου, ἡμέρων δὲ θηρίων ἔχοντος κεφαλὰς κύκλῳ καὶ ἀγρίων καὶ δυνατοῦ μεταβάλλειν καὶ φύειν ἐξ αὑτοῦ ταῦτα πάντα. Δεινοῦ πλάστου, ἔφη, τὸ ἔργον· ὅμως δ´, ἐπειδὴ εὐπλαστότερον κηροῦ καὶ τῶν τοιούτων ὁ λόγος, πεπλάσθω. Μίαν δὲ τοίνυν ἄλλην ἰδέαν λέοντος, μίαν δὲ ἀνθρώπου· πολὺ δὲ μέγιστον ἔστω τὸ πρῶτον καὶ δεύτερον τὸ δεύτερον. Ταῦτ´, ἔφη, ῥᾴω· καὶ πέπλασται. Ξύναπτε τοίνυν αὐτὰ εἰς ἓν τρία ἔχοντα, ὥστε πη ξυμπεφυκέναι ἀλλήλοις. Ξυνῆπται, ἔφη. Περίπλασον δὴ αὐτοῖς ἔξωθεν ἑνὸς εἰκόνα, τὴν τοῦ ἀνθρώπου, ὥστε τῷ μὴ δυναμένῳ τὰ ἐντὸς ὁρᾶν, ἀλλὰ τὸ ἔξω μόνον ἔλυτρον ὁρῶντι ἓν ζῷον φαίνεσθαι, ἄνθρωπον. Περιπέπλασται, ἔφη. Λέγωμεν δὴ τῷ λέγοντι ὡς λυσιτελεῖ τούτῳ ἀδικεῖν τῷ ἀνθρώπῳ, δίκαια δὲ πράττειν οὐ ξυμφέρει, διότι οὐδὲν ἄλλο φήσει ἢ λυσιτελεῖν αὐτῷ τὸ παντοδαπὸν θηρίον εὐωχοῦντι ποιεῖν ἰσχυρὸν καὶ τὸν λέοντα καὶ τὰ περὶ τὸν λέοντα, τὸν δὲ ἄνθρωπον λιμοκτονεῖν παὶ ποιεῖν ἀσθενῆ, ὥστε ἕλκεσθαι ὅπη ἂν ἐκείνων ὁπότερον ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρῳ ξυνεθίζειν μηδὲ φίλον ποιεῖν, ἀλλ´ ἐᾶν αὐτὰ ἐν αὑτοῖς δάκνεσθαί τε καὶ μαχόμενα ἐσθίειν ἄλληλα. Παντάπασι γάρ, ἔφη, ταῦτ´ ἂν λέγοι ὁ τὸ ἀδικεῖν ἐπαινῶν. Οὐκοῦν αὖ ὁ τὰ δίκαια λέγων λυσιτελεῖν φαίη ἂν δεῖν ταῦτα πράττειν καὶ ταῦτα λέγειν, ὅθεν τοῦ ἀνθρώπου ὁ ἐντὸς ἄνθρωπος ἔσται ἐγκρατέστατος καὶ τοῦ πολυκεφάλου θρέμματος ἐπιμελήσεται ὥσπερ γεωργός, τὰ μὲν ἥμερα τρέφων καὶ τιθασσεύων, τὰ δὲ ἄργια ἀποκωλύων φύεσθαι, ξύμμαχον ποιησάμενος τὴν τοῦ λέοντος φύσιν καὶ κοινῇ πάντων κηδόμενος ἀλλήλοις τε καὶ αὑτῷ οὕτω θρέψει; Κομιδῇ γὰρ αὖ λέγει ταῦτα ὁ τὸ δίκαιον ἐπαινῶν. »

ΚΕΦΑΛΑΙΟΝ ΜΖʹ.

ΟΤΙ ΚΑΙ ΠΛΑΤΩΝ ΕΙΣ ΔΩΔΕΚΑ ΦΥΛΑΣ ΝΟΜΟΘΕΤΕΙ ΔΙΕΛΕΙΝ ΤΟΥΣ ΠΟΛΙΤΑΣ ΚΑΤΑ ΜΙΜΗΣΙΝ ΤΟΥ ΤΩΝ ΕΒΡΑΙΩΝ ΕΘΝΟΥΣ

Τοῦ παντὸς Ἑβραίων ἔθνους εἰς δώδεκα φυλὰς διεσταλμένου καὶ ὁ Πλάτων ὁμοίως τοῦτο χρῆναι δεῖν ἐπὶ τῶν αὑτοῦ πολιτῶν φυλάξαι νομοθετεῖ, λέγων ὧδε·

« Δώδεκα μὲν ἡμῖν ἡ χώρα πᾶσα εἰς δύναμιν ἰσομοιρίᾳ νενεμήσθω, φυλὴ δὲ μία τῷ μορίῳ ἑκάστῳ ἐπικληρωθεῖσα κατ´ ἐνιαυτὸν παρεχέτω πέντε οἷον ἀγρονόμους τε καὶ φρουράρχους. »

Καὶ πάλιν φησί·

« Ταξιάρχους αὐτοῖσι προβάλλεσθαι μὲν τοὺς αἱρεθέντας στρατηγοὺς δώδεκα, ἑκάστῃ φυλῇ ταξίαρχον. »

ΚΕΦΑΛΑΙΟΝ ΜΗʹ.

ΕΝ ΠΟΤΑΠΩΙ ΤΗΝ ΠΟΛΙΝ ΚΑΤΟΙΚΙΖΕΙΝ Ο ΠΛΑΤΩΝ ΝΟΜΟΘΕΤΕΙ ΤΟΠΩΙ· ΔΙΑΓΡΑΦΕΙ ΔΕ ΕΟΙΚΟΤΑ ΤΙΝΑ ΤΩΙ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ

Τῆς παρὰ παισὶν Ἑβραίων πάλαι πρότερον συνεστώσης βασιλικῆς μητροπόλεως, ἄπωθεν μὲν θαλάσσης οὔσης, ἐν ὄρεσι δὲ κατῳκισμένης πάμφορόν τε γῆν κεκτημένης, καὶ ὁ Πλάτων τοιαύτην τινὰ εἶναι δεῖν φησι τὴν πρὸς αὐτοῦ κατοικιζομένην ἐν τοῖς Νόμοις. Λέγει δὲ ὧδε·

« Τόδε δὲ περὶ αὐτῆς ἐστιν ὃ βουλόμενος μᾶλλον ἐπερωτάτω, πότερον ἐπιθαλαττίδιος ἔσται τις ἢ χερσαία.

Σχεδόν, ὦ ξένε, ἀπέχει θαλάττης γε ἡ πόλις, ἧς πέρι τὰ νῦν δὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους.

Τί δέ; λιμένες ἆρ´ εἰσὶ κατ´ αὐτῆς, ἢ τὸ παράπαν ἀλίμενος;

Εὐλίμενος μὲν οὖν ταύτη γε, ὡς δυνατόν ἐστι μάλιστα, ὦ ξένε.

Παπαῖ, οἷον λέγεις. Τί δέ; περὶ αὐτὴν ἡ χώρα πότερα πάμφορος ἢ καί τινων ἐπιδεής;

Σχεδὸν οὐδενὸς ἐπιδεής.

Γείτων δὲ αὐτῆς πόλις ἆρ´ ἔσται τις πλησίον;

Οὐ πάνυ, διὸ κατοικίζεται· παλαιὰ γάρ τις ἐξοίκησις ἐν τῷ τόπῳ γενομένη τὴν χώραν ταύτην ἔρημον ἀπείργασται χρόνον ἀμήχανον ὅσον.

Τί δέ; πεδίων τε καὶ ὀρῶν καὶ ὕλης πῶς μέρος ἑκάστων ἡμῖν εἴληχε;

Προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλη.

Τραχυτέραν αὐτὴν ἢ πεδινωτέραν ἂν λέγοις;

Πάνυ μὲν οὖν.

Οὐ τοίνυν ἀνίατος ἂν εἴη πρὸς ἀρετῆς κτῆσιν. Εἰ μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος καὶ μὴ πάμφορος, ἀλλ´ ἐπιδεὴς πολλῶν, μεγάλου τινὸς ἔδει σωτῆρός γε αὐτῇ καὶ νομοθετῶν θείων τινῶν, εἰ μὴ πολλά τε ἔμελλεν ἤθη καὶ ποικίλα καὶ φαῦλα ἕξειν τοιαύτη φύσει γενομένη· νῦν δὲ παραμύθιον ἔχει τὸ τῶν ὀγδοήκοντα σταδίων. Ἐγγύτερον μέντοι τοῦ δέοντος κεῖται τῆς θαλάττης, σχεδὸν ὅσον εὐλιμενωτέραν φῂς αὐτὴν εἶναι· ὅμως δὲ ἀγαπητὸν καὶ τοῦτο. Πρόσοικος γὰρ θάλαττα χώρᾳ τὸ μὲν παρ´ ἑκάστην ἡμέραν ἡδύ, μάλα γε μὴν ὄντως ἁλμυρὸν καὶ πικρὸν γειτόνημα· ἐμπορίας γὰρ καὶ χρηματισμοῦ διὰ καπηλείας ἐμπιπλᾶσα αὐτὴν ἤθη παλίμβολα καὶ ἄπιστα ταῖς ψυχαῖς ἐντίκτουσα, αὐτὴν πρὸς αὑτὴν τὴν πόλιν ἄπιστον καὶ ἄφιλον ποιεῖ καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡσαύτως. Παραμύθιον δὲ δὴ πρὸς ταῦτα καὶ τὸ πάμφορος εἶναι κέκτηται τραχεῖα τε οὖσα δῆλον ὡς οὐκ ἂν πολυφόρος τ´ εἴη καὶ πάμφορος ἅμα· τοῦτο γὰρ ἔχουσα, πολλὴν ἐξαγωγὴν ἂν παρεχομένη νομίσματος ἀργυροῦ καὶ χρυσοῦ πάλιν ἀντεμπίπλαιτ´ ἄν· οὗ μεῖζον κακόν, ὡς ἔπος εἰπεῖν, πόλει ἀνθ´ ἑνὸς ἓν οὐδὲν ἂν γένοιτο εἰς γενναίων καὶ δικαίων ἠθῶν κτῆσιν. »

Ἀλλὰ γὰρ τοσούτων ἡμῖν καὶ μέχρι τοῦδε ἀποδεδειγμένων σκεψώμεθα ὅπως τὸν τῆς παρ´ Ἑβραίοις παιδείας τρόπον δι´ ὧν εἰρήκαμεν ἀποδεξάμενος τὸν Ἑλληνικὸν παραιτεῖται, γράφων ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὧδε·

ΚΕΦΑΛΑΙΟΝ ΜΘʹ.

ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΤΑ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΠΡΟΠΑΙΔΕΙΑΣ ΩΣ ΕΠΙΒΛΑΒΗ ΤΥΓΧΑΝΟΝΤΑ ΠΑΡΑΙΤΕΙΤΑΙ

« Ὡς μὲν πρὸς ὑμᾶς εἰρήσθω (οὐ γάρ μου κατερεῖτε πρὸς τοὺς τῆς τραγῳδίας ποιητὰς καὶ τοὺς ἄλλους πάντας τοὺς μιμητικούς), λώβη ἔοικεν εἶναι πάντα τὰ τοιαῦτα τῆς τῶν ἀκουόντων διανοίας, ὅσοι μὴ ἔχουσι φάρμακον τὸ εἰδέναι αὐτὰ οἷα τυγχάνει ὄντα. Πῇ δή, ἔφη, διανοούμενος λέγεις; Ῥητέον, ἦν δ´ ἐγώ, καίτοι φιλία γέ τίς με καὶ αἰδὼς ἐκ παιδὸς ἔχουσα περὶ Ὁμήρου ἀποκωλύει λέγειν. Ἔοικε γὰρ τῶν καλῶν ἁπάντων τούτων τῶν τραγικῶν πρῶτος διδάσκαλός τε καὶ ἡγεμὼν γενέσθαι. Ἀλλ´ οὐ γὰρ πρό γε τῆς ἀληθείας τιμητέος ἀνήρ, ἀλλ´ ὃ λέγω ῥητέον. Πάνυ μὲν οὖν, ἔφη. »

Εἶθ´ ἑξῆς ἐπιλέγει·

« Τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λόγον Ὅμηρον μηδὲ ἄλλον 〈ὁν〉τινοῦν τῶν ποιητῶν ἐρωτῶντες, εἰ ἰατρικὸς ἦν αὐτῶν, ἀλλὰ μὴ μιμητὴς μόνον ἰατρικῶν λόγων, τίνας ὑγιεῖς ποιητής τις τῶν παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιός, ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, ὥσπερ ἐκεῖνος τοὺς ἐγγόνους. Μηδ´ αὖ περὶ τὰς ἄλλας τέχνας αὐτὸν ἐρωτῶμεν, ἀλλ´ ἐῶμεν. Περὶ δὲ τῶν μεγίστων τε καὶ καλλίστων, ὧν ἐπιχειρεῖ λέγειν Ὅμηρος, πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων καὶ παιδείας πέρι ἀνθρώπων, δίκαιόν που ἐρωτᾶν αὐτὸν πυνθανομένους· Ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργός, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος καὶ οἷός τε ἦσθα γινώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων καὶ δι´ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί. Σὲ δὲ τίς αἰτιᾶται πόλις ἀγαθὸν νομοθέτην γεγονέναι καὶ σφᾶς ὠφεληκέναι; Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς; ἕξει τινὰ εἰπεῖν; Οὐκ οἴομαι, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε οὐδ´ ὑπ´ αὐτῶν Ὁμηριδῶν. Ἀλλὰ δὴ τίς πόλεμος ἐπὶ Ὁμήρου ὑπ´ ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύεται; Οὐδείς. Ἀλλ´ οἷα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας ἤ τινας ἄλλας πράξεις λέγονται, ὥσπερ αὖ Θάλεώ τε πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιδος τοῦ Σκύθου; Οὐδαμῶς τοιοῦτον οὐθέν. Ἀλλὰ δὴ εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας αὐτὸς ζῶν λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ καὶ τοῖς ὕστερον ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικὴν [ἄν], ὥσπερ Πυθαγόρας αὐτός τε διαφερόντως ἐπὶ τούτων ἠγαπήθη καὶ οἱ ὕστεροι ἔτι καὶ νῦν Πυθαγόρειον τρόπον ἐπονομάζοντες τοῦ βίου διαφανεῖς πη δοκοῦσιν εἶναι ἐν τοῖς ἄλλοις; Οὐδ´ αὖ, ἔφη, τοιοῦτον οὐδὲν λέγεται. Ὁ γὰρ Κρεώφυλος, ὦ Σώκρατες, ὁ τοῦ Ὁμήρου ἑταῖρος, τοῦ ὀνόματος ἂν γελοιότερος ἔτι πρὸς παιδείαν φανείη, εἰ τὰ λεγόμενα περὶ Ὁμήρου ἀληθῆ ἐστι. Λέγεται γάρ που ὡς πολλὴ ἀμέλεια περὶ αὐτὸν ἦν ἐπ´ αὐτοῦ ἐκείνου, ὅτε ἔζη. Λέγεται γὰρ οὖν, ἦν δ´ ἐγώ. Ἀλλ´ οἴει, ὦ Γλαύκων, εἰ τῷ ὄντι οἷός τε ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι, ἀλλὰ γινώσκειν δυνάμενος, οὐκ ἄρ´ ἂν πολλοὺς ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπ´ αὐτῶν; ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφ´ ἑαυτῶν παρεστάναι ἰδίᾳ συγγιγνόμενοι, ὡς οὔτε οἰκίαν οὔτε πόλιν τὴν αὑτῶν οἰκεῖν οἷοί τε ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν τῆς παιδείας ἐπιστατήσωσι, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται, ὥστε μόνον οὐκ ἐπὶ ταῖς κεφαλαῖς περιφέρουσιν αὐτοὺς οἱ ἑταῖροι. Ὅμηρον δὲ ἄρα οἱ ἐπ´ ἐκείνου, εἴπερ οἷός τε ἦν πρὸς ἀρετὴν ὀνι〈νά〉ναι ἀνθρώπους, ἢ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας εἴων καὶ οὐχὶ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπειθον, αὐτοὶ ἂν ἐπαιδαγώγουν, ὅπη ᾔεσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν; Παντάπασιν, ἔφη, δοκεῖς μοι, ὦ Σώκρατες, ἀληθῆ λέγειν. Οὐκοῦν τιθῶμεν ἀπὸ Ὁμήρου ἀρξάμενοι πάντας τοὺς ποιητικοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἶναι καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσι, τῆς δ´ ἀληθείας οὐχ ἅπτεσθαι; ἀλλ´ ὥσπερ νῦν δὴ ἐλέγομεν, ὁ ζωγράφος σκυτοτόμον ποιήσει δοκοῦντα εἶναι αὐτός τε οὐκ ἐπαΐων περὶ σκυτοτομίας καὶ τοῖς μὴ ἐπαΐουσιν, ἐκ τῶν χρωμάτων δὲ καὶ σχημάτων θεωροῦσι; Πάνυ μὲν οὖν. Οὕτω δή, οἶμαι, καὶ τὸν ποιητικὸν φήσομεν χρώματα ἄττα ἑκάστῳ τῶν τεχνῶν τοῖς ὀνόμασι καὶ ῥήμασιν ἐπιχρωματίζειν αὐτὸν οὐκ ἐπαΐοντα ἀλλ´ ἢ μιμεῖσθαι, ὥστε ἑτέροις τοιούτοις ἐκ τῶν λόγων θεωροῦσι δοκεῖν, ἐάν τε περὶ σκυτοτομίας τι λέγῃ ἐν μέτρῳ καὶ ῥυθμῷ καὶ ἁρμονίᾳ, πάνυ εὖ δοκεῖν λέγεσθαι ἐάν τε περὶ στρατηγίας ἐάν τε περὶ ἄλλου ὁτουοῦν· οὕτω φύσει αὐτὰ ταῦτα μεγάλην τινὰ κήλησιν ἔχειν· ἐπεὶ γυμνωθέντα γε τῶν τῆς μουσικῆς χρωμάτων τὰ τῶν ποιητῶν, αὐτὰ ἐφ´ ἑαυτῶν τὰ λεγόμενα οἶμαί σε εἰδέναι οἷα φαίνεται. Τεθέασαι γὰρ ἢ οὔ; Ἔγωγ´, ἔφη. »

Καὶ τούτων δὲ οὕτως ἐχόντων εὖ μοι ἔχειν δοκεῖ βραχέα ἄττα τῶν Πλάτωνος διελθεῖν, δι´ ὧν λογικώτερον τὸν περὶ θεοῦ καὶ προνοίας συνίστησι λόγον, τοῖς Ἑβραίων κἀν τούτῳ παριστάμενος δόγμασι. Πρῶτα δὲ θεασώμεθα ὅπως τὰς δόξας τῶν ἀθέων ἐκτίθησι·

ΚΕΦΑΛΑΙΟΝ Νʹ.

ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΘΕΩΝ ΔΟΞΗΣ· ΑΠΟ ΤΟΥ ΔΕΚΑΤΟΥ ΤΩΝ ΝΟΜΩΝ

« Λέγουσί πού τινες ὡς πάντα ἐστὶ τὰ πράγματα γιγνόμενα καὶ γενόμενα καὶ γενησόμενα τὰ μὲν φύσει, τὰ δὲ τέχνῃ, τὰ δὲ διὰ τέχνην.

Οὐκοῦν καλῶς;

Εἰκός γέ τοί που σοφοὺς ἄνδρας ὀρθῶς λέγειν. Ἑπόμενοί γε μὴν αὐτοῖς σκεψώμεθα, τί ποτε καὶ τυγχάνουσι διανοούμενοι.

Πάντως.

Ἔοικε, φασί, τὰ μὲν μέγιστα αὐτῶν καὶ κάλλιστα ἀπεργάζεσθαι φύσιν καὶ τύχην, τὰ δὲ σμικρότερα τέχνην, ἣν δὴ παρὰ φύσεως λαμβάνουσαν τὴν τῶν μεγάλων καὶ πρώτων γένεσιν ἔργων πλάττειν καὶ τεκταίνεσθαι πάντα τὰ σμικρότατα, ἃ δὴ τεχνικὰ πάντες προσαγορεύομεν.

Πῶς λέγεις;

Ὧδ´ ἔτι σαφέστερον ἐρῶ· πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα φύσει πάντα εἶναι καὶ τύχῃ φασί, τέχνῃ δὲ οὐδὲν τούτων. Καὶ τὰ μετὰ ταῦτα αὖ σώματα, γῆς τε καὶ ἡλίου καὶ σελήνης ἄστρων τε πέρι, διὰ τούτων γεγονέναι παντελῶς ὄντων ἀψύχων· τύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἑκάστων, ᾗ συμπέπτωκεν ἁρμόττοντα οἰκείως πως, θερμὰ ψυχροῖς ἢ ξηρὰ πρὸς ὑγρὰ καὶ μαλακὰ πρὸς σκληρὰ καὶ πάντα ὁπόσα τῇ τῶν ἐναντίων κράσει κατὰ τύχην ἐξ ἀνάγκης συνεκεράσθη, ταύτη καὶ κατὰ ταῦτα οὕτως γεγεννηκέναι τόν τε οὐρανὸν ὅλον καὶ πάντα, ὁπόσα ἂν κατ´ οὐρανόν, καὶ ζῷα αὖ καὶ φυτὰ ξύμπαντα, ὡρῶν πασῶν ἐκ τούτων γενομένων, οὐ διὰ νοῦν, φασίν, οὐδὲ διά τινα θεὸν οὐδὲ διὰ τέχνην, ἀλλὰ ὃ λέγομεν, φύσει καὶ τύχῃ. Τέχνην δὲ ὕστερον ἐκ τούτων ὑστέραν γενομένην, θνητὴν ἐκ θνητῶν, ὕστερα γεγεννηκέναι παιδιάς τινας ἀληθείας οὐ σφόδρα μετεχούσας, ἀλλ´ εἴδωλ´ ἄττα ξυγγενῆ ἑαυτῶν, οἷα γραφικὴ γεννᾷ καὶ μουσικὴ καὶ ὅσαι ταύταις εἰσὶ συνέριθοι τέχναι. Αἱ δ´ εἴ τι καὶ σπουδαῖον ἄρα γεννῶσι τῶν τεχνῶν, εἶναι ταύτας ὁπόσαι τῇ φύσει ἐκοίνωσαν τὴν αὑτῶν δύναμιν, οἷον αὖ ἰατρικὴ καὶ γεωργικὴ καὶ γυμναστική. Καὶ δὴ καὶ τὴν πολιτικὴν σμικρόν τι μέρος εἶναί φασι κοινωνοῦν φύσει, τέχνῃ δὲ πολύ· οὕτω καὶ τὴν νομοθεσίαν πᾶσαν οὐ φύσει, τέχνῃ δέ, ἧς οὐκ ἀληθεῖς εἶναι τὰς θέσεις.

Πῶς λέγεις;

Θεούς, ὦ μακάριε, πρῶτον εἶναί φασιν οὗτοι τέχνῃ, οὐ φύσει, ἀλλά τισι νόμοις, καὶ τούτους ἄλλους ἄλλῃ, ὅπη ἕκαστοι ἑαυτοῖς συνωμολόγησαν νομοθετούμενοι. Καὶ δὴ καὶ τὰ καλὰ φύσει μὲν ἄλλα εἶναι, νόμῳ δὲ ἕτερα, τὰ δὲ δὴ δίκαια οὐδ´ εἶναι τὸ παράπαν φύσει, ἀλλ´ ἀμφισβητοῦντας διατελεῖν ἀλλήλοις καὶ μετατιθεμένους ἀεὶ ταῦτα· ἃ δ´ ἂν μετάθωνται καὶ ὅταν, τότε κύρια ἕκαστα εἶναι, γιγνόμενα τέχνῃ καὶ νόμοις, ἀλλ´ οὐ δή τινι φύσει. Ταῦτ´ ἐστίν, ὦ φίλοι, ἅπαντα ἀνδρῶν σοφῶν παρὰ νέοις ἀνθρώποις, ἰδιωτῶν τε καὶ ποιητῶν, φασκόντων εἶναι τὸ δικαιότατον, ὅ τί τις ἂν νικᾷ βιαζόμενος. Ὅθεν ἀσέβειαί τε ἀνθρώποις ἐμπίπτουσι νέοις, ὡς οὐκ ὄντων θεῶν οἵους ὁ νόμος προστάττει διανοεῖσθαι δεῖν, στάσεις τε διὰ ταῦτα ἑλκόντων πρὸς τὸν κατὰ φύσιν ὀρθὸν βίον, ὅς ἐστι τῇ ἀληθείᾳ κρατοῦντα ζῆν τῶν ἄλλων καὶ μὴ δουλεύοντα ἑτέροισι κατὰ νόμον.

Οἷον διελήλυθας, ὦ ξένε, λόγον καὶ ὅσην λώβην ἀνθρώπων νέων δημοσίᾳ πόλεσί τε καὶ ἰδίοις οἴκοις. »

Καὶ μεθ´ ἕτερά φησιν·

« Ἀλλά γε δὴ πάλιν λέγε μοι, Κλεινία, καὶ σύ· κοινωνὸν γὰρ δεῖ σε εἶναι τῶν λόγων· κινδυνεύει γὰρ ὁ λέγων ταῦτα πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα πρῶτα τῶν πάντων ἡγεῖσθαι εἶναι καὶ τὴν φύσιν ὀνομάζειν ταῦτα αὐτά, ψυχὴν δ´ ἐκ τούτων ὕστερον. Ἔοικε δὲ οὐ κινδυνεύειν, ἀλλ´ ὄντως σημαίνειν ταῦτα ἡμῖν τῷ λόγῳ.

Πάνυ μὲν οὖν.

Ἆρ´ οὖν πρὸς Διὸς οἷον πηγήν τινα ἀνοήτου δόξης ἀνευρήκαμεν ἀνθρώπων ὁπόσοι πώποτε τῶν περὶ φύσεως ἐφήψαντο ζητημάτων; σκόπει πάντα λόγον ἐξετάζων· οὐ γὰρ δὴ σμικρόν γε τὸ διαφέρον, εἰ φανεῖεν οἱ λόγων ἁπτόμενοι ἀσεβῶν ἄλλως τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις, ἀλλ´ ἐξημαρτημένως χρώμενοι. Δοκεῖ τοίνυν μοι οὐ ταῦτα οὕτως ἔχειν.

Εὖ λέγεις· ἀλλ´ ὅπη δή, πειρῶ φράζειν.

Ἔοικε τοίνυν ἀηθεστέρων ἁπτέον λόγων. »

Καὶ μετὰ βραχέα ἐπιλέγει·

« Ψυχήν, ὦ ἑταῖρε, ἠγνοηκέναι κινδυνεύουσι μὲν ὀλίγου ξύμπαντες οἷόν τε ὂν τυγχάνει καὶ δύναμιν ἣν ἔχει, τῶν τε ἄλλων αὐτῆς πέρι καὶ δὴ καὶ γενέσεως, ὡς ἐν πρώτοις ἐστὶ σωμάτων ἔμπροσθεν πάντων γενομένη καὶ μεταβολῆς τε αὐτῶν καὶ μετακοσμήσεως ἁπάσης ἄρχει παντὸς μᾶλλον. Εἰ δ´ ἔστι ταῦτα οὕτως, ἆρ´ οὐκ ἐξ ἀνάγκης τὰ ψυχῆς συγγενῆ πρότερα ἂν εἴη γεγονότα τῶν σώματι προσηκόντων, οὔσης γε αὐτῆς πρεσβυτέρας ἢ σώματος;

Ἀνάγκη.

Δόξα δὴ καὶ ἐπιμέλεια καὶ νοῦς καὶ τέχνη καὶ νόμος σκληρῶν καὶ μαλακῶν καὶ βαρέων καὶ κούφων πρότερα ἂν εἴη· καὶ δὴ καὶ τὰ μεγάλα καὶ πρῶτα ἔργα καὶ πράξεις τέχνης ἂν γίγνοιτο, ὄντα ἐν πρώτοις, τὰ δὲ φύσει καὶ φύσις, ἣν οὐκ ὀρθῶς αὐτοὶ ἐπονομάζουσι, τούτου ὕστερα καὶ ἀρχόμενα ἂν ἐκ τέχνης εἴη καὶ νοῦ.

Πῶς οὐκ ὀρθῶς;

Φύσιν βούλονται λέγειν γένεσιν τὴν περὶ τὰ πρῶτα. Εἰ δὲ φανήσεται ψυχὴ πρῶτον, οὐ πῦρ οὐδὲ ἀήρ, ψυχὴ δ´ ἐν πρώτοις γεγενημένη, σχεδὸν ὀρθότατα λέγοιτ´ ἂν εἶναι διαφερόντως φύσει. Ταῦτ´ ἔσθ´ οὕτως ἔχοντα, ἂν ψυχήν τις ἐπιδείξῃ πρεσβυτέραν οὖσαν σώματος, ἄλλως δὲ οὐδαμῶς. Ἀληθέστατα λέγεις. »

ΚΕΦΑΛΑΙΟΝ ΝΑʹ.

ΩΣ Ο ΠΛΑΤΩΝ ΤΟΝ ΠΕΡΙ ΘΕΟΥ ΚΑΤΑΣΚΕΥΑΖΕΙ ΛΟΓΟΝ

« Ἄγε δή, θεὸν εἴ ποτε παρακλητέον ἡμῖν, νῦν ἔστω τοῦτο οὕτω γενόμενον· ἐπί γε ἀπόδειξιν τὴν αὑτῶν ὥστ´ εἰσὶ σπουδῇ παντάπασι παρακεκλήσθων· ἐχόμενοι δὲ ὥς τινος ἀσφαλοῦς πείσματος ἐπεισβαίνωμεν εἰς τὸν νῦν λόγον. Καί μοι ἐλεγχομένῳ περὶ τὰ τοιαῦτα ἐρωτήσεσι τοιαῖσδε ἀσφαλέστατα ἀποκρίνεσθαι φαίνεται κατὰ τάδε· ὦ ξένε, ὁπόταν φῇ τις, ἆρα ἕστηκε πάντα, κινεῖται δὲ οὐδέν, ἢ τούτῳ πᾶν τοὐναντίον; ἢ τὰ μὲν αὐτῶν κινεῖται, τὰ δὲ μένει; τὰ μὲν κινεῖταί που, φήσω, τὰ δὲ μένει. Μῶν οὖν οὐκ ἐν χώρᾳ τινὶ τά τε ἑστῶτα ἕστηκε καὶ τὰ κινούμενα κινεῖται; πῶς γὰρ οὔ; καὶ τὰ μέν γε ἐν μιᾷ ἕδρᾳ που τοῦτο ἂν δρῴη, τὰ δὲ ἐν πλείοσι. Τὰ τὴν τῶν ἑστώτων ἐν μέσῳ λαμβάνοντα δύναμιν λέγεις, φήσομεν, ἐν ἑνὶ κινεῖσθαι, καθάπερ ἡ τῶν ἑστάναι λεγομένων κύκλων στρέφεται περιφορά; ναί. »

Καὶ ἑξῆς ἐπιλέγει·

« Ἔτι δὴ καὶ τῇδε εἴπωμεν καὶ ἀποκρινώμεθα πάλιν ἡμῖν αὐτοῖσιν· εἰ σταίη πως τὰ πάντα ὁμοῦ γενόμενα, καθάπερ πλεῖστοι τῶν τοιούτων τολμῶσι λέγειν, τίνα ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρημένων;

Τὴν αὐτὴν ἑαυτὴν δήπου κινοῦσαν· ὑπ´ ἄλλης γὰρ οὐ μή ποτε ἔμπροσθεν μεταπέσῃ, μηδεμιᾶς γ´ ἐν αὐτοῖς οὔσης ἔμπροσθεν μεταπτώσεως. Ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν τε ἑστῶσι γενομένην καὶ ἐν κινουμένοις οὖσαν, τὴν αὐτὴν ἑαυτὴν κινοῦσαν, φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην καὶ κρατίστην μεταβολῶν πασῶν, τὴν δὲ ἀλλοιουμένην ὑφ´ ἑτέρου, κινοῦσαν δὲ ἕτερα, δευτέραν.

Ἀληθέστατα λέγεις.

Ὁπότε δὴ τοίνυν ἐνταῦθά ἐσμεν τοῦ λόγου, τόδε ἀποκρινώμεθα.

Τὸ ποῖον;

Ἐὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηΐνῳ ἢ ἐνύδρῳ ἢ πυροειδεῖ, κεχωρισμένῳ ἢ καὶ ξυμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος ἐνεῖναι;

Μῶν ἆρά με ἐρωτᾷς εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ;

Ναί.

Ζῆν· πῶς γὰρ οὔ;

Τί δέ; ὅταν ψυχὴν ἔν τισιν ὁρῶμεν, μῶν ἄλλο ἢ ταὐτὸν τούτῳ ζῆν ὁμολογητέον;

Οὐκ ἄλλο.

Ἔχε δὴ πρὸς Διός· ἆρ´ οὐκ ἂν ἐθέλοις περὶ ἕκαστον τρία νοεῖν;

Πῶς λέγεις;

Ἓν μὲν τὴν οὐσίαν, ἓν δὲ τῆς οὐσίας τὸν λόγον, ἓν δὲ τὸ ὄνομα· καὶ δὴ καὶ ἐρωτήσεις εἶναι περὶ τὸ ὂν ἅπαν δύο.

Πῶς;

Τοτὲ μὲν ἡμῶν ἕκαστον τοὔνομα προτεινόμενον αὐτὸ τὸν λόγον ἀπαιτεῖν, τοτὲ δὲ τὸν λόγον αὐτὸν προτεινόμενον ἐρωτᾶν αὖ τοὔνομα. Ἆρά γε τοιόνδε αὖ βουλόμεθα νῦν λέγειν;

Τὸ ποῖον;

Ἔστι που δίχα διαιρούμενον εἰς ἴσα μέρη ἐν ἄλλοισί τε καὶ ἐν ἀριθμῷ. Τούτῳ δὴ τῷ κατ´ ἀριθμὸν ὄνομα μὲν ἄρτιον, λόγος δὲ ’ἀριθμὸς διαιρούμενος 〈εἰς〉 ἴσα δύο μέρη.‘

Ναί.

Τὸ τοιοῦτον φράζω. Μῶν οὖν οὐ ταὐτὸν ἑκατέρως προσαγορεύομεν, ἐάν τε τὸν λόγον ἐρωτώμενοι τοὔνομα ἀποδιδῶμεν ἐάν τε τοὔνομα τὸν λόγον, ἄρτιον ὀνόματι καὶ λόγῳ ’δίχα διαιρούμενον ἀριθμὸν‘ προσαγορεύοντες, ταὐτὸν ὄν;

Παντάπασι μὲν οὖν.

Ὧι δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; ἔχομεν ἄλλον πλὴν τὸν νῦν δὴ ῥηθέντα, τὴν δυναμένην αὐτὴν ἑαυτὴν κινεῖν κίνησιν;

’Τὸ ἑαυτὸ κινεῖν‘ φῂς λόγον ἔχειν τὴν αὐτὴν οὐσίαν ἥνπερ τοὔνομα, ὃ δὴ πάντες ψυχὴν προσαγορεύομεν;

Φημί γε. Εἰ δ´ ἔστι τοῦτο οὕτως ἔχον, ἆρ´ ἔτι ποθοῦμεν μὴ ἱκανῶς δεδεῖχθαι ψυχὴν ταὐτὸν ὂν καὶ τὴν πρώτην γένεσιν καὶ κίνησιν τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων καὶ πάντων αὖ τῶν ἐναντίων τούτοις, ἐπειδή γε ἀνεφάνη μεταβολῆς τε καὶ κινήσεως ἁπάσης αἰτία ἅπασιν;

Οὔκ, ἀλλὰ ἱκανώτατα δέδεικται ψυχὴ τῶν πάντων πρεσβυτάτη, γενομένη γε ἀρχὴ κινήσεως.

Ἆρ´ οὖν οὐχ ἡ δι´ ἕτερον ἐν ἄλλῳ γιγνομένη κίνησις, αὐτὸ δὲ ἐν αὑτῷ μηδέποτε παρέχουσα κινεῖσθαι μηδέν, δευτέρα τε καὶ ὁπόσων ἀριθμῶν βούλοιτο ἄν τις ἀριθμεῖν αὐτὴν πολλοστὴν τοσούτων, σώματος οὖσα ὄντως ἀψύχου μεταβολή;

Ὀρθῶς.

Ὀρθῶς ἄρα καὶ κυρίως ἀληθέστατά τε καὶ τελεώτατα εἰρηκότες ἂν εἴημεν ψυχὴν μὲν προτέραν γεγονέναι σώματος (ἢ μή;), σῶμα δὲ δεύτερόν τε καὶ ὕστερον ψυχῆς ἀρχούσης, ἀρχόμενον κατὰ φύσιν.

Ἀληθέστατα μὲν οὖν.

Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα.

Πάνυ μὲν οὖν.

Τρόποι δὴ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπιμέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἄν, εἴπερ καὶ ψυχὴ σώματος.

Ἀνάγκη.

Ἆρ´ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν;

Πῶς γὰρ οὔ;

Ψυχὴν δὴ διοικοῦσαν καὶ ἐνοικοῦσαν ἐν ἅπασι τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;

Τί μήν;

Μίαν ἢ πλείους; Πλείους· ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. Δυοῖν μέν γέ που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.

Σφόδρα ὀρθῶς εἴρηκας.

Εἶεν. Ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατ´ οὐρανὸν καὶ γῆν καὶ θάλατταν ταῖς αὑτῆς κινήσεσιν, αἷς ὀνόματά ἐστι βούλεσθαι, σκοπεῖσθαι, ἐπιμελεῖσθαι, βουλεύεσθαι, δοξάζειν ὀρθῶς, ἐψευσμένως, χαίρουσαν, λυπουμένην, θαρροῦσαν, φοβουμένην, μισοῦσαν, στέργουσαν καὶ πάσαις, ὅσαι τούτων ξυγγενεῖς πρωτουργοὶ κινήσεις δευτερουργοὺς αὖ παραλαμβάνουσαι κινήσεις σωμάτων ἄγουσι πάντα εἰς αὔξησιν καὶ φθίσιν καὶ διάκρισιν καὶ σύγκρισιν καὶ τούτοις ἑπομένας θερμότητας ψύξεις, βαρύτητας κουφότητας, σκληρὸν καὶ μαλακόν, λευκὸν καὶ μέλαν, αὐστηρὸν καὶ γλυκὺ καὶ πᾶσιν οἷς ψυχὴ χρωμένη, νοῦν μὲν προσλαμβάνουσα αἰεὶ θεῖον ὀρθῶς θεοῖς ὀρθὰ καὶ εὐδαίμονα παιδαγωγεῖ πάντα, ἀνοίᾳ δὲ ξυγγενομένη πάντα αὖ τἀναντία τούτοις ἀπεργάζεται. Τιθῶμεν ταῦτα οὕτως ἔχειν; ἢ ἔτι διστάζομεν εἰ ἑτέρως πως ἔχει;

Οὐδαμῶς.

Πότερον οὖν δὴ ψυχῆς τὸ γένος ἐγκρατὲς οὐρανοῦ καὶ γῆς καὶ πάσης τῆς περιόδου γεγονέναι φῶμεν τὸ φρόνιμον καὶ ἀρετῆς πλῆρες, ἢ τὸ μηδέτερα κεκτημένον; βούλεσθε οὖν πρὸς ταῦτα ὧδε ἀποκρινώμεθα· εἰ μέν, ὦ θαυμάσιε, φῶμεν, ἡ ξύμπασα οὐρανοῦ ὁδὸς ἅμα καὶ φορὰ καὶ τῶν ἐν αὐτῷ ὄντων πάντων νοῦ κινήσει καὶ περιφορᾷ καὶ λογισμοῖς ὁμοίαν φύσιν ἔχει καὶ ξυγγενῶς ἔρχεται, δῆλον ὡς τὴν ἀρίστην ψυχὴν φατέον ἐπιμελεῖσθαι τοῦ κόσμου παντὸς καὶ ἄγειν αὐτὸν τὴν τοιαύτην ὁδὸν ἐκείνην.

Ὀρθῶς.

Εἰ δὲ μανικῶς τε καὶ ἀτάκτως ἔρχεται, τὴν κακήν.

Καὶ ταῦτα ὀρθότατα.

Τίνα οὖν δὴ νοῦ κίνησις φύσιν ἔχει; τοῦτο ἤδη χαλεπόν, ὦ φίλοι, ἐρώτημα ἀποκρινόμενον εἰπεῖν ἐμφρόνως. Διὸ δὴ καὶ ἐμὲ τῆς ἀποκρίσεως ὑμῖν δίκαιον τὰ νῦν προσλαμβάνειν.

Εὖ λέγεις.

Μὴ νῦν ἐξ ἐναντίας οἷον εἰς ἥλιον ἀποβλέποντες νύκτα ἐν μεσημβρίᾳ ἐπαγόμενοι, ποιησώμεθα τὴν ἀπόκρισιν, ὡς νοῦν ποτε ἤδη τοῖς ὄμμασιν ὀψόμενοί τε καὶ γνωσόμενοι ἱκανῶς· πρὸς δὲ εἰκόνα τοῦ ἐρωτωμένου βλέποντας ἀσφαλέστερον ὁρᾶν.

Πῶς λέγεις;

Ἧι προσέοικε κινήσει νοῦς τῶν δέκα ἐκείνων κινήσεων τὴν εἰκόνα λάβωμεν, ἣν συναναμνησθεὶς ὑμῖν ἐγὼ κοινῇ τὴν ἀπόκρισιν ποιήσομαι.

Κάλλιστα ἂν λέγοις.

Μεμνήμεθα τοίνυν τοῦτό γε τοσοῦτον τῶν τότε, ὅτι τῶν πάντων τὰ μὲν κινεῖσθαι, τὰ δὲ μένειν ἔθεμεν.

Ναί.

Τῶν δ´ αὖ κινουμένων τὰ μὲν ἐν ἑνὶ τόπῳ κινεῖσθαι, τὰ δ´ ἐν πλείοσι φερόμενα.

Ἔστι ταύτη.

Τούτοιν δὴ τοῖν κινήσεοιν τὴν ἐν ἑνὶ φερομένην ἀεὶ περὶ γέ τι μέσον ἀνάγκη κινεῖσθαι τῶν ἐντόρνων μίμημά τι κύκλων εἶναί τε αὐτὴν τῇ τοῦ νοῦ περιόδῳ πάντως ὡς δυνατὸν οἰκειοτάτην τε καὶ ὁμοίαν.

Πῶς λέγεις;

Τὸ κατὰ ταὐτὰ δήπου καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὰ αὐτὰ καὶ πρὸς τὰ αὐτὰ καὶ ἕνα λόγον καὶ τάξιν μίαν ἄμφω κινεῖσθαι λέγοντες νοῦν τήν τε ἐν ἑνὶ φερομένην κίνησιν, σφαίρας ἐντόρνου ἀπεικασμένα φοραῖς, οὐκ ἄν ποτε φανείημεν φαῦλοι δημιουργοὶ λόγῳ καλῶν εἰκόνων.

Ὀρθότατα λέγεις.

Οὐκοῦν αὕτη γε ἡ μηδέποτε ὡσαύτως μηδὲ κατὰ τὰ αὐτὰ μηδ´ ἐν ταὐτῷ μηδὲ περὶ ταὐτὰ μηδὲ πρὸς τὰ αὐτὰ μηδ´ ἐν ἑνὶ φερομένη μηδ´ ἐν κόσμῳ μηδ´ ἐν τάξει μηδ´ ἔν τινι λόγῳ κίνησις ἀνοίας ἂν αὖ πάσης εἴη ξυγγενής.

Εἴη γὰρ ἂν ἀληθέστατα.

Τὰ νῦν δὴ χαλεπὸν οὐδὲν ἔτι διαρρήδην εἰπεῖν ὡς, ἐπειδὴ ψυχὴ μέν ἐστιν ἡ περιάγουσα ἡμῖν πάντα, τὴν δὲ οὐρανοῦ περιφορὰν ἐξ ἀνάγκης περιάγειν φατέον ἐπιμελουμένην καὶ κοσμοῦσαν ἤτοι τὴν ἀρίστην ψυχὴν ἢ τὴν ἐναντίαν.

Ὦ ξένε, ἀλλ´ ἔκ γε τῶν νῦν εἰρημένων οὐδ´ ὅσιον ἄλλως λέγειν ἢ πᾶσαν ἀρετὴν ἔχουσαν ψυχὴν μίαν ἢ πλείους περιάγειν αὐτά.

Κάλλιστα, ὦ Κλεινία, ὑπήκουσας τοῖς λόγοις. Τόδε δὲ προσυπάκουσον ἔτι.

Τὸ ποῖον;

Ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα, εἴπερ ψυχὴ περιάγει πάντα, ἆρ´ οὐ καὶ ἓν ἕκαστον;

Τί μήν;

Περὶ ἑνὸς δὴ ποιησώμεθα λόγους, οἳ καὶ ἐπὶ πάντα ἁρμόττοντες ἡμῖν τὰ ἄστρα φανοῦνται.

Τίνος;

Ἡλίου πᾶς ἄνθρωπος σῶμα μὲν ὁρᾷ, ψυχὴν δὲ οὐδείς· οὐδὲ γὰρ ἄλλου σώματος οὐδενὸς οὔτε ζῶντος οὔτε ἀποθανόντος τῶν ζῴων οὐδενός, ἀλλὰ ἐλπὶς πολλὴ τὸ παράπαν τὸ γένος ἡμῖν τοῦτο ἀναίσθητον πάσαις ταῖς τοῦ σώματος αἰσθήσεσι περιπεφυκέναι, νοητὸν δὲ εἶναι. Μόνῳ νῷ δὴ καὶ νοήματι λάβωμεν αὐτοῦ πέρι τὸ τοιόνδε.

Ποῖον;

Ἥλιον εἰ περιάγει ψυχή, τριῶν αὐτὴν ἓν λέγοντες δρᾶν σχεδὸν οὐκ ἀποτευξόμεθα.

Τίνων;

Ὡς ἢ ἐνοῦσα ἐντὸς τῷ περιφερεῖ τούτῳ φαινομένῳ σώματι πάντη διακομίζει τὸ τοιοῦτον, καθάπερ ἡμᾶς ἡ παρ´ ἡμῖν ψυχὴ πάντη περιφέρει· ἥ ποθεν ἔξωθεν σῶμα αὑτῇ πορισαμένη πυρὸς ἤ τινος ἀέρος, ὡς λόγος ἐστί τινων, ὠθεῖ βίᾳ σώματι σῶμα· ἢ τρίτον αὐτὴ ψιλὴ σώματος οὖσα, ἔχουσα δὲ δυνάμεις ἄλλας τινὰς ὑπερβαλλούσας θαύματι ποδηγεῖ.

Ναί, τοῦτο μὲν ἀνάγκη, τούτων ἕν γέ τι δρῶσαν ψυχὴν πάντα διάγειν. »

Ταῦτα μὲν οὖν ἐν τῷ δεκάτῳ τῶν Νόμων εἴρηται τῷ φιλοσόφῳ. Καὶ ἐν τῷ Φιλήβῳ δὲ ἐπάκουσον ὅπως τὴν αὐτὴν κατασκευάζει διάνοιαν·

« Πάντες γὰρ συμφωνοῦσιν οἱ σοφοί, ὄντως ἑαυτοὺς σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς. Καὶ ἴσως εὖ λέγουσι· διὰ μακροτέρων δ´, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.

Λέγε ὅπως βούλει, μηδὲν μῆκος ἡμῖν ὑπολογιζόμενος, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.

Καλῶς εἶπας. Ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.

Πῶς;

Πότερον, ὦ Πρώταρχε, τὰ ξύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῆ δύναμιν καὶ τὸ ὅπη ἔτυχεν, ἢ τἀναντία, καθάπερ οἱ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερνᾶν;

Οὐδὲν τῶν αὐτῶν, ὦ θαυμάσιε Σώκρατες. Ὃ μὲν γὰρ δὴ σὺ λέγεις, οὐδ´ ὅσιον εἶναί μοι φαίνεται· τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ σελήνης καὶ ἄστρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγ´ ἄν ποτε περὶ αὐτῶν εἴποιμι οὐδ´ ἂν δόξαιμι. Βούλει δή τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον ξυμφήσωμεν, ὡς ταῦθ´ οὕτως ἔχει; καὶ μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύσωμεν καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως, ἀλλ´ ἀτάκτως ἔχειν;

Πῶς γὰρ οὐκ ἂν βουλοίμην;

Ἴθι δή, τὸν ἐπιόντα περὶ τούτων λόγον νῦν ἡμῖν ἄθρει.

Λέγε μόνον.

Τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν ζῴων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, καθορῶμέν που καὶ γῆν, καθάπερ οἱ χειμαζόμενοί φασιν, ἐνόντα ἐν τῇ συστάσει;

Καὶ μάλα. Χειμαζόμεθα γὰρ ὄντως ὑπὸ ἀπορίας ἐν τοῖς νῦν λόγοις. Φέρε δὴ περὶ ἑκάστου τῶν παρ´ ἡμῖν λαβὲ τὸ τοιόνδε.

Ποῖον;

Ὅτι σμικρόν τε τούτων ἕκαστον παρ´ ἡμῖν ἔνεστι καὶ φαῦλον καὶ οὐδαμῆ οὐδαμῶς εἰλικρινὲς ὂν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. Ἐν ἑνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν· οἷον πῦρ ἔστι μὲν παρ´ ἡμῖν, ἔστι δ´ ἐν τῷ παντί.

Τί μήν;

Οὐκοῦν σμικρὸν μέν τι τὸ παρ´ ἡμῖν καὶ ἀσθενὲς καὶ φαῦλον, τὸ δ´ ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ κάλλει καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ. Καὶ μάλα ἀληθὲς ὃ λέγεις.

Τί δέ; τρέφεται καὶ γίγνεται ἐκ τούτου καὶ ἄρχεται τὸ τοῦ παντὸς πῦρ ὑπὸ τοῦ παρ´ ἡμῖν πυρός, ἢ τοὐναντίον ὑπ´ ἐκείνου τό τε ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ζῴων ἅπαντ´ ἴσχει ταῦτα;

Τοῦτο μὲν οὐδ´ ἀποκρίσεως ἄξιον ἐρωτᾷς.

Ὀρθῶς. Ταὐτὰ γὰρ ἐρεῖς, οἶμαι, περί τε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντὶ καὶ τῶν ἄλλων δὴ ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν, οὕτως ἀποκρινῇ.

Τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη;

Σχεδὸν οὐδ´ ὁστισοῦν. Ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. Πάντα γὰρ ταῦτα ἡμεῖς τὰ νῦν δὴ λεχθέντα ἆρ´ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα;

Τί μήν;

Ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν· διὰ τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.

Ὀρθότατα λέγεις.

Πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρ´ ἡμῖν σῶμα, ἢ ἐκ τοῦ παρ´ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νῦν δὴ περὶ αὐτῶν ἐπείπομεν εἴληφέ τε καὶ ἔχει;

Καὶ τοῦθ´ ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως.

Τί δέ; τόδε ἆρα ἄξιον ἐρωτήσεως, ἢ πῶς ἐρεῖς;

Λέγε τὸ ποῖον.

Τὸ παρ´ ἡμῖν σῶμα ἆρ´ οὐ ψυχὴν φήσομεν ἔχειν;

Δῆλον ὅτι φήσομεν.

Πόθεν, ὦ φίλε Πρώταρχε, λαβόν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντη καλλίονα;

Δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες.

Οὐ γάρ που δοκοῦμέν γε, ὦ Πρώταρχε, 〈τὰ〉 τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος, ἐν ἅπασι τέταρτον ἐνόν, τοῦτ´ ἐν μὲν τοῖς παρ´ ἡμῖν ψυχήν τε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταίσαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι, τῶν δὲ αὐτῶν τούτων ὄντων ἐν ὅλῳ τε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δὲ οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν. Ἀλλ´ οὐδαμῶς τοῦτό γ´ ἂν λόγον ἔχοι.

Οὐκοῦν εἰ μὴ τοῦτο, μετ´ ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν, ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολὺ καὶ πέρας ἱκανὸν καί τις ἐπ´ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτούς τε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατα.

Δικαιότατα δῆτα.

Σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς ὡς οὐκ ἄν ποτε γενοίσθην.

Οὐ γὰρ οὖν.

Οὐκοῦν ἐν μὲν τῇ τοῦ Διὸς ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐγγίγνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν, ἐν δὲ ἄλλοις ἄλλα καλά, καθότι φίλον ἑκάστοις λέγεσθαι. »

ΚΕΦΑΛΑΙΟΝ ΝΒʹ.

ΟΠΩΣ ΠΕΡΙ ΤΟΥ ΠΡΟΝΟΕΙΝ ΤΟΥ ΠΑΝΤΟΣ ΤΟΝ ΘΕΟΝ ΔΙΕΞΕΙΣΙΝ ΕΝ ΤΩΙ ΔΕΚΑΤΩΙ ΤΩΝ ΝΟΜΩΝ

« Τὸν δὲ ἡγούμενον μὲν θεοὺς εἶναι, μὴ φροντίζειν δὲ αὐτοὺς τῶν ἀνθρωπίνων πραγμάτων παραμυθητέον. Ὦ ἄριστε δή, φῶμεν, ὅτι μὲν ἡγῇ θεούς, συγγένειά τις ἴσως σε θεία πρὸς τὸ ξύμφυτον ἄγει τιμᾶν καὶ νομίζειν εἶναι· κακῶν δὲ ἀνθρώπων καὶ ἀδίκων τύχαι ἰδίᾳ καὶ δημοσίᾳ, ἀληθείᾳ μὲν οὐκ εὐδαίμονες, δόξαις δὲ εὐδαιμονιζόμεναι σφόδρα, ἀλλ´ οὐκ ἐμμελῶς, ἄγουσί σε πρὸς ἀσέβειαν, ἔν τε Μούσαις οὐκ ὀρθῶς ὑμνούμεναι ἅμα καὶ ἐν παντοίοις λόγοις. Ἢ καὶ πρὸς τέλος ἴσως ἀνθρώπους ὁρῶν ἐλθόντας γηραιούς, παῖδας παίδων καταλιπόντας ἐν τιμαῖς ταῖς μεγίσταις, ταράττῃ τὰ νῦν [ὅταν] ἐν ἅπασι τούτοις ἰδών (ἢ δι´ ἀκοῆς αἰσθόμενος ἢ καὶ παντάπασιν αὐτὸς αὐτῶν τινι προστυχής) πολλῶν ἀσεβημάτων καὶ δεινῶν γενομένων τισὶ δι´ αὐτὰ ταῦτα ἐκ σμικρῶν εἰς τυραννίδας τε καὶ τὰ μέγιστα ἀφικομένους· τότε διὰ πάντα τὰ τοιαῦτα δῆλος εἶ μέμφεσθαι μὲν θεοὺς ὡς αἰτίους ὄντας τῶν τοιούτων διὰ ξυγγένειαν οὐκ ἂν ἐθέλων, ἀγόμενος δὲ ὑπό τε ἀλογίας ἅμα καὶ οὐ δυνάμενος δυσχεραίνειν θεοὺς εἰς τοῦτο νῦν τὸ πάθος ἐλήλυθας, ὥστ´ εἶναι μὲν δοκεῖν αὐτούς, τῶν δ´ ἀνθρωπίνων καταφρονεῖν καὶ ἀμελεῖν πραγμάτων. Ἵνα οὖν μὴ ἐπὶ μεῖζον ἔλθῃ σοι πάθος πρὸς ἀσέβειαν τὸ νῦν παρὸν δόγμα, ἀλλ´ ἐάν πως οἷον ἀποδιοπομπήσασθαι λόγοις αὖ τὸ προσιὸν γενώμεθα δυνατοί, πειρώμεθα, συνάψαντες τὸν ἑξῆς λόγον ᾧ πρὸς τὸν παράπαν οὐχ ἡγούμενον θεοὺς ἐξ ἀρχῆς διεπερανάμεθα, τούτῳ τὰ νῦν προσχρήσασθαι. Σὺ δ´, ὦ Κλεινία καὶ Μέγιλλε, ὑπὲρ τοῦ νέου, καθάπερ ἐν τοῖς ἔμπροσθεν, ἀποκρινόμενοι διαδέχεσθε· ἐὰν δέ τι δύσκολον ἐγγίγνηται τοῖς λόγοις, ἐγὼ σφῷν, ὥσπερ νῦν, δεξάμενος διαβιβῶ τὸν ποταμόν.

Ὀρθῶς λέγεις· καὶ σύ τε οὕτω ταῦτα δρᾶ ποιήσομέν τε ἡμεῖς εἰς τὸ δυνατὸν ἃ λέγεις.

〈Ἀλλ´ οὐδὲν τάχ´ ἂν ἴσως εἴη χαλεπὸν ἐνδείξασθαι τοῦτό γε, ὡς ἐπιμελεῖς〉 σμικρῶν εἰσὶ θεοὶ οὐχ ἧττον, μᾶλλον δὲ ἢ τῷ μεγέθει διαφερόντων. Ἤκουε γάρ που καὶ παρῆν τοῖς νῦν δὴ λεγομένοις ὡς ἀγαθοί γε ὄντες πᾶσαν ἀρετὴν τὴν τῶν πάντων ἐπιμέλειαν, οἰκειοτάτην αὐτῶν οὖσαν, κέκτηνται. 〈Ἦ〉 γάρ;

Καὶ σφόδρα γε ἐπήκουε.

Τὸ μετὰ τοῦτο τοίνυν κοινῇ συνεξεταζόντων, τίνα λέγοντες ἀρετὴν αὐτῶν ὁμολογοῦμεν ἀγαθοὺς αὐτοὺς εἶναι. Φέρε, τὸ σωφρονεῖν νοῦν τε κεκτῆσθαι φαμὲν ἀρετῆς, τὰ δὲ ἐναντία κακίας;

Φαμέν.

Τί δέ; ἀρετῆς μὲν ἀνδρίαν εἶναι, δειλίαν δὲ κακίας;

Πάνυ μὲν οὖν.

Καὶ τὰ μὲν αἰσχρὰ τούτων, τὰ δὲ καλὰ φήσομεν;

Ἀνάγκη.

Καὶ τῶν μὲν προσήκειν ἡμῖν, εἴπερ, ὁπόσα φλαῦρα, θεοῖς δὲ οὔτε μέγα οὔτε σμικρὸν τῶν τοιούτων μετὸν ἐροῦμεν;

Καὶ ταῦθ´ οὕτως ὁμολογοῖ πᾶς ἄν.

Τί δέ; ἀμέλειάν τε καὶ ἀργίαν καὶ τρυφὴν εἰς ἀρετὴν ψυχῆς θήσομεν; ἢ πῶς λέγεις;

Καὶ πῶς;

Ἀλλ´ εἰς τοὐναντίον;

Ναί.

Τἀναντία ἄρα τούτοις εἰς τἀναντία· τρυφῶν δὴ καὶ ἀμελὴς ἀργός τε, ὃν ὁ ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν εἶναι, γίγνοιτ´ ἂν ὁ τοιοῦτος πᾶς ἡμῖν;

Ὀρθότατά γε εἰπών.

Οὐκοῦν τόν γε θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον ὅ γε αὐτὸς μισεῖ· τῷ δέ τι τοιοῦτον φθέγγεσθαι πειρωμένῳ οὐκ ἐπιτρεπτέον.

Οὐ μὲν δή· πῶς γὰρ ἄν;

Ὧι δὴ προσήκει μὲν πράττειν καὶ ἐπιμελεῖσθαι διαφερόντως τινός, ὁ δὲ τούτου τοῦ γένους τῶν μὲν μεγάλων ἐπιμελεῖται, τῶν σμικρῶν δὲ ἀμελεῖ, κατὰ τίνα οὖν ἐπαινοῦντες τὸν τοιοῦτον λόγον οὐκ ἂν παντάπασι πλημμελοῖμεν; σκοπῶμεν δὲ ὧδε· ἆρ´ οὐ κατὰ δύο εἴδη τὸ τοιοῦτον πράττει ὁ πράττων, εἴτε θεὸς εἴτε ἄνθρωπος;

Ποίω λέγομεν;

Ἢ διαφέρον οὐδὲν οἰόμενος εἶναι τῷ ὅλῳ ἀμελουμένων τῶν σμικρῶν, ἢ ῥᾳθυμίᾳ καὶ τρυφῇ, εἰ διαφέρει, ὁ δὲ ἀμελεῖ· ἢ ἔστιν ἄλλως πως γιγνομένη ἀμέλεια; οὐ γάρ που, ὅταν γε ἀδύνατος ᾖ τῶν πάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν ἢ μεγάλων μὴ ἐπιμελουμένῳ, ὧν ἂν δυνάμει φαῦλος ᾖ τις ὢν ἐλλιπὴς καὶ μὴ δυνατὸς ἐπιμελεῖσθαι γίγνηται.

Πῶς γὰρ ἄν;

Νῦν δύο ὄντες τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν, οἱ θεοὺς μὲν ἀμφότεροι ὁμολογοῦντες εἶναι, παραιτητοὺς δὲ ἕτερος, ὁ δὲ ἀμελεῖς τῶν σμικρῶν. Πρῶτον μὲν θεὸν ἀμφότεροί φατε γινώσκειν καὶ ὁρᾶν καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτὸν οὐδὲν δυνατὸν εἶναι τῶν ὁπόσων εἰσὶν αἰσθήσεις τε καὶ ἐπιστῆμαι. Ταύτη λέγετε ἔχειν ταῦτα, ἢ πῶς;

Οὕτως.

Τί δέ; δύνασθαι πάντα ὁπόσων δύναμίς ἐστι θνητοῖς τε καὶ ἀθανάτοις;

Πῶς γὰρ οὐ συγχωρήσονται καὶ ταῦτα οὕτως ἔχειν;

Καὶ μὴν ἀγαθούς τε καὶ ἀρίστους ὡμολογήκαμεν αὐτοὺς εἶναι, πέντε ὄντες.

Σφόδρα γε.

Ἆρ´ οὖν οὐ ῥᾳθυμίᾳ μὲν καὶ τρυφῇ ἀδύνατον αὐτοὺς ὁμολογεῖν πράττειν ὁτιοῦν τὸ παράπαν, ὄντας γε οἵους λέγομεν; δειλίας γὰρ ἔγγονοι ἔν γε ἡμῖν ἀργία, ῥᾳθυμίας δὲ ἀργία καὶ τρυφή.

Ἀληθέστατα λέγεις.

Ἀργίᾳ μὲν δὴ καὶ ῥᾳθυμίᾳ οὐδεὶς ἀμελεῖ θεῶν, οὐ γὰρ μέτεστιν αὐτῷ που δειλίας.

Ὀρθότατα λέγεις.

Οὐκοῦν τὸ λοιπόν, εἴπερ ἀμελοῦσι τῶν σμικρῶν καὶ ὀλίγων τῶν περὶ τὸ πᾶν, ἢ γινώσκοντες ὡς τὸ παράπαν οὐδενὸς τῶν τοιούτων ἐπιμελεῖσθαι δεῖ, δρῷεν ἂν τοῦτο· ἢ τί τὸ λοιπὸν πλὴν τῷ γινώσκειν τοὐναντίον;

Οὐδέν.

Πότερον οὖν, ὦ ἄριστε καὶ βέλτιστε, θῶμέν σε λέγοντα ὡς ἀγνοοῦντάς τε καί, δέον[τας] ἐπιμελεῖσθαι, δι´ ἄγνοιαν ἀμελοῦντας, ἢ γινώσκοντας ὅτι δεῖ, καθάπερ 〈οἱ〉 φαυλότατοι τῶν ἀνθρώπων λέγονται ποιεῖν εἰδότες ἄλλ´ εἶναι βέλτιον πράττειν ὧν πράττουσι, διά τινας ἥττας ἡδονῶν ἢ λυπῶν οὐ ποιεῖν;

Πῶς γὰρ ἄν;

Οὐκοῦν δὴ τά γε ἀνθρώπινα πράγματα τῆς τε ἐμψύχου μετέχει φύσεως, ἀλλὰ καὶ θεοσεβέστατον αὐτό ἐστι πάντων ζῴων ἄνθρωπος.

Ἔοικε γοῦν.

Θεῶν γε μὴν κτήματά φαμεν εἶναι πάντα, ὁπόσα θνητὰ ζῷα ἢ νοερά, καὶ τὸν οὐρανὸν ὅλον.

Πῶς γὰρ οὔ;

Ἤδη τοίνυν ἢ σμικρὰ ἢ μεγάλα τις φάτω ταῦτα εἶναι τοῖς θεοῖς· οὐδετέρως γὰρ τοῖς κεκτημένοις ἡμᾶς ἀμελεῖν ἂν εἴη προσῆκον, ἐπιμελεστάτοις τε οὖσι καὶ ἀρίστοις. Σκοπῶμεν γὰρ δὴ καὶ τόδε ἔτι πρὸς τούτοις·

Τὸ ποῖον;

Τὸ περί τε αἰσθήσεως καὶ δυνάμεως ἆρ´ οὐκ ἐναντίως ἀλλήλοις πρὸς ῥᾳστώνην καὶ χαλεπότητά ἐστον πεφυκότες;

Πῶς λέγεις;

Ὁρᾶν μέν που καὶ ἀκούειν τὰ σμικρὰ χαλεπώτερον ἢ τὰ μεγάλα, φέρειν δὲ αὖ καὶ κρατεῖν καὶ ἐπιμελεῖσθαι τῶν σμικρῶν καὶ ὀλίγων παντὶ ῥᾷον ἢ τῶν ἐναντίων.

Πολύ γε.

Ἰατρῷ δὴ προστεταγμένον ὅλον τι θεραπεύειν βουλομένῳ καὶ δυναμένῳ τῶν μὲν μεγάλων ἐπιμελὲς ἔσται, τῶν μορίων δὲ καὶ σμικρῶν ἀμελές· εἶθ´ ἕξει ποτὲ καλῶς αὐτῷ τὸ πᾶν;

Οὐδαμῶς.

Οὐ μὴν οὐδέ γε κυβερνήταις οὐδὲ στρατηγοῖς οὐδ´ οἰκονόμοις οὐδ´ αὖ τισι πολιτικοῖς οὐδὲ ἄλλῳ τῶν τοιούτων οὐδενὶ χωρὶς τῶν ὀλίγων ἢ σμικρῶν πολλὰ ἢ μεγάλα· οὐδὲ γὰρ ἄνευ τῶν σμικρῶν τοὺς μεγάλους φασὶ λιθολόγοι λίθους εὖ κεῖσθαι.

Πῶς γὰρ ἄν;

Μὴ τοίνυν τὸν θεὸν ἀξιώσωμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἳ τὰ προσήκοντα αὐτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσι, τόσῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται· τὸν δὲ θεὸν ὄντα τε σοφώτατον βουλόμενόν τε ἐπιμελεῖσθαι δυνατὸν εἶναι καὶ δυνάμενον, ὧν μὲν ῥᾷον ἐπιμεληθῆναι, σμικρῶν ὄντων, μηδαμῆ ἐπιμελεῖσθαι, καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ πόνους ῥᾳθυμοῦντα, τῶν δὲ μεγάλων.

Μηδαμῶς δόξαν τοιαύτην περὶ θεῶν, ὦ ξένε, ἀποδεχώμεθα· οὐδαμῆ γὰρ οὔτε ὅσιον οὔτε ἀληθὲς τὸ διανόημα διανοοίμεθ´ ἄν. Δοκοῦμεν δέ μοι νῦν ἤδη καὶ μάλα μετρίως διειλέχθαι τῷ φιλαιτίῳ τῆς ἀμελείας πέρι θεῶν.

Ναί, τῷ γε βιάζεσθαι τοῖς λόγοις ὁμολογεῖν αὐτὸν μὴ λέγειν ὀρθῶς. Ἐπῳδῶν γε μὴν προσδεῖσθαί μοι δοκεῖ μύθων ἔτι τινῶν.

Ποίων, ὦ ´γαθέ;

Πείσωμεν τὸν νεανίαν τοῖς λόγοις, ὡς τῷ τοῦ παντὸς ἐπιμελουμένῳ πρὸς τὴν σωτηρίαν καὶ ἀρετὴν τοῦ ὅλου πάντ´ ἐστὶ συντεταγμένα, ὧν καὶ τὸ μέρος εἰς δύναμιν ἕκαστον τὸ προσῆκον πάσχει καὶ ποιεῖ. Τούτοις δέ εἰσιν ἄρχοντες προστεταγμένοι ἑκάστοις ἐπὶ τὸ σμικρότατον ἀεὶ πάθης καὶ πράξεως, εἰς μερισμὸν τὸν ἔσχατον τέλος ἀπειργασμένοι· ὧν ἓν καὶ τὸ σόν, ὦ σχέτλιε, μόριον εἰς τὸ πᾶν ξυντείνει βλέπον ἀεί, καίπερ πάνσμικρον ὄν. Σὲ δὲ λέληθε περὶ τοῦτο αὐτὸ ὡς γένεσις ἕνεκα ἐκείνου γίνεται πᾶσα, ὅπως ᾖ τῷ τοῦ παντὸς βίῳ ὑπάρχουσα εὐδαίμων οὐσία, οὐχ ἕνεκα σοῦ γινομένη, σὺ δ´ ἕνεκα ἐκείνου. Πᾶς γὰρ ἰατρὸς καὶ πᾶς ἔντεχνος δημιουργὸς παντὸς μὲν ἕνεκα πάντα ἐργάζεται πρὸς τὸ κοινῇ ξυντεῖνον βέλτιστον· μέρος μὴν ἕνεκα ὅλου καὶ οὐχὶ ὅλον μέρους ἕνεκα ἀπεργάζεται. Σὺ δὲ ἀγανακτεῖς ἀγνοῶν ὅπη τὸ περὶ σὲ ἄριστον τῷ παντὶ ξυμβαίνει καὶ σοὶ κατὰ δύναμιν τὴν τῆς κοινῆς γενέσεως. Ἐπεὶ δὲ ἀεὶ ψυχὴ συντεταγμένη σώματι τοτὲ μὲν ἄλλῳ, τοτὲ δ´ ἄλλῳ, μεταβάλλει παντοίας μεταβολὰς δι´ ἑαυτὴν ἢ δι´ ἑτέραν ψυχήν, οὐδὲν ἄλλο ἔργον τῷ πεττευτῇ πλὴν μετατιθέναι τὸ μὲν ἄμεινον γιγνόμενον ἦθος εἰς βελτίω τόπον, χεῖρον δὲ εἰς τὸν χείρονα, ἵνα τὸ πρέπον ἕκαστον τῆς μοίρας λαγχάνῃ.

Πῇ λέγεις;

Ἧιπερ ἂν ἔχοι ῥᾳστώνη ἐπιμελείας θεοῖς τῶν πάντων, ταύτη μοι δοκεῖ φράζειν. Εἰ μὲν γὰρ πρὸς τὸ ὅλον ἀεὶ βλέπων πλάττοι τις μετασχηματίζων τὰ πάντα, οἷον ἐκ πυρὸς ὕδωρ ἔμψυχον καὶ μὴ ξύμπολλα ἐξ ἑνὸς ἢ ἐκ πολλῶν ἕν, πρώτης ἢ δευτέρας ἢ καὶ τρίτης γενέσεως μετειληφότα πλήθεσιν ἂν ὁρᾶν εἴη τῆς μετατιθεμένης κοσμήσεως. Νῦν δ´ ἐστὶ θαυμαστὴ ῥᾳστώνη τῷ τοῦ παντὸς ἐπιμελουμένῳ.

Πῶς αὖ λέγεις;

Ὧδε· ἐπειδὴ κατεῖδεν ἡμῶν ὁ βασιλεὺς ἐμψύχους οὔσας τὰς πράξεις ἁπάσας καὶ πολλὴν μὲν ἀρετὴν ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν, ἀνώλεθρον δὲ ὂν γενόμενον, ἀλλ´ οὐκ αἰώνιον ψυχὴν καὶ σῶμα, καθάπερ οἱ κατὰ νόμον ὄντες θεοί (γένεσις γὰρ οὐκ ἄν ποτε ἦν ζῴων ἀπολομένου τούτοιν θατέρου) καὶ τὸ μὲν ὠφελεῖν ἀεὶ πεφυκός, ὂν ἀγαθὸν ψυχῆς, διενοήθη, τὸ δὲ κακὸν βλάπτειν· ταῦτα πάντα ξυνιδὼν ἐμηχανήσατο, ποῦ κείμενον ἕκαστον τῶν μερῶν νικῶσαν ἀρετήν, ἡττωμένην δὲ κακίαν ἐν τῷ παντὶ παρέχοι μάλιστ´ ἂν καὶ ῥᾷστα καὶ ἄριστα. Μεμηχάνηται δὴ πρὸς πᾶν τοῦτο τὸ ποῖον γιγνόμενον ἀεὶ ποίαν ἕδραν δεῖ μεταλαμβάνον οἰκίζεσθαι καὶ τίνας ποτὲ τόπους· τῆς δὲ γενέσεως τοῦ ποίου τινὸς ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας. Ὅπη γὰρ ἂν ἐπιθυμῇ καὶ ὁποῖός τις ὢν τὴν ψυχήν, ταύτη σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίγνεται ἅπας ἡμῶν ὡς τὸ πολύ.

Τὸ γοῦν εἰκός.

Μεταβάλλει μὲν τοίνυν πάνθ´ ὅσα μέτοχά ἐστι ψυχῆς, ἐν αὑτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβάλλοντα δὲ φέρεται κατὰ τῆς εἱμαρμένης τάξιν καὶ νόμον. Σμικρότερα μὲν τῶν ἠθῶν μεταβάλλοντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα εἰς βάθος τά τε κάτω λεγόμενα τῶν τόπων, ὅσα Ἅιδην τε καὶ τὰ τούτων ἐχόμενα τῶν ὀνομάτων ἐπονομάζοντες σφόδρα φοβοῦνται καὶ ὀνειροπολοῦσι ζῶντες διαλυθέντες τε τῶν σωμάτων. Μείζω δὴ ψυχὴ κακίας ἢ ἀρετῆς ὁπόταν μεταβάλλῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμίξασα γίνηται διαφερόντως τοιαῦτα, διαφέροντα καὶ μετέβαλε τόπον ἅγιον ὅλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον· ὅταν δὲ τἀναντία, ἐπὶ τἀναντία μεθιδρύσατο τὸν αὑτῆς βίον.

Αὕτη τοι δίκη ἐστὶ βροτῶν οἳ Ὄλυμπον ἔχουσιν,

ὦ παῖ καὶ νεανίσκε ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν, κακίω μὲν γινόμενον πρὸς τὰς κακίους ψυχάς, ἀμείνω δὲ πρὸς τὰς ἀμείνους πορευόμενον ἔν τε ζωῇ καὶ ἐν πᾶσι θανάτοις πάσχειν τε, ἃ προσῆκον δρᾶν ἐστι τοῖς προσφυέσι τοὺς προσφερεῖς, καὶ ποιεῖν. Ταύτης τῆς δίκης οὔτε σὺ μήποτε οὔτε ἄλλος ἀτυχὴς γενόμενος ἐπεύξεται περιγενέσθαι θεῶν, ἣν πασῶν δίκην διαφερόντως ἔταξάν τε οἱ τάξαντες χρεών τε ἐξευλαβεῖσθαι παρὰ τὸ πᾶν. Οὐ γὰρ ἀμεληθήσῃ ποτὲ ὑπ´ αὐτῆς. Οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος οὐδ´ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ, τίσεις δὲ αὐτῷ τὴν προσήκουσαν τιμωρίαν εἴτ´ ἐνθάδε μένων εἴτε καὶ ἐν Ἅιδου διαπορευθεὶς εἴτε καὶ τούτων εἰς ἁγιώτερον ἔτι διακομισθεὶς τόπον. Ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι τοιοῦτον πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι καὶ ὡς ἐν κατόπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν συντέλειαν ὅπη ποτὲ τῷ παντὶ ξυμβάλλεται. Γινώσκειν δὲ αὐτήν, ὦ πάντων ἀνδρειότατε, πρὸς οὐδὲν δοκεῖς; ἥν τις μὴ γινώσκων οὐδ´ ἂν τύπον ἴδοι ποτὲ οὐδὲ λόγον ξυμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην. Ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ ξύμπασα ἡμῶν ἥδε ἡ γερουσία, περὶ θεῶν ὡς οὐκ οἶσθα ὅ τι λέγεις, καλῶς ἄν σοι θεὸς αὐτὸς ξυλλαμβάνοι· εἰ δ´ ἐπιδεὴς ἔτι λόγου ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον ἐπακούσῃ, 〈εἰ〉 νοῦν καὶ ὁπωσοῦν ἔχεις. »

Τούτων ὁ νοῦς, εἰ καὶ μὴ τὰ ῥήματα, ἐν τοῖς Ἑβραίων λογίοις προκαταβέβληται συντομώτατα καὶ δι´ ὀλίγων τῆς διανοίας περιεχομένης. Τό τε γὰρ

« οὐχ οὕτω μικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος οὐδ´ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ »

ὅμοιον ἂν εἴη τῷ παρὰ τῷ Δαβὶδ τοῦτον ἔχοντι τὸν τρόπον·

« Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν Ἅιδην, πάρει· εἰ ἀναλάβοιμι πτέρυγας καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με· » ἀλλὰ καὶ τὸ « οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· »

καὶ πάλιν ἐν τῷ Ἡσαΐᾳ τὸ

« ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· »

καὶ τὸ

« ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· »

καὶ τὸ

« τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. »

Ἀλλὰ καὶ τὸ

« ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν »

μεταπεφράσθαι μοι δοκεῖ ὑπὸ τοῦ Πλάτωνος διὰ τοῦ

« ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι τοιοῦτον πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι. »

Καὶ τἄλλα δὲ ὅσα τούτοις ὁμοίως εἴρηται προὔλαβε τὴν εἰς πλάτος ἐκτεθεῖσαν τοῦ Πλάτωνος ἑρμηνείαν ἐν τοῖς Ἑβραίων λόγοις. Ἕκαστον δ´ οὖν αὐτῶν κατὰ μέρος εὕροις ἂν ἀκριβῶς ἐξετάζων τοῖς Ἑβραίων συμφερόμενον γράμμασιν. Ἑβραίων δὲ εἶναι λόγους οὐ μόνα τὰ παρὰ Μωσεῖ λόγιά φημι, ἀλλὰ καὶ τὰ τῶν ἄλλων μετὰ Μωσέα θεοφιλῶν ἀνδρῶν, εἴτε προφητῶν εἴτε καὶ ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, ὧν ἡ τῶν δογμάτων συμφωνία μιᾶς εἰκότως αὐτοὺς καὶ τῆς προσηγορίας ἀξιώσειεν.