Bible  Index 
4 Macabees Index
  Previous  Next 

4 Macabees 2

Sep

1 καὶ τί θαυμαστόν εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται

2 ταύτῃ γοῦν ὁ σώφρων Ιωσηφ ἐπαινεῖται ὅτι διανοίᾳ περιεκράτησεν τῆς ἡδυπαθείας

3 νέος γὰρ ὢν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσε τῷ λογισμῷ τὸν τῶν παθῶν οἶστρον

4 καὶ οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται ἀλλὰ καὶ πάσης ἐπιθυμίας

5 λέγει γοῦν ὁ νόμος οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ ὅσα τῷ πλησίον σού ἐστιν

6 καίτοι ὅτε μὴ ἐπιθυμεῖν εἴρηκεν ἡμᾶς ὁ νόμος πολὺ πλέον πείσαιμ᾽ ἂν ὑμᾶς ὅτι τῶν ἐπιθυμιῶν κρατεῖν δύναται ὁ λογισμός ὥσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν

7 ἐπεὶ τίνα τις τρόπον μονοφάγος ὢν τὸ ἦθος καὶ γαστρίμαργος ἢ καὶ μέθυσος μεταπαιδεύεται εἰ μὴ δῆλον ὅτι κύριός ἐστιν τῶν παθῶν ὁ λογισμός

8 αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος κἂν φιλάργυρός τις ᾖ βιάζεται τὸν αὑτοῦ τρόπον τοῖς δεομένοις δανείζων χωρὶς τόκων καὶ τὸ δάνειον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος

9 κἂν φειδωλός τις ᾖ ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμὸν μήτε ἐπικαρπολογούμενος τοὺς ἀμητοὺς μήτε ἐπιρρωγολογούμενος τοὺς ἀμπελῶνας καὶ ἐπὶ τῶν ἑτέρων δὲ ἔστιν ἐπιγνῶναι τοῦτο ὅτι τῶν παθῶν ἐστιν ὁ λογισμὸς κρατῶν

10 ὁ γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δι᾽ αὐτοὺς

11 καὶ τῆς πρὸς γαμετὴν φιλίας ἐπικρατεῖ διὰ τὴν παρανομίαν αὐτὴν ἀπελέγχων

12 καὶ τῆς τέκνων φιλίας κυριεύει διὰ κακίαν αὐτὰ κολάζων

13 καὶ τῆς φίλων συνηθείας δεσπόζει διὰ πονηρίαν αὐτοὺς ἐξελέγχων

14 καὶ μὴ νομίσητε παράδοξον εἶναι ὅπου καὶ ἔχθρας ἐπικρατεῖν ὁ λογισμὸς δύναται διὰ τὸν νόμον μήτε δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτά τὰ δὲ τῶν ἐχθρῶν τοῖς ἀπολέσασι διασῴζων καὶ τὰ πεπτωκότα συνεγείρων

15 καὶ τῶν βιαιοτέρων δὲ παθῶν κρατεῖν ὁ λογισμὸς φαίνεται φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονείας καὶ μεγαλαυχίας καὶ βασκανίας

16 πάντα γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς ἀπωθεῖται ὥσπερ καὶ τὸν θυμόν καὶ γὰρ τούτου δεσπόζει

17 θυμούμενός γέ τοι Μωυσῆς κατὰ Δαθαν καὶ Αβιρων οὐ θυμῷ τι κατ᾽ αὐτῶν ἐποίησεν ἀλλὰ λογισμῷ τὸν θυμὸν διῄτησεν

18 δυνατὸς γὰρ ὁ σώφρων νοῦς ὡς ἔφην κατὰ τῶν παθῶν ἀριστεῦσαι καὶ τὰ μὲν αὐτῶν μεταθεῖναι τὰ δὲ καὶ ἀκυρῶσαι

19 ἐπεὶ διὰ τί ὁ πάνσοφος ἡμῶν πατὴρ Ιακωβ τοὺς περὶ Συμεων καὶ Λευιν αἰτιᾶται μὴ λογισμῷ τοὺς Σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας λέγων ἐπικατάρατος ὁ θυμὸς αὐτῶν

20 εἰ μὴ γὰρ ἐδύνατο τοῦ θυμοῦ ὁ λογισμὸς κρατεῖν οὐκ ἂν εἶπεν οὕτως

21 ὁπηνίκα γὰρ ὁ θεὸς τὸν ἄνθρωπον κατεσκεύασεν τὰ πάθη αὐτοῦ καὶ τὰ ἤθη περιεφύτευσεν

22 ἡνίκα δὲ ἐπὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν αἰσθητηρίων ἐνεθρόνισεν

23 καὶ τούτῳ νόμον ἔδωκεν καθ᾽ ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν

24 πῶς οὖν εἴποι τις ἄν εἰ τῶν παθῶν δεσπότης ἐστὶν ὁ λογισμός λήθης καὶ ἀγνοίας οὐ κρατεῖ


Next: 4 Macabees 3