Bible  Index 
3 Macabees Index
  Previous  Next 

3 Macabees 1

Sep

1 ὁ δὲ Φιλοπάτωρ παρὰ τῶν ἀνακομισθέντων μαθὼν τὴν γενομένην τῶν ὑπ᾽ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ Ἀντιόχου παραγγείλας ταῖς πάσαις δυνάμεσιν πεζικαῖς τε καὶ ἱππικαῖς καὶ τὴν ἀδελφὴν Ἀρσινόην συμπαραλαβὼν ἐξώρμησεν μέχρι τῶν κατὰ Ῥαφίαν τόπων ὅπου παρεμβεβλήκεισαν οἱ περὶ Ἀντίοχον

2 Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν ἐπιβουλὴν διανοηθεὶς παραλαβὼν τῶν προϋποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαϊκῶν τὰ κράτιστα διεκομίσθη νύκτωρ ἐπὶ τὴν τοῦ Πτολεμαίου σκηνὴν ὡς μόνος κτεῖναι αὐτὸν καὶ ἐν τούτῳ διαλῦσαι τὸν πόλεμον

3 τοῦτον δὲ διαγαγὼν Δοσίθεος ὁ Δριμύλου λεγόμενος τὸ γένος Ιουδαῖος ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα καὶ τῶν πατρίων δογμάτων ἀπηλλοτριωμένος ἄσημόν τινα κατέκλινεν ἐν τῇ σκηνῇ ὃν συνέβη κομίσασθαι τὴν ἐκείνου κόλασιν

4 γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν πραγμάτων μᾶλλον ἐρρωμένων τῷ Ἀντιόχῳ ἱκανῶς ἡ Ἀρσινόη ἐπιπορευσαμένη τὰς δυνάμεις παρεκάλει μετὰ οἴκτου καὶ δακρύων τοὺς πλοκάμους λελυμένη βοηθεῖν ἑαυτοῖς τε καὶ τοῖς τέκνοις καὶ γυναιξὶν θαρραλέως ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστῳ δύο μνᾶς χρυσίου

5 καὶ οὕτως συνέβη τοὺς ἀντιπάλους ἐν χειρονομίαις διαφθαρῆναι πολλοὺς δὲ καὶ δοριαλώτους συλλημφθῆναι

6 κατακρατήσας δὲ τῆς ἐπιβουλῆς ἔκρινεν τὰς πλησίον πόλεις ἐπελθὼν παρακαλέσαι

7 ποιήσας δὲ τοῦτο καὶ τοῖς τεμένεσι δωρεὰς ἀπονείμας εὐθαρσεῖς τοὺς ὑποτεταγμένους κατέστησεν

8 τῶν δὲ Ιουδαίων διαπεμψαμένων πρὸς αὐτὸν ἀπὸ τῆς γερουσίας καὶ τῶν πρεσβυτέρων τοὺς ἀσπασομένους αὐτὸν καὶ ξένια κομιοῦντας καὶ ἐπὶ τοῖς συμβεβηκόσιν χαρισομένους συνέβη μᾶλλον αὐτὸν προθυμηθῆναι ὡς τάχιστα πρὸς αὐτοὺς παραγενέσθαι

9 διακομισθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ θύσας τῷ μεγίστῳ θεῷ καὶ χάριτας ἀποδοὺς καὶ τῶν ἑξῆς τι τῷ τόπῳ ποιήσας καὶ δὴ παραγενόμενος εἰς τὸν τόπον καὶ τῇ σπουδαιότητι καὶ εὐπρεπείᾳ καταπλαγείς

10 θαυμάσας δὲ καὶ τὴν τοῦ ἱεροῦ εὐταξίαν ἐνεθυμήθη βουλεύσασθαι εἰς τὸν ναὸν εἰσελθεῖν

11 τῶν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι τοῦτο διὰ τὸ μηδὲ τοῖς ἐκ τοῦ ἔθνους ἐξεῖναι εἰσιέναι μηδὲ πᾶσιν τοῖς ἱερεῦσιν ἀλλ᾽ ἢ μόνῳ τῷ προηγουμένῳ πάντων ἀρχιερεῖ καὶ τούτῳ κατ᾽ ἐνιαυτὸν ἅπαξ ὁ δὲ οὐδαμῶς ἐπείθετο

12 τοῦ τε νόμου παραναγνωσθέντος οὐδ᾽ ὧς ἀπέλιπεν προφερόμενος ἑαυτὸν δεῖν εἰσελθεῖν λέγων καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς ἐμὲ δὲ οὐ δεῖ

13 καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πᾶν τέμενος οὐθεὶς ἐκώλυσεν τῶν παρόντων

14 καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι

15 γενομένου δέ φησιν τούτου διά τινα αἰτίαν οὐχὶ πάντως εἰσελεύσεσθαι καὶ θελόντων αὐτῶν καὶ μή

16 τῶν δὲ ἱερέων ἐν πάσαις ταῖς ἐσθήσεσιν προσπεσόντων καὶ δεομένων τοῦ μεγίστου θεοῦ βοηθεῖν τοῖς ἐνεστῶσιν καὶ τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταθεῖναι κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων

17 οἱ κατὰ τὴν πόλιν ἀπολειπόμενοι ταραχθέντες ἐξεπήδησαν ἄδηλον τιθέμενοι τὸ γινόμενον

18 αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι γόου τε καὶ στεναγμῶν ἐνεπίμπλων τὰς πλατείας

19 αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι τοὺς πρὸς ἀπάντησιν διατεταγμένους παστοὺς καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι δρόμον ἄτακτον ἐν τῇ πόλει συνίσταντο

20 τὰ δὲ νεογνὰ τῶν τέκνων αἱ πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλείπουσαι ἄλλως καὶ ἄλλως αἱ μὲν κατ᾽ οἴκους αἱ δὲ κατὰ τὰς ἀγυιάς ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο

21 ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγέντων ἡ δέησις ἐπὶ τοῖς ἀνοσίως ὑπ᾽ ἐκείνου κατεγχειρουμένοις

22 σύν τε τούτοις οἱ περὶ τῶν πολιτῶν θρασυνθέντες οὐκ ἠνείχοντο τέλεον αὐτοῦ ἐπικειμένου καὶ τὸ τῆς προθέσεως ἐκπληροῦν διανοουμένου

23 φωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι καὶ θαρραλέως ὑπὲρ τοῦ πατρῴου νόμου τελευτᾶν ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα μόλις δὲ ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀποτραπέντες ἐπὶ τὴν αὐτὴν τῆς δεήσεως παρῆσαν στάσιν

24 καὶ τὸ μὲν πλῆθος ὡς ἔμπροσθεν ἐν τούτοις ἀνεστρέφετο δεόμενον

25 οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεθυμημένης ἐπιβουλῆς

26 θρασυνθεὶς δὲ καὶ πάντα παραπέμψας ἤδη καὶ πρόσβασιν ἐποιεῖτο τέλος ἐπιθήσειν δοκῶν τῷ προειρημένῳ

27 ταῦτα οὖν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωροῦντες ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπικαλεῖσθαι τὸν πᾶν κράτος ἔχοντα τοῖς παροῦσιν ἐπαμῦναι μὴ παριδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρᾶξιν

28 ἐκ δὲ τῆς πυκνοτάτης τε καὶ ἐμπόνου τῶν ὄχλων συναγομένης κραυγῆς ἀνείκαστός τις ἦν βοή

29 δοκεῖν γὰρ ἦν μὴ μόνον τοὺς ἀνθρώπους ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πᾶν ἔδαφος ἠχεῖν ἅτε δὴ τῶν πάντων τότε θάνατον ἀλλασσομένων ἀντὶ τῆς τοῦ τόπου βεβηλώσεως


Next: 3 Macabees 2