Bible  Index 
John Index
  Previous  Next 

John 6

GNT

1 μετὰ ταῦτα ἀπῆλθεν ὁ ἰησοῦς πέραν τῆς θαλάσσης τῆς γαλιλαίας τῆς τιβεριάδος.

2 ἠκολούθει δὲ αὐτῶ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.

3 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.

4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν ἰουδαίων.

5 ἐπάρας οὗν τοὺς ὀφθαλμοὺς ὁ ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς φίλιππον, πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὖτοι;

6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.

7 ἀπεκρίθη αὐτῶ [ὁ] φίλιππος, διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ [τι] λάβῃ.

8 λέγει αὐτῶ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ἀνδρέας ὁ ἀδελφὸς σίμωνος πέτρου,

9 ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;

10 εἶπεν ὁ ἰησοῦς, ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῶ τόπῳ. ἀνέπεσαν οὗν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι.

11 ἔλαβεν οὗν τοὺς ἄρτους ὁ ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.

12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ, συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.

13 συνήγαγον οὗν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.

14 οἱ οὗν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι οὖτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.

15 ἰησοῦς οὗν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.

16 ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,

17 καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ ἰησοῦς,

18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο.

19 ἐληλακότες οὗν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.

20 ὁ δὲ λέγει αὐτοῖς, ἐγώ εἰμι, μὴ φοβεῖσθε.

21 ἤθελον οὗν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.

22 τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·

23 ἄλλα ἦλθεν πλοιά[ρια] ἐκ τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου.

24 ὅτε οὗν εἶδεν ὁ ὄχλος ὅτι ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς καφαρναοὺμ ζητοῦντες τὸν ἰησοῦν.

25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῶ, ῥαββί, πότε ὧδε γέγονας;

26 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς καὶ εἶπεν, ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.

27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.

28 εἶπον οὗν πρὸς αὐτόν, τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ;

29 ἀπεκρίθη [ὁ] ἰησοῦς καὶ εἶπεν αὐτοῖς, τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.

30 εἶπον οὗν αὐτῶ, τί οὗν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;

31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον, ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.

32 εἶπεν οὗν αὐτοῖς ὁ ἰησοῦς, ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ μωϊσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν·

33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῶ κόσμῳ.

34 εἶπον οὗν πρὸς αὐτόν, κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.

35 εἶπεν αὐτοῖς ὁ ἰησοῦς, ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε.

36 ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ [με] καὶ οὐ πιστεύετε.

37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρὸς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω,

38 ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με·

39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ [ἐν] τῇ ἐσχάτῃ ἡμέρᾳ.

40 τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ [ἐν] τῇ ἐσχάτῃ ἡμέρᾳ.

41 ἐγόγγυζον οὗν οἱ ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ,

42 καὶ ἔλεγον, οὐχ οὖτός ἐστιν ἰησοῦς ὁ υἱὸς ἰωσήφ, οὖ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;

43 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, μὴ γογγύζετε μετ᾽ ἀλλήλων.

44 οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις, καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ.

46 οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὖτος ἑώρακεν τὸν πατέρα.

47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.

48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.

49 οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον·

50 οὖτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.

51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.

52 ἐμάχοντο οὗν πρὸς ἀλλήλους οἱ ἰουδαῖοι λέγοντες, πῶς δύναται οὖτος ἡμῖν δοῦναι τὴν σάρκα [αὐτοῦ] φαγεῖν;

53 εἶπεν οὗν αὐτοῖς ὁ ἰησοῦς, ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.

54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ·

55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις.

56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶ.

57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾽ ἐμέ.

58 οὖτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.

59 ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν καφαρναούμ.

60 πολλοὶ οὗν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν, σκληρός ἐστιν ὁ λόγος οὖτος· τίς δύναται αὐτοῦ ἀκούειν;

61 εἰδὼς δὲ ὁ ἰησοῦς ἐν ἑαυτῶ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς, τοῦτο ὑμᾶς σκανδαλίζει;

62 ἐὰν οὗν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;

63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.

64 ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.

65 καὶ ἔλεγεν, διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῶ ἐκ τοῦ πατρός.

66 ἐκ τούτου πολλοὶ [ἐκ] τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν.

67 εἶπεν οὗν ὁ ἰησοῦς τοῖς δώδεκα, μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;

68 ἀπεκρίθη αὐτῶ σίμων πέτρος, κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις,

69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ.

70 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;

71 ἔλεγεν δὲ τὸν ἰούδαν σίμωνος ἰσκαριώτου· οὖτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.

KJV

1  After3326 these things5023 Jesus2424 went565 over4008 the3588 sea2281 of Galilee,1056 which is the sea of Tiberias.5085

2  And2532 a great4183 multitude3793 followed190 him,846 because3754 they saw3708 his846 miracles4592 which3739 he did4160 on1909 them that were diseased.770

3  And1161 Jesus2424 went up424 into1519 a mountain,3735 and2532 there1563 he sat2521 with3326 his848 disciples.3101

4  And1161 the3588 passover,3957 a feast1859 of the3588 Jews,2453 was2258 nigh.1451

5  When Jesus2424 then3767 lifted up1869 his eyes,3788 and2532 saw2300 a3754 great4183 company3793 come2064 unto4314 him,846 he saith3004 unto4314 Philip,5376 Whence4159 shall we buy59 bread,740 that2443 these3778 may eat?5315

6  And1161 this5124 he said3004 to prove3985 him:846 for1063 he846 himself knew1492 what5101 he would3195 do.4160

7  Philip5376 answered611 him,846 Two hundred1250 pennyworth1220 of bread740 is not sufficient714 3756 for them,846 that2443 every one1538 of them846 may take2983 a little.5100 1024

8  One1520 of1537 his846 disciples,3101 Andrew,406 Simon4613 Peter's4074 brother,80 saith3004 unto him,846

9  There is2076 a1520 lad3808 here,5602 which3739 hath2192 five4002 barley2916 loaves,740 and2532 two1417 small fishes:3795 but235 what5101 are2076 they5023 among1519 so many?5118

10  And1161 Jesus2424 said,2036 Make4160 the3588 men444 sit down.377 Now1161 there was2258 much4183 grass5528 in1722 the3588 place.5117 So3767 the3588 men435 sat down,377 in number706 about5616 five thousand.4000

11  And1161 Jesus2424 took2983 the3588 loaves;740 and2532 when he had given thanks,2168 he distributed1239 to the3588 disciples,3101 and2532 the3588 disciples3101 to them that were set down;345 and2532 likewise3668 of1537 the3588 fishes3795 as much as3745 they would.2309

12  1161 When5613 they were filled,1705 he said3004 unto his848 disciples,3101 Gather up4863 the3588 fragments2801 that remain,4052 that2443 nothing5100 3361 be lost.622

13  Therefore3767 they gathered them together,4863 and2532 filled1072 twelve1427 baskets2894 with the fragments2801 of1537 the3588 five4002 barley2916 loaves,740 which3739 remained over and above4052 unto them that had eaten.977

14  Then3767 those men,444 when they had seen1492 the miracle4592 that3739 Jesus2424 did,4160 said,3004 This3778 is2076 of a truth230 that prophet4396 that should come2064 into1519 the3588 world.2889

15  When Jesus2424 therefore3767 perceived1097 that3754 they would3195 come2064 and2532 take him by force,726 846 to2443 make4160 him846 a king,935 he departed402 again3825 into1519 a mountain3735 himself846 alone.3441

16  And1161 when5613 even3798 was now come,1096 his846 disciples3101 went down2597 unto1909 the3588 sea,2281

17  And2532 entered1684 into1519 a ship,4143 and went2064 over4008 the3588 sea2281 toward1519 Capernaum.2584 And2532 it was1096 now2235 dark,4653 and2532 Jesus2424 was not3756 come2064 to4314 them.846

18  And5037 the3739 sea2281 arose1326 by reason of a great3173 wind417 that blew.4154

19  So3767 when they had rowed1643 about5613 five and twenty4002 1501 or2228 thirty5144 furlongs,4712 they see2334 Jesus2424 walking4043 on1909 the3588 sea,2281 and2532 drawing1096 nigh1451 unto the3588 ship:4143 and2532 they were afraid.5399

20  But1161 he3588 saith3004 unto them,846 It is1510 I;1473 be not afraid.5399 3361

21  Then3767 they willingly2309 received2983 him846 into1519 the3588 ship:4143 and2532 immediately2112 the3588 ship4143 was1096 at1909 the3588 land1093 whither1519 3739 they went.5217

22  The3588 day following,1887 when the3588 people3793 which stood2476 on the other side4008 of the3588 sea2281 saw1492 that3754 there was2258 none3756 other243 boat4142 there,1563 save1508 that1565 one1520 whereinto1519 3739 his848 disciples3101 were entered,1684 and2532 that3754 Jesus2424 went not with4897 3756 his846 disciples3101 into1519 the3588 boat,4142 but235 that his846 disciples3101 were gone away565 alone;3441

23  (Howbeit1161 there came2064 other243 boats4142 from1537 Tiberias5085 nigh unto1451 the3588 place5117 where3699 they did eat5315 bread,740 after that the3588 Lord2962 had given thanks:)2168

24  When3753 the3588 people3793 therefore3767 saw1492 that3754 Jesus2424 was2076 not3756 there,1563 neither3761 his846 disciples,3101 they846 also2532 took1684 shipping,1519 4143 and2532 came2064 to1519 Capernaum,2584 seeking for2212 Jesus.2424

25  And2532 when they had found2147 him846 on the other side4008 of the3588 sea,2281 they said2036 unto him,846 Rabbi,4461 when4219 camest1096 thou hither?5602

26  Jesus2424 answered611 them846 and2532 said,2036 Verily,281 verily,281 I say3004 unto you,5213 Ye seek2212 me,3165 not3756 because3754 ye saw1492 the miracles,4592 but235 because3754 ye did eat5315 of1537 the3588 loaves,740 and2532 were filled.5526

27  Labor2038 not3361 for the3588 meat1035 which perisheth,622 but235 for that meat1035 which endureth3306 unto1519 everlasting166 life,2222 which3739 the3588 Son5207 of man444 shall give1325 unto you:5213 for1063 him5126 hath God2316 the3588 Father3962 sealed.4972

28  Then3767 said2036 they unto4314 him,846 What5101 shall we do,4160 that2443 we might work2038 the3588 works2041 of God?2316

29  Jesus2424 answered611 and2532 said2036 unto them,846 This5124 is2076 the3588 work2041 of God,2316 that2443 ye believe4100 on1519 him whom3739 he1565 hath sent.649

30  They said2036 therefore3767 unto him,846 What5101 sign4592 showest4160 thou4771 then,3767 that2443 we may see,1492 and2532 believe4100 thee?4671 what5101 dost thou work?2038

31  Our2257 fathers3962 did eat5315 manna3131 in1722 the3588 desert;2048 as2531 it is2076 written,1125 He gave1325 them846 bread740 from1537 heaven3772 to eat.5315

32  Then3767 Jesus2424 said2036 unto them,846 Verily,281 verily,281 I say3004 unto you,5213 Moses3475 gave1325 you5213 not3756 that bread740 from1537 heaven;3772 but235 my3450 Father3962 giveth1325 you5213 the3588 true228 bread740 from1537 heaven.3772

33  For1063 the3588 bread740 of God2316 is2076 he which cometh down2597 from1537 heaven,3772 and2532 giveth1325 life2222 unto the3588 world.2889

34  Then3767 said2036 they unto4314 him,846 Lord,2962 evermore3842 give1325 us2254 this5126 bread.740

35  And1161 Jesus2424 said2036 unto them,846 I1473 am1510 the3588 bread740 of life:2222 he that cometh2064 to4314 me3165 shall never3364 hunger;3983 and2532 he that believeth4100 on1519 me1691 shall never3364 4455 thirst.1372

36  But235 I said2036 unto you,5213 That3754 ye also2532 have seen3708 me,3165 and2532 believe4100 not.3756

37  All3956 that3739 the3588 Father3962 giveth1325 me3427 shall come2240 to4314 me;1691 and2532 him that cometh2064 to4314 me3165 I will in no wise3364 cast1544 out.1854

38  For3754 I came down2597 from1537 heaven,3772 not3756 to2443 do4160 mine own1699 will,2307 but235 the3588 will2307 of him that sent3992 me.3165

39  And1161 this5124 is2076 the3588 Father's3962 will2307 which hath sent3992 me,3165 that2443 of all3956 which3739 he hath given1325 me3427 I should3361 lose622 nothing,1537 846 but235 should raise it up again450 846 at1722 the3588 last2078 day.2250

40  And1161 this5124 is2076 the3588 will2307 of him that sent3992 me,3165 that2443 every one3956 which seeth2334 the3588 Son,5207 and2532 believeth4100 on1519 him,846 may have2192 everlasting166 life:2222 and2532 I1473 will raise him up450 846 at the3588 last2078 day.2250

41  The3588 Jews2453 then3767 murmured1111 at4012 him,846 because3754 he said,2036 I1473 am1510 the3588 bread740 which came down2597 from1537 heaven.3772

42  And2532 they said,3004 Is2076 not3756 this3778 Jesus,2424 the3588 son5207 of Joseph,2501 whose3739 father3962 and2532 mother3384 we2249 know?1492 how4459 is it then3767 that he3778 saith,3004 I came down2597 from1537 heaven?3772

43  Jesus2424 therefore3767 answered611 and2532 said2036 unto them,846 Murmur1111 not3361 among3326 yourselves.240

44  No man3762 can1410 come2064 to4314 me,3165 except3362 the3588 Father3962 which hath sent3992 me3165 draw1670 him:846 and2532 I1473 will raise him up450 846 at the3588 last2078 day.2250

45  It is2076 written1125 in1722 the3588 prophets,4396 And2532 they shall be2071 all3956 taught1318 of God.2316 Every man3956 therefore3767 that hath heard,191 and2532 hath learned3129 of3844 the3588 Father,3962 cometh2064 unto4314 me.3165

46  Not3756 that3754 any man5100 hath seen3708 the3588 Father,3962 save1508 he which is5607 of3844 God,2316 he3778 hath seen3708 the3588 Father.3962

47  Verily,281 verily,281 I say3004 unto you,5213 He that believeth4100 on1519 me1691 hath2192 everlasting166 life.2222

48  I1473 am1510 that bread740 of life.2222

49  Your5216 fathers3962 did eat5315 manna3131 in1722 the3588 wilderness,2048 and2532 are dead.599

50  This3778 is2076 the3588 bread740 which cometh down2597 from1537 heaven,3772 that2443 a man5100 may eat5315 thereof,1537 846 and2532 not3361 die.599

51  I1473 am1510 the3588 living2198 bread740 which came down2597 from1537 heaven:3772 if1437 any man5100 eat5315 of1537 this5127 bread,740 he shall live2198 forever:1519 165 and1161 the3588 bread740 that3739 I1473 will give1325 is2076 my3450 flesh,4561 which3739 I1473 will give1325 for5228 the3588 life2222 of the3588 world.2889

52  The3588 Jews2453 therefore3767 strove3164 among4314 themselves,240 saying,3004 How4459 can1410 this man3778 give1325 us2254 his flesh4561 to eat?5315

53  Then3767 Jesus2424 said2036 unto them,846 Verily,281 verily,281 I say3004 unto you,5213 Except3362 ye eat5315 the3588 flesh4561 of the3588 Son5207 of man,444 and2532 drink4095 his846 blood,129 ye have2192 no3756 life2222 in1722 you.1438

54  Whoso eateth5176 my3450 flesh,4561 and2532 drinketh4095 my3450 blood,129 hath2192 eternal166 life;2222 and2532 I1473 will raise him up450 846 at the3588 last2078 day.2250

55  For1063 my3450 flesh4561 is2076 meat1035 indeed,230 and2532 my3450 blood129 is2076 drink4213 indeed.230

56  He that eateth5176 my3450 flesh,4561 and2532 drinketh4095 my3450 blood,129 dwelleth3306 in1722 me,1698 and I2504 in1722 him.846

57  As2531 the3588 living2198 Father3962 hath sent649 me,3165 and I2504 live2198 by1223 the3588 Father:3962 so2532 he that eateth5176 me,3165 even he2548 shall live2198 by1223 me.1691

58  This3778 is2076 that bread740 which came down2597 from1537 heaven:3772 not3756 as2531 your5216 fathers3962 did eat5315 manna,3131 and2532 are dead:599 he that eateth5176 of this5126 bread740 shall live2198 forever.1519 165

59  These things5023 said2036 he in1722 the synagogue,4864 as he taught1321 in1722 Capernaum.2584

60  Many4183 therefore3767 of1537 his846 disciples,3101 when they had heard191 this, said,2036 This3778 is2076 a hard4642 saying;3056 who5101 can1410 hear191 it?846

61  When1161 Jesus2424 knew1492 in1722 himself1438 that3754 his846 disciples3101 murmured1111 at4012 it,5127 he said2036 unto them,846 Doth this5124 offend4624 you?5209

62  What and3767 if1437 ye shall see2334 the3588 Son5207 of man444 ascend up305 where3699 he was2258 before?4386

63  It is2076 the3588 spirit4151 that quickeneth;2227 the3588 flesh4561 3756 profiteth5623 nothing:3762 the3588 words4487 that3739 I1473 speak2980 unto you,5213 they are2076 spirit,4151 and2532 they are2076 life.2222

64  But235 there are1526 some5100 of1537 you5216 that3739 believe4100 not.3756 For1063 Jesus2424 knew1492 from1537 the beginning746 who5101 they were1526 that believed4100 not,3361 and2532 who5101 should2076 betray3860 him.846

65  And2532 he said,3004 Therefore1223 5124 said2046 I unto you,5213 that3754 no man3762 can1410 come2064 unto4314 me,3165 except3362 it were5600 given1325 unto him846 of1537 my3450 Father.3962

66  From1537 that5127 time many4183 of his846 disciples3101 went565 back,1519 3694 and2532 walked4043 no more3765 with3326 him.846

67  Then3767 said2036 Jesus2424 unto the3588 twelve,1427 Will2309 3361 ye5210 also2532 go away?5217

68  Then3767 Simon4613 Peter4074 answered611 him,846 Lord,2962 to4314 whom5101 shall we go?565 thou hast2192 the words4487 of eternal166 life.2222

69  And2532 we2249 believe4100 and2532 are sure1097 that3754 thou4771 art1488 that Christ,5547 the3588 Son5207 of the3588 living2198 God.2316

70  Jesus2424 answered611 them,846 Have not3756 I1473 chosen1586 you5209 twelve,1427 and2532 one1520 of1537 you5216 is2076 a devil?1228

71  1161 He spake3004 of Judas2455 Iscariot2469 the son of Simon:4613 for1063 he3778 it was that should3195 betray3860 him,846 being5607 one1520 of1537 the3588 twelve.1427

Vul

1 Post hæc abiit Jesus trans mare Galilææ, quod est Tiberiadis:

2 et sequebatur eum multitudo magna, quia videbant signa quæ faciebat super his qui infirmabantur.

3 Subiit ergo in montem Jesus et ibi sedebat cum discipulis suis.

4 Erat autem proximum Pascha dies festus Judæorum.

5 Cum sublevasset ergo oculos Jesus, et vidisset quia multitudo maxima venit ad eum, dixit ad Philippum: Unde ememus panes, ut manducent hi?

6 Hoc autem dicebat tentans eum: ipse enim sciebat quid esset facturus.

7 Respondit ei Philippus: Ducentorum denariorum panes non sufficiunt eis, ut unusquisque modicum quid accipiat.

8 Dicit ei unus ex discipulis ejus, Andreas, frater Simonis Petri:

9 Est puer unus hic qui habet quinque panes hordeaceos et duos pisces: sed hæc quid sunt inter tantos?

10 Dixit ergo Jesus: Facite homines discumbere. Erat autem fœnum multum in loco. Discumberunt ergo viri, numero quasi quinque millia.

11 Accepit ergo Jesus panes: et cum gratias egisset, distribuit discumbentibus: similiter et ex piscibus quantum volebant.

12 Ut autem impleti sunt, dixit discipulis suis: Colligite quæ superaverunt fragmenta, ne pereant.

13 Collegerunt ergo, et impleverunt duodecim cophinos fragmentorum ex quinque panibus hordeaceis, quæ superfuerunt his qui manducaverant.

14 Illi ergo homines cum vidissent quod Jesus fecerat signum, dicebant: Quia hic est vere propheta, qui venturus est in mundum.

15 Jesus ergo cum cognovisset quia venturi essent ut raperent eum, et facerent eum regem, fugit iterum in montem ipse solus.

16 Ut autem sero factum est, descenderunt discipuli ejus ad mare.

17 Et cum ascendissent navim, venerunt trans mare in Capharnaum: et tenebræ jam factæ erant et non venerat ad eos Jesus.

18 Mare autem, vento magno flante, exsurgebat.

19 Cum remigassent ergo quasi stadia viginti quinque aut triginta, vident Jesum ambulantem supra mare, et proximum navi fieri, et timuerunt.

20 Ille autem dicit eis: Ego sum, nolite timere.

21 Voluerunt ergo accipere eum in navim et statim navis fuit ad terram, in quam ibant.

22 Altera die, turba, quæ stabat trans mare, vidit quia navicula alia non erat ibi nisi una, et quia non introisset cum discipulis suis Jesus in navim, sed soli discipuli ejus abiissent:

23 aliæ vero supervenerunt naves a Tiberiade juxta locum ubi manducaverunt panem, gratias agente Domino.

24 Cum ergo vidisset turba quia Jesus non esset ibi, neque discipuli ejus, ascenderunt in naviculas, et venerunt Capharnaum quærentes Jesum.

25 Et cum invenissent eum trans mare, dixerunt ei: Rabbi, quando huc venisti?

26 Respondit eis Jesus, et dixit: Amen, amen dico vobis: quæritis me non quia vidistis signa, sed quia manducastis ex panibus et saturati estis.

27 Operamini non cibum, qui perit, sed qui permanet in vitam æternam, quem Filius hominis dabit vobis. Hunc enim Pater signavit Deus.

28 Dixerunt ergo ad eum: Quid faciemus ut operemur opera Dei?

29 Respondit Jesus, et dixit eis: Hoc est opus Dei, ut credatis in eum quem misit ille.

30 Dixerunt ergo ei: Quod ergo tu facis signum ut videamus et credamus tibi? quid operaris?

31 Patres nostri manducaverunt manna in deserto, sicut scriptum est: Panem de cælo dedit eis manducare.

32 Dixit ergo eis Jesus: Amen, amen dico vobis: non Moyses dedit vobis panem de cælo, sed Pater meus dat vobis panem de cælo verum.

33 Panis enim Dei est, qui de cælo descendit, et dat vitam mundo.

34 Dixerunt ergo ad eum: Domine, semper da nobis panem hunc.

35 Dixit autem eis Jesus: Ego sum panis vitæ: qui venit ad me, non esuriet, et qui credit in me, non sitiet umquam.

36 Sed dixi vobis quia et vidistis me, et non creditis.

37 Omne quod dat mihi Pater, ad me veniet: et eum qui venit ad me, non ejiciam foras:

38 quia descendi de cælo, non ut faciam voluntatem meam, sed voluntatem ejus qui misit me.

39 Hæc est autem voluntas ejus qui misit me, Patris: ut omne quod dedit mihi, non perdam ex eo, sed resuscitem illud in novissimo die.

40 Hæc est autem voluntas Patris mei, qui misit me: ut omnis qui videt Filium et credit in eum, habeat vitam æternam, et ego resuscitabo eum in novissimo die.

41 Murmurabant ergo Judæi de illo, quia dixisset: Ego sum panis vivus, qui de cælo descendi,

42 et dicebant: Nonne hic est Jesus filius Joseph, cujus nos novimus patrem et matrem? quomodo ergo dicit hic: Quia de cælo descendi?

43 Respondit ergo Jesus, et dixit eis: Nolite murmurare in invicem:

44 nemo potest venire ad me, nisi Pater, qui misit me, traxerit eum; et ego resuscitabo eum in novissimo die.

45 Est scriptum in prophetis: Et erunt omnes docibiles Dei. Omnis qui audivit a Patre, et didicit, venit ad me.

46 Non quia Patrem vidit quisquam, nisi is, qui est a Deo, hic vidit Patrem.

47 Amen, amen dico vobis: qui credit in me, habet vitam æternam.

48 Ego sum panis vitæ.

49 Patres vestri manducaverunt manna in deserto, et mortui sunt.

50 Hic est panis de cælo descendens: ut si quis ex ipso manducaverit, non moriatur.

51 Ego sum panis vivus, qui de cælo descendi.

52 Si quis manducaverit ex hoc pane, vivet in æternum: et panis quem ego dabo, caro mea est pro mundi vita.

53 Litigabant ergo Judæi ad invicem, dicentes: Quomodo potest hic nobis carnem suam dare ad manducandum?

54 Dixit ergo eis Jesus: Amen, amen dico vobis: nisi manducaveritis carnem Filii hominis, et biberitis ejus sanguinem, non habebitis vitam in vobis.

55 Qui manducat meam carnem, et bibit meum sanguinem, habet vitam æternam: et ego resuscitabo eum in novissimo die.

56 Caro enim mea vere est cibus: et sanguis meus, vere est potus;

57 qui manducat meam carnem et bibit meum sanguinem, in me manet, et ego in illo.

58 Sicut misit me vivens Pater, et ego vivo propter Patrem: et qui manducat me, et ipse vivet propter me.

59 Hic est panis qui de cælo descendit. Non sicut manducaverunt patres vestri manna, et mortui sunt. Qui manducat hunc panem, vivet in æternum.

60 Hæc dixit in synagoga docens, in Capharnaum.

61 Multi ergo audientes ex discipulis ejus, dixerunt: Durus est hic sermo, et quis potest eum audire?

62 Sciens autem Jesus apud semetipsum quia murmurarent de hoc discipuli ejus, dixit eis: Hoc vos scandalizat?

63 si ergo videritis Filium hominis ascendentem ubi erat prius?

64 Spiritus est qui vivificat: caro non prodest quidquam: verba quæ ego locutus sum vobis, spiritus et vita sunt.

65 Sed sunt quidam ex vobis qui non credunt. Sciebat enim ab initio Jesus qui essent non credentes, et quis traditurus esset eum.

66 Et dicebat: Propterea dixi vobis, quia nemo potest venire ad me, nisi fuerit ei datum a Patre meo.

67 Ex hoc multi discipulorum ejus abierunt retro: et jam non cum illo ambulabant.

68 Dixit ergo Jesus ad duodecim: Numquid et vos vultis abire?

69 Respondit ergo ei Simon Petrus: Domine, ad quem ibimus? verba vitæ æternæ habes:

70 et nos credidimus, et cognovimus quia tu es Christus Filius Dei.

71 Respondit eis Jesus: Nonne ego vos duodecim elegi: et ex vobis unus diabolus est?

72 Dicebat autem Judam Simonis Iscariotem: hic enim erat traditurus eum, cum esset unus ex duodecim.


Next: John 7