RETOUR À L’ENTRÉE DU SITE

 

RETOURNER à LA TABLE DES MATIÈRES D'eusèbe

 

 

EUSÈBE DE CÉSARÉE

 

Préparation évangélique

LIVRE X

traduction française

Si vous voulez la traduction française d'un chapitre, cliquez sur le chapitre


ΤΑΔΕ ΤΟ ΔΕΚΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ

αʹ. Ὡς παρὰ βαρβάρων εἰς Ἕλληνας τὰ σεμνὰ τῶν μαθημάτων παρῆλθε· καὶ περὶ τῆς Ἑβραίων ἀρχαιότητος
βʹ. Περὶ τῆς τῶν Ἑλληνικῶν συγγραφέων κλοπῆς· Κλήμεντος
γʹ. Πορφυρίου περὶ τοῦ κλέπτας εἶναι τοὺς Ἕλληνας
δʹ. Ὅτι μὴ ἀλόγως τὴν παρ´ Ἑβραίοις θεολογίαν τῆς Ἑλληνικῆς φιλοσοφίας προτετιμήκαμεν
εʹ. Ὅτι τὰ πάντα παρὰ βαρβάρων Ἕλληνες ὠφέληνται
Ϛʹ. Περὶ τοῦ αὐτοῦ· ἀπὸ τῶν Κλήμεντος
ζʹ. Ἰωσήπου περὶ τοῦ αὐτοῦ
ηʹ. Διοδώρου τοῦ τὰς βιβλιοθήκας περὶ τοῦ αὐτοῦ
θʹ. Περὶ τῆς ἀρχαιότητος Μωσέως καὶ τῶν παρ´ Ἑβραίοις προφητῶν
ιʹ. Ἀφρικανοῦ περὶ τοῦ αὐτοῦ
ιαʹ. Τατιανοῦ περὶ τοῦ αὐτοῦ
ιβʹ. Κλήμεντος περὶ τοῦ αὐτοῦ
ιγʹ. Ἰωσήπου περὶ τοῦ αὐτοῦ
ιδʹ. Ὡς ἁπάσης τῆς παρ´ Ἑβραίοις ἱστορίας νεώτεροι τυγχάνουσι τῶν παρ´ Ἕλλησι φιλοσόφων οἱ χρόνοι

 

ΚΕΦΑΛΑΙΟΝ Α'.

ΩΣ ΠΑΡΑ ΒΑΡΒΑΡΩΝ ΕΙΣ ΕΛΛΗΝΑΣ ΤΑ ΣΕΜΝΑ ΤΩΝ ΜΑΘΗtΜΑΤΩΝ ΠΑΡΗΛΘΕ· ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΕΒΡΑΙΩΝ ΑΡΧΑΙΟΤΗΤΟΣ

Τίσι ποτὲ λόγοις τὴν καθ´ Ἑβραίους φιλοσοφίαν τῆς Ἑλληνικῆς προτετιμήκαμεν ὁποίοις τε λογισμοῖς τὰς παρὰ τοῖς ἀνδράσιν ἱερὰς βίβλους ἀπεδεξάμεθα προδιειληφότες κἄπειτα καὶ αὐτοὺς τοὺς Ἕλληνας μὴ ἀγνοῆσαι τοὺς ἄνδρας, μνημονεῦσαι δὲ ὀνομαστὶ καὶ τὸν βίον καταπλαγῆναι τῆς τε βασιλικῆς μητροπόλεως καὶ τῆς λοιπῆς αὐτῶν ἱστορίας πολὺν πεποιῆσθαι λόγον παραστήσαντες, φέρε ἐπιθεωρήσωμεν, ὡς οὐ μόνον τῶνδε γραφῆς ἠξίωσαν τὴν μνήμην, ἀλλὰ καὶ τῆς ὁμοίας αὐτοῖς διδασκαλίας τε καὶ μαθήσεως ἔν τισι τῶν εἰς βελτίωσιν ψυχῆς συντεινόντων δογμάτων ζηλωταὶ κατέστησαν. Ὡς μὲν οὖν τὰ λοιπὰ τῶν μαθημάτων ἄλλοθεν ἄλλος τῶν θαυμαστῶν Ἑλλήνων τοὺς βαρβάρους ἐκπεριιὼν συνελέξατο, γεωμετρίαν, ἀριθμητικήν, μουσικήν, ἀστρονομίαν, ἰατρικὴν αὐτά τε τὰ πρῶτα τῆς γραμματικῆς στοιχεῖα μυρίας τε ἄλλας τεχνικὰς καὶ βιωφελεῖς ἐπιτηδεύσεις, αὐτίκα μάλα παραστήσω. Ὥσπερ οὖν τὴν περὶ πλειόνων θεῶν δόξαν τά τε μυστήρια καὶ τὰς τελετὰς καὶ προσέτι τὰς ἱστορίας καὶ τὰς μυθικὰς περὶ θεῶν διηγήσεις τῶν τε μύθων τὰς ἀλληγορουμένας φυσιολογίας καὶ τὴν λοιπὴν δεισιδαίμονα πλάνην παρὰ βαρβάρων εἰλῆφθαι αὐτοῖς φθάσας ὁ λόγος ἀπέδειξεν, ὁπηνίκα τὰ πάντα τοὺς Ἕλληνας, γῆν πολλὴν πλανηθέντας, οὐκ ἀταλαιπώρως μέν, ἐξ ἐράνου δὲ τῶν παρὰ βαρβάροις μαθημάτων τὴν οἰκείαν ὑποστήσασθαι θεολογίαν ἐφωράσαμεν, ὡς δὲ τὰ περὶ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ τά τε περὶ τῶν μάλιστα ζητουμένων εἰς ψυχῆς ὠφέλειαν δογμάτων, ἃ δὴ καὶ συνεκτικώτατα γένοιτ´ ἂν τῶν ἐν φιλοσοφίᾳ λόγων, οὐκ ἄλλοθεν εἶεν ἂν ἢ παρὰ μόνων Ἑβραίων πεπορισμένοι, οὐκ εἰς μακρὸν ἀποδειχθήσεται. Ἢ εἰ μὴ τοῦτο, συνενεχθῆναι δὲ φαίη τις αὐτοὺς φυσικαῖς ὑποκινηθέντας ἐννοίαις, καὶ τοῦτο πρὸς ἡμῶν ἂν εἴη, εἰ τὰ μὴ μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ὑπὸ θεολόγων προφητῶν ἀνδρῶν παραδεδομένα, ἀλλὰ τὰ καί τισιν, εἰ καὶ μὴ πᾶσιν, αὐτοῖς δέ γε, ὧν μέγα κλέος καθ´ Ἑλλάδα, καὶ φιλοσόφων διατριβαῖς ἐξητασμένα ζηλοῦν προειλόμεθα. Τούτους δ´ ἂν εὕροις ἀριθμῷ μὲν ὄντας ληπτούς, ὅτι καὶ πάντα χαλεπά φασιν εἶναι τὰ καλά, οὐ μὴν ἀλλὰ πρωτείοις τῶν παρ´ Ἕλλησι φιλοσόφων τετιμημένους, ὡς διὰ τὴν πολλὴν εὐδοκίμησιν τῇ δόξῃ τοὺς ὁμοίους καλύπτειν. Οὐ χρὴ δὲ θαυμάζειν, εἰ καὶ τὰ παρ´ Ἑβραίοις δόγματα δυνατὸν εἶναί φαμεν ἐσκευωρῆσθαι αὐτοῖς, ὅτε μὴ μόνον τὰ λοιπὰ τῶν μαθημάτων Αἰγυπτίους καὶ Χαλδαίους τά τε ἄλλα τῶν βαρβάρων ἐθνῶν συνίστανται ἀποσυλήσαντες, ἀλλ´ εἰσέτι καὶ νῦν ἁλίσκονται τὰς σφῶν αὐτῶν ἐν συγγράμμασι φιλοτιμίας ἀποστεροῦντες ἀλλήλους. Τὰς γοῦν τῶν πέλας ὁ καθ´ εἷς αὐτῶν λέξεις ὁμοῦ καὶ διανοίας καὶ ὅλας λόγων συντάξεις ὑποκλέψας ὡς ἐπ´ οἰκείοις πόνοις ἐσεμνύνατο. Μηδὲ τοῦτον δ´ ὑπολάβῃς ἐμὸν εἶναι τὸν λόγον· αὐτῶν γὰρ τῶν πανσόφων ἀκούσῃ πάλιν τῆς ἐν λόγοις κλοπῆς ἀλλήλους ἀπελεγχόντων. Τοῦτο δέ γε αὐτό, ἐπείπερ ἅπαξ ὡρμήθημεν, ἀναγκαῖον πρῶτον ἁπάντων συνιδεῖν εἰς ἔλεγχον τοῦ τῶν δηλουμένων τρόπου. Ὁ μὲν οὖν ἡμέτερος Κλήμης ἐν ἕκτῳ Στρωματεῖ τὴν περὶ τούτου σύστασιν εἰς πλάτος ἀπηύθυνε. Τούτου δέ μοι πρώτου λαβὼν ἀνάγνωθι τὰς τοιάσδε φωνάς·

ΚΕΦΑΛΑΙΟΝ Β'.

ΚΛΗΜΕΝΤΟΣ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΕΛΛΗΝΙΚΩΝ ΣΥΓΓΡΑΦΕΩΝ ΚΛΟΠΗΣ

« Παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς ἐπινοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν, καθ´ ὃ σημαινόμενον διήκειν εἰς αὐτοὺς τὴν κλοπὴν τῆς ἀληθείας ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν, φέρε μάρτυρας τῆς κλοπῆς αὐτοὺς καθ´ αὑτῶν παραστήσωμεν τοὺς Ἕλληνας. Οἱ γὰρ τὰ οἰκεῖα οὕτως ἄντικρυς παρ´ ἀλλήλων ὑφαιρούμενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι, σφετερίζεσθαι δ´ ὅμως καὶ ἄκοντες τὴν παρ´ ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρα διαδείκνυνται. Οἱ γὰρ μηδὲ ἑαυτῶν, σχολῇ γ´ ἂν τῶν ἡμετέρων ἀφέξονται. Καὶ τὰ μὲν κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανενεμημένων, ὡς μὴ ἀχάριστοι ἐλεγχθεῖεν παρὰ Σωκράτους εἰληφέναι τὰ κυριώτατα τῶν δογμάτων· ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, διαφόροις τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψομαι. »

Ταῦθ´ ὡς ἐν προοιμίοις φήσας τοὺς ἐλέγχους ἑξῆς ἐπάγει, παντοίαις κεχρημένος ἀποδείξεσι καὶ πρώτους γε τοὺς ποιητὰς τὰ παρὰ τῶν ὁμοίων κεκλοφέναι διὰ παραθέσεως τῶν ἑκάστου φωνῶν εὐθύνει. Εἶθ´ ἑξῆς ἐπιλέγει ταῦτα·

« Ὡς δὲ μὴ ἄμοιρον τήν τε φιλοσοφίαν τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν, καὶ τούτων ὀλίγα παραθέσθαι εὔλογον. »

Εἶτ´ ἀκολούθως Ὀρφέως, Ἡρακλείτου, Πλάτωνος, Πυθαγόρου, Ἡροδότου, Θεοπόμπου, Θουκυδίδου, Δημοσθένους, Αἰσχίνου, Λυσίου, Ἰσοκράτους, μυρίων ἄλλων παρατίθησιν ὧν περιττὸν ἐμὲ καταλέγειν τὰς φωνάς, προκειμένης τῆς τἀνδρὸς γραφῆς, ἐν ᾗ μετὰ τοὺς ἐλέγχους τῶν εἰρημένων ταῦτα πάλιν φησίν·

« Αἱ μὲν οὖν ἰδέαι τῆς κατὰ διάνοιαν Ἑλληνικῆς κλοπῆς εἰς ὑπόδειγμα ἐναργὲς τῷ διορᾶν δυναμένῳ τοιαίδε οὖσαι ἅλις ἔστωσαν. Ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ τὰς λέξεις ὑφελόμενοι καὶ παραφράσαντες ἐφωράθησαν, ὡς δειχθήσονται, αὐτοτελῶς δὲ τὰ ἑτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν, καθάπερ Εὐγ[ρ]άμμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ Περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον. »

Αὖθις δὲ τούτοις ἐπαγαγὼν πλείους ἀποδείξεις τοῦ λόγου πάλιν τελευτῶν προστίθησι τάδε·

« Ἐπιλείψει με ὁ βίος, εἰ καθ´ ἕκαστον ἐπεξιέναι πειρῴμην τὴν Ἑλληνικὴν διελέγχων φίλαυτον κλοπὴν καὶ ὡς σφετερίζονται τὴν εὕρεσιν τῶν παρ´ αὐτοῖς καλλίστων δογμάτων, ἣν παρ´ ἡμῶν εἰλήφασιν. Ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ´ ἡμῖν ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τῶν ἁγίως βεβιωκότων εἰς τὴν ἡμετέραν ἐπιστροφὴν παραδόξως ἐνεργούμενα, Ἑλληνικῇ μυθολογίᾳ τερατευόμενοι. Καὶ δὴ πευσόμεθα παρ´ αὐτῶν ἤτοι ἀληθῆ ταῦτά ἐστιν, ἃ ἱστοροῦσιν, ἢ ψευδῆ. Ψευδῆ μὲν οὐκ ἂν φήσαιεν· οὐ γὰρ ἂν καταψηφίσαιντο ἑαυτῶν ἑκόντες τὴν μεγίστην εὐήθειαν, τὸ ψευδῆ συγγράφειν· ἀληθῆ δ´ εἶναι ἐξ ἀνάγκης ὁμολογήσαιεν. Καὶ πῶς ἔτι ἄπιστα αὐτοῖς καταφαίνεται τὰ διὰ Μωσέως καὶ τῶν ἄλλων προφητῶν τεραστίως ἐπιδεδειγμένα; Πάντων γὰρ ἀνθρώπων ὁ παντοκράτωρ κηδόμενος θεὸς τοὺς μὲν ἐντολαῖς, τοὺς δ´ ἀπειλαῖς, ἔστι δ´ οὓς σημείοις τεραστίοις, ἐνίους δὲ ἠπίοις ἐπαγγελίαις ἐπιστρέφει πρὸς σωτηρίαν. Πλὴν ἀλλ´ οἱ Ἕλληνες, αὐχμοῦ ποτὲ τὴν Ἑλλάδα πολυχρονίως φθείροντος καὶ ἐπεχούσης ἀγονίας καρπῶν, οἱ καταλειφθέντες, φασί, διὰ λιμὸν ἱκέται παραγενόμενοι εἰς Δελφοὺς ἤροντο τὴν Πυθίαν πῶς ἂν ἀπαλλαγεῖεν τοῦ δεινοῦ. Μίαν δ´ αὐτοῖς ἔχρησεν ἀπαλλαγὴν τῆς συμφορᾶς, εἰ χρήσαιντο τῇ Αἰακοῦ εὐχῇ. Πεισθεὶς οὖν αὐτοῖς Αἰακὸς ἀνελθὼν ἐπὶ τὸ Ἑλληνικὸν ὄρος, τὰς καθαρὰς χεῖρας ἐκτείνας εἰς οὐρανὸν κοινὸν ἀποκαλέσας πατέρα τὸν θεὸν ηὔξατο οἰκτεῖραι αὐτὸν τετρυχωμένην τὴν Ἑλλάδα. Ἅμα δὲ εὐχομένου βροντὴ ἐξαίσιος ἐπεκτύπει καὶ πᾶς ὁ πέριξ ἀὴρ ἐνεφοῦτο· λάβροι δὲ καὶ συνεχεῖς ὄμβροι καταρραγέντες ὅλην ἐπλήρωσαν τὴν χώραν. Ἐντεῦθεν ἄφθονος καὶ πλουσία τελεσφορεῖται εὐκαρπία, ταῖς Αἰακοῦ γεωργηθεῖσα εὐχαῖς. ‘Καὶ ἐπεκαλέσατο’, φησί, ‘Σαμουὴλ τὸν κύριον, καὶ ἔδωκε κύριος φωνὰς καὶ ὑετὸν ἐν ἡμέρᾳ θερισμοῦ.’ Ὁρᾷς ὅτι ὁ ‘βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους’ διὰ τῶν ὑποτεταγμένων δυνάμεων »  

καὶ τὰ ἑξῆς.

Τούτοις μυρία συνάψας ὁ Κλήμης κλέπτας γεγονέναι τοὺς Ἕλληνας ἀναμφιλέκτοις ἐλέγχοις κατεφώρασεν. Εἰ δέ σοι μὴ πιστὸς οὗτος, ἅτε τῆς Ἑλληνικῆς καὶ αὐτὸς τὴν βάρβαρον ὁμοίως ἡμῖν προτετιμηκὼς φιλοσοφίαν, καὶ δὴ ἐάσθω, καίπερ οὐκ οἰκείαις φωναῖς, ταῖς δ´ αὐτῶν Ἑλλήνων ἀπευθύνας τὸν λόγον. Τί δ´ ἂν εἴποις, εἰ τὰ ὅμοια καὶ παρ´ αὐτῶν μάθοις τῶν γενναίων σου φιλοσόφων; Δέχου δῆτα καὶ τούτων τὰς μαρτυρίας·

ΚΕΦΑΛΑΙΟΝ Γ'.

ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΚΛΕΠΤΑΣ ΕΙΝΑΙ ΤΟΥΣ ΕΛΛΗΝΑΣ· tΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΗΣ ΦΙΛΟΛΟΓΟΥ ΑΚΡΟΑΣΕΩΣ

« Τὰ Πλατώνεια ἑστιῶν ἡμᾶς Λογγῖνος Ἀθήνησι κέκληκεν ἄλλους τε πολλοὺς καὶ Νικαγόραν τὸν σοφιστὴν καὶ Μαΐορα Ἀπολλώνιόν τε τὸν γραμματικὸν καὶ Δημήτριον τὸν γεωμέτρην Προσήνην τε τὸν Περιπατητικὸν καὶ τὸν Στωϊκὸν Καλλιέτην. Μεθ´ ὧν ἕβδομος αὐτὸς κατακλινείς, τοῦ δείπνου προκόπτοντος καί τινος ζητήσεως περὶ Ἐφόρου ἐν τοῖς ἄλλοις γενομένης· ‘Ἀκούσωμεν’, ἔφη, ‘τίς ὁ περὶ Ἐφόρου θόρυβος.’ Ἦσαν δ´ οἱ ζητοῦντες Καΰστριός τε καὶ Μάξιμος· ὁ μὲν γὰρ αὐτὸν καὶ Θεοπόμπου προὐτίθει, ὁ δὲ Καΰστριος κλέπτην ἀπεκάλει. ‘Καὶ τί γὰρ Ἐφόρου ἴδιον’, 〈ἔφη〉, ‘ἐκ τῶν  Δαϊμάχου καὶ Καλλισθένους καὶ Ἀναξιμένους αὐταῖς λέξεσιν ἔστιν ὅτε τρισχιλίους ὅλους μετατιθέντος στίχους’; Πρὸς ὃν ὁ γραμματικὸς Ἀπολλώνιος ἔφη· ‘Οὐ γὰρ ἔγνως ὅτι καὶ τὸν Θεόπομπον, ὃν σὺ προτιμᾷς, κατείληφε τουτὶ τὸ πάθος, ἐν μὲν τῇ ἑνδεκάτῃ τῶν Περὶ Φίλιππον ἐκ τοῦ Ἰσοκράτους’ Ἀρεοπαγιτικοῦ μεταγράψαντα αὐτοῖς ὀνόμασιν ἐκεῖνα,

Ὅτι ‘τῶν ἀγαθῶν καὶ τῶν
κακῶν οὐδὲν αὐτὸ καθ´ αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις,’

καὶ τὰ ἑξῆς. Καίτοι ὑπερφρονεῖ τὸν Ἰσοκράτην καὶ νενικῆσθαι ὑφ´ ἑαυτοῦ λέγει κατὰ τὸν ἐπὶ Μαυσώλῳ ἀγῶνα τὸν διδάσκαλον. Πραγμάτων δ´ ὑφαίρεσιν πεποίηται, μεταθεὶς τὰ ἐπ´ ἄλλων ἄλλοις, ἵνα καὶ ψεύστης ἁλῷ τοῦτον τὸν τρόπον. Ἄνδρωνος γὰρ ἐν τῷ Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προρρήσεις ἱστορηκότος εἰπόντος τε ὡς διψήσας ποτὲ ἐν Μεταποντίῳ καὶ ἔκ τινος φρέατος ἀνιμήσας καὶ πιὼν προεῖπεν, ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός‘, »

καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν ἐπιλέγει·

« Ταῦτ´ οὖν τοῦ Ἄνδρωνος περὶ Πυθαγόρου ἱστορηκότος πάντα ὑφείλετο Θεόπομπος· εἰ μὲν περὶ Πυθαγόρου λέγων, τάχα ἂν καὶ ἕτεροι ἠπίσταντο περὶ αὐτοῦ καὶ ἔλεγον· Ταῦτα καὶ αὐτὸς εἶπεν· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος μετάθεσις· τοῖς  μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δ´ ὄνομα μετενήνοχε· Φερεκύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα. Οὐ μόνον δὲ τούτῳ τῷ ὀνόματι ἀποκρύπτει τὴν κλοπήν, ἀλλὰ καὶ τόπων μεταθέσει. Τό τε γὰρ περὶ τῆς προρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίῳ ὑπ´ Ἄνδρωνος ῥηθὲν ἐν Σύρ〈ι〉ῳ εἰρῆσθαί φησιν ὁ Θεόπομπος τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρηθῆναι· καὶ τὴν Συβάρεως ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετέθηκεν. Ἵνα δέ τι δοκῇ λέγειν περιττόν, καὶ τοῦ ξένου προστέθεικε τοὔνομα, Περίλαον αὐτὸν καλεῖσθαι λέγων.‘ ’Κἀγώ‘, φησὶν ὁ Νικαγόρας, ’ταῖς Ἑλληνικαῖς ἐντυγχάνων αὐτοῦ τε καὶ τοῦ Ξενοφῶντος πολλὰ τοῦ Ξενοφῶντος αὐτὸν μετατιθέντα κατείληφα, καὶ τὸ δεινόν, ὅτι ἐπὶ τὸ χεῖρον. Τὰ γοῦν περὶ τῆς Φαρναβάζου πρὸς Ἀγησίλαον συνόδου δι´ Ἀπολλοφάνους τοῦ Κυζικηνοῦ καὶ τὰς ἀμφοῖν πρὸς ἀλλήλους ἐνσπόνδους διαλέξεις, ἃς ἐν τῇ τετάρτῃ Ξενοφῶν ἀνέγραψε πάνυ χαριέντως καὶ πρεπόντως ἀμφοῖν, εἰς τὴν ἑνδεκάτην τῶν Ἑλληνικῶν μεταθεὶς ὁ Θεόπομπος ἀργά τε καὶ ἀκίνητα πεποίηκε καὶ ἄπρακτα. Λόγου γὰρ δύναμιν καὶ διὰ τὴν κλοπὴν ἐξεργασίαν ἐμβάλλειν καὶ ἐπιδείκνυσθαι σπουδάζων βραδὺς καὶ μέλλων καὶ ἀναβαλλομένῳ ἐοικὼς φαίνεται καὶ τὸ ἔμψυχον καὶ ἐνεργὸν τὸ Ξενοφῶντος διαφθείρων.‘ Ταῦτ´ εἰπόντος τοῦ Νικαγόρου ὁ Ἀπολλώνιος· ’Καὶ τί θαυμάζομεν‘, ἔφη, ’εἰ Θεοπόμπου καὶ Ἐφόρου τὸ τῆς κλοπῆς πάθος ἥψατο, ἀργοτέρων οὕτως ἀνδρῶν, ὅπου γε καὶ Μένανδρος τῆς ἀρρωστίας ταύτης ἐπλήσθη, ὃν ἠρέμα μὲν ἤλεγξε διὰ τὸ ἄγαν αὐτὸν φιλεῖν Ἀριστοφάνης ὁ γραμματικὸς ἐν ταῖς Παραλλήλοις αὐτοῦ τε καὶ ἀφ´ ὧν ἔκλεψεν ἐκλογαῖς; Λατῖνος δ´ ἓξ βιβλίοις, ἃ ἐπέγραψε Περὶ τῶν οὐκ ἰδίων Μενάνδρου, τὸ πλῆθος αὐτοῦ τῶν κλοπῶν ἐξέφηνε· καθάπερ ὁ Ἀλεξανδρεὺς Φιλόστρατος Περὶ τῆς τοῦ Σοφοκλέους κλοπῆς πραγματείαν κατεβάλετο. Κεκίλιος δέ, ὥς τι μέγα πεφωρακώς, ὅλον δρᾶμα ἐξ ἀρχῆς εἰς τέλος Ἀντιφάνους, τὸν Οἰωνιστήν, μεταγράψαι φησὶ τὸν Μένανδρον εἰς τὸν Δεισιδαίμονα.‘ ’

Ἐπεὶ δὲ τοὺς κλέπτας ἔδοξεν οὐκ οἶδ´ ὅπως ὑμῖν‘, φησίν, ’εἰς τὸ μέσον ἀγαγεῖν, μηνύω καὐτὸς Ὑπερείδην τὸν καλὸν πολλὰ παρὰ Δημοσθένους κεκλοφότα ἔν τε τῷ Πρὸς Διώνδαν λόγῳ κἀν τῷ Περὶ τῶν Εὐβούλου δωρεῶν. Καὶ ὅτι μὲν ὁ ἕτερος παρὰ τοῦ ἑτέρου μετέθηκε πρόδηλον· συγχρονούντων δ´ αὐτῶν, ὑμῶν μὲν ἂν εἴη ἔργον‘, φησίν, ’ὦ Ἀπολλώνιε, ἐκ τῶν χρόνων ἀνιχνεῦσαι τὸν κλέπτην. Ἐγὼ δὲ ὑποπτεύω μὲν τὸν ὑφῃρημένον εἶναι τὸν Ὑπερείδην· ἀδήλου δὲ ὄντος ὁπότερος, ἄγαμαι μὲν Δημοσθένην, εἰ λαβὼν παρὰ Ὑπερείδου πρὸς δέον διώρθωσε· μέμφομαι δὲ τὸν Ὑπερείδην, εἰ λαβὼν παρὰ Δημοσθένους πρὸς τὸ χεῖρον διέστρεψε.‘ »

Καὶ μετὰ βραχέα φησί·

« ’Καὶ τί ὑμῖν λέγω ὡς τὰ Βαρβαρικὰ νόμιμα Ἑλλανίκου ἐκ τῶν Ἡροδότου καὶ Δαμάς〈τ〉ου συνῆκται; Ἢ ὡς Ἡρόδοτος ἐν τῇ δευτέρᾳ πολλὰ Ἑκαταίου τοῦ Μιλησίου κατὰ λέξιν μετήνεγκεν ἐκ τῆς Περιηγήσεως, βραχέα παραποιήσας, τὰ τοῦ Φοίνικος ὀρνέου καὶ περὶ τοῦ ποταμίου ἵππου καὶ τῆς θήρας τῶν κροκοδείλων; Ἢ ὡς τὰ περὶ βασάνων εἰρημένα παρ´ Ἰσαίῳ ἐν τῷ Περὶ τοῦ Κίλωνος κλήρου καὶ παρὰ Ἰσοκράτει ἐν τῷ Τραπεζιτικῷ κεῖται καὶ παρὰ τῷ Δημοσθένει ἐν τῷ Κατὰ Ὀνήτορος ἐξούλης σχεδὸν διὰ τῶν αὐτῶν εἴρηται; Ἢ ὡς Δείναρχος ἐν τῷ πρώτῳ Κατὰ Κλεομέδοντος αἰκίας πολλὰ μετενήνοχεν αὐτοῖς ὀνόμασιν ἐκ τοῦ Δημοσθένους Κατὰ Κόνωνος αἰκίας; Ἢ ὡς Ἡσιόδου

οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληΐζετ´ ἄμεινον
τῆς ἀγαθῆς, τῆς δ´ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο

ταύτην τὴν διάνοιαν Σιμωνίδης ἐν τῷ ἑνδεκάτῳ μετήνεγκε λαβὼν οὕτως·

γυναικὸς οὐδὲν χρῆμ´ ἀνὴρ ληΐζεται
ἄμεινον ἐσθλῆς οὐδὲ ῥίγιον κακῆς,

Εὐριπίδης δὲ ἐν Μελανίππῃ τῇ δεσμώτιδι·

τῆς μὲν κακῆς κάκιον οὐδὲν γίνεται
γυναικός, ἐσθλῆς δ´ οὐδὲν εἰς ὑπερβολὴν
πέφυκ´ ἄμεινον· διαφέρουσι δ´ αἱ φύσεις.

Τοῦ δὲ Εὐριπίδου εἰπόντος·

Γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν,

Θεοδέκτης ἐν Ἀλκμαίωνί φησι·

Σαφὴς μὲν ἐν βροτοῖσιν ὑμνεῖται λόγος,
ὡς οὐδέν ἐστιν ἀθλιώτερον φυτὸν
γυναικός.

Οὗτος οὐ μόνον τὴν ἐπιβολὴν ἐκεῖθεν εἴληφεν, ἀλλὰ καὶ ταῖς λέξεσιν αὐταῖς συγκέχρηται· καὶ ἠθέλησεν αὐτὸ πανούργως παροιμιακὸν μᾶλλον εἶναι καὶ ὡς ὑπὸ πολλῶν λεγομένῳ συγκεχρῆσθαι ἢ δοκεῖν εἰληφέναι παρὰ τοῦ γεγεννηκότος. Ὁ δ´ Ἀντίμαχος τὰ Ὁμήρου κλέπτων παραδιορθοῖ. Ὁμήρου γὰρ εἰπόντος·

Ἴδεώ θ´ ὃς κάρτιστος ἐπιχθονίων γένετ´ ἀνδρῶν

Ἀντίμαχος λέγει·

Ἴδεώ θ´ ὃς κάρτιστος ἐπιχθονίων ἦν ἀνδρῶν·

καὶ Λυκόφρων ἐπαινεῖ τὴν μετάθεσιν, ὡς δι´ αὐτῆς ἐστ〈ηρ〉ιγμένου τοῦ στίχου. τὸ γὰρ

Τὸν δ´ ἀπαμειβόμενος προσέφη κρείων Διομήδης

σιγῶ, Ὁμήρου κωμῳδηθέντος ὑπὸ Κρατίνου διὰ τὸ πλεονάσαι ἐν τῷ τὸν δ´ ἀπαμειβόμενος· ὅπερ οὕτως πεπατημένον οὐκ ὤκνησεν Ἀντίμαχος μεταθεῖναι. τοῦ δὲ

Λαῶν, οἷσιν ἄνασσε, πατὴρ δ´ ὣς ἤπιος ἦεν

Ὁμηρικοῦ ὄντος καὶ πάλιν ἀλλαχοῦ που λεγομένου

Οἱ δ´ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας,

ὁ Ἀντίμαχος μεταθεὶς ἡμιστίχια πεποίηκε

Λαῶν οἷσιν ἄνασσον ἐκαρτύναντο φάλαγγας.

Ἀλλ´ ἵνα μὴ καὶ αὐτὸς κλοπῆς ἄλλους αἰτιώμενος κλέπτης ἁλῶ, τοὺς πραγματευσαμένους τὰ περὶ τούτων μηνύσω. Λυσιμάχου μέν ἐστι δύο Περὶ τῆς Ἐφόρου κλοπῆς, Ἀλκαῖος δέ, ὁ τῶν λοιδόρων ἰάμβων καὶ ἐπιγραμμάτων ποιητής, παρῴδηκε τὰς Ἐφόρου κλοπὰς ἐξελέγχων, Πολλίωνος δὲ ἐπιστολὴ πρὸς Σωτηρίδαν Περὶ τῆς Κτησίου κλοπῆς, τοῦ δ´ αὐτοῦ καὶ Περὶ τῆς Ἡροδότου κλοπῆς ἐστι βιβλίον καὶ ἐν τῷ ἐπιγραφομένῳ Ἰχνευταί πολλὰ περὶ Θεοπόμπου λέγεται, Ἀρητάδου τέ ἐστι Περὶ συνεμπτώσεως πραγματεία, ἐξ ὧν τοιαῦτα πολλὰ ἔστι γνῶναι.‘ »

Καὶ μεθ´ ἕτερα·

« Καὶ ὁ Προσήνης· ’Τοὺς μὲν ἄλλους‘, ἔφη, ’κλέπτας ἐφωράσατε· ὅτι δὲ καὶ αὐτὸς οὗτος ὁ ἥρως Πλάτων, οὗ τὴν ἐπώνυμον ἑορτὴν σήμερον πανηγυρίζομεν, πολλοῖς καταχρῆται τῶν πρὸ αὐτοῦ (αἰδοῦμαι γὰρ τῷ τῆς κλοπῆς ὀνόματι ἐπὶ τούτου χρῆσθαι), οὐκέτι κατειλήφατε.‘ ’Τί λέγεις;‘ ἔφη ὁ Καλλιέτης. ’Οὐ λέγω μόνον‘, φησίν, ’ἀλλὰ καὶ τὴν πίστιν τῷ λόγῳ παρέχω. Σπάνια δὲ τὰ τῶν πρὸ τοῦ Πλάτωνος γεγονότων βιβλία, ἐπεὶ ἴσως πλείους ἄν τις ἐφώρασε τοῦ φιλοσόφου. Ἐγὼ δ´ οὖν, ᾗ κατὰ τύχην περιπέπτωκα, Πρωταγόρου τὸν Περὶ τοῦ ὄντος ἀναγινώσκων λόγον πρὸς τοὺς ἓν τὸ ὂν εἰσάγοντας τοιαύταις αὐτὸν εὑρίσκω χρώμενον ἀπαντήσεσιν· ἐσπούδασα γὰρ αὐταῖς λέξεσι τὰ ῥηθέντα μνημονεύειν.‘ »

Καὶ ταῦτ´ εἰπὼν διὰ πλειόνων τίθησι τὰς ἀποδείξεις. Ἀλλ´ ὁποῖος μὲν τῶν Ἑλληνικῶν συγγραφέων ὁ τρόπος ὅτι τε οὐδὲ τοῦ καθ´ ἑαυτῶν ἐφείσαντο ἐλέγχου, ἀρκεῖν ἀπὸ μυρίων ἡγοῦμαι τὰ εἰρημένα. Ἔτι δὲ εἰς προπαρασκευὴν τῆς ἀπὸ τῶν Ἑβραϊκῶν λόγων ἐπιρρυείσης εἰς Ἕλληνας ὠφελείας εὖ μοι δοκεῖ καὶ ἀναγκαίως καθόλου πᾶσαν ἀποδεῖξαι τὴν βοωμένην Ἑλλήνων παιδείαν τε καὶ φιλοσοφίαν τά τε πρῶτα αὐτῶν μαθήματα καὶ τὰ σεμνὰ τῆς λογικῆς ἐπιστήμης ἀπὸ βαρβάρων αὐτοῖς συμπεφορημένα, ὡς ἂν μηκέθ´ ἡμῖν ἐπιμέμφοιτό τις αὐτῶν, ὅτι δὴ τὴν παρὰ βαρβάροις εὐσέβειάν τε καὶ φιλοσοφίαν τῶν παρ´ αὐτοῖς σεμνῶν προτετιμήκαμεν.

ΚΕΦΑΛΑΙΟΝ Δ'.

ΟΤΙ ΜΗ ΑΛΟΓΩΣ ΤΗΝ ΠΑΡ´ ΕΒΡΑΙΟΙΣ ΘΕΟΛΟΓΙΑΝ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΦΙΛΟΣΟΦΙΑΣ ΠΡΟΤΕΤΙΜΗΚΑΜΕΝ

Ὅτι μὴ ἄνευ λόγου σώφρονος δεύτερα θέμενοι τὰ τῆς Ἑλλήνων φιλοσοφίας τὴν παρ´ Ἑβραίοις θεολογίαν προτετιμήκαμεν, γνοίης ἂν μαθὼν ὡς καὶ αὐτῶν Ἑλλήνων οἱ δὴ μάλιστα ὀρθότερον φιλοσοφίας ἁψάμενοι καί τι πλέον καὶ μεῖζον τῆς πανδήμου περὶ θεῶν ἀκοῆς διανοηθέντες οὐδ´ ἕτερα τῶν παρ´ αὐτοῖς Ἑβραίοις προκεκυρωμένων ἐφεῦρον ἀληθῆ δόγματα.  Οἱ μὲν γὰρ ἀλληνάλλως ποικίλαις ψευδοδοξίαις ἀπαχθέντες εἰς βυθὸν ἀδολεσχίας περιετράπησαν, οἱ δέ γε ποσῶς εὐγνώμονι λογισμῷ κεχρημένοι, ἐν οἷς τῆς τἀληθοῦς ἐφήψαντο καταλήψεως, ἐν τούτοις τῆς Ἑβραίων κοινωνοὶ πεφήνασι διδασκαλίας. Εἰκὸς γοῦν πολυμαθεῖς γεγονότας τά τε τῶν ἐθνῶν νόμιμά τε καὶ μαθήματα περιεργότερον ἐξητακότας, καὶ τὴν τῶν δηλουμένων μὴ ἀγνοῆσαι φιλοσοφίαν, νέους μὲν τῷ χρόνῳ, ὡς ἔπος εἰπεῖν, ἁπάντων οὐχ Ἑβραίων μόνον οὐδέ γε Φοινίκων καὶ Αἰγυπτίων, ἀλλὰ καὶ αὐτῶν τῶν παλαιῶν Ἑλλήνων φύντας. Οἷς τὰ μὲν ἐκ Φοινίκης Κάδμος ὁ Ἀγήνορος, τὰ δ´ ἐξ Αἰγύπτου περὶ θεῶν ἢ καί ποθεν ἄλλοθεν, μυστήρια καὶ τελετὰς ξοάνων τε ἱδρύσεις καὶ ὕμνους ᾠδάς τε καὶ ἐπῳδάς, ἤτοι ὁ Θρᾴκιος Ὀρφεὺς ἢ καί τις ἕτερος Ἕλλην ἢ βάρβαρος, τῆς πλάνης ἀρχηγοὶ γενόμενοι, συνεστήσαντο· τούτων γὰρ οὐδένας καὶ αὐτοὶ ἂν ὁμολογήσαιεν Ἕλληνες παλαιοτέρους εἰδέναι. Πρῶτον γοῦν ἁπάντων Ὀρφέα, εἶτα δὲ Λίνον κἄπειτα Μουσαῖον ἀμφὶ τὰ Τρωϊκὰ γενομένους ἢ μικρῷ πρόσθεν ἠκμακέναι φασίν. Ἀλλὰ κατά γε τούτους πλέον οὐδὲν τῆς Φοινίκων καὶ Αἰγυπτίων πολυπλανοῦς θεολογίας παρὰ τοῖς Ἕλλησιν ἐπολιτεύετο. Καὶ δὴ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι, κατὰ πάσας χώρας τε καὶ πόλεις, ἔν τε ἱεροῖς καὶ μυστηρίοις, αὐτὰ δὴ ταῦτα καὶ ὅσα τούτοις ὅμοια παρεφυλάττετο. Πολὺς γοῦν παρὰ τοῖς πᾶσιν ὁ προδηλωθεὶς περὶ θεῶν ἐκράτει λόγος· νεώς τε περικαλλεῖς, παντοίοις ἀγάλμασι καὶ ἀναθήμασι κεκοσμημένοι, παρὰ τοῖς πᾶσιν ἐξήσκηντο· ἀτὰρ δὴ καὶ ξόανα παντοίας ὕλης εἰς πᾶσαν θνητῶν ζῴων ἰδέαν τετυπωμένα φιλοκάλως ἐξείργαστο. Ναὶ μὴν καὶ μαντείων πλείστη τις ἦν καὶ ἄφθονος παρὰ τοῖς πᾶσι περιουσία. Σεμνός γε μήν τις καὶ μέγας θεὸς παρὰ τοῖς Ἕλλησι διαφερόντως τὸ τηνικάδε μάλιστα ἦν ἀκμάζων, ὁ Πύθιος καὶ ὁ Κλάριος καὶ ὁ Δωδωναῖος, εἶτα δὲ Ἀμφιάρεως καὶ Ἀμφίλοχος καὶ ἐπὶ τούτοις μυρίος ἄλλος ἐπιρρέων χρησμῳδῶν μᾶλλον ἢ ποιητῶν τε καὶ ῥαψῳδῶν ὄχλος.  Ὧν μακροῖς ποθ´ ὕστερον χρόνοις εἰς Ἕλληνας παρελθοῦσα φιλοσοφία, μηδὲν τῶν αὐτῇ προσηκόντων παρὰ τοῖς προπάτορσιν εὑροῦσα, τὰ μὲν σεμνὰ καὶ παλαιὰ τῆς πατρόθεν εἰς αὐτοὺς ἡκούσης θεολογίας αὐτά τε τὰ θαυμαστὰ καὶ παρὰ πᾶσι βοώμενα θεῖά τε καὶ χρηστήρια ἔργῳ περιττὰ καὶ ἀνωφελῆ κατελάμβανε. Διὸ ταῦτα μὲν εἰς δεύτερον ἀνεβάλλετο, ὡς ἂν οὐδὲν αὐτῇ πρὸς τὴν τῶν ἀναγκαίων καὶ ἀληθῶν εὕρεσιν λυσιτελεῖν δεδυνημένα, τὰ δὲ ὀθνεῖα λοιπὸν καὶ βάρβαρα, οἷά τις γυμνὴ καὶ οἰκείων πτωχεύουσα λόγων τε καὶ μαθημάτων, περιῄει διερευνωμένη τά τε χρήσιμα πανταχόθεν ἑαυτῇ πορίζουσα συνάγουσά τε καὶ ἐρανιζομένη, ὅ τι ποτὲ παρ´ ἑκάστοις εὕροι τῶν ἐθνῶν. Οὐ γὰρ οὖν μόνα τὰ τῆς ἀληθοῦς θεολογίας λείποντα κατεμάνθανε τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τῶν ἄλλων τεχνῶν τε καὶ ἐπιστημῶν τὰ βιωφελέστατα. Συνομολογοῦσί γε τοι Ἕλληνες αὐτοὶ μετά γε Ὀρφέα Λίνον τε καὶ Μουσαῖον, οἳ δὴ πάντων μάλιστα θεολόγων παλαιότατοί τε καὶ πρῶτοι κατῆρξαν αὐτοῖς τῆς πολυθέου πλάνης, τοὺς ἑπτὰ παρ´ αὐτοῖς ἄνδρας ἐπὶ σοφίᾳ θαυμασθῆναι, οὓς δὴ καὶ ἐπονομάσαι σοφούς. Ἀμφὶ Κῦρον δὲ οἵδε τὸν Περσῶν ἤκμασαν βασιλέα. Οὗτος δ´ ἦν ὁ χρόνος, ἐν ᾧ τῶν παρ´ Ἑβραίοις προφητῶν οἱ πάντων ὕστατοι προεφήτευον, τῶν μὲν Τρωϊκῶν ὕστερον ἔτεσι πλέον ἢ ἑξακοσίοις, τῆς δὲ Μωσέως ἡλικίας οὐκ ἔλαττον ἢ χιλίοις πεντακοσίοις γενόμενοι. Τοῦτο δέ σοι τὰς τῶν χρόνων ἀναγραφὰς μικρὸν ὕστερον διιόντι καταφανὲς ἔσται. Ἐνταῦθά που νέοι τῷ χρόνῳ οἱ ἑπτὰ γενόμενοι σοφοὶ ἐπὶ κατορθώσει μνημονεύονται ἀγωγῆς τῆς ἠθικωτέρας, ὧν πλέον οὐδὲν τῶν βοωμένων ἀποφθεγμάτων μνημονεύεται. Ὀψὲ δέ τι καὶ μᾶλλον τοῖς χρόνοις ὑποβεβηκότες οἱ παρ´ Ἕλλησι φιλόσοφοι διαπρέψαι μνημονεύονται.

Ὧν Πυθαγόρας πρῶτος, Φερεκύδου γνώριμος, τὸ φιλοσοφίας ἀνευρὼν ὄνομα, ὡς μέν τινες, Σάμιος, ὡς δ´ ἕτεροί φασι, Τυρρηνὸς ἦν· τινὲς δ´ αὐτὸν Σύριον ἢ Τύριον εἶναι λέγουσιν· ὥστε σε βάρβαρον, ἀλλ´ οὐχ Ἕλληνα γεγονέναι ὁμολογεῖν τὸν πρῶτον τῶν φιλοσόφων, ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδόμενον. Καὶ τὸν Φερεκύδην δὲ Σύριον ἀναγράφουσιν, ᾧ μαθητεῦσαι τὸν Πυθαγόραν φασίν. Οὐ μόνῳ δὲ τούτῳ συγγενέσθαι ὁ Πυθαγόρας λέγεται, διατρῖψαι δὲ καὶ παρὰ τοῖς Περσῶν μάγοις καὶ τοῖς Αἰγυπτίων δὲ προφήταις μαθητεῦσαι, καθ´ ὃν χρόνον Ἑβραίων οἱ μὲν ἐπ´ Αἰγύπτου, οἱ δ´ ἐπὶ Βαβυλῶνος φαίνονται τὴν μετοικίαν πεποιημένοι. Ἀλλὰ γὰρ ὁ δηλούμενος τὰ παρ´ ἑκάστοις σοφὰ πολυπραγμονῶν ἐπῆλθε Βαβυλῶνα καὶ Αἴγυπτον καὶ πᾶσαν τὴν Περσῶν, τοῖς τε μάγοις καὶ τοῖς ἱερεῦσι μαθητευόμενος, ἀκηκοέναι τε πρὸς τούτοις Βραχμάνων ἱστόρηται (Ἰνδῶν δέ εἰσιν οὗτοι φιλόσοφοι) καὶ παρ´ ὧν μὲν ἀστρολογίαν, παρ´ ὧν δὲ γεωμετρίαν ἀριθμητικήν τε παρ´ ἑτέρων καὶ μουσικὴν καὶ ἄλλα παρ´ ἄλλων συλλεξάμενος, μόνον παρὰ τῶν σοφῶν Ἑλλήνων ἔσχεν οὐδέν, πενίᾳ σοφίας καὶ ἀπορίᾳ συνοικούντων· ἔμπαλιν δ´ οὖν τῶν ἔξωθεν αὐτῷ πεπορισμένων αἴτιος αὐτὸς τῆς μαθήσεως κατέστη τοῖς Ἕλλησιν.

Ὁ μὲν οὖν Πυθαγόρας τοιοῦτος. Πρώτη δ´ ἐκ τῆς τούτου διαδοχῆς ἡ κληθεῖσα Ἰταλικὴ φιλοσοφία συνέστη, τῆς ἐπωνυμίας ἐκ τῆς κατὰ τὴν Ἰταλίαν διατριβῆς ἀξιωθεῖσα· μεθ´ ἣν ἡ ἀπὸ Θαλοῦ τοῦ τῶν ἑπτὰ σοφῶν ἑνὸς Ἰωνικὴ προσαγορευθεῖσα· κἄπειτα ἡ Ἐλεατική, Ξενοφάνην τὸν Κολοφώνιον πατέρα ἐπιγραψαμένη. Ἀλλὰ καὶ ὁ Θαλῆς, ὥς τινες ἱστοροῦσι, Φοῖνιξ ἦν, ὡς δέ τινες ὑπειλήφασι, Μιλήσιος· Αἰγυπτίων δὲ καὶ οὗτος λέγεται τοῖς προφήταις συμβεβληκέναι. Σόλωνα δὲ καὶ αὐτὸν τῶν ἑπτὰ  σοφῶν, ὃν δὴ καὶ λόγος Ἀθηναίοις νομοθετῆσαι, Αἰγυπτίοις ὁμοίως φησὶν ὁ Πλάτων προσεσχηκέναι, ὁπηνίκα πάλιν ᾤκουν Ἑβραῖοι τὴν Αἴγυπτον. Εἰσάγει γοῦν αὐτὸν ἐν Τιμαίῳ πρὸς τοῦ βαρβάρου παιδευόμενον, ἐν οἷς φησιν ὁ Αἰγύπτιος πρὸς αὐτόν·

« Ὦ Σόλων, Σόλων Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἑλλήνων οὐδὲ εἷς, οὐδέ ἐστι παρ´ ὑμῖν χρόνῳ πολιὸν μάθημα.»

Καὶ οὗτος δὲ ὁ Πλάτων τοῖς ἐν Ἰταλίᾳ Πυθαγορείοις σχολάσας οὐ μόνῃ τῇ παρὰ τούτοις ἠρκέσθη διατριβῇ, λέγεται δὲ ἀπᾶραι εἰς Αἴγυπτον καὶ τῇ τούτων φιλοσοφίᾳ πλεῖστον ἀναθεῖναι χρόνον. Τοῦτό τοι καὶ αὐτὸς τοῖς βαρβάροις πολλαχοῦ τῶν ἰδίων λόγων μαρτυρεῖ, εὖ μοι δοκεῖ ποιῶν καὶ τὰ κάλλιστα ἐμπορεύεσθαι εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων εὐγνωμόνως οὐκ ἀπαρνούμενος. Ἀκοῦσαι δ´ οὖν αὐτοῦ πολλαχοῦ μὲν πάρεστιν, οὐ μὴν ἀλλὰ καὶ ἐν Ἐπινομίδι, Σύρων ὁμοῦ καὶ Αἰγυπτίων ὧδέ πη μνημονεύοντος·

« Τούτου δ´ αἴτιος ὁ πρῶτος ταῦτα κατιδών, βάρβαρος ὤν. Παλαιὸς γὰρ δὴ τόπος ἔθρεψε τοὺς πρώτους ταῦτα ἐννοήσαντας διὰ τὸ κάλλος τῆς θερινῆς ὥρας, ἣν Αἴγυπτός τε Συρία θ´ ἱκανῶς κέκτηται. Ὅθεν καὶ πανταχόσε καὶ δεῦρο ἐξήκει, βεβασανισμένα χρόνῳ μυριετεῖ τε καὶ ἀπείρῳ. »

Καὶ ὑποβὰς ἑξῆς ἐπιλέγει·

« Λάβωμεν δὴ ὡς ὅ τι περ ἂν Ἕλληνες βαρβάρων παραλάβωσι, κάλλιον τοῦτο εἰς τέλος ἀπεργάζονται. »

Ταῦτα ὁ Πλάτων. Καὶ Δημόκριτος δὲ ἔτι πρότερον τοὺς Βαβυλωνίων λόγους ἠθικοὺς πεποιῆσθαι λέγεται. Καί που σεμνυνόμενος περὶ ἑαυτοῦ φησιν·

« Ἐγὼ δὲ τῶν κατ´ ἐμαυτὸν ἀνθρώπων πλείστην γῆν ἐπεπλανησάμην, ἱστορέων τὰ μήκιστα, καὶ ἀέρας τε καὶ γαίας πλείστας εἶδον καὶ λογίων ἀνδρῶν πλείστων ἐπήκουσα καὶ γραμμέων συνθέσιος μετ´ ἀποδείξεως οὐδεὶς κἀμὲ παρήλλαξεν, οὔτε Αἰγυπτίων οἱ καλεόμενοι Ἁρπεδονάπται, οἷς ἐπὶ πᾶσιν ἐπ´ ἔτεα ὀγδώκοντα ἐπὶ ξένης ἐγενήθην. »

Ἐπῆλθε γὰρ καὶ οὗτος Βαβυλῶνά τε καὶ τὴν Περσίδα καὶ Αἴγυπτον, τοῖς τε Αἰγυπτίοις καὶ τοῖς ἱερεῦσι μαθητεύων· τί δ´ εἴ σοι καταλέγοιμι Ἡράκλειτον καὶ τοὺς ἄλλους Ἑλλήνων, δι´ ὧν ἀπελέγχεται ἡ παρ´ Ἕλλησι πολιτεία τὸν μακρὸν αἰῶνα πτωχεύουσα καὶ γυμνὴ παντὸς μαθήματος ἀπολειφθεῖσα; Ἱεροῖς μὲν οὖν θεῶν, ἀγάλμασί τε καὶ ἀφιδρύσεσι, μαντείαις τε καὶ χρησμοῖς, καὶ τῷ πολλῷ τύφῳ τῶν λαοπλάνων δαιμόνων ἐκαλλωπίζετο, σοφίας δὲ ἀληθοῦς καὶ μαθήματος βιωφελοῦς εἰς τὸ παντελὲς ἐχήρευεν. Οὐδέ τι πρὸς ἀγαθῶν λόγων εὕρεσιν αὐτοῖς τὰ ἄχρηστα χρηστήρια συνεβάλλετο, ἀλλ´ οὐδ´ αὐτὸς ὁ θαυμαστὸς Πύθιος εἰς φιλοσοφίαν αὐτοὺς τὸ παράπαν ὠφέλει, οὐδέ τις ἄλλος θεῶν αὐτοῖς εἰς ἀναγκαίου τινὸς ἐπιτήδευσιν συνήργει· ἀλώμενοι δὲ ὧδε κἀκεῖσε καὶ τὸν βίον ἅπαντα περιτρέχοντες ἀλλοτρίοις πτίλοις σφᾶς αὐτοὺς ἐφαίδρυνον κατὰ τὸν μῦθον, ὥστε αὐτοῖς ἤδη τὴν πᾶσαν φιλοσοφίαν ἐξ ἐράνου συστῆναι. Ἄλλα γὰρ παρ´ ἄλλων ἀποματτόμενοι μαθήματα γεωμετρίαν μὲν παρ´ Αἰγυπτίων ἔσχον, ἀστρολογίαν δὲ παρὰ Χαλδαίων καὶ αὖ πάλιν ἕτερα παρ´ ἑτέρων· οὐδὲν δὲ παρά τισιν ἄλλοις οἷόν τινες αὐτῶν τὸ παρ´ Ἑβραίοις ἀγαθὸν εὕραντο. Τοῦτο δὲ ἦν ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις καὶ ἡ τῶν οἰκείων θεῶν κατάγνωσις, ἣν μικρὸν μὲν ὅσον ὁ λόγος προϊὼν ἐπιδείξει· τοσοῦτον δὲ ἐπὶ τοῦ παρόντος τοὺς ἐντυγχάνοντας ἐπισημαίνεται, ὡς οὐ μόνης ἐστέρηντο τῆς ἀληθοῦς θεολογίας οἱ παλαιοὶ τῶν Ἑλλήνων, ἀλλὰ καὶ τῶν φιλοσοφίᾳ λυσιτελούντων μαθημάτων, καὶ οὐδὲ μόνων τούτων, ἀλλὰ καὶ τῶν κοινῶν καὶ πολιτικῶν ἐπιτηδευμάτων. Ἡγοῦμαι δέ μοι τήνδε συμβαλεῖσθαι τὴν σημείωσιν εἰς ἀπόδειξιν τοῦ προκειμένου σκοποῦ, εἰ δὴ πρόκειται τὸν ἀπολογισμὸν ὑποσχεῖν τοῦ μὴ ἀλόγως ἡμᾶς τὴν παρ´ Ἑβραίοις θεολογίαν καὶ τὴν ὡς ἂν αὐτοὶ φαῖεν βάρβαρον τῆς Ἑλληνικῆς προτετιμηκέναι φιλοσοφίας. Εἰ γοῦν ὀφθεῖεν αὐτοὶ πολὺ πρότερον τὰ πάντα παρὰ βαρβάρων ἐσκευωρημένοι, μηδὲν δὲ μηδ´ ὅλως παρὰ τῶν οἰκείων θεῶν εἰς φιλοσοφίαν ὠφελημένοι, ἀλλὰ καὶ τοῖς θεοῖς αὐτῶν ἐνδίκως ἐπιμεμψάμενοι καί τινες διὰ ταῦτα ἀθεότητα μᾶλλον τῆς τῶν θεῶν θεραπείας προτετιμηκότες, τί χρὴ λοιπὸν ἡμᾶς ἐπιμέμφεσθαι, οὐχὶ δὲ ἀποδέχεσθαι καὶ ἐπαινεῖν, ὅτι τὸ κρεῖττον ἀγαπήσαντες, μᾶλλον δὲ τὸ μόνον ἀληθὲς εὑρόντες καὶ ἀπειληφότες τοῦ ψεύδους ἀνεχωρήσαμεν, οὔτε εἰς ἄθεον λογισμὸν τοῖς σοφοῖς Ἑλλήνων ὁμοίως περιτραπέντες οὔτε πάλιν τοῖς θαυμαστοῖς παραπλησίως φιλοσόφοις ἀναμὶξ τὴν πλάνην τὴν πολύθεον τῇ γνώσει τοῦ ἐπὶ πάντων θεοῦ φύραντες οὐδέ γε τὸ ψεῦδος ἅμα τῷ ἀληθεῖ συγχέαντες; Ἀλλὰ μήπω ταῦτα, ἐκεῖνα δέ μοι πρῶτα δίελθε, δι´ ὧν Ἕλληνες τὰ πάντα σεσυληκέναι βαρβάρους, οὐ μόνα τὰ φιλόσοφα μαθήματα, ἀλλὰ καὶ τὰς κοινὰς καὶ βιωφελεῖς εὑρέσεις ἀπελέγχονται.

ΚΕΦΑΛΑΙΟΝ Ε'.

ΩΣ ΤΑ ΠΑΝΤΑ ΠΑΡΑ ΒΑΡΒΑΡΩΝ ΕΛΛΗΝΕΣ ΩΦΕΛΗΝΤΑΙ

Πρῶτος τοιγαροῦν ὁ τὰ κοινὰ γράμματα, αὐτὰ δὴ τὰ πρῶτα τῆς γραμματικῆς στοιχεῖα, Ἕλλησιν εἰσηγησάμενος Κάδμος, τὸ γένος Φοῖνιξ ἦν, ὅθεν καὶ Φοινικήια τὰ γράμματά τινες τῶν παλαιῶν ἐπικεκλήκασιν. Εἰσὶ δὲ οἳ Σύρους γράμματα ἐπινοῆσαι πρώτους λέγουσι. Σύροι δ´ ἂν εἶεν καὶ Ἑβραῖοι τὴν γείτονα Φοινίκης καὶ αὐτὴν τὸ μὲν παλαιὸν Φοινίκην, μετέπειτα δὲ Ἰουδαίαν, καθ´ ἡμᾶς δὲ Παλαιστίνην ὀνομαζομένην οἰκήσαντες, ὧν καὶ μάλιστα οὐκ ἀλλοτρία φαίνεται ἡ τῶν Ἑλληνικῶν γραμμάτων φωνή. Ἕκαστον γοῦν τῶν στοιχείων παρ´ αὐτοῖς κατά τινος σημαντικῆς διανοίας τὴν προσηγορίαν φέρει, ὅπερ οὐκ ἔνεστιν εὑρεῖν παρὰ τοῖς Ἕλλησι· διὸ καὶ μάλιστα μὴ ὄντα ἴδια Ἑλλήνων ὁμολογεῖται. Ἔστι δὲ τὰ πάντα παρ´ Ἑβραίοις στοιχεῖα δύο καὶ εἴκοσιν, ὧν τὸ μὲν πρῶτόν ἐστιν Ἄλφ, ὃ μεταληφθὲν εἰς τὴν Ἑλλάδα φωνὴν λέγοιτ´ ἂν ’μάθησις‘· τὸ δὲ δεύτερον Βήθ, ὃ μεθερμηνεύεται ’οἴκου‘· τὸ τρίτον Γίμελ, ὅ ἐστι ’πλήρωσις‘· τὸ τέταρτον Δέλθ, ὃ σημαίνει ’δέλτων‘· τὸ πέμπτον Η, ὅ ἐστιν ’αὕτη‘· ὁμοῦ δὲ τὰ πάντα ἀπαρτίζει τοιαύτην τινὰ διάνοιαν· ’μάθησις οἴκου, πλήρωσις δέλτων αὕτη‘. Εἶτα μετὰ ταῦτά ἐστι στοιχεῖον ἕκτον, λεγόμενον παρ´ αὐτοῖς Οὐαῦ, ὅ ἐστιν ’ἐν αὐτῇ‘· ἔπειτα Ζαΐ, ὅ ἐστι ’ζῇ‘· μεθ´ ὃ Ἥθ, ὅ ἐστιν ’ὁ ζῶν‘· ἵν´ ᾖ τὸ ὅλον ’ἐν αὐτῇ ζῇ ὁ ζῶν‘· μετὰ ταῦτα στοιχεῖον ἔνατον τὸ Τήθ, ὅ ἐστι ’καλή‘· ἔπειτα Ἰώθ, ὃ ἑρμηνεύεται ’ἀρχή‘· ὁμοῦ τὰ δύο ’καλὴ ἀρχή‘· ἐπὶ τούτοις Χάφ, ὅ ἐστιν ’ὅμως‘· ἔπειτα Λάβδ, ὅ ἐστι ’μάθε‘· τὸ ὅλον ’ὅμως μάθε‘. Μετὰ ταῦτα τρισκαιδέκατον στοιχεῖόν ἐστι τὸ Μήμ, ὅ ἐστιν ’ἐξ αὐτῶν‘· ἔπειτα Νοῦν, ὅ ἐστιν ’αἰωνία‘· εἶτα Σάμχ, ὃ ἑρμηνεύεται ’βοήθεια‘· ἵν´ ᾖ τὸ λεγόμενον ’ἐξ αὐτῶν αἰωνία βοήθεια‘. Ἐπὶ τούτοις τὸ Ἄϊν, ὃ μεταληφθὲν  σημαίνει ’πηγὴν ἢ ὀφθαλμόν‘· ἔπειτα τὸ Φῆ, ὃ ’στόμα‘· εἶθ´ ἑξῆς τὸ Σάδη, ὃ ’δικαιοσύνην‘· ὧν ἡ διάνοιά ἐστι ’πηγὴ ἢ καὶ ὀφθαλμὸς καὶ στόμα δικαιοσύνης‘. Μετὰ ταῦτα στοιχεῖόν ἐστι Κώφ, ὃ ἑρμηνεύεται ’κλῆσις‘· ἔπειτα Ῥής, ὅ ἐστι ’κεφαλή‘· καὶ μετὰ ταῦτα Σέν, ὅπερ ἐστὶν ’ὀδόντες‘· ἐπὶ πᾶσι τὸ εἰκοστὸν δεύτερον στοιχεῖον καλεῖται παρ´ αὐτοῖς Θαῦ, ὃ δηλοῖ ’σημεῖα‘. Ἔχοι δ´ ἂν ἡ διάνοια· ’κλῆσιν κεφαλῆς καὶ ὀδόντων σημεῖα‘. Καὶ παρὰ μὲν Ἑβραίοις τοιάδε τίς ἐστιν ἡ τῶν στοιχείων μετάφρασις καὶ ἑρμηνεία, λόγου διάνοιαν ἀπαρτίζουσα τῇ τῶν στοιχείων μαθήσει τε καὶ ἐπαγγελίᾳ προσήκουσαν. Τὸ ὅμοιον δ´ οὐκ ἂν εὕροις καὶ παρ´ Ἕλλησιν, ὅθεν, ὡς ἔφην, ὁμολογεῖν ἀνάγκη μὴ ὄντα οἰκεῖα Ἑλλήνων, παραπεποιημένα δὲ ἄντικρυς ἀπὸ τῆς βαρβάρου φωνῆς. Καὶ ἐξ αὐτῆς δὲ ἐλέγχεται τῆς καθ´ ἕκαστον στοιχεῖον ἐπωνυμίας. Τί γὰρ τοῦ Ἄλφ τὸ Ἄλφα διενήνοχεν; Ἢ τοῦ Βὴθ τὸ Βῆτα; Ἢ τοῦ Γάμμα τὸ Γίμελ; Ἢ τοῦ Δὲλθ τὸ Δέλτα; Ἢ τοῦ Η τὸ Ε; Ἢ τοῦ Ζαῒ τὸ Ζῆτα; Ἢ τοῦ Τὴθ τὸ Θῆτα; Καὶ ὅσα τούτοις παραπλήσια. Ὥστε ἀναμφίλεκτον εἶναι τὸ μὴ Ἑλλήνων οἰκείας εἶναι τὰς τοιάσδε φωνάς· Ἑβραίων ἄρα, παρ´ οἷς καὶ σημαῖνόν τι ἕκαστον αὐτῶν ἀποδείκνυται. Παρὰ δὲ τούτοις πρώτοις ἀρξάμενα προῆλθεν εἴς τε ἄλλους καὶ δὴ καὶ εἰς Ἕλληνας. Ταῦτα μὲν οὖν μοι περὶ τῶν πρώτων στοιχείων εἰρήσθω. Τῆς δ´ αὐτῆς ἡμῖν ὑποθέσεως ἐφαψάμενος καὶ ὁ Κλήμης ἐπάκουσον ἅ φησιν·

ΚΕΦΑΛΑΙΟΝ Ϛ'.

ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΚΛΗΜΕΝΤΟΣ

« Ἰατρικὴν δὲ Ἆπιν Αἰγύπτιον, μετὰ δὲ ταῦτα Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην ἱστοροῦσιν. Ἄτλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο καὶ τὴν θάλασσαν ἔπλευσε. Καὶ ἀστρολογίαν δὲ πρῶτοι εἰς ἀνθρώπους ἐξήνεγκαν Αἰγύπτιοι, ὁμοίως δὲ καὶ Χαλδαῖοι. Εἰσὶ δὲ οἳ Κᾶρας τὴν δι´ ἀστέρων πρόγνωσιν ἐπινενοηκέναι λέγουσι. Πτήσεις δὲ ὀρνίθων παρεφύλαξαν πρῶτοι Φρύγες. Καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι, Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξεπόνησαν τὴν οἰωνιστικήν, ὥσπερ ἀμέλει Τελμισσεῖς τὴν δι´ ὀνείρων μαντικήν. Τυρρηναῖοι δὲ σάλπιγγα ἐπενόησαν καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ ἤστην Ὀλυμπός τε καὶ Μαρσύας. Λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν Αἰγύπτιοι καὶ τὸν ἐνιαυτὸν εἰς δώδεκα μῆνας διεῖλον καὶ ἐν ἱεροῖς γυναιξὶ μίσγεσθαι ἐκώλυσαν μηδὲ εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικῶν ἀλούτους ἐνομοθέτησαν. Γεωμετρίας τε αὖ εὑρεταὶ οἱ αὐτοὶ γεγόνασι.

Κέλμις τε καὶ Δαμναμενεὺς οἱ τῶν Ἰδαίων Δάκτυλοι πρῶτοι ἐν Κύπρῳ σίδηρον εὗρον. Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. Ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον (ἔστι δὲ μάχαιρα καμπύλη) καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. Ὁμοίως δὲ καὶ Ἰλλυριοὶ τὴν καλουμένην πέλτην ἐξεῦρον. Ἔτι φασὶ Τουσκανοὺς πλαστικὴν ἐπινοῆσαι· Ἴτανόν τε (Σαυνίτης οὗτος ἦν) πρῶτον θυρεὸν κατασκευάσαι. Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν τε ἐξεῦρε καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ὄρος ἐπενόησεν. Ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππαδόκαι πρῶτοι εὗρον τὴν νάβλαν καλουμένην, ὃν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι. Καρχηδόνιοι γὰρ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δὲ αὐτὴν Βόσπορος αὐτόχθων. Μήδειά τε, ἡ Αἰήτου ἡ Κολχίς, πρώτη τριχῶν βαφὴν ἐπενόησεν. Ἀλλὰ καὶ Νώροπες (ἔθνος ἐστὶ Παιονικόν, νῦν δὲ Νωρικὸν καλοῦνται) κατειργάσαντο χαλκὸν καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς εὗρε. Περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν· οἵ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν. Φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἄγνιν τὸν καὶ αὐτὸν Φρύγα· κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύδιον Μαρσύαν τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας· καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα. Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι τούς τε Σιδωνίους τρίκροτον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν. Ἐπί τε Σεμιράμεως βασιλέως Ἀσσυρίων τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσι. Καὶ πρώτην ἐπιστολὰς συντάξαι Ἄτοσσαν, τὴν Περσῶν βασιλεύσασαν, φησὶν Ἑλλάνικος. Σκάμμων μὲν οὖν ὁ Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος Κύδιππός τε ὁ Μαντινεὺς ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὁ Περιπατητικὸς ἐν τοῖς Περὶ εὑρεμάτων ταῦτα ἱστόρησαν. Παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ´ ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται. »

Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Κλήμης ἐν Στρωματεῦσι. Τοῖς δ´ εἰρημένοις δοκῶ μοι εὖ ἔχειν ἐπισυνάψαι καὶ τὰ ἀπὸ τῆς Ἰωσήπου τοῦ Ἑβραίου γραφῆς, ἣν Περὶ τῆς Ἰουδαίων ἀρχαιότητος ἐν δυσὶν ἐπραγματεύσατο βιβλίοις, περὶ τοῦ νέους γεγονέναι τοὺς Ἕλληνας καὶ παρὰ βαρβάρων ὠφελῆσθαι διάφωνά τε ἑαυτοῖς γεγραφέναι. Συμβαλεῖται γοῦν καὶ ταῦτα εἰς τὴν τῶν εἰρημένων ἀκριβῆ καὶ βεβαίαν πίστωσιν. ἄκουε τοίνυν οἷα καὶ οὗτος γράφει πρὸς λέξιν·

ΚΕΦΑΛΑΙΟΝ Ζ'.

ΙΩΣΗΠΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ

« Πρῶτον οὖν ἐπέρχεταί μοι πάνυ θαυμάζειν τοὺς οἰομένους δεῖν περὶ τῶν παλαιοτάτων ἔργων μόνοις προσέχειν τοῖς Ἕλλησι καὶ παρὰ τούτων πυνθάνεσθαι τὴν ἀλήθειαν, ἡμῖν δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἀπιστεῖν. Πᾶν γὰρ ἐγὼ τοὐναντίον ὁρῶ συμβεβηκός, εἴ γε δεῖ μὴ ταῖς ματαίαις δόξαις ἐπακολουθεῖν, ἀλλ´ ἐξ αὐτῶν τὸ δίκαιον τῶν πραγμάτων λαμβάνειν. Τὰ μὲν γὰρ παρὰ τοῖς Ἕλλησιν ἅπαντα νέα καὶ χθὲς καὶ πρώην, ὡς ἂν εἴποι τις, εὕροι γεγονότα· λέγω δὲ τὰς κτίσεις τῶν πόλεων καὶ τὰ περὶ τὰς ἐπινοίας τῶν τεχνῶν καὶ τὰ περὶ τὰς τῶν νόμων ἀναγραφάς·

πάντων δὲ νεωτάτη σχεδόν ἐστι παρ´ αὐτοῖς ἡ περὶ τοῦ συγγράφειν τὰς ἱστορίας ἐπιμέλεια. Τὰ μέντοι παρ´ Αἰγυπτίοις τε καὶ Χαλδαίοις καὶ Φοίνιξιν — ἐῶ γὰρ νῦν ἡμᾶς ἐκείνοις συγκαταλέγειν — αὐτοὶ δήπουθεν ὁμολογοῦσιν ἀρχαιοτάτην καὶ μονιμωτάτην ἔχειν τῆς μνήμης τὴν παράδοσιν. Καὶ γὰρ τόπους ἅπαντες οἰκοῦσιν ἥκιστα ταῖς ἐκ τοῦ περιέχοντος φθοραῖς ὑποκειμένους καὶ πολλὴν ἐποιήσαντο πρόνοιαν τοῦ μηδὲν ἄμνηστον τῶν παρ´ αὐτοῖς πραττομένων παραλιπεῖν, ἀλλ´ ἐν δημοσίαις ἀναγραφαῖς ὑπὸ τῶν σοφωτάτων ἀεὶ καθιεροῦσθαι. Τὸν δὲ περὶ τὴν Ἑλλάδα τόπον μυρίαι μὲν φθοραὶ κατέσχον, ἐξαλείφουσαι τὴν μνήμην τῶν γεγονότων· ἀεὶ δὲ καινοὺς καθιστάμενοι βίους τοῦ παντὸς ἐνόμιζον ἄρχειν ἕκαστος τῶν  ἀφ´ ἑαυτῶν· ὀψὲ δὲ καὶ μόλις ἔγνωσαν φύσιν γραμμάτων. Οἱ γοῦν ἀρχαιοτάτην αὐτῶν τὴν χρῆσιν εἶναι θέλοντες παρὰ Φοινίκων καὶ Κάδμου σεμνύνονται μαθεῖν. Οὐ μὴν οὐδ´ ἀπ´ ἐκείνου τοῦ χρόνου δύναιτό τις ἂν δεῖξαι σῳζομένην ἀναγραφὴν οὔτ´ ἐν ἱεροῖς οὔτ´ ἐπὶ δημοσίοις ἀναθήμασιν· ὅπου γε καὶ περὶ τῶν ἐπὶ Τροίαν τοσούτοις ἔτεσι στρατευσάντων ὕστερον πολλὴ γέγονεν ἀπορία καὶ ζήτησις εἰ γράμμασιν ἐχρῶντο· καὶ τἀληθὲς ἐπικρατεῖ μᾶλλον περὶ τοῦ τὴν νῦν οὖσαν τῶν γραμμάτων χρῆσιν ἐκείνους ἀγνοεῖν. Ὅλως δὲ παρὰ τοῖς Ἕλλησιν οὐδὲν ὁμολογούμενον εὑρίσκεται γράμμα τῆς Ὁμήρου ποιήσεως πρεσβύτερον· οὗτος δὲ καὶ τῶν Τρωϊκῶν ὕστερος φαίνεται γενόμενος. Καί φασιν οὐδὲ τοῦτον ἐν γράμμασι τὴν αὑτοῦ ποίησιν καταλιπεῖν, ἀλλὰ διαμνημονευομένην ἐκ τῶν γραμμάτων ὕστερον συντεθῆναι καὶ διὰ τοῦτο πολλὰς ἐν αὐτῇ σχεῖν τὰς διαφωνίας.

Οἱ μέντοι τὰς ἱστορίας ἐπιχειρήσαντες συγγράφειν παρ´ αὐτοῖς, λέγω δὲ τοὺς περὶ Κάδμον τε τὸν Μιλήσιον καὶ τὸν Ἀργεῖον Ἀκουσίλαον καὶ μετὰ τοῦτον εἴ τινες ἄλλοι λέγονται γενέσθαι, βραχὺ τῆς Περσῶν ἐπὶ τὴν Ἑλλάδα στρατείας τῷ χρόνῳ προέλαβον. Ἀλλὰ μὴν καὶ τοὺς περὶ τῶν οὐρανίων τε καὶ θείων πρώτους παρ´ Ἕλλησι φιλοσοφήσαντας, οἷον Φερεκύδην τε τὸν Σύριον καὶ Πυθαγόραν καὶ Θάλητα, πάντες συμφώνως ὁμολογοῦσιν Αἰγυπτίων καὶ Χαλδαίων γενομένους μαθητὰς ὀλίγα συγγράψαι· καὶ ταῦτα τοῖς Ἕλλησιν εἶναι δοκεῖ πάντων ἀρχαιότατα καὶ μόλις αὐτὰ πιστεύουσιν ὑπ´ ἐκείνων γεγράφθαι.

Πῶς οὖν οὐκ ἔστιν ἄλογον τετυφῶσθαι τοὺς Ἕλληνας ὡς μόνους ἐπισταμένους τὰ ἀρχαῖα καὶ τὴν ἀλήθειαν περὶ αὐτῶν ἀκριβῶς παραδιδόντας; Ἢ τίς οὐ παρ´  αὐτῶν ἂν τῶν συγγραφέων μάθοι ῥᾳδίως ὅτι μηδὲν βεβαίως εἰδότες συνέγραφον, ἀλλ´ ὡς ἕκαστοι περὶ τῶν πραγμάτων εἴκαζον; Πλέον γοῦν διὰ τῶν βιβλίων ἀλλήλους ἐλέγχουσι καὶ τἀναντιώτατα περὶ τῶν αὐτῶν λέγειν οὐκ ὀκνοῦσι. Περίεργος δ´ ἂν εἴην ἐγὼ τοὺς ἐμοῦ μᾶλλον ἐπισταμένους διδάσκων, ὅσα μὲν Ἑλλάνικος Ἀκουσιλάῳ περὶ τῶν γενεαλογιῶν διαπεφώνηκεν, ὅσα δὲ διορθοῦται τὸν Ἡσίοδον Ἀκουσίλαος· ἢ τίνα τρόπον Ἔφορος μὲν Ἑλλάνικον ἐν τοῖς πλείστοις ψευδόμενον ἐπιδείκνυσιν, Ἔφορον δὲ Τίμαιος καὶ Τίμαιον οἱ μετ´ ἐκεῖνον γεγονότες, Ἡρόδοτον δὲ πάντες. Ἀλλ´ οὐδὲ περὶ τῶν Σικελικῶν τοῖς περὶ Ἀντίοχον καὶ Φίλιστον ἢ Καλλίαν Τίμαιος συμφωνεῖν ἠξίωσεν, οὐδ´ αὖ περὶ τῶν Ἀττικῶν οἱ τὰς Ἀτθίδας συγγεγραφότες ἢ περὶ τῶν Ἀργολικῶν οἱ τὰ περὶ Ἄργος ἱστοροῦντες ἀλλήλοις ἠκολουθήκασι. Καὶ τί δεῖ λέγειν περὶ τῶν κατὰ πόλεις καὶ βραχυτέρων, ὅπου γε περὶ τῆς Περσικῆς στρατείας καὶ τῶν ἐν αὐτῇ πραχθέντων οἱ δοκιμώτατοι διαπεφωνήκασι; Πολλὰ δὲ καὶ Θουκυδίδης ὡς ψευδόμενος ὑπό τινων κατηγορεῖται, καίτοι δοκῶν ἀκριβεστάτην καθ´ ἑαυτὸν ἱστορίαν συγγράφειν. Αἰτίαι δὲ τῆς τοιαύτης διαφωνίας πολλαὶ μὲν ἴσως ἂν καὶ ἕτεραι τοῖς βουλομένοις ζητεῖν ἀναφανεῖεν, ἐγὼ δὲ δυσὶ ταῖς ἐκτεθησομέναις αἰτίαις τὴν μεγίστην ἰσχὺν ἀνατίθημι. Καὶ προτέραν ἐρῶ τὴν κυριωτέραν εἶναί μοι δοκοῦσαν. Τὸ γὰρ ἐξ ἀρχῆς μὴ σπουδασθῆναι παρὰ τοῖς Ἕλλησι δημοσίᾳ γίνεσθαι τὰς περὶ τῶν ἑκάστοτε πραττομένων ἀναγραφάς, τοῦτο μάλιστα δὴ καὶ τὴν πλάνην καὶ τὴν ἐξουσίαν τοῦ ψεύδεσθαι τοῖς μετὰ ταῦτα βουληθεῖσι περὶ τῶν παλαιῶν τι γράφειν παρέσχεν. Οὐ γὰρ μόνον παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἠμελήθη τὰ περὶ τὰς ἀναγραφάς, ἀλλ´ οὐδὲ παρ´ αὐτοῖς Ἀθηναίοις, οὓς αὐτόχθονας εἶναι λέγουσι καὶ παιδείας ἐπιμελεῖς, οὐδὲν τοιοῦτον εὑρίσκεται γενόμενον· ἀλλὰ τῶν δημοσίων γραμμάτων ἀρχαιοτάτους εἶναί φασι τοὺς ὑπὸ Δράκοντος αὐτοῖς περὶ τῶν φονικῶν γραφέντας νόμους, ὀλίγῳ πρότερον τῆς Πεισιστράτου τυραννίδος ἀνθρώπου γεγονότος. Περὶ μὲν γὰρ Ἀρκάδων τί χρὴ λέγειν αὐχούντων ἀρχαιότητα; Μόλις γὰρ οὗτοι καὶ μετὰ ταῦτα γράμμασιν ἐπαιδεύθησαν.

Ἅτε δὴ τοίνυν οὐδεμιᾶς προβεβλημένης ἀναγραφῆς, ἣ καὶ τοὺς μαθεῖν βουλομένους διδάξειν ἔμελλε καὶ τοὺς ψευδομένους ἐλέγξειν, ἡ πολλὴ πρὸς ἀλλήλους ἐγένετο διαφωνία τοῖς συγγραφεῦσι. Δευτέραν δὲ πρὸς ταύτῃ θετέον ἐκείνην αἰτίαν· οἱ γὰρ ἐπὶ τὸ γράφειν ὁρμήσαντες οὐ περὶ τὴν ἀλήθειαν ἐσπούδασαν — καίτοι τοῦτο πρόχειρον αὐτοῖς ἐστιν ἀεὶ τὸ ἐπάγγελμα — λόγων δὲ δύναμιν ἐπεδείκνυντο καὶ καθ´ ὅντινα τρόπον ἐν τούτῳ παρευδοκιμήσειν τοὺς ἄλλους ὑπελάμβανον, κατὰ τοῦτον ἡρμόζοντο, τινὲς μὲν ἐπὶ τὸ μυθολογεῖν τραπόμενοι, τινὲς δὲ πρὸς χάριν ἢ τὰς πόλεις ἢ τοὺς βασιλέας ἐπαινοῦντες· ἄλλοι δὲ ἐπὶ τὸ κατηγορεῖν τῶν πράξεων ἢ τῶν γεγραφότων ἐχώρησαν, εὐδοκιμήσειν ἐν τούτῳ νομίζοντες. Ὅλως δὲ τὸ πάντων ἐναντιώτατον ἱστορίᾳ πράττοντες διατελοῦσι. Τῆς μὲν γὰρ ἀληθοῦς ἐστι τεκμήριον ἱστορίας, εἰ περὶ τῶν αὐτῶν ἅπαντες τὰ αὐτὰ καὶ λέγοιεν καὶ γράφοιεν· οἱ δ´ εἰ μὴ τὰ αὐτὰ γράψειαν ἑτέροις, οὕτως ἐνόμιζον αὐτοὶ φαίνεσθαι πάντων ἀληθέστατοι. »

Τοσαῦτα καὶ ὁ Ἰώσηπος. Εἴη δ´ ἂν τῶν εἰρημένων ἐπισφράγισμα καὶ ἡ Διοδώρου μαρτυρία, ἣν ἀπὸ τοῦ πρώτου τῆς συναχθείσης αὐτῷ Βιβλιοθήκης παραθήσομαι, οὕτως ἔχουσαν πρὸς λέξιν·

ΚΕΦΑΛΑΙΟΝ Η'.

ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΔΙΟΔΩΡΟΥ

« Τούτων δ´ ἡμῖν διευκρινημένων ῥητέον ὅσοι τῶν παρ´ Ἕλλησι δεδοξασμένων ἐπὶ συνέσει καὶ παιδείᾳ παρέβαλον εἰς Αἴγυπτον ἐν τοῖς ἀρχαίοις χρόνοις, ἵνα τῶν ἐνταῦθα νομίμων καὶ παιδείας μετάσχωσιν. Οἱ γὰρ ἱερεῖς τῶν Αἰγυπτίων ἱστοροῦσιν ἐκ τῶν ἀναγραφῶν τῶν ἐν ταῖς ἱεραῖς βίβλοις παραβαλεῖν πρὸς ἑαυτοὺς Ὀρφέα τε καὶ Μουσαῖον καὶ Μελάμποδα καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ὅμηρόν τε τὸν ποιητὴν καὶ Λυκοῦργον τὸν Σπαρτιάτην, ἔτι δὲ Σόλωνα τὸν Ἀθηναῖον καὶ Πλάτωνα τὸν φιλόσοφον· ἐλθεῖν δὲ καὶ Πυθαγόραν τὸν Σάμιον καὶ τὸν μαθηματικὸν Εὔδοξον, ἔτι δὲ Δημόκριτον τὸν Ἀβδηρίτην καὶ Οἰνοπίδην τὸν Χῖον. Πάντων δὲ τούτων σημεῖα δεικνύουσι τῶν μὲν εἰκόνας, τῶν δὲ τόπων ἢ κατασκευασμάτων ὁμωνύμους προσηγορίας. Ἔκ τε τῆς ἑκάστῳ ζηλωθείσης παιδείας ἀποδείξεις φέρουσι, συνιστάντες ἐξ Αἰγύπτου μετενηνοχέναι πάντα δι´ ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν. Ὀρφέα μὲν γὰρ τῶν μυστικῶν τελετῶν τὰ πλεῖστα καὶ τὰ περὶ τὴν ἑαυτοῦ πλάνην ὀργιαζόμενα καὶ τὴν τῶν ἐν Ἅιδου μυθοποιίαν παρ´ Αἰγυπτίων ἀπενέγκασθαι. Τὴν μὲν γὰρ Ὀσίριδος τελετὴν τῇ Διονύσου τὴν αὐτὴν εἶναι· τὴν δὲ τῆς Ἴσιδος τῇ τῆς Δήμητρος ὁμοιοτάτην ὑπάρχειν, τῶν ὀνομάτων μόνων ἐνηλλαγμένων· τὰς δὲ τῶν ἀσεβῶν ἐν Ἅιδου τιμωρίας καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας καὶ τὰς παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρεισαγαγεῖν, μιμησάμενον τὰ περὶ τὰς ταφὰς τὰς κατ´ Αἴγυπτον.

Τὸν μὲν γὰρ ψυχοπομπὸν Ἑρμῆν κατὰ τὸ παλαιὸν νόμιμον παρ´ Αἰγυπτίοις ἀναγαγόντα τοῦ Ἄπιδος τὸ σῶμα μέχρι τινὸς παραδιδόναι τῷ περικειμένῳ τὴν τοῦ Κερβέρου προτομήν. Τοῦ δὲ Ὀρφέως τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι τὸν Ὅμηρον ἀκολούθως τούτῳ θεῖναι κατὰ τὴν ποίησιν·

’Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
ἀνδρῶν ἡρώων· ἔχε δὲ ῥάβδον μετὰ χερσίν.‘ »

Εἶτα πάλιν προβὰς ἐπιλέγει·

«  ελάμποδα δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου τὰ Διονύσῳ νομιζόμενα τελεῖσθαι παρὰ τοῖς Ἕλλησι καὶ τὰ περὶ Κρόνου μυθολογούμενα καὶ τὰ περὶ τῆς Τιτανομαχίας καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν θεῶν ἱστορίαν. Τὸν δὲ Δαίδαλον λέγουσιν ἀπομιμήσασθαι τὴν τοῦ λαβυρίνθου πλοκὴν τοῦ διαμένοντος μὲν μέχρι τοῦ νῦν καιροῦ, οἰκοδομηθέντος δέ, ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος, ὡς δ´ ἔνιοι λέγουσιν, ὑπὸ Μάρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον τῆς Μίνω βασιλείας· τόν τε ῥυθμὸν τῶν ἀρχαίων κατ´ Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατασκευασθεῖσι παρὰ τοῖς Ἕλλησι. Τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφει τοῦ Ἡφαιστ〈ε〉ίου Δαίδαλον ἀρχιτεκτονῆσαι, καὶ θαυμασθέντα τυχεῖν εἰκόνος ξυλίνης κατὰ τὸ προειρημένον ἱερόν, ταῖς ἰδίαις χερσὶ δεδημιουργημένης· πέρας δὲ διὰ τὴν εὐφυΐαν ἀξιωθέντα μεγάλης δόξης καὶ πολλὰ προσεξευρόντα τυχεῖν ἰσοθέων τιμῶν. Κατὰ γὰρ μίαν τῶν πρὸς τῇ Μέμφει νήσων ἔτι καὶ νῦν ἱερὸν εἶναι Δαιδάλου τιμώμενον ὑπὸ τῶν ἐγχωρίων.

Τῆς δ´ Ὁμήρου παρουσίας ἄλλα τε σημεῖα φέρουσι καὶ μάλιστα τὴν τῆς Ἑλένης γενομένην παρὰ Μενελάῳ Τηλεμάχῳ φαρμακείαν καὶ λήθην τῶν συμβεβηκότων κακῶν. Τὸ γὰρ νηπενθὲς φάρμακον, ὃ λαβεῖν φησιν ὁ ποιητὴς τὴν Ἑλένην ἐκ τῶν Αἰγυπτίων παρὰ τῆς Πολυμνήστης, τῆς Θῶνος γυναικός, ἀκριβῶς ἐξητακὼς φαίνεται. Ἔτι γὰρ καὶ νῦν τὰς ἐν ταύτῃ γυναῖκας χρῆσθαι τῇ προειρημένῃ δυνάμει λέγουσι καὶ παρὰ μόναις ταῖς Διοσπολίτισιν ἐκ παλαιῶν χρόνων ὀργῆς καὶ λύπης φάρμακον εὑρῆσθαί φασι· τὰς δὲ Θήβας καὶ Διόσπολιν τὴν αὐτὴν ὑπάρχειν· τήν τε Ἀφροδίτην ὀνομάζεσθαι παρὰ τοῖς ἐγχωρίοις χρυσῆν ἐκ παλαιᾶς παραδόσεως· καὶ πεδίον εἶναι καλούμενον χρυσῆς Ἀφροδίτης περὶ τὴν ὀνομαζομένην Μώμεμφιν. Τά τε περὶ τὸν Δία καὶ τὴν Ἥραν μυθολογούμενα περὶ τῆς συνουσίας καὶ τὴν εἰς Αἰθιοπίαν ἐκδημίαν ἐκεῖθεν αὐτὸν μετενεγκεῖν (κατ´ ἐνιαυτὸν γὰρ παρὰ τοῖς Αἰγυπτίοις τὸν νεὼν τοῦ Διὸς περαιοῦσθαι τὸν ποταμὸν εἰς τὴν Λιβύην καὶ μεθ´ ἡμέρας τινὰς πάλιν ἐπιστρέφειν, ὡς ἐξ Αἰθιοπίας τοῦ θεοῦ παρόντος) τήν τε συνουσίαν τῶν θεῶν τούτων, ἐν ταῖς πανηγύρεσι τῶν ναῶν ἀνακομιζομένων ἀμφοτέρων εἰς ὄρος ἄνθεσι παντοίοις ὑπὸ τῶν ἱερέων κατεστεμμένον.

Καὶ Λυκοῦργον δὲ καὶ Πλάτωνα καὶ Σόλωνα πολλὰ τῶν ἐξ Αἰγύπτου νομίμων εἰς τὰς ἑαυτῶν κατατάξαι νομοθεσίας Πυθαγόραν τε τὰ κατὰ τὸν Ἱερὸν λόγον καὶ τὰ κατὰ γεωμετρίαν θεωρήματα καὶ τὰ περὶ τοὺς ἀριθμούς, ἔτι δὲ τὴν εἰς πᾶν ζῷον τῆς ψυχῆς μεταβολὴν μαθεῖν παρ´ Αἰγυπτίων. Ὑπολαμβάνουσι δὲ καὶ Δημόκριτον παρ´ αὐτοῖς ἔτη διατρῖψαι πέντε καὶ πολλὰ διδαχθῆναι τῶν κατὰ ἀστρολογίαν τόν τε Οἰνοπίδην ὁμοίως συνδιατρίψαντα τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαθεῖν ἄλλα τε καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον, ὡς λοξὴν μὲν ἔχει τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν φορὰν ποιεῖται. Παραπλησίως δὲ καὶ τὸν Εὔδοξον ἀστρολογήσαντα παρ´ αὐτοῖς καὶ πολλὰ τῶν χρησίμων εἰς τοὺς Ἕλληνας ἐκδόντα τυχεῖν ἀξιολόγου δόξης. Πάντων δὲ τῶν παλαιῶν ἀγαλματοποιῶν τοὺς μάλιστα διωνομασμένους διατετριφέναι παρ´ αὐτοῖς, Τηλεκλέα καὶ Θεόδωρον, τοὺς Ῥοίκου μὲν υἱούς, κατασκευάσαντας δὲ τοῖς Σαμίοις τὸ τοῦ Ἀπόλλωνος τοῦ Πυθίου ξόανον. »

Τοσαῦτα δὲ καὶ Διόδωρος. Ἀλλ´ οὗτος μὲν ὁ λόγος ὧδέ πως ἀποδεδειγμένος ἐνταῦθά μοι εἰληφέτω τέλος. Οὐ δεῖ δὴ λοιπὸν ἀλογίας ἡμῶν κατηγορεῖν, εἰ δὴ τοὺς τῶν σοφῶν Ἑλλήνων καὶ αὐτῶν γε τῶν παρ´ αὐτοῖς φιλοσόφων διδασκάλους, τοὺς βαρβάρους λέγω, πόθῳ τῆς ἀληθοῦς εὐσεβείας καὶ αὐτοὶ μετήλθομεν, εἴ γε βάρβαροι Ἑβραῖοι.

Ὧν τοὺς χρόνους, καθ´ οὓς ἤκμασαν Μωσῆς τε καὶ οἱ μετὰ Μωσέα προφῆται, εὖ ἂν ἔχοι διελθεῖν, ἐπεὶ καὶ τοῦτ´ ἂν εἴη ἕν τι τῶν μάλιστα συνεκτικωτάτων τῇ προκειμένῃ πραγματείᾳ, τὸ μέλλοντας τῶν παρὰ τοῖς ἀνδράσι λογίων ἐφάπτεσθαι προδιαλαβεῖν περὶ τῆς ἀρχαιότητος αὐτῶν, ἵν´, εἰ φανεῖεν τοῖς Ἑβραίων προφήταις τε καὶ θεολόγοις οἱ παρ´ Ἕλλησιν ὁμοδοξοῦντες, μηκέτ´ ἀμφιβάλλοις τίνας ἦν εἰκὸς τὰ παρὰ τίνων ἀναλέξασθαι, πότερα τοὺς πρεσβυτέρους τὰ τῶν νέων, Ἑβραίους τε τὰ Ἑλλήνων καὶ βαρβάρους τὰ φιλοσόφων, ὧν οὐδὲ τῆς γλώσσης εἰκὸς ἦν ἐπαΐειν, ἢ (ὅπερ καὶ μᾶλλον εἰκός) τοὺς νέους τὰ τῶν πρεσβυτέρων καὶ τοὺς τὰ πλεῖστα τῶν ἐθνῶν περιειργασμένους Ἕλληνας καὶ τὰ Ἑβραίων μὴ ἀγνοῆσαι, ἀρχῆθεν ἐπὶ τὴν Ἑλλάδα φωνὴν μεταβεβλημένα.

ΚΕΦΑΛΑΙΟΝ Θ'.

ΠΕΡΙ ΤΗΣ ΑΡΧΑΙΟΤΗΤΟΣ ΜΩΣΕΩΣ ΚΑΙ ΤΩΝ ΠΑΡ´ ΕΒΡΑΙΟΙΣ ΠΡΟΦΗΤΩΝ

Μωσέως πέρι καὶ τῆς τῶν μετ´ αὐτὸν προφητῶν ἀρχαιότητος πλεῖστοι μὲν ἄλλοι διὰ σπουδῆς τὴν ἀπόδειξιν ἐν οἰκείοις καταβέβληνται συγγράμμασιν, ἀφ´ ὧν αὐτίκα μάλα σμικρὰ ἄττα παραθήσομαι. Κἀγὼ δὲ καινοτέραν παρὰ τοὺς εἰρημένους ὁδεύσας ταύτῃ χρήσομαι τῇ μεθόδῳ. Συντρεχόντων ὁμολογουμένως τῶν χρόνων Αὐγούστου Ῥωμαίων αὐτοκράτορος καὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως ἀρχήν τε τῆς εὐαγγελικῆς διδασκαλίας τοῦ Χριστοῦ ποιησαμένου κατὰ τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος, εἴ τις ἀπὸ τούτου συναγαγεῖν ἐθέλοι τὸν τῶν ἐτῶν ἀριθμόν, προϊὼν ἐπὶ τοὺς ἀνωτέρω χρόνους τοὺς μέχρι Δαρείου τοῦ Περσῶν βασιλέως καὶ τῆς κατ´ αὐτὸν ἀνανεώσεως τοῦ ἐν Ἱεροσολύμοις νεώ, ἣ γέγονε μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ἰουδαίων ἔθνους, εὕροι ἂν ἀπὸ Τιβερίου  ἐπὶ τὸ δεύτερον ἔτος Δαρείου ἔτη φμηʹ· Δαρείου μὲν γὰρ τὸ δεύτερον κατὰ τὸ πρῶτον ἔτος τῆς ξεʹ Ὀλυμπιάδος καταντᾷ, Τιβερίου δὲ τὸ πεντεκαιδέκατον τῆς Ῥωμαίων βασιλείας κατὰ τὸ δʹ τῆς σαʹ Ὀλυμπιάδος συμπίπτει. Γίνονται τοίνυν αἱ μεταξὺ Δαρείου τοῦ Πέρσου καὶ Τιβερίου τοῦ Ῥωμαίων βασιλέως Ὀλυμπιάδες ρλζʹ, αἳ συνάγουσι χρόνον ἐτῶν φμηʹ, τετραετίας τῇ Ὀλυμπιάδι λογιζομένης. Ἐπεὶ δὲ κατὰ τὸ δεύτερον ἔτος Δαρείου τὸ οʹ ὑπῆρχε τῆς ἐρημίας τοῦ ἐν Ἱεροσολύμοις νεώ, καθὼς τὰ τῆς Ἑβραίων ἱστορίας παρίστησι, κἀντεῦθεν πάλιν ἀνατρεχόντων ἀπὸ μὲν τοῦ δευτέρου ἔτους Δαρείου ἐπὶ τὴν αʹ Ὀλυμπιάδα ἔτη συνάγοιτ´ ἂν σνϛʹ, Ὀλυμπιάδες ξδʹ, τοσαῦτα δ´ ἂν εὕροις τὰ ἀπὸ τοῦ ὑστάτου ἔτους τῆς ἐρημίας τοῦ δηλωθέντος ἱεροῦ ἐπὶ τὸ νʹ ἔτος Ὀζίου τοῦ τῶν Ἰουδαίων βασιλέως ἀνιών, καθ´ ὃν ἐπροφήτευον Ἡσαΐας καὶ Ὠσηὲ ὅσοι τε τούτοις γεγόνασι σύγχρονοι, ὥστ´ εἶναι τὴν πρώτην καθ´ Ἕλληνας Ὀλυμπιάδα σύνδρομον Ἡσαΐᾳ τῷ προφήτῃ καὶ τοῖς τούτῳ συγχρόνοις. Πάλιν δὲ ἀπὸ τῆς πρώτης Ὀλυμπιάδος ἐπὶ τοὺς ἔμπροσθεν ἀνιὼν χρόνους μέχρι τῆς Ἰλίου ἁλώσεως εὑρήσεις ἔτη συγκεφαλαιούμενα υηʹ, ὡς αἱ παρ´ Ἕλλησι τῶν χρόνων ἀναγραφαὶ περιέχουσι. Καὶ καθ´ Ἑβραίους ἀπὸ νʹ ἔτους Ὀζίου τοῦ Ἰουδαίων βασιλέως ἀνιὼν ἐπὶ τὸ τρίτον ἔτος Λαβδὼν παρ´ Ἑβραίοις γενομένου κριτοῦ τὸν ἴσον συνάξεις ἀριθμὸν ἐτῶν υηʹ· ὥστ´ εἶναι τὴν Ἰλίου ἅλωσιν κατὰ τοὺς Λαβδὼν τοῦ κριτοῦ χρόνους, ἑπτὰ ἔτεσι πρότερον ἢ Σαμψὼν ἄρξαι Ἑβραίων, ὃν κατὰ τὴν τοῦ σώματος ἀλκὴν ἀνυπόστατον γενέσθαι φασίν, ἐοικότα τῷ βοωμένῳ παρ´ Ἕλλησιν Ἡρακλεῖ. Καὶ ἐντεῦθεν δὲ ἐπὶ τοὺς ἀνωτέρω βαδίζων σαυτῷ τε συναγαγὼν ἀριθμὸν ἐτῶν υʹ, εὕροις ἂν κατὰ μὲν Ἑβραίους Μωσέα, κατὰ δὲ Ἕλληνας Κέκροπα τὸν γηγενῆ. Κατώτερα δὲ τῶν Κέκροπος ἱστορεῖται χρόνων τὰ παρ´ Ἕλλησι θαυμαζόμενα. Γίνεται γὰρ μετὰ Κέκροπα ὁ κατὰ Δευκαλίωνα κατακλυσμὸς καὶ ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις Ἐριχθονίου τε γένεσις Κόρης τε ἁρπαγὴ καὶ Δήμητρος μυστήρια, Ἐλευσινίων ἵδρυσις, Τριπτολέμου γεωργία, Εὐρώπης ὑπὸ Διὸς ἁρπαγή, Ἀπόλλωνος γένεσις, Κάδμου ἐπὶ Θήβας παρουσία καὶ ἔτι τούτων νεώτεροι Διόνυσος, Μίνως, Περσεύς, Ἀσκληπιός, Διόσκουροι, Ἡρακλῆς. Τούτων δ´ ἁπάντων πρεσβύτερος γεγονὼς συνίσταται Μωσῆς, ὡς ἂν κατὰ Κέκροπα τὴν ἡλικίαν ἀκμάσας. Ἀπὸ δὲ Μωσέως πάλιν ἀνιὼν ἐπὶ τὸ πρῶτον ἔτος ζωῆς Ἁβραὰμ εὑρήσεις ἔτη φεʹ. Τοσαῦτα δὲ ἀπὸ τοῦ δηλωθέντος ἔτους τῆς Κέκροπος βασιλείας τὸν ἀνωτέρω χρόνον ἀπαριθμούμενος ἐπὶ Νίνον ἥξεις τὸν Ἀσσύριον, ὃν πρῶτόν φασιν ἁπάσης τῆς Ἀσίας πλὴν Ἰνδῶν κεκρατηκέναι· οὗ Νίνος ἐπώνυμος πόλις, ἣ Νινευὴ παρ´ Ἑβραίοις ὠνόμασται, καθ´ ὃν Ζωροάστρης ὁ μάγος Βακτρίων ἐβασίλευσε. Νίνου δὲ γυνὴ καὶ διάδοχος τῆς βασιλείας Σεμίραμις· ὥστ´ εἶναι τὸν Ἁβραὰμ κατὰ τούτους.

Ταῦτα μὲν οὖν ἀποδεικτικῶς ἐν τοῖς πονηθεῖσιν ἡμῖν Χρονικοῖς Κανόσιν οὕτως ἔχοντα συνέστη. Ἐπὶ δὲ τοῦ παρόντος πρὸς τοῖς εἰρημένοις μάρτυρι τῆς Μωσέως ἀρχαιότητος χρήσομαι τῷ πάντων δυσμενεστάτῳ καὶ πολεμιωτάτῳ Ἑβραίων τε καὶ ἡμῶν, φημὶ δὲ τῷ καθ´ ἡμᾶς φιλοσόφῳ, ὃς τὴν καθ´ ἡμῶν συσκευὴν ὑπερβολῇ μίσους προβεβλημένος οὐ μόνους ἡμᾶς, ἀλλὰ καὶ Ἑβραίους αὐτόν τε Μωσέα καὶ τοὺς μετ´ αὐτὸν προφήτας ταῖς ἴσαις ὑπηγάγετο δυσφημίαις. Οὕτω γὰρ διὰ τῆς τῶν ἐχθρῶν ὁμολογίας ἀναμφηρίστως ἡγοῦμαι τὴν ἐπαγγελίαν πιστώσεσθαι. Γράφει τοίνυν ἐν τῷ τετάρτῳ τῆς καθ´ ἡμῶν συσκευῆς ὁ Πορφύριος ῥήμασιν αὐτοῖς τάδε·

« Ἱστορεῖ δὴ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφωνότατα, Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευώ, ὃς Ἀβελβαλῷ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς ὑπ´ ἐκείνου καὶ τῶν κατ´ αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. Οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσι χρόνων καὶ σχεδὸν τοῖς Μωσέως πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχουνιάθων δὲ ὁ κατὰ τὴν τῶν Φοινίκων διάλεκτον φιλαλήθως πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν καὶ συγγράψας ἐπὶ Σεμιράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος.»

Ταῦτα ὁ Πορφύριος. Δεῖ δὴ συλλογίσασθαι τὰ προκείμενα ὧδέ πως· εἴπερ ὁ Σαγχουνιάθων ἐπὶ Σεμιράμεως γέγονεν, ἡ δὲ μακρῷ πρόσθεν τῶν Τρωϊκῶν ὁμολογεῖται, εἴη ἂν καὶ ὁ Σαγχουνιάθων τῶν Τρωϊκῶν παλαιότερος. Ἀλλ´ οὗτος παρ´ ἑτέρων πρεσβυτέρων αὐτοῦ τοῖς χρόνοις εἰληφέναι λέγεται τὰ ὑπομνήματα· οἱ δὲ καὶ αὐτοὶ ἀρχαιότεροι ὄντες αὐτοῦ σχεδὸν τοῖς Μωσέως πλησιάζειν χρόνοις εἴρηνται, οὐδὲ αὐτοὶ κατὰ Μωσέα γενόμενοι, ἀλλὰ σχεδὸν τοῖς ἐκείνου χρόνοις πλησιάζοντες· ὡς τοσοῦτον εἶναι πρεσβύτερον Μωσέα τοῦ Σαγχουνιάθωνος ὁπόσον ἂν οὗτος λείπηται τῶν αὐτοῦ πρεσβυτέρων, οἳ Μωσεῖ πλησιάζειν ὡμολογήθησαν. Πόσοις δὲ ἄρα ἔτεσιν εἰκὸς ἦν Μωσέα ὑπεράγειν τοὺς δηλουμένους ἄπορον εἰπεῖν· διόπερ τοῦτό μοι δοκῶ παρήσειν. Δοὺς δὲ κατ´ αὐτὸν ἐκεῖνον τὸν Σαγχουνιάθωνα Μωσέα γεγονέναι καὶ μὴ πρότερον, ὧδε τὸν ἔλεγχον ἐφοδεύσω· εἴπερ ἐπὶ Σεμιράμεως τῆς Ἀσσυρίων βασιλίδος ὁ Σαγχουνιάθων ἐγνωρίζετο, ἔστω δὲ καὶ Μωσῆς μηδὲν προάγων, κατὰ δὲ τοῦτον ἠκμακώς, γένοιτ´ ἂν οὖν καὶ αὐτὸς κατὰ Σεμίραμιν. Ἀλλ´ ὁ μὲν ἡμέτερος λόγος ἐπὶ ταύτης ἐδήλου γενέσθαι τὸν Ἁβραάμ, ὁ δὲ τοῦ φιλοσόφου παλαιότερον τὸν Μωσέα συνίστησιν. Ἡ δὲ Σεμίραμις τῶν Τρωϊκῶν ὀκτακοσίοις ὅλοις ἔτεσι δείκνυται προγενομένη. Καὶ Μωσῆς ἄρα ἔσται τοσούτοις τὰ Τρωϊκὰ προάγων κατὰ τὸν φιλόσοφον. Πρῶτος δὲ βασιλεύει Ἀργείων Ἴναχος, οὔπω τότε Ἀθηναίων οὔτε τὴν πόλιν οὔτε τὴν προσηγορίαν ἐχόντων. Ὁ δὲ πρῶτος Ἀργείων ἡγεῖται κατὰ τὸν πέμπτον μετὰ Σεμίραμιν Ἀσσυρίων βασιλέα, πεντήκοντα δὲ καὶ ἑκατὸν ὕστερον ἔτεσιν αὐτῆς τε καὶ Μωσέως, ἐν οἷς οὐδὲν ἐπίσημον γεγονὸς ἱστορεῖται παρ´ Ἕλλησι. Κατὰ τοῦτο δὲ τοῦ χρόνου παρ´ Ἑβραίοις ἡγοῦνται οἱ Κριταί. Εἶτ´ αὖ πάλιν τριακοσίοις ἐτῶν ἄλλοις κατώτερον χρόνοις, ἤδη που πλέον ἢ τετρακοσίων ὅλων ἐτῶν συμπληρουμένων ἀπὸ Σεμιράμεως, πρῶτος Ἀθηναίων βασιλεύει Κέκροψ ὁ βοώμενος παρ´ αὐτοῖς αὐτόχθων, Ἄργους ἡγουμένου Τριόπα, ὃς ἦν ἕβδομος μετὰ τὸν πρῶτον Ἀργεῖον Ἴναχον. Μεταξὺ δὲ τούτων ὁ ἐπὶ Ὠγύγου μνημονεύεται κατακλυσμὸς πρῶτός τε Ἆπις ἐν Αἰγύπτῳ θεὸς ὠνομάσθη καὶ Ἰὼ θυγάτηρ Ἰνάχου, ἣν Ἶσιν Αἰγύπτιοι μετονομάσαντες σέβουσι, Προμηθεύς τε καὶ Ἄτλας ἐγνωρίζοντο.

Ἀπὸ δὲ Κέκροπος ἐπὶ τὴν Ἰλίου ἅλωσιν ἄλλα συνάγεται μικρῷ δέοντα ἔτη υʹ, ἐν οἷς τὰ ἐν Ἕλλησι θαυμάσια μυθολογεῖται, ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμὸς καὶ ὁ ἐπὶ Φαέθοντος ἐμπρησμός, πολλῶν, ὡς εἰκός, φθορῶν γῆς κατὰ τόπους γεγενημένων. Πρῶτος δὲ Κέκροψ λέγεται Ζῆνα κεκληκέναι τὸν θεόν, μὴ πρότερον οὕτω παρ´ ἀνθρώποις ὠνομασμένον· ἔπειτα βωμὸν παρ´ Ἀθηναίοις ἱδρῦσαι πρῶτος καὶ πάλιν πρῶτος Ἀθηνᾶς ἄγαλμα συστήσασθαι, ὡς οὐδὲ τούτων ἐκ παλαιοῦ ὑπαρχόντων. Μετὰ δὲ τοῦτον καὶ οἱ παρ´ Ἕλλησι θεοὶ πάντες γενεαλογοῦνται. Παρ´ Ἑβραίοις δὲ ἐν τούτῳ οἱ ἀπὸ γένους Δαβὶδ ἐβασίλευον καὶ οἱ μετὰ Μωσέα διέλαμπον προφῆται· ὥστε τὰ πάντα ἀπὸ Μωσέως ἐπὶ τὴν Ἰλίου ἅλωσιν συνάγεσθαι πλεῖον ἢ ὀκτακόσια ἔτη κατὰ τὴν ἐκτεθεῖσαν τοῦ φιλοσόφου μαρτυρίαν. Ἔτι δὲ πολὺ τῶν Τρωϊκῶν νεώτερα τὰ κατὰ Ὅμηρον καὶ Ἡσίοδον καὶ τοὺς λοιποὺς μνημονεύεται. Χθὲς δὲ καὶ πρώην μετὰ τούτους περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα οἱ ἀμφὶ Πυθαγόραν καὶ Δημόκριτον καὶ τοὺς μετὰ ταῦτα φιλοσόφους ὠνομάσθησαν, ἐγγύς που μετὰ τὰ Τρωϊκὰ ἔτεσιν ψʹ. Προτερεῖν ἄρα Μωσῆς καὶ οἱ μετ´ αὐτὸν Ἑβραίων προφῆται συνίστανται τῶν παρ´ Ἕλλησι φιλοσόφων χιλίοις πεντακοσίοις ἔτεσι κατὰ τὴν τοῦ δηλωθέντος ἀνδρὸς ὁμολογίαν.

Καὶ ταῦτα μὲν ἡμεῖς ἐπιτόμως. Σκέψασθαι δὲ καιρὸς καὶ τὰς τῶν πρὸ ἡμῶν περὶ τῆς αὐτῆς ὑποθέσεως ἀποδείξεις. Γεγόνασι δὴ παρ´ ἡμῖν λόγιοι ἄνδρες καὶ τῶν ἀπὸ παιδείας οὐδενὸς δεύτεροι τοῖς τε θείοις οὐ παρέργως καθωμιληκότες, οἳ καὶ τὴν παροῦσαν ὑπόθεσιν ἐπ´ ἀκριβὲς διευκρινήσαντες τῇ παρ´ Ἑβραίοις συνέστησαν ἀρχαιολογίᾳ, πλουσίᾳ καὶ ποικίλῃ κατασκευῇ κεχρημένοι τῆς ἀποδείξεως. Οἱ μὲν γὰρ ἔκ τινων ὁμολογουμένων ἱστοριῶν τοὺς χρόνους συνελογίσαντο, οἱ δὲ παλαιοτέροις ἀναγνώσμασι τὴν μαρτυρίαν ἐπιστώσαντο. Καὶ οἱ μὲν Ἑλληνικοῖς, οἱ δὲ καὶ τοῖς τὰ Φοινίκων τά τε Χαλδαίων καὶ Αἰγυπτίων ἀναγράψασι συνεχρήσαντο· ὁμοῦ δὲ οἱ πάντες, τὰ Ἑλληνικὰ καὶ τὰ βάρβαρα τά τε παρ´ αὐτοῖς Ἑβραίοις συναγαγόντες καὶ τὰς παρὰ πᾶσιν ἱστορίας παραθέντες θατέρᾳ τε τὴν ἑτέραν συγκρούσαντες, τὰ παρὰ τοῖς πᾶσιν ὑπὸ τοὺς αὐτοὺς χρόνους πραχθέντα συνεξητάκασιν. Εἶθ´ ἕκαστος οἰκείαις μεθόδοις τὴν τῶν ἀποδεικνυμένων κατασκευὴν πεποιημένος σύμφωνον καὶ ὁμολογουμένην τὴν ἀπόδειξιν εἰσηνέγκαντο. Διὸ καὶ μάλιστα ταῖς αὐτῶν ἡγησάμην δεῖν παραχωρῆσαι φωναῖς τὸν παρόντα λόγον, ὅπως ὁμοῦ τῶν οἰκείων μὴ ἀποστεροῖντο καρπῶν οἱ τῶν λόγων πατέρες καὶ διὰ πλειόνων μαρτύρων, ἀλλὰ μὴ δι´ ἑνὸς ἐμοῦ, ἡ σύστασις τῆς ἀληθείας ἀναμφίλεκτον λάβοι τὴν ἐπικύρωσιν.

ΚΕΦΑΛΑΙΟΝ Ι'.

ΑΠΟ ΤΟΥ ΤΡΙΤΟΥ ΤΩΝ ΑΦΡΙΚΑΝΟΥ ΧΡΟΝΟΓΡΑΦΙΩΝ

« Μέχρι μὲν τῶν Ὀλυμπιάδων οὐδὲν ἀκριβὲς ἱστόρηται τοῖς Ἕλλησι, πάντων συγκεχυμένων καὶ κατὰ μηδὲν αὑτοῖς τῶν πρὸ τοῦ συμφωνούντων· αἱ δὲ ἠκρίβωνται πολλοῖς, τῷ μὴ ἐκ πλείστου διαστήματος, διὰ τετραετίας δὲ τὰς ἀναγραφὰς αὐτῶν ποιεῖσθαι τοὺς Ἕλληνας. Οὗ δὴ χάριν τὰς ἐνδοξοτάτας καὶ μυθώδεις ἐπιλεξάμενος ἱστορίας μέχρι τῆς πρώτης Ὀλυμπιάδος ἐπιδραμοῦμαι· τὰς δὲ μετὰ ταῦτα συζεύξας κατὰ χρόνον ἑκάστας, εἴ τινες ἐπίσημοι, ταῖς Ἑλληνικαῖς τὰς Ἑβραϊκάς, ἐξιστορῶν μὲν τὰ Ἑβραίων, ἐφαπτόμενος δὲ τῶν Ἑλληνικῶν, ἐφαρμόσω τόνδε τὸν τρόπον· λαβόμενος μιᾶς πράξεως Ἑβραϊκῆς ὁμοχρόνου πράξει ὑφ´ Ἑλλήνων ἱστορηθείσῃ καὶ ταύτης ἐχόμενος ἀφαιρῶν τε καὶ προστιθεὶς τίς τε Ἕλλην ἢ Πέρσης ἢ καὶ ὁστισοῦν τῇ Ἑβραίων συνεχρόνισεν ἐπισημειούμενος, ἴσως ἂν τοῦ σκοποῦ τύχοιμι. Ἑβραίων μὲν οὖν ἡ μετοικία ἐπισημοτάτη, αἰχμαλωτισθέντων ὑπὸ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, παρέτεινεν ἔτη ἑβδομήκοντα, καθὰ προεφήτευσεν Ἱερεμίας. Τοῦ δὴ Ναβουχοδονόσορ μνημονεύει Βηρωσσὸς ὁ Βαβυλώνιος. Μετὰ δὲ τὰ οʹ τῆς αἰχμαλωσίας ἔτη Κῦρος Περσῶν ἐβασίλευσεν, ᾧ ἔτει Ὀλυμπιὰς ἤχθη νεʹ, ὡς ἐκ τῶν Βιβλιοθηκῶν Διοδώρου καὶ τῶν Θαλλοῦ καὶ Κάστορος ἱστοριῶν, ἔτι δὲ Πολυβίου καὶ Φλέγοντος ἔστινεὑρεῖν, ἀλλὰ καὶ ἑτέρων, οἷς ἐμέλησεν Ὀλυμπιάδων· ἅπασι γὰρ συνεφώνησεν ὁ χρόνος. Κῦρος δ´ οὖν τῷ πρώτῳ τῆς ἀρχῆς ἔτει, ὅπερ ἦν Ὀλυμπιάδος νεʹ ἔτος τὸ πρῶτον, διὰ Ζοροβάβελ, καθ´ ὃν Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, τὴν πρώτην καὶ μερικὴν ἀπόπεμψιν ἐποιήσατο τοῦ λαοῦ, πληρωθείσης τῆς ἑβδομηκονταετίας, ὡς ἐν τῷ Ἔσδρᾳ παρὰ τοῖς Ἑβραίοις ἱστόρηται. Αἱ μὲν οὖν ἱστορίαι συντρέχουσι Κύρου τε βασιλείας καὶ αἰχμαλωσίας τέλους καὶ 〈τὰ〉 κατὰ τὰς Ὀλυμπιάδας οὕτως εἰς ἡμᾶς εὑρεθήσεται συμφωνήσαντα· τούτοις γὰρ ἑπόμενοι καὶ τὰς λοιπὰς ἱστορίας κατὰ τὸν αὐτὸν λόγον ἀλλήλαις ἐφαρμόσομεν. Τὰς δὲ πρὸ τούτων ὡδί πως τῆς Ἀττικῆς χρονογραφίας ἀριθμουμένης, ἀπὸ Ὠγύγου τοῦ παρ´ ἐκείνοις αὐτόχθονος πιστευθέντος, ἐφ´ οὗ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῇ Ἀττικῇ κατακλυσμός, Φορωνέως Ἀργείων βασιλεύοντος, ὡς Ἀκουσίλαος ἱστορεῖ, μέχρι πρώτης Ὀλυμπιάδος, ὁπόθεν Ἕλληνες ἀκριβοῦν τοὺς χρόνους ἐνόμισαν, ἔτη συνάγεται χίλια εἴκοσιν, ὡς καὶ τοῖς προειρημένοις συμφωνεῖ καὶ τοῖς ἑξῆς δειχθήσεται. Ταῦτα γὰρ 〈οἱ τὰ〉 Ἀθηναίων ἱστοροῦντες, Ἑλλάνικός τε καὶ Φιλόχορος οἱ τὰς Ἀτθίδας, οἵ τε τὰ Σύρια Κάστωρ καὶ Θαλλὸς καὶ 〈ὁ〉 τὰ πάντων Διόδωρος ὁ τὰς Βιβλιοθήκας Ἀλέξανδρός τε ὁ Πολυΐστωρ καί τινες, 〈οἳ〉 τῶν καθ´ ἡμᾶς ἀκριβέστερον ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων. Εἴ τις οὖν ἐν τοῖς χιλίοις εἴκοσιν ἔτεσιν ἐπίσημος ἱστορία τυγχάνει, κατὰ τὸ χρήσιμον ἐκλεγήσεται. »

Καὶ μετὰ βραχέα ἐπιλέγει·

« Φαμὲν τοίνυν ἔκ γε τοῦδε τοῦ συγγράμματος Ὤγυγον, ὃς τοῦ πρώτου κατακλυσμοῦ γέγονεν ἐπώνυμος πολλῶν διαφθαρέντων διασωθείς, κατὰ τὴν Αἰγύπτου τοῦ λαοῦ μετὰ Μωσέως ἔξοδον γεγενῆσθαι, τόνδε τὸν τρόπον· ἐπὶ πρώτην Ὀλυμπιάδα τὴν προειρημένην ἀπὸ Ὠγύγου ἔτη δειχθήσεται χίλια εἴκοσιν· ἀπὸ δὲ πρώτης Ὀλυμπιάδος ἐπὶ τῆς νεʹ ἔτος πρῶτον, τουτέστιν ἐπὶ Κύρου βασιλείας ἔτος πρῶτον, ὅπερ ἦν αἰχμαλωσίας τέλος, ἔτη σιζʹ. Ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κῦρον ἔτη χίλια διακόσια τριάκοντα ἑπτά. Εἰ δ´ ἀναφέροι τις ἐπιλογιζόμενος ἀπὸ τοῦ τέλους τῆς αἰχμαλωσίας ͵ασλζʹ ἔτη, κατὰ ἀνάλυσιν εὑρίσκεται ταὐτὸν διάστημα ἐπὶ τὸ πρῶτον ἔτος τῆς ἀπ´ Αἰγύπτου διὰ Μωσέως ἐξόδου Ἰσραήλ, ὅσον ἀπὸ τῆς νεʹ Ὀλυμπιάδος ἐπὶ Ὤγυγον, ὃς ἔκτισεν Ἐλευσῖνα· ὅθεν ἐπισημότερόν ἐστι καταλαβεῖν τὴν Ἀττικὴν χρονογραφίαν. »

Καὶ μεθ´ ἕτερα·

« Καὶ τοσαῦτα μὲν πρὸ Ὠγύγου. Κατὰ δὲ τοὺς τούτου χρόνους ἐξῆλθε Μωσῆς ἀπ´ Αἰγύπτου· καὶ ὡς οὐκ ἄπιστον τότε ταῦτα συμβῆναι, δείκνυμεν οὕτως· ἀπὸ τῆς ἐξόδου Μωσέως ἐπὶ Κῦρον, ὃς ἐβασίλευσε μετὰ τὴν αἰχμαλωσίαν, ἔτη ͵ασλζʹ· Μωσέως γὰρ ἔτη τὰ λοιπὰ μʹ· Ἰησοῦ τοῦ μετ´ ἐκεῖνον ἡγησαμένου κεʹ· πρεσβυτέρων ἔτη λʹ τῶν μετὰ Ἰησοῦν Κριτῶν· τῶν τε ἐν τῇ βίβλῳ τῶν Κριτῶν περιεχομένων ἔτη υϞʹ· ἱερέων δὲ Ἠλεὶ καὶ Σαμουὴλ ἔτη Ϟʹ· τῶν δ´ ἑξῆς βασιλέων Ἑβραίων ἔτη τετρακόσια Ϟʹ· 〈τῆς δ´ αἰχμαλωσίας ἑβδομήκοντα〉, ἧς τὸ τελευταῖον ἔτος ἦν Κύρου βασιλείας ἔτος πρῶτον, ὡς προειρήκαμεν. Ἐπὶ δὲ πρώτην Ὀλυμπιάδα ἀπὸ Μωσέως ἔτη ͵ακʹ, εἴπερ ἐπὶ πεντηκοστῆς πέμπτης ἔτος πρῶτον ἔτη ͵ασλζʹ, κἀν τοῖς Ἑλληνικοῖς συνέδραμεν ὁ χρόνος. Μετὰ δὲ Ὤγυγον, διὰ τὴν ἀπὸ τοῦ κατακλυσμοῦ πολλὴν φθοράν, ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ μέχρι Κέκροπος ἔτη ρπθʹ. Τὸν γὰρ μετὰ Ὤγυγον Ἀκταῖον ἢ τὰ πλασσόμενα τῶν ὀνομάτων οὐδὲ γενέσθαι φησὶ Φιλόχορος. »

Καὶ αὖθις·

« Ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κῦρον, ὁπόσα ἀπὸ Μωσέως ἐπὶ τὸν αὐτὸν χρόνον, ἔτη ͵ασλζʹ. Καὶ Ἑλλήνων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς χρόνους γενέσθαι Μωσέα· Πολέμων μὲν ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέγων· ’Ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύπτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν‘, αὐτοὶ δηλονότι οἱ μετὰ Μωσέως· Ἀπίων δὲ ὁ Ποσειδωνίου, περιεργότατος γραμματικῶν, ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησι κατὰ Ἴναχον Ἄργους βασιλέα, Ἀμώσιος Αἰγυπτίων βασιλεύοντος, ἀποστῆναι Ἰουδαίους, ὧν ἡγεῖσθαι Μωσέα. Μέμνηται δὲ καὶ Ἡρόδοτος τῆς ἀποστασίας ταύτης καὶ Ἀμώσιος ἐν τῇ δευτέρᾳ· τρόπῳ δέ τινι καὶ Ἰουδαίων αὐτῶν, ἐν τοῖς περιτεμνομένοις αὐτοὺς καταριθμῶν καὶ Ἀσσυρίους τοὺς ἐν τῇ Παλαιστίνῃ ἀποκαλῶν, τάχα δι´ Ἁβραάμ. Πτολεμαῖος δὲ ὁ Μενδήσιος τὰ Αἰγυπτίων ἀνέκαθεν ἱστορῶν ἅπασι τούτοις συντρέχει· ὥστ´ οὐδ´ ἐπίσημος ἐπὶ πλέον ἡ τῶν χρόνων παραλλαγή. Σημειωτέον δὲ ὡς ὅ τι ποτὲ ἐξαίρετον Ἕλλησι δι´ ἀρχαιότητα μυθεύεται, μετὰ Μωσέα τοῦθ´ εὑρίσκεται, κατακλυσμοί τε καὶ ἐκπυρώσεις, Προμηθεύς, Ἰώ, Εὐρώπη, Σπαρτοί, Κόρης ἁρπαγή, μυστήρια, νομοθεσίαι, Διονύσου πράξεις, Περσεύς, ἆθλοι Ἡράκλειοι, Ἀργοναῦται, Κένταυροι, Μινώταυρος, τὰ περὶ Ἴλιον, Ἡρακλειδῶν κάθοδος, Ἰώνων ἀποικία καὶ Ὀλυμπιάδες. Ἔδοξε δή μοι τῆς Ἀττικῆς βασιλείας τὸν προειρημένον ἐκτιθέναι χρόνον, παρατιθέναι μέλλοντι ταῖς Ἑβραϊκαῖς ἱστορίαις τὰς Ἑλληνικάς. Ἐξέσται γὰρ τῷ βουλομένῳ, παρ´ ἐμοῦ τὴν ἀρχὴν κομιζομένῳ, λογίζεσθαι τὸν ἀριθμὸν ὁμοίως ἐμοί.

Οὐκοῦν τῶν χιλίων καὶ εἴκοσιν ἐτῶν, τῶν μέχρι πρώτης Ὀλυμπιάδος ἀπὸ Μωσέως τε καὶ Ὠγύγου ἐκκειμένων, πρώτῳ μὲν ἔτει τὸ Πάσχα καὶ τῶν Ἑβραίων ἔξοδος ἡ ἀπ´ Αἰγύπτου, ἐν δὲ τῇ Ἀττικῇ ὁ ἐπὶ Ὠγύγου γίνεται κατακλυσμός· καὶ κατὰ λόγον· τῶν γὰρ Αἰγυπτίων ὀργῇ θεοῦ χαλάζαις τε καὶ χειμῶσι μαστιζομένων εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς, ὅτε γε Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν, ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν ἄλλοι τε καὶ ἐν τῷ Τρικαράνῳ Θεόπομπος. Ὁ δὲ μεταξὺ χρόνος παραλέλειπται, ἐν ᾧ μηδὲν ἐξαίρετον Ἕλλησιν ἱστόρηται. Μετὰ δὲ τέσσαρα καὶ ἐνενήκοντα ἔτη ἦν Προμηθεύς, ὥς τινες, ὃς πλάσσειν ἀνθρώπους ἐμυθεύετο· σοφὸς γὰρ ὢν εἰς παιδείαν αὐτοὺς ἀπὸ τῆς ἄγαν ἰδιωτείας μετέπλασσε.»

Ταῦτα μὲν ὁ Ἀφρικανός. Μεταβῶμεν δ´ ἡμεῖς ἐφ´ ἕτερον·

ΚΕΦΑΛΑΙΟΝ ΙΑ'

ΑΠΟ ΤΟΥ ΠΡΟΣ ΕΛΛΗΝΑΣ ΤΑΤΙΑΝΟΥ

« Νῦν δὲ προσήκειν μοι νομίζω παραστῆσαι πρεσβυτέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ´ Ἕλλησιν ἐπιτηδευμάτων. Ὅροι δ´ ἡμῖν κείσονται Μωσῆς καὶ Ὅμηρος. Τῷ γὰρ ἑκάτερον αὐτῶν εἶναι παλαίτατον καὶ τὸν μὲν ποιητῶν καὶ ἱστορικῶν εἶναι πρεσβύτατον, τὸν δὲ πάσης σοφίας βαρβάρου ἀρχηγόν, καὶ ὑφ´ ἡμῶν νῦν εἰς σύγκρισιν παραλαμβανέσθωσαν. Εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων παιδείας τὰ παρ´ ἡμῖν, ἔτι δὲ καὶ τῆς τῶν γραμμάτων εὑρέσεως ἀνώτερα· μάρτυρας δὲ οὐ τοὺς οἴκοι παραλήψομαι, βοηθοῖς δὲ μᾶλλον Ἕλλησι καταχρήσομαι. Τὸ μὲν γὰρ ἄγνωμον, ὅτι μηδ´ ὑφ´ ὑμῶν παραδεκτόν· τὸ δὲ ἂν ἀποδεικνύηται, θαυμαστόν, ὁπόταν ὑμῖν διὰ τῶν ὑμετέρων ὅπλων ἀντερείδων ἀνυπόπτους καθ´ ὑμῶν τοὺς ἐλέγχους παραλαμβάνω.

Περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ καὶ χρόνου καθ´ ὃν ἤκμασε προηρεύνησαν πρεσβύτατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος, κατὰ Καμβύσην γεγονώς, καὶ Στησίμβροτος ὁ Θάσιος καὶ Καλλίμαχος ὁ Κολοφώνιος Ἡρόδοτός τε Ἁλικαρνασεὺς καὶ Διονύσιος Ὀλύνθιος· μετὰ δὲ ἐκείνους Ἔφορος ὁ Κυμαῖος καὶ Φιλόχορος ὁ Ἀθηναῖος Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ Περιπατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος, Ἀριστοφάνης, Καλλίμαχος, Κράτης, Ἐρατοσθένης, Ἀρίσταρχος, Ἀπολλόδωρος. Τούτων δὲ οἱ μὲν περὶ Κράτητα πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶν αὐτὸν ἠκμακέναι, μετὰ τὰ Τρωϊκὰ ἐνδοτέρω τῶν ὀγδοήκοντα ἐτῶν· οἱ δὲ περὶ τὸν Ἐρατοσθένην μετὰ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως· οἱ δὲ περὶ τὸν Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἥ ἐστι μετὰ ἑκατὸν τεσσαράκοντα ἔτη τῶν Ἰλιακῶν· Φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσι τεσσαράκοντα, ἐπὶ ἄρχοντος Ἀθήνησιν Ἀρξίππου, τῶν Ἰλιακῶν ὕστερον ἔτεσιν ἑκατὸν ὀγδοήκοντα· οἱ δὲ περὶ Ἀπολλόδωρον μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατόν, ὃ γένοιτ´ ἂν ὕστερον τῶν Ἰλιακῶν ἔτεσι διακοσίοις τεσσαράκοντα· τινὲς δὲ πρὸ τῶν Ὀλυμπιάδων ἔφασαν αὐτὸν γεγονέναι, τουτέστι μετὰ τὴν Ἰλίου ἅλωσιν ἔτεσι τετρακοσίοις· ἕτεροι δὲ κάτω τὸν χρόνον ὑπήγαγον, σὺν Ἀρχιλόχῳ γεγονέναι τὸν Ὅμηρον εἰπόντες· ὁ δὲ Ἀρχίλοχος ἤκμασε περὶ Ὀλυμπιάδα τρίτην καὶ εἰκοστήν, κατὰ Γύγην τὸν Λυδόν, ὕστερον τῶν Ἰλιακῶν ἔτεσι πεντακοσίοις. Καὶ περὶ μὲν τῶν χρόνων τοῦ προειρημένου ποιητοῦ, λέγω δὴ Ὁμήρου, στάσεώς τε καὶ τῶν εἰπόντων τὰ περὶ αὐτὸν ἀσυμφωνίας τοῖς ἐπ´ ἀκριβὲς ἐξετάζειν δυναμένοις αὐτάρκως ἡμῖν ὡς ἐπὶ κεφαλαίῳ εἰρήσθω. Δυνατὸν γὰρ παντὶ ψευδεῖς ἀποφαίνεσθαι καὶ τὰς περὶ τοὺς λόγους δόξας. Παρ´ οἷς γὰρ ἀσυνάρτητός ἐστιν ἡ τῶν χρόνων ἀναγραφή, παρὰ τούτοις οὐδὲ τὰ τῆς ἱστορίας ἀληθεύειν δύναται. »

Καὶ μετὰ βραχέα·

« Πλὴν Ὅμηρος ἔστω μὴ μόνον ὕστερος τῶν Ἰλιακῶν, ἀλλὰ κατ´ ἐκεῖνον αὐτὸν ὑπειλήφθω γεγονέναι τὸν τοῦ πολέμου καιρόν, ἔτι δὲ καὶ τοῖς περὶ Ἀγαμέμνονα συνεστρατεῦσθαι καί, εἰ βούλεταί τις, καὶ πρὶν τῶν στοιχείων τὴν εὕρεσιν γεγονέναι· φανήσεται γὰρ ὁ προειρημένος Μωσῆς αὐτῆς μὲν τῆς Ἰλιακῆς ἁλώσεως πρεσβύτερος πάνυ πολλοῖς ἔτεσι, τῆς δὲ γεγονυίας Ἰλίου κτίσεως καὶ τοῦ Τρωὸς καὶ Δαρδάνου λίαν ἀρχαιότερος. Ἀποδείξεως δὲ ἕνεκεν μάρτυσι χρήσομαι Χαλδαίοις, Φοίνιξιν, Αἰγυπτίοις. Καὶ τί μοι λέγειν πλείονα; Χρὴ γὰρ τὸν πείθειν ἐπαγγελλόμενον συντομωτέρας ποιεῖσθαι τὰς περὶ τῶν πραγμάτων πρὸς τοὺς ἀκούοντας διηγήσεις. Βηρωσσὸς ἀνὴρ Βαβυλώνιος, ἱερεὺς τοῦ παρ´ αὐτοῖς Βήλου κατ´ Ἀλέξανδρον γενόμενος, Ἀντιόχῳ τῷ μετὰ Σέλευκον τρίτῳ τὴν Χαλδαίων ἱστορίαν ἐν τρισὶ βιβλίοις κατατάξας καὶ τὰ περὶ τῶν βασιλέων ἐκτιθέμενος ἀφηγεῖταί τινος αὐτῶν ὄνομα Ναβουχοδονόσορ, τοῦ συστρατεύσαντος ἐπὶ Φοίνικας καὶ Ἰουδαίους, ἅτινα διὰ τῶν καθ´ ἡμᾶς προφητῶν ἴσμεν κεκηρυγμένα, γεγονότα μὲν πολὺ τῆς Μωσέως ἡλικίας κατώτερα, πρὸ δὲ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα. Βηρωσσὸς δέ ἐστιν ἀνὴρ ἱκανώτατος· καὶ τούτου τεκμήριον Ἰόβας, ὃς Περὶ Ἀσσυρίων γράφων παρὰ Βηρωσσοῦ φησι μεμαθηκέναι τὴν ἱστορίαν· εἰσὶ δ´ αὐτῷ βίβλοι Περὶ Ἀσσυρίων δύο.

Μετὰ δὲ τοὺς Χαλδαίους τὰ Φοινίκων οὕτως ἔχει· γεγόνασι παρ´ αὐτοῖς ἄνδρες τρεῖς, Θεόδοτος, Ὑψικράτης, Μῶχος. Τούτων τὰς βίβλους εἰς Ἑλληνίδα κατέταξε φωνὴν Λαῖτος, ὁ καὶ τοὺς βίους τῶν φιλοσόφων ἐπ´ ἀκριβὲς πραγματευσάμενος. Ἐν δὴ ταῖς τῶν προειρημένων ἱστορίαις δηλοῦται, κατὰ τίνα τῶν βασιλέων Εὐρώπης ἁρπαγὴ γέγονεν[αι], Μενελάου τε εἰς τὴν Φοινίκην ἄφιξις καὶ τὰ περὶ Εἴραμον, ὅστις Σολομῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς γάμον δοὺς τὴν ἑαυτοῦ θυγατέρα καὶ ξύλων παντοδαπῶν ὕλην εἰς τὴν τοῦ νεὼ κατασκευὴν ἐδωρήσατο. Καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν αὐτῶν τὴν ἀναγραφὴν ἐποιήσατο. Τοῦ δὲ Εἰράμου ὁ χρόνος ἤδη που τοῖς Ἰλιακοῖς ἐγγίζει· Σολομῶν δὲ ὁ κατ´ Εἴραμον πολὺ κατώτερός ἐστι τῆς Μωσέως ἡλικίας. Αἰγυπτίων δέ εἰσιν ἀκριβεῖς χρόνων ἀναγραφαί. Καὶ τῶν κατ´ αὐτοὺς γραμμάτων ἑρμηνεὺς Πτολεμαῖος (οὐχ ὁ βασιλεύς, ἱερεὺς δὲ Μένδητος), οὗτος τὰς τῶν βασιλέων πράξεις ἐκτιθέμενος κατὰ Ἄμωσιν Αἰγύπτου βασιλέα γεγονέναι Ἰουδαίοις φησὶ τὴν ἐξ Αἰγύπτου πορείαν εἰς ἅπερ ἤθελον χωρία, Μωσέως ἡγουμένου. Λέγει δὲ οὕτως· ’Ὁ δὲ Ἄμωσις ἐγένετο κατὰ Ἴναχον τὸν βασιλέα‘. Μετὰ δὲ τοῦτον Ἀπίων ὁ γραμματικός, ἀνὴρ δοκιμώτατος, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷ γραφαί) πολλὰ μὲν καὶ ἄλλα, φησὶ δ´ ὅτι ’κατέσκαψε τὴν Αὔαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος.‘ Ὁ δὲ ἀπὸ Ἰνάχου χρόνος ἄχρι τῆς Ἰλίου ἁλώσεως ἀποπληροῖ γενεὰς εἴκοσι. Καὶ τὰ τῆς ἀποδείξεως τοῦτον ἔχει τὸν τρόπον.

Γεγόνασιν Ἀργείων βασιλεῖς οἵδε· Ἴναχος, Φορωνεύς, Ἆπις, Ἀργεῖος, Κρίασος, Φόρβας, Τριόπας, Κροτωπός, Σθενέλαος, Δαναός, Λυγκεύς, Ἄβας, Προῖτος, Ἀκρίσιος, Περσεύς, Σθενέλαος, Εὐρυσθεύς, Ἀτρεύς, Θυέστης, Ἀγαμέμνων, οὗ κατὰ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἴλιον ἑάλω. Καὶ χρὴ τὸν νουνεχῆ συνεῖναι μετὰ πάσης ἀκριβείας ὅτι κατὰ τὴν Ἑλλήνων παράδοσιν οὐδ´ ἱστορίας τις ἦν παρ´ αὐτοῖς ἀναγραφή. Κάδμος γὰρ ὁ τὰ στοιχεῖα τοῖς προειρημένοις παραδοὺς μετὰ πολλὰς γενεὰς τῆς Βοιωτίας ἐπέβη.

Μετὰ δὲ Ἴναχον ὑπὸ Φορωνέως μόλις τοῦ θηριώδους βίου καὶ νομάδος περιγραφὴ γέγονε μετεκοσμήθησάν τε οἱ ἄνθρωποι. Διόπερ εἰ κατὰ Ἴναχον πέφηνεν ὁ Μωσῆς γεγονώς, πρεσβύτερός ἐστι τῶν Ἰλιακῶν ἔτεσι τετρακοσίοις. Ἀποδείκνυται δὲ τοῦθ´ οὕτως ἔχον ἀπό τε τῆς τῶν Ἀττικῶν βασιλέων διαδοχῆς Μακεδονικῶν τε καὶ Πτολεμαϊκῶν, ἔτι δὲ καὶ Ἀντιοχικῶν· ὅθεν εἰ μετὰ τὸν Ἴναχον αἱ διαφανέστατοι πράξεις παρ´ Ἕλλησιν ἐγράφησάν τε καὶ γινώσκονται, δῆλον ὡς καὶ μετὰ Μωσέα. Κατὰ μὲν γὰρ Φορωνέα τὸν μετ´ Ἴναχον μνημονεύεται παρ´ Ἀθηναίοις Ὤγυγος, ἐφ´ οὗ κατακλυσμὸς ὁ πρῶτος, κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ´ οὗ Ἀκταία ἡ Ἀττική· κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἐπιμηθεὺς καὶ Ἄτλας καὶ ὁ διφυὴς Κέκροψ καὶ ἡ Ἰώ· κατὰ δὲ Κροτωπὸν ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθενέλαον ἥ τε Ἀμφικτύονος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις ἥ τε ἐκ Φοινίκης τῆς Εὐρώπης εἰς τὴν Κρήτην ἀνακομιδή· κατὰ δὲ Λυγκέα τῆς Κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις καὶ ἡ Τριπτολέμου γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωός τε βασιλεία· κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ Ἴωνος εἰς τὰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος Κέκροψ αἵ τε Περσέως πράξεις· κατὰ δὲ τὴν Ἀγαμέμνονος βασιλείαν Ἴλιον ἑάλω.

Οὐκοῦν πέφηνεν ὁ Μωσῆς ἀπό γε τῶν προειρημένων πρεσβύτατος ἡρώων, πόλεων, δαιμόνων. Καὶ χρὴ τῷ πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν ἤπερ  τοῖς ἀπὸ πηγῆς ἀρυσαμένοις Ἕλλησιν οὐ κατ´ ἐπίγνωσιν τἀκείνου δόγματα. Πολλοὶ γὰρ οἱ κατ´ αὐτοὺς σοφισταὶ κεχρημένοι περιεργίᾳ, οἳ ὅσα παρὰ τῶν κατὰ Μωσέα καὶ τῶν ὁμοίως αὐτῷ φιλοσοφούντων ἔγνωσαν, παραχαράττειν ἐπειράθησαν, πρῶτον μὲν ἵνα τι λέγειν ἴδιον νομισθῶσι, δεύτερον δ´ ὅπως τὰ ὅσα μὴ συνίεσαν, διά τινος ἐπιπλάστου ῥητολογίας παρακαλύπτοντες ὡς μυθολογίαν τὴν ἀλήθειαν παραβραβεύσωσι.

Περὶ μὲν οὖν τῆς καθ´ ἡμᾶς πολιτείας ἱστορίας τε τῆς κατὰ τοὺς ἡμετέρους νόμους ὅσα τε εἰρήκασιν οἱ παρὰ τοῖς Ἕλλησι λόγιοι καὶ πόσοι καὶ τίνες εἰσὶν οἱ μνημονεύσαντες, ἐν τῷ πρὸς τοὺς ἀποφηναμένους τὰ περὶ θεοῦ δειχθήσεται· τὸ δὲ νῦν ἔχον, σπευστέον μετὰ πάσης ἀκριβείας σαφηνίζειν ὡς οὐχ Ὁμήρου μόνον πρεσβύτερός ἐστιν ὁ Μωσῆς, ἔτι δὲ καὶ τῶν πρὸ αὐτοῦ συγγραφέων, Λίνου, Φιλάμμωνος, Θαμύριδος, Ἀμφίονος, Ὀρφέως, Μουσαίου, Δημοδόκου, Φημίου, Σιβύλλης, Ἐπιμενίδου τοῦ Κρητός, ὅστις εἰς τὴν Σπάρτην ἀφίκετο, Ἀρισταίου τοῦ Προκοννησίου καὶ τοῦ τὰ Ἀριμάσπια συγγράψαντος Ἀσβόλου τε τοῦ Κενταύρου καὶ Ἰσάτιδος Δρύμωνός τε καὶ Εὔκλου τοῦ Κυπρίου καὶ Ὥρου τοῦ Σαμίου καὶ Προναπίδου τοῦ Ἀθηναίου. Λίνος μὲν γὰρ Ἡρακλέους ἐστὶ διδάσκαλος, ὁ δὲ Ἡρακλῆς μιᾷ τῶν Τρωϊκῶν προγενέστερος πέφηνε γενεᾷ. Τοῦτο δέ ἐστι φανερὸν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Τληπολέμου, τοῦ στρατεύσαντος ἐπὶ Ἴλιον. Ὀρφεὺς δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν, ἄλλως τε καὶ τὰ εἰς αὐτὸν ἐπεισφερόμενά φασιν ὑπὸ Ὀνομακρίτου τοῦ Ἀθηναίου συντετάχθαι, γενομένου κατὰ τὴν Πεισιστρατιδῶν ἀρχήν, περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα. Τοῦ δ´ Ὀρφέως Μουσαῖος μαθητής. 

Ἀμφίων δὲ δυσὶ προάγων γενεαῖς τῶν Τρωϊκῶν τοῦ πλείονα πρὸς τοὺς φιλομαθεῖς συντάττειν ἡμᾶς ἀπείργει. Δημόδοκος δὲ καὶ Φήμιος κατ´ αὐτὸν τὸν Τρωϊκὸν πόλεμον γεγόνασι· διέτριβον γὰρ ὁ μὲν παρὰ τοῖς μνηστῆρσιν, ὁ δὲ παρὰ τοῖς Φαίαξι. Καὶ ὁ Θάμυρις καὶ ὁ Φιλάμμων οὐ πολὺ τούτων εἰσὶν ἀρχαιότεροι. Περὶ μὲν οὖν τῆς καθ´ ἕκαστον λόγον πραγματείας χρόνων τε καὶ ἀναγραφῆς αὐτῶν, ὡς οἶμαι, σφόδρα μετὰ πάσης ὑμῖν ἀκριβείας ἀνεγράψαμεν· ἵνα δὲ καὶ τὸ μέχρι νῦν ἐνδέον ἀποπληρώσωμεν, ἔτι καὶ περὶ τῶν νομιζομένων σοφῶν ποιήσομαι τὴν ἀπόδειξιν. Μίνως μὲν γάρ, ὁ πάσης προὔχειν νομισθεὶς σοφίας ἀγχινοίας τε καὶ νομοθεσίας, ἐπὶ Λυγκέως τοῦ μετὰ Δαναὸν βασιλεύσαντος γέγονεν, ἑνδεκάτῃ γενεᾷ μετὰ Ἴναχον. Λυκοῦργος δέ, πολὺ μετὰ τὴν Ἰλίου γεννηθεὶς ἅλωσιν, πρὸ τῶν Ὀλυμπιάδων ἔτεσιν ἑκατὸν νομοθετεῖ Λακεδαιμονίοις. Δράκων δὲ περὶ Ὀλυμπιάδα τριακοστὴν καὶ ἐνάτην εὑρίσκεται γεγονώς· Σόλων περὶ τεσσαρακοστὴν καὶ ἕκτην· Πυθαγόρας κατὰ τὴν ἑξηκοστὴν δευτέραν· τὰς δὲ Ὀλυμπιάδας ὕστερον τῶν Ἰλιακῶν ἔτεσιν ἀπεδείξαμεν γεγονυίας τετρακοσίοις ἑπτά. Καὶ δὴ τούτων οὕτως ἀποδεδειγμένων διὰ βραχέων ἔτι καὶ περὶ τῆς τῶν ἑπτὰ σοφῶν ἡλικίας ἀναγράψομεν. Τοῦ γὰρ πρεσβυτάτου τῶν προειρημένων Θάλητος γενομένου περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα καὶ τὰ περὶ τῶν μετ´ αὐτὸν σχεδὸν ἡμῖν συντόμως εἴρηται.

Ταῦθ´ ὑμῖν, ἄνδρες Ἕλληνες, ὁ κατὰ βαρβάρους φιλοσοφῶν Τατιανὸς συνέταξα, γεννηθεὶς μὲν ἐν τῇ τῶν Ἀσσυρίων γῇ, παιδευθεὶς δὲ πρῶτον μὲν τὰ ὑμέτερα, δεύτερον δὲ ἅτινα νῦν κηρύττειν ἐπαγγέλλομαι. Γινώσκων δὲ λοιπὸν τίς ὁ θεὸς καὶ τίς ἡ κατ´ αὐτὸν ποίησις, ἕτοιμον ἐμαυτὸν ὑμῖν πρὸς τὴν ἀνάκρισιν τῶν δογμάτων παρίστημι, μενούσης μοι τῆς κατὰ θεὸν πολιτείας ἀνεξαρνήτου. »

Τοσαῦτα καὶ ὁ Τατιανός. Μετίωμεν δὲ καὶ ἐπὶ Κλήμεντα·

ΚΕΦΑΛΑΙΟΝ ΙΒ'.

ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΩΝ ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ

« Εἴρηται μὲν οὖν περὶ τούτων ἀκριβῶς Τατιανῷ ἐν τῷ Πρὸς τοὺς Ἕλληνας, εἴρηται δὲ καὶ Κασσιανῷ ἐν τῷ πρώτῳ τῶν Ἐξηγητικῶν. Ἀπαιτεῖ δ´ ὅμως τὸ ὑπόμνημα καὶ ἡμᾶς ἐπιδραμεῖν τὰ κατὰ τὸν τόπον εἰρημένα. Ἀπίων τοίνυν ὁ γραμματικός, ὁ Πλειστονίκης ἐπικληθείς, ἐν τῇ δʹ τῶν Αἰγυπτιακῶν ἱστοριῶν, καίτοι φιλαπεχθημόνως πρὸς Ἑβραίους διακείμενος, ἅτε Αἰγύπτιος τὸ γένος, ὡς καὶ κατὰ Ἰουδαίων συντάξασθαι βιβλίον, Ἀμώσιος τοῦ Αἰγυπτίων βασιλέως μεμνημένος καὶ τῶν κατ´ αὐτὸν πράξεων μάρτυρα παρατίθεται Πτολεμαῖον τὸν Μενδήσιον. Καὶ τὰ τῆς λέξεως αὐτοῦ ὧδε ἔχει·

« Κατέσκαψε δὲ τὴν Ἀούαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος. »

Ὁ δὲ Πτολεμαῖος οὗτος ἱερεὺς μὲν ἦν, τὰς δὲ τῶν Αἰγυπτίων βασιλέων πράξεις ἐν τρισὶν ὅλαις ἐκθέμενος βίβλοις κατὰ Ἄμωσίν φησιν Αἰγύπτου βασιλέα Μωσέως ἡγουμένου γεγονέναι Ἰουδαίοις τὴν ἐξ Αἰγύπτου πορείαν, ἐξ ὧν συνῶπται κατὰ Ἴναχον ἠκμακέναι τὸν Μωσέα. Παλαίτερα δὲ τῶν Ἑλληνικῶν μνημονεύεσθαι τὰ Ἀργολικά, τὰ ἀπὸ Ἰνάχου λέγω, Διονύσιος ὁ Ἁλικαρνασεὺς ἐν τοῖς Χρόνοις διδάσκει. Τούτων δὲ τεσσαράκοντα μὲν γενεαῖς νεώτερα τὰ Ἀττικά, τὰ ἀπὸ ’Κέκροπος τοῦ διφυοῦς‘ δὴ καὶ αὐτόχθονος, ὥς φησι κατὰ λέξιν ὁ Τατιανός· ἐννέα δὲ τὰ Ἀρκαδικὰ τὰ ἀπὸ Πελασγοῦ· λέγεται δὲ καὶ οὗτος αὐτόχθων. Τούτων δὲ ἄλλαιν δυοῖν νεώτερα τὰ Φθιωτικὰ τὰ ἀπὸ Δευκαλίωνος. Εἰς δὲ τὸν χρόνον τῶν Τρωϊκῶν ἀπὸ Ἰνάχου γενεαὶ μὲν εἴκοσιν ἢ μιᾷ πλείους διαριθμοῦνται, ἔτη δέ, ὡς ἔπος εἰπεῖν, τετρακόσια καὶ πρόσω. Εἰ δὲ τὰ Ἀσσυρίων πολλοῖς ἔτεσι πρεσβύτερα τῶν Ἑλληνικῶν Κτησίας λέγει, φανήσεται τῷ δευτέρῳ καὶ τετρακοσιοστῷ ἔτει τῆς Ἀσσυρίων ἀρχῆς, τῆς δὲ Βηλούχου τοῦ ὀγδόου δυναστείας τῷ δευτέρῳ καὶ τριακοστῷ ἡ Μωσέως κατὰ Ἄμωσιν τὸν Αἰγύπτιον καὶ κατὰ Ἴναχον τὸν Ἀργεῖον ἐξ Αἰγύπτου κίνησις. Ἦν δὲ κατὰ τὴν Ἑλλάδα κατὰ μὲν Φορωνέα τὸν μετ´ Ἴναχον ὁ ἐπὶ Ὠγύγου κατακλυσμὸς καὶ ἡ ἐν Σικυῶνι βασιλεία, πρώτου μὲν Αἰγιαλέως, εἶτα δὲ Εὔρωπος, εἶτα Τελχῖνος, καὶ ἡ Κρητὸς ἐν Κρήτῃ. Ἀκουσίλαος γὰρ Φορωνέα πρῶτον ἀνθρώπων γενέσθαι λέγει· ὅθεν καὶ ὁ τῆς Φορωνίδος ποιητὴς εἶναι αὐτὸν ἔφη πατέρα θνητῶν ἀνθρώπων. Ἐντεῦθεν ὁ Πλάτων ἐν Τιμαίῳ κατακολουθήσας Ἀκουσιλάῳ γράφει·

« Καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῇδε τῇ πόλει τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης καὶ τὰ μετὰ τὸν κατακλυσμόν.‘ »

Κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ´ οὗ Ἀκταία ἡ Ἀττική· κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἄτλας καὶ Ἐπιμηθεὺς καὶ ὁ διφυὴς Κέκροψ καὶ Ἰώ· κατὰ δὲ Κροτωπὸν ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθένελον ἥ τε Ἀμφικτύονος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις, ὃν ’πρῶτον‘ (φησὶν Ὅμηρος) ’τέκετο νεφεληγερέτα Ζεύς‘, ἥ τε ἐκ Κρήτης εἰς Φοινίκην ἀνακομιδή· κατὰ δὲ Λυγκέα τῆς κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις καὶ ἡ Τριπτολέμου γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωός τε βασιλεία· κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ Ἴωνος εἰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος Κέκροψ αἵ τε Περσέως καὶ Διονύσου πράξεις Ὀρφεύς τε καὶ Μουσαῖος· κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, Θαργηλιῶνος μηνὸς δευτέρᾳ ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος· Ἄγις δὲ καὶ Δερκύλος ἐν τῇ τρίτῃ, μηνὸς Πανέμου ὀγδόῃ φθίνοντος· Ἑλλάνικος δωδεκάτῃ Θαργηλιῶνος καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόῃ φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης·

« νὺξ μὲν ἔην

(φησὶν ὁ τὴν Μικρὰν Ἰλιάδα πεποιηκώς)

μεσάτα, λαμπρὰ δ´ ἐπέτελλε σελάνα· »

ἕτεροι Σκιροφοριῶνος τῇ αὐτῇ ἡμέρᾳ. Θησεὺς δὲ Ἡρακλέους ζηλωτὴς ὢν πρεσβύτερός ἐστι τῶν Τρωϊκῶν μιᾷ γενεᾷ· τοῦ γοῦν Τληπολέμου, ὃς ἦν υἱὸς Ἡρακλέους, Ὅμηρος μέμνηται ἐπὶ Ἴλιον στρατεύσαντος. Προτερεῖν ἄρα Μωσῆς ἀποδείκνυται τῆς μὲν Διονύσου ἀποθεώσεως ἔτη ἑξακόσια τέσσαρα, εἴ γε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς. Ἀπὸ δὲ Διονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς, τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας, συνάγεται ἔτη ἑξήκοντα τρία· Ἀσκληπιός τε καὶ Διόσκουροι συνέπλεον αὐτοῖς, ὡς μαρτυρεῖ ὁ Ῥόδιος Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς. Ἀπὸ δὲ τῆς Ἡρακλέους ἐν Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσιν ἔτη συνάγεται τριάκοντα ὀκτὼ κατὰ τὸν χρονογράφον Ἀπολλόδωρον. Ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη πεντήκοντα τρία· ἐνταῦθά που καὶ ἡ Ἰλίου κατάληψις. Εἰ δὲ χρὴ πείθεσθαι καὶ Ἡσιόδῳ τῷ ποιητῇ, ἀκούσωμεν αὐτοῦ·

« Ζηνὶ δ´ ἄρ´ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
κήρυκ´ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
Καδμείη δ´ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
μιχθεῖς´ ἐν φιλότητι, Διώνυσον πολυγηθῆ.
»

Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως εἰς Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς γίνεται. Τριόπας δὲ συγχρονεῖ 〈Ἴσιδι〉 ἑβδόμῃ γενεᾷ ἀπὸ Ἰνάχου· εἰσὶ δὲ οἳ τὴν 〈Ἶσιν〉 Ἰώ φασι, διὰ τὸ ἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην. Ταύτην δ´ Ἴστρος ἐν τῷ Περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί. Προμηθεὺς δὲ κατὰ Τριόπαν, ἑβδόμῃ γενεᾷ μετὰ Μωσέα· ὥστε καὶ πρὸ τῆς καθ´ Ἕλληνας ἀνθρωπογονίας ὁ Μωσῆς. Λέων δὲ ὁ τὰ περὶ τῶν κατ´ Αἴγυπτον θεῶν πραγματευσάμενος τὴν Ἶσιν ὑπὸ Ἑλλήνων Δήμητραν καλεῖσθαί φησιν, ἣ κατὰ Λυγκέα γίνεται ἑνδεκάτῃ ὕστερον Μωσέως γενεᾷ. Ἆπίς τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτῃ Ἀρκαδικῶν· τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν, καὶ τοῦτον εἶναι ὃν Αἰγύπτιοι σέβουσι. Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἆπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος, κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν ὕστερον· Ἆπις δὲ τρίτος ἀπὸ Ἰνάχου. Ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται·

Λητὼ γὰρ ἥλκησε Διὸς κυδρὴν παράκοιτιν.

Τιτυὸς δὲ συνεχρόνισε Ταντάλῳ. Εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει·

Ἐν χρόνῳ δὲ γένετ´ Ἀπόλλων·

καὶ οὐδὲν θαυμαστόν, ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται σὺν καὶ Ἡρακλεῖ ’μέγαν εἰς ἐνιαυτόν‘. Ζῆθος δὲ καὶ Ἀμφίων, οἱ μουσικῆς εὑρεταί, περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. Κἄν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλ´ ἴστω γε ὅτι μετὰ Φημονόην ἔτεσιν ὕστερον εἴκοσιν ἑπτὰ οἱ περὶ Ὀρφέα καὶ Μουσαῖον καὶ Λίνον τὸν Ἡρακλέους διδάσκαλον. Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶν Ἰλιακῶν, μεθ´ οὓς μακρῷ νεώτεροι οἱ παρ´ Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων, καὶ οἱ ἑπτὰ σοφοὶ οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς Ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν. Καὶ θεῶν ἄρα τῶν πλείστων παρ´ Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος. »

Ταῦτα καὶ ὁ Κλήμης. Ἀλλ´ ἐπεὶ πρὸ τῶν ἡμετέρων ἐσπουδάσθη καὶ αὐτοῖς Ἑβραίων παισὶν ἡ προκειμένη πραγματεία, καλῶς ἂν ἔχοι καὶ τὰ τούτων συνιδεῖν. Χρήσομαι δὲ ἀντὶ πάντων ταῖς Φλαυίου Ἰωσήπου φωναῖς·

ΚΕΦΑΛΑΙΟΝ ΙΓ'.

ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΦΛΑΥΙΟΥ ΙΩΣΗΠΟΥ ΠΕΡΙ ΤΗΣ ΙΟΥΔΑΙΩΝ ΑΡΧΑΙΟΤΗΤΟΣ

« Ἄρξομαι δὲ πρῶτον ἀπὸ τῶν παρ´ Αἰγυπτίοις γραμμάτων. Αὐτὰ μὲν οὖν οὐχ οἷόν τε παρατίθεσθαι τἀκείνων. Μάνεθως δή, τὸ γένος ἀνὴρ Αἰγύπτιος τῆς Ἑλληνικῆς μετεσχηκὼς παιδείας, ὡς δῆλός ἐστι (γέγραφε γὰρ Ἑλλάδι φωνῇ τὴν πάτριον ἱστορίαν ἔκ τε τῶν ἱερῶν, ὥς φησιν αὐτός, μεταφράσας, ὃς καὶ πολλὰ τὸν Ἡρόδοτον ἐλέγχει τῶν Αἰγυπτιακῶν ὑπ´ ἀγνοίας ἐψευσμένον)· οὗτος δὴ τοίνυν ὁ Μάνεθως ἐν τῇ δευτέρᾳ τῶν Αἰγυπτιακῶν ταῦτα περὶ ἡμῶν γράφει· παραθήσομαι δὲ τὴν λέξιν αὐτοῦ, καθάπερ αὐτὸν ἐκεῖνον παραγαγὼν μάρτυρα·

.. ’τοῦ Τίμαιος ὄνομα. Ἐπὶ τούτου οὐκ οἶδ´ ὅπως θεὸς ἀντέπνευσε, καὶ παραδόξως ἐκ τῶν πρὸς ἀνατολὴν μερῶν ἄνθρωποι τὸ γένος ἄσημοι καταθαρρήσαντες ἐπὶ τὴν χώραν ἐστράτευσαν καὶ ῥᾳδίως ἀμαχητὶ ταύτην κατὰ κράτος εἷλον.‘ »

Καὶ ἐπιλέγει μετὰ βραχέα·

« ’Ἐκαλεῖτο δὲ τὸ σύμπαν αὐτῶν ἔθνος Ὑκουσσώς· τοῦτο δέ ἐστι βασιλεῖς ποιμένες. Τὸ γὰρ Ὓκ καθ´ ἱερὰν γλῶσσαν βασιλέα σημαίνει, τὸ δὲ Οὐσσὼς ποιμήν ἐστι καὶ ποιμένες κατὰ τὴν κοινὴν διάλεκτον· καὶ οὕτω συντιθέμενον γίνεται Ὑκουσσώς. Τινὲς δὲ λέγουσιν αὐτοὺς Ἄραβας εἶναι, ἐν δ´ ἄλλῳ ἀντιγράφῳ οὐ βασιλεῖς σημαίνεσθαι διὰ τῆς τοῦ Ὓκ προσηγορίας, ἀλλὰ τοὐναντίον αἰχμαλώτους δηλοῦσθαι ποιμένας. Τὸ γὰρ Ὓκ πάλιν Αἰγυπτιστὶ καὶ τὸ Ἃκ δασυνόμενον αἰχμαλώτους ῥητῶς μηνύει. Καὶ τοῦτο μᾶλλον πιθανώτερόν μοι φαίνεται καὶ παλαιᾶς ἱστορίας ἐχόμενον. ‘Τούτους τοὺς προκατωνομασμένους βασιλέας καὶ τοὺς τῶν ποιμένων καλουμένων καὶ τοὺς ἐξ αὐτῶν γενομένους κρατῆσαι τῆς Αἰγύπτου φησὶν ἔτη πρὸς τοῖς πεντακοσίοις ἕνδεκα. Μετὰ ταῦτα δὲ τῶν ἐκ τῆς Θηβαΐδος καὶ τῆς ἄλλης Αἰγύπτου βασιλέων γενέσθαι φησὶν ἐπὶ τοὺς ποιμένας ἐπανάστασιν, καὶ πόλεμον συρραγῆναι μέγαν καὶ πολυχρόνιον.

Ἐπὶ δὲ βασιλέως, ᾧ ὄνομα εἶναι Μισφραγμούθωσις, ἡττωμένους φησὶ τοὺς ποιμένας ἐκ μὲν τῆς ἄλλης Αἰγύπτου ἐκπεσεῖν, κατακλεισθῆναι δὲ εἰς τόπον ἀρουρῶν ἔχοντα μυρίων τὴν περίμετρον· Αὔαρις ὄνομα τῷ τόπῳ. Τοῦτόν φησιν ὁ Μάνεθως ἅπαντα τείχει τε μεγάλῳ καὶ ἰσχυρῷ περιλαβεῖν τοὺς ποιμένας, ὅπως τήν τε κτῆσιν ἅπασαν ἔχωσιν ἐν ὀχυρῷ καὶ τὴν λείαν τὴν ἑαυτῶν. Τὸν δὲ Μισφραγμουθώσεως υἱὸν Θμούθωσιν ἐπιχειρῆσαι μὲν αὐτοὺς διὰ πολιορκίας ἑλεῖν κατὰ κράτος, ὀκτὼ καὶ τεσσαράκοντα μυριάσι στρατοῦ προσεδρεύσαντα τοῖς τείχεσιν· ἐπεὶ δὲ τὴν πολιορκίαν ἀπέγνω, ποιήσασθαι συμβάσεις, ἵνα τὴν Αἴγυπτον ἐκλιπόντες ὅποι βούλονται πάντες ἀβλαβεῖς ἀπέλθωσι. Τοὺς δὲ ἐπὶ ταῖς ὁμολογίαις πανοικεσίᾳ μετὰ τῶν κτήσεων, οὐκ ἐλάσσους μυριάδων ὄντας εἰκοσιτεσσάρων, ἀπὸ τῆς Αἰγύπτου τὴν ἔρημον εἰς Συρίαν διοδοιπορῆσαι· φοβουμένους δὲ τὴν Ἀσσυρίων δυναστείαν (τότε γὰρ ἐκείνους τῆς Ἀσίας κρατεῖν) ἐν τῇ νῦν Ἰουδαίᾳ καλουμένῃ πόλιν οἰκοδομησαμένους τοσαύταις μυριάσιν ἀνθρώπων ἀρκέσουσαν, Ἱεροσόλυμα ταύτην ὀνομάσαι. »

Τούτοις ἑξῆς τὴν διαδοχὴν τῶν κατ´ Αἴγυπτον βασιλέων μετὰ τοῦ χρόνου τῆς ἀρχῆς αὐτῶν ἀπαριθμησάμενος ἐπιλέγει·

« Ταῦτα μὲν ὁ Μάνεθως. Δῆλον δέ ἐστιν, ἐκ τῶν εἰρημένων ἐτῶν τοῦ χρόνου συλλογισθέντος, ὅτι οἱ καλούμενοι ποιμένες, ἡμέτεροι δὲ πρόγονοι, τρισὶ καὶ ἐνενήκοντα καὶ τριακοσίοις πρόσθεν ἔτεσιν ἐκ τῆς Αἰγύπτου ἀπαλλαγέντες τὴν χώραν ταύτην ἐπῴκησαν ἢ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι· καίτοι τοῦτον ἀρχαιότατον Ἀργεῖοι νομίζουσι. Δύο τοίνυν ὁ Μάνεθως ἡμῖν τὰ μέγιστα μεμαρτύρηκεν ἐκ τῶν παρὰ τοῖς Αἰγυπτίοις γραμμάτων· πρῶτον μὲν τὴν ἑτέρωθεν ἄφιξιν εἰς Αἴγυπτον, ἔπειτα δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν οὕτως ἀρχαίαν τοῖς χρόνοις ὡς ἐγγύς που προτερεῖν αὐτὴν τῶν Ἰλιακῶν ἔτεσι χιλίοις.»  

Ἀλλὰ τὰ μὲν ἀπὸ τῆς Αἰγυπτιακῆς ἱστορίας ταύτη πη τῷ Ἰωσήπῳ κατὰ πλάτος ἀνιστόρηται. Ἀπὸ δὲ τῆς Φοινίκων, μάρτυσι χρησάμενος τοῖς τὰ Φοινικικὰ συγγραψαμένοις, παρίστησι τὸν ἐν Ἱεροσολύμοις νεὼν ὑπὸ Σολομῶνος τοῦ βασιλέως ᾠκοδομῆσθαι ἔτεσι θᾶττον ἑκατὸν τεσσαράκοντα τρισὶ καὶ μησὶν ὀκτὼ τοῦ κτίσαι Τυρίους Καρχηδόνα· εἶτα μεταβὰς καὶ ἀπὸ τῆς περὶ Χαλδαίων ἱστορίας τὰς περὶ τῆς Ἑβραίων ἀρχαιότητος παρατίθεται μαρτυρίας.

ΚΕΦΑΛΑΙΟΝ ΙΔ'.

ΩΣ ΑΠΑΣΗΣ ΤΗΣ ΠΑΡ´ ΕΒΡΑΙΟΙΣ ΙΣΤΟΡΙΑΣ ΝΕΩΤΕΡΟΙ ΤΥΓΧΑΝΟΥΣΙ ΤΩΝ ΠΑΡ´ ΕΛΛΗΣΙ ΦΙΛΟΣΟΦΩΝ ΟΙ ΧΡΟΝΟΙ

Ἀλλὰ τί δεῖ πλῆθος ταῖς ἀποδείξεσιν ἐπισωρεύειν, τοῦ φιλαλήθους, ἀλλὰ μὴ φιλαπεχθήμονος καὶ τοῖς εἰρημένοις ἀρκουμένου ποικίλην περιέχουσι τὴν περὶ τοῦ προκειμένου σύστασιν; Προὔκειτο δὲ ἡμῖν τὰ Μωσέως καὶ τῶν προφητῶν παλαίτερα τῶν Ἑλληνικῶν ἀποδεῖξαι. Ἐπειδὴ τοίνυν μακρῷ πρόσθεν τῶν Τρωϊκῶν Μωσῆς γεγονὼς ἀποδέδεικται, φέρ´ ἴδωμεν καὶ τοὺς μετ´ αὐτὸν ἅπαντας. Μωσῆς δ´ ὅτι τῶν πρὶν ἀληθῶς Ἑβραίων, Ἕβερ τε καὶ Ἁβραάμ, ἀφ´ ὧν καὶ τὸ παρώνυμον τοῖς ἀνδράσιν ἐπιτέθειται, τῶν τε λοιπῶν θεοφιλῶν τε καὶ παλαιῶν ἀνδρῶν, ὕστατος τοῖς χρόνοις παρεφάνη τῷ βίῳ, δῆλον ἀπὸ τῆς κατ´ αὐτὸν ἱστορίας τυγχάνει. Μετὰ Μωσέα τοίνυν προέστη τοῦ Ἰουδαίων ἔθνους Ἰησοῦς, ὥς τινες, ἔτεσι λʹ· εἶθ´, ὥς φησιν ἡ γραφή, ἐκράτησαν ἀλλόφυλοι ἔτεσιν ὀκτώ. Ἔπειτα Γοθονιὴλ ἔτεσι πεντήκοντα. Μεθ´ ὃν Ἐγλώμ, βασιλεὺς Μωάβ, ἔτη ιηʹ. Μεθ´ ὃν Ἀὼδ ἔτη πʹ. Μεθ´ ὃν πάλιν ἀλλόφυλοι ἔτη κʹ. Ἔπειτα Δεββώρα καὶ Βαρὰκ ἔτη μʹ· ἔπειτα Μαδιηναῖοι ἔτη ζʹ· ἔπειτα Γεδεὼν ἔτη μʹ· Ἀβιμέλεχ ἔτη τρία· Θωλὰ κγʹ· Ἰαεὶρ κβʹ· Ἀμμανῖται ιηʹ· Ἰεφθάε ἔτη ϛʹ· Ἐσβὼν ἔτη ζʹ· Αἰαλὼν ἔτη ιʹ· Λαβδὼν ἔτη ηʹ· ἀλλόφυλοι ἔτη μʹ· Σαμψὼν ἔτη κʹ· ἔπειτα Ἠλεὶ ἱερεύς, ὡς τὸ Ἑβραϊκόν, ἔτη μʹ· περὶ ὃν συμβαίνει τὴν Ἰλίου καταντᾶν ἅλωσιν. Μετὰ δὲ Ἠλεὶ τὸν ἱερέα ἡγεῖται τοῦ λαοῦ Σαμουήλ. Μεθ´ ὃν πρῶτος αὐτῶν βασιλεύει Σαοὺλ ἔτεσι μʹ· ἔπειτα Δαβὶδ ἔτεσι μʹ· ἔπειτα Σολομῶν ἔτεσι μʹ· ὃς καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν ἐδείματο πρῶτος. Μετὰ δὲ Σολομῶνα βασιλεύει Ῥοβοὰμ ἔτη ιζʹ· Ἀβιὰ ἔτη γʹ· Ἄσα ἔτη μαʹ· Ἰωσαφὰθ ἔτη κεʹ· Ἰωρὰμ ἔτη ηʹ· Ὀχοζίας ἔτος αʹ· Γοθολιὰ ἔτη ζʹ· Ἰωὰς ἔτη μʹ· Ἀμασίας ἔτη κθʹ· Ὀζίας ἔτη νβʹ· καθ´ ὃν προφητεύουσιν Ὠσηέ, Ἀμώς, Ἡσαΐας, Ἰωνᾶς· μετὰ δὲ Ὀζίαν βασιλεύει Ἰωάθαμ ἔτη ιϛʹ· μεθ´ ὃν Ἄχαζ ἔτη ιϛʹ· κατὰ τοῦτον ἡ πρώτη Ὀλυμπιὰς ἤχθη, ἣν ἐνίκα στάδιον Κόρο〈ι〉βος Ἠλεῖος· διαδέχεται δὲ τὸν Ἄχαζ Ἐζεκίας ἔτεσι κθʹ· καθ´ ὃν Ῥωμύλος Ῥώμην ἔκτισε καὶ ἐβασίλευσε. Μετὰ δὲ Ἐζεκίαν βασιλεύει Μανασσῆς ἔτη νεʹ· ἔπειτα Ἀμὼν ἔτη βʹ· ἔπειτα Ἰωσίας ἔτη λαʹ· καθ´ ὃν προφητεύουσιν Ἱερεμίας, Βαρούχ, Ὀλδᾶ καὶ ἄλλοι προφῆται· ἔπειτα Ἰωάχαζ μῆνας τρεῖς· μεθ´ ὃν Ἰωακεὶμ ἔτη ιαʹ· μεθ´ ὃν πάντων ὕστατος Σεδεκίας ἔτη ιβʹ· κατὰ τοῦτον πολιορκηθείσης τῆς Ἱερουσαλὴμ ὑπὸ Ἀσσυρίων καὶ τοῦ ἱεροῦ ἐμπρησμὸν ὑπομείναντος τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπάγεται εἰς Βαβυλῶνα, προφητεύει τε αὐτόθι Δανιὴλ καὶ Ἰεζεκιήλ. Μετὰ δὲ ἐτῶν ἀριθμὸν οʹ ὁ Κῦρος βασιλεύει Περσῶν, ὃς καὶ ἀνῆκε τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων, ἐπιτρέψας τοῖς θέλουσιν αὐτῶν παλινοστεῖν ἐπὶ τὴν οἰκείαν γῆν καὶ τὸ ἱερὸν ἀνεγείρειν· ὅτε καὶ ἄνεισιν Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καταβάλλονταί τε θεμελίους, προφητευόντων ὕστατα πάντων Ἀγγαίου καὶ Ζαχαρίου καὶ Μαλαχίου, μεθ´ οὓς οὐκέτι προφήτης παρ´ αὐτοῖς γέγονε. Κατὰ δὲ Κῦρον Σόλων Ἀθηναῖος ἐγνωρίζετο καὶ οἱ κληθέντες ἑπτὰ σοφοὶ παρ´ Ἕλλησιν, ὧν παλαιότερος οὐδεὶς παρ´ αὐτοῖς φιλόσοφος μνημονεύεται. Τούτων δὴ τῶν ἑπτὰ Θαλῆς ὁ Μιλήσιος φυσικὸς πρῶτος Ἑλλήνων γεγονὼς περὶ τροπῶν ἡλίου καὶ ἐκλείψεως καὶ φωτισμῶν σελήνης καὶ ἰσημερίας διελέχθη· ἐγένετο δ´ ὁ ἀνὴρ ἐπισημότατος ἐν τοῖς Ἕλλησι. Θάλεω δὲ γίνεται ἀκουστὴς Ἀναξίμανδρος, Πραξιάδου μὲν παῖς, γένος δὲ καὶ αὐτὸς Μιλήσιος. Οὗτος πρῶτος γνώμονας κατεσκεύασε πρὸς διάγνωσιν τροπῶν τε ἡλίου καὶ χρόνων καὶ ὡρῶν καὶ ἰσημερίας. Ἀναξιμάνδρου δὲ γνώριμος  ἐγένετο Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος· τούτου δὲ Ἀναξαγόρας Ἡγησιβούλου Κλαζομένιος. Οὗτος δὴ πρῶτος διήρθρωσε τὸν περὶ ἀρχῶν λόγον. Οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου.

« Ἦν γὰρ ἀρχήν", φησί, "τὰ πράγματα ὁμοῦ πεφυρμένα· Νοῦς δὲ εἰσελθὼν αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγεν ».

Ἀναξαγόρου δὲ ἐγένοντο γνώριμοι τρεῖς, Περικλῆς, Ἀρχέλαος, Εὐριπίδης. Περικλῆς μὲν οὖν Ἀθηναίων πρῶτος ἐγένετο καὶ πλούτῳ καὶ γένει τῶν καθ´ ἑαυτὸν διήνεγκεν· Εὐριπίδης δὲ ἐπὶ ποιητικὴν μεταβὰς ὑπό τινων σκηνικὸς φιλόσοφος ἐκλήθη· ὁ δὲ Ἀρχέλαος ἐν Λαμψάκῳ διεδέξατο τὴν σχολὴν τοῦ Ἀναξαγόρου, μεταβὰς δ´ εἰς Ἀθήνας ἐκεῖ ἐσχόλασε καὶ πολλοὺς ἔσχεν Ἀθηναίων γνωρίμους, ἐν οἷς καὶ Σωκράτην. Κατὰ δὲ τὸν αὐτὸν τῷ Ἀναξαγόρᾳ χρόνον ἤκμασαν ἄνδρες φυσικοὶ Ξενοφάνης τε καὶ Πυθαγόρας. Τὸν μὲν οὖν Πυθαγόραν διεδέξατο Θεανὼ ἡ γυνὴ οἵ τε υἱοὶ αὐτοῦ, Τηλαύγης καὶ Μνήσαρχος. Τηλαύγους δὲ Ἐμπεδοκλῆς ἀκουστὴς γίνεται, καθ´ ὃν Ἡράκλειτος ὁ σκοτεινὸς ἐγνωρίζετο. Τὸν δὲ Ξενοφάνην λέγεται ὁ Παρμενίδης διαδέξασθαι, Παρμενίδην δὲ Μέλισσος, Μέλισσον δὲ Ζήνων ὁ Ἐλεάτης· ὅν φασιν ἐπιβουλὴν κατὰ τοῦ τότε τυράννου συστησάμενον ἁλῶναι, στρεβλούμενον δ´ ὑπὸ τοῦ τυράννου, ὅπως τοὺς σὺν αὐτῷ γενομένους ἄνδρας ἀπογράψηται, οὐ προσποιηθέντα τὰς τοῦ τυράννου τιμωρίας διαμασησάμενον τὴν γλῶσσαν προσπτύσαι αὐτῷ καὶ οὕτως ἐγκαρτερήσαντα ταῖς βασάνοις ἀποθανεῖν. Τούτου δὲ Λεύκιππος ἀκουστὴς γέγονε, Λευκίππου δὲ Δημόκριτος, οὗ Πρωταγόρας, καθ´ ὃν ἤκμασε Σωκράτης. Καὶ ἄλλους δὲ σποράδην ἔστιν εὑρεῖν φυσικοὺς φιλοσόφους πρὸ Σωκράτους γενομένους· πλὴν ἀλλὰ πάντες ἀπὸ Θαλοῦ ἀρξάμενοι κατώτεροι Κύρου τοῦ Περσῶν βασιλέως φαίνονται ἠκμακότες. Ὁ δὲ Κῦρος μετὰ πλεῖστον τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους δῆλός ἐστι γεγονώς, διαλελοιπότων ἤδη τῶν παρ´ Ἑβραίοις προφητῶν καὶ τῆς ἱερᾶς μητροπόλεως αὐτῶν πεπολιορκημένης· ὥστε σε ὁμολογεῖν πολὺ νεώτερα Μωσέως καὶ τῶν μετ´ αὐτὸν προφητῶν τὰ τῆς Ἑλλήνων γεγονέναι φιλοσοφίας καὶ μάλιστα τῆς κατὰ Πλάτωνα, ὃς ἀκουστὴς τὰ πρῶτα γενόμενος Σωκράτους κἄπειτα τοῖς Πυθαγορείοις ὁμιλήσας τοὺς πρὸ αὐτοῦ πάντας λόγῳ τε καὶ συνέσει καὶ τοῖς ἐν φιλοσοφίᾳ δόγμασιν ὑπερηκόντισε. Γέγονε δὲ ὁ Πλάτων ἀμφὶ τὰ ὕστατα τῆς Περσῶν βασιλείας, μικρῷ θᾶττον Ἀλεξάνδρου τοῦ Μακεδόνος, Αὐγούστου δὲ τοῦ Σεβαστοῦ οὐ πολὺ πρόσθεν ἔτεσι τετρακοσίοις. Εἰ δή σοι τοιγαροῦν ὁ Πλάτων οἵ τε μετ´ αὐτὸν δειχθεῖεν τὰ σύμφωνα Ἑβραίοις πεφιλοσοφηκότες, ὥρα σκοπεῖν τὸν χρόνον, καθ´ ὃν οὗτος γέγονε, τῶν τε παρ´ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν τὴν παλαιότητα τῇ πάντων τῶν Ἑλληνικῶν φιλοσόφων ἀντιπαραβάλλειν ἡλικίᾳ. Ἀλλὰ γὰρ τούτων ἀποδειχθέντων καιρὸς ἐπανελθόντας τοὺς Ἑλλήνων σοφοὺς ζηλωτὰς θεάσασθαι τῶν Ἑβραϊκῶν γεγονότας δογμάτων, ὥστε μηκέτ´ εὐλόγως ἡμῖν ἐπιμέμφεσθαι τοὺς συκοφάντας, εἰ δὴ καὶ αὐτοὶ τὰ ὅμοια τοῖς αὐτῶν φιλοσόφοις ἀγαπήσαντες τὰ Ἑβραίων λόγια τιμᾶν διανενοήμεθα.