LIVRE IV chapitres I à XIV - LIVRE V
EUSÈBE
DÉMONSTRATION ÉVANGÉLIQUE
LIVRE ΙI
Εὐαγγελικῆς Ἀποδείξεως Βιβλίον δʹ.
ιεʹ. Τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία· ὡς θεὸς καὶ κύριος καὶ ἀρχιερεὺς τοῦ τῶν ὅλων θεοῦ διὰ τῶν παρ´ Ἑβραίοις προφητῶν ὁ Χριστὸς ἀνηγορεύετο. Τοῦτο τῆς εἰς ἀνθρώπους ἀφίξεως τέλος ἦν, τὸν πάλαι τῆς τοῦ πατρὸς γνώσεως ἀποπεπλανημένον εἰς τὴν οἰκείαν ἐπαναγαγεῖν, καὶ τὸν συγγενῆ καὶ φίλον τῆς τε αὐτοῦ κατηξιωμένον εἰκόνος τῆς οἰκείας ἀπολαῦσαι ζωῆς, φίλον τε καὶ οἰκεῖον τοῦ πατρὸς ἀποφῆναι τοῦτον, δι´ ὃν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπέστη γενέσθαι ἄνθρωπος. Οὕτω δῆτα, ὡς ἐν βραχεῖ φάναι, ἡ κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὑπόθεσις, διάφορον ἔχουσα τὴν οἰκονομίαν, ἐκ τῶν παρ´ Ἑβραίοις παραστήσεται προφητικῶν λόγων, ὥσπερ οὖν μικρὸν ὕστερον αἱ ἐξ αὐτῶν δείξουσι μαρτυρίαι, πιστουμένων τὰ παλαιὰ τῶν νέων γραμμάτων, καὶ τῶν εὐαγγελικῶν τὰς τῶν προφητικῶν μαρτυρίας ἐπισφραγιζομένων. Ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων ὥρα λοιπὸν καὶ περὶ τῆς προσηγορίας αὐτοῦ διελθεῖν, καθ´ ὃ Ἰησοῦς καὶ Χριστὸς ἀνηγόρευται, δι´ ὅσων τε προφητειῶν ὀνομαστὶ προεκηρύττετο. Πρῶτα δὲ σκεψόμεθα τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία, πρὶν ἄρξασθαι τῆς κατὰ μέρος συναγωγῆς τῶν προφητικῶν περὶ τοῦ προκειμένου σκέμματος λογίων. Προσήκειν δὲ ἡγοῦμαι περὶ αὐτῆς πρῶτον τῆς Χριστοῦ διαλαβεῖν προσηγορίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τῶν κατὰ τὸν τόπον ζητουμένων. Ἄλλος μὲν οὖν, ἐγγύθεν καὶ ἐκ τῶν καθ´ ἡμᾶς ἀρξάμενος, εἶπεν ἂν Μωσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀποπνεῖν ἡγησάμενος, ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν τοῖς φιλαγάθοις τὸ εὐῶδες· ὅθεν καὶ θυμιάματι συγκειμένῳ εἰς ὑπερβολὴν εὐωδίας καθ´ ἑκάστην ἡμέραν τοὺς ἱερέας χρῆσθαι ἐν τῷ ἱερῷ νομοθετῆσαι, ὅπως κατακιρναμένου τοῦ ἀέρος καὶ τὸ δυσῶδες ἀφανίζοντος θεία τις ἀπορροὴ τοῖς εὐχομένοις καταμιγνύ〈η〉ται. Διὰ γὰρ τοῦτο αὐτὸ καὶ χρῖσμα ἀλειπτικὸν εὐωδέστατον διὰ μυρεψικῆς τέχνης συνθεῖναι, ὡς ἂν χρίοιντο τούτῳ οἱ τῶν κοινῶν δημοσίᾳ προστήσεσθαι μέλλοντες, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτον Μωσέα τοῖς χριομένοις ἐπιθεῖναι· τοῦτο δὲ τὸ χρῖσμα μὴ μόνον ἀρχιερεῦσιν παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ. ταῦτα μὲν οὖν προχειρότερα ἂν εἴη, πόρρω γε μὴν καθεστῶτα τῆς ἐνθέου καὶ μεγαλοφυοῦς τοῦ προφήτου διανοίας. Ὁ γάρ τοι θαυμάσιος ἐκεῖνος καὶ μέγας ὡς ἀληθῶς ἱεροφάντης πᾶσαν γεώδη καὶ σωματικὴν οὐσίαν ἐν μόναις εἰδὼς ταῖς ποιότησι διακεκριμένην, κατ´ οὐδένα τρόπον ἑτέραν τῆς ἑτέρας 〈πρου〉τίμησεν, τὰ πάντα εἰδὼς μιᾶς ὄντα ἔκγονα ὕλης, οὔποτε ἑστώσης οὐδέ τι βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. Οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἵλετο, οὐδ´ αὐτὸ καθ´ αὑτὸ προύκρινεν ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ´ ἂν εἴη τὸ πάθος ψυχῆς. Μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρᾶς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται, ὡς ἔμπαλιν οἱ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης καὶ δικαιοσύνης καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι, τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ. Ταῦτα οὖν εὖ μάλα διειληφὼς ὁ προφήτης μύρων μὲν ἢ καὶ θυμιαμάτων οὐδεμίαν προηγουμένην ἐποιεῖτο φροντίδα, κρειττόνων δὲ καὶ θείων εἰκόνας, ὡς ἐνῆν δυνατόν, διὰ σωμάτων τοῖς μόνως οὕτως καὶ οὐδ´ ἄλλως τὰ θεῖα οἵοις τε μανθάνειν παρεδίδου, ὅτι δὴ τοῦτ´ αὐτὸ καὶ ὁ θεῖος ἀναγέγραπται εἰρηκὼς χρησμός, φήσας· « Ὅρα ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». Σύμβολα τοιγαροῦν ἑτέρων, ἅπερ τύπους εἴωθεν ὀνομάζειν, ἐπιτελῶν, τὴν διὰ τοῦ μύρου χρῖσιν ἐνομοθέτει. Ὅ γε μὴν ὑψηλὸς καὶ ἐν ἀπορρήτοις δηλούμενος αὐτῶν λόγος, ὡς δυνατὸν εἰπεῖν, τοιαύτην εἶχεν διάνοιαν· τὸ μόνον ἀγαθὸν καὶ μόνον ὡς ἀληθῶς εὐῶδες καὶ τίμιον καὶ πάσης μὲν ζωῆς αἴτιον, πᾶσιν δὲ σὺν τῷ εἶναι καὶ τὸ εὖ εἶναι δεδωρημένον, ἓν τοῦθ´ ὁ παρ´ Ἑβραίοις λόγος ἠπίστατο πρῶτον τῶν ὅλων αἴτιον, αὐτὸν δὴ τὸν ὕψιστον καὶ παμβασιλέα τῶν ἁπάντων δημιουργὸν θεόν. Τούτου δὴ οὖν τὴν παναλκῆ καὶ πανάγαθον καὶ παντὸς καλοῦ χορηγόν, τῆς ἀνωτάτω καὶ ἀγενήτου θεότητος, δύναμιν τὸ θεῖον πνεῦμα, οἰκείῳ καὶ προσφυεῖ συμβαλὼν παραδείγματι, ἔλαιον θεοῦ προσαγορεύει· διόπερ χριστὸν καὶ ἠλειμμένον τὸν αὐτῆς μέτοχον ἀποκαλεῖ. ἔλαιον δὲ μὴ τὸν οἶκτον ἐν τούτοις ἄκουε μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύπην, ἀλλ´ ὃ ὁ καρπὸς τοῦ φυτοῦ παρίστησιν, τὸ πάσης ἀμιγὲς ὑγρᾶς ὕλης, φωτὸς αὐξητικόν, πόνων θεραπευτικόν, καμάτων ἀπαλλακτικόν, τὸ τῶν ἐπαλειψαμένων φαιδροποιόν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς, διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία γραφή· «τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ». Τούτῳ τοιγαροῦν ὁ λόγος τὴν ἀνωτάτω τοῦ πανηγεμόνος καὶ παμβασιλέως θεοῦ δύναμιν συμβαλὼν τῷ παραδείγματι, τὸν πρῶτον καὶ μόνον ὅλῳ τούτῳ χρισθέντα καὶ τῆς θεϊκῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα θεὸν λόγον, μετοχῇ τε τοῦ γεννήσαντος ἀγεννήτου καὶ πρώτου καὶ μείζονος θεὸν ἐκ θεοῦ ἀποφανθέντα, χριστὸν καὶ ἠλειμμένον ἀπεκάλεσεν. Διὸ καὶ ἐν ψαλμοῖς πρὸς αὐτὸν δὴ τοῦτον 〈τὸν〉 ὑπὸ τοῦ πατρὸς ἠλειμμένον ἀναφωνεῖ τὸ φάσκον ὧδε λόγιον· « Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Ἀλλὰ γὰρ μία μὲν ἡ τοῦ ἐλαίου φύσις, ἡ δὲ τοῦ μύρου πολλῶν ἐπ´ αὐτὸ σύνοδον σημαίνει. Ταύτῃ τοι καὶ ἡ πρώτη καὶ ἀγένητος τοῦ παμβασιλέως θεοῦ δύναμις, καθ´ ὃ μὲν ἁπλῆ τις καὶ ἀσύνθετος καὶ ἄλλης πάσης οὐσίας ἀμιγὴς ἐπινοεῖται, ἁπλῷ τῷ τοῦ ἐλαίου προσρήματι παραβέβληται· καθ´ ὃ δὲ πλείστων ἐπινοιῶν ἐν ταυτῷ περιληπτικὴ τυγχάνει, οἷον ποιητικῆς καὶ βασιλικῆς, προνοητικῆς τε καὶ κριτικῆς, φιλανθρώπου τε καὶ σωτηρίου, ἄλλων τε ὅσων μυρίων ἐπινοίᾳ θεωρουμένων, εἰκότως μύρῳ πάλιν ἡ τῶν πολλῶν καὶ ἀγαθῶν περιληπτικὴ δύναμις ἀπείκασται, ᾧ κεχρῖσθαι τὸν ἀληθῆ καὶ μόνον ἀρχιερέα τοῦ θεοῦ θεῖοι λόγοι παιδεύουσιν. Πρῶτός γέ τοι αὐτὸς ὁ Μωσῆς, ἐν ἀπορρήτοις τὰ θεῖα ἐποπτεῦσαι ἠξιωμένος καὶ τὰς περὶ τοῦ πρώτου καὶ μόνου ἠλειμμένου καὶ ἀρχιερέως τοῦ θεοῦ τελετάς, ἐν ταῖς αὐτοῦ θεοφανείαις πρὸς αὐτοῦ τετελεσμένας, εἰκόνας προστάττεται ἐπὶ γῆς καὶ σύμβολα καταστήσασθαι τῶν ἐν ταῖς θεοπτείαις νενοημένων, ὡς ἂν ἔχοιεν προεμμελετᾶν τοῖς συμβόλοις οἱ τῶνδ´ ἠξιωμένοι μέχρι τῆς τῶν ἀληθῶν ἐποπτείας. Οὕτω δῆτα ἀφορισάμενος τέως τὸν ἐξ ἀνθρώπων ἐπὶ γῆς τῷ θεῷ ἱερατεύεσθαι ἐπιτήδειον ἄνδρα, πρῶτος τοῦτον χριστὸν ἐπωνόμασεν κατ´ ἀναφορὰν τῆς ἐν τοῖς νοητοῖς θεωρίας, καὶ τοῦτον διά τινος ἀλοιφῆς εὐώδους κρείττονα τῶν λοιπῶν ἀνθρώπων ἀποφήνας, ἄντικρυς καὶ διαρρήδην ἀνεκήρυξεν, ὅτι δὴ καθ´ ἑαυτὴν ἡ τοῦ γεννητοῦ φύσις ἅπασα, καὶ πολὺ πλέον ἡ ἀνθρωπεία, τῆς ἀγενήτου δυνάμεως ἀπολειπομένη, δεῖται τῆς ἀπὸ τοῦ κρείττονος εὐωδίας. Ἀλλὰ τοῦ μὲν ἀνωτάτου καὶ πρώτου οὔ τινι θεμιτὸν ἐφικέσθαι· ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ καὶ πρωτοτόκῳ τοῦτ´ ἀνέκειτο τὸ γέρας· τοῖς δὲ μετ´ αὐτὸν οὐκ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ δευτέρου μετουσίας τῶν ἀγαθῶν οἷόν τε ἦν ἐπαύρασθαι· πνεύματος ἄρα ἐνθέου τὸ παρὰ Μωσεῖ σύμβολον ἦν. «διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δ´ αὐτὸ πνεῦμα», οὗ μάλιστα χρῆν μετέχειν φιλοτιμεῖσθαι ἱερέας καὶ προφήτας καὶ βασιλέας ᾤετο δεῖν, ὡς ἂν οὐχ ὑπὲρ ἑαυτῶν μόνον ἀλλὰ καὶ παντὸς τοῦ ἔθνους τῷ θεῷ καθωσιωμένους. Ὅτι δὲ δὴ θειοτέρων ἦν τὰ παρὰ Μωσεῖ σύμβολα, καὶ ὡς δυνατὸν ἦν καὶ ἄνευ γεώδους μύρου τοὺς τῷ θείῳ πνεύματι κατόχους χριστοὺς ὀνομάζεσθαι, φέρε τι μᾶλλον ἀκριβέστερον διασκεψώμεθα. Δαβὶδ ἐν ρδʹ ψαλμῷ τὰς περὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ ἀναλαβὼν ἱστορίας, αὐτοὺς δὴ ἐκείνους τοὺς θεοφιλεῖς προπάτορας καὶ πρὸ τῶν Μωσέως χρόνων γενομένους χριστοὺς ἀποκαλεῖ, οὐ δι´ ἄλλο ἢ διὰ τὴν τοῦ θείου πνεύματος οὗ μετεῖχον ἐπιρροήν. ἱστορήσας γοῦν ὅπως ἐπεξενώθησαν τοῖς ἀλλοφύλοις, καὶ ὡς ἐπιβουλευθέντες σωτῆρος ἔτυχον τοῦ θεοῦ, κατὰ τὰ παρὰ Μωσεῖ δηλούμενα, προφήτας αὐτοὺς ὁμοῦ καὶ χριστοὺς ὀνομάζει, οὔπω τότε Μωσέως ἐν ἀνθρώποις ὄντος οὐδὲ τοῦ κατ´ αὐτὸν σκευαστοῦ μύρου νενομοθετημένου. Ἄκουε δὲ οἷά φησιν ὁ ψαλμός· « Μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, οἱ υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Αὐτὸς κύριος ὁ θεὸς ἡμῶν· ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, ὃν διέθετο τῷ Ἀβραάμ, καὶ τῷ ὅρκῳ αὐτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων, σοὶ δώσω τὴν γῆν Χαναάν, σχοίνισμα κληρονομίας ὑμῶν». «καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.» ταῦτα μὲν ὁ Δαβίδ. Ὁ δὲ Μωσῆς καὶ οἵους βασιλεῖς «ἤλεγξεν» ἱστορεῖ λέγων· « Καὶ ἤτασεν κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρρας τῆς γυναικὸς Ἀβραάμ». Καὶ πάλιν περὶ τοῦ βασιλέως Γεράρων γράφει· « Καὶ ἦλθεν ὁ θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες»· αὕτη δὲ ἦν ἡ τοῦ Ἀβραάμ. Περὶ οὗ ἑξῆς προϊών φησιν· «ν Νν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστίν, καὶ προσεύξεται περὶ σοῦ». ὁρᾷς ὅπως διὰ τούτων τοὺς πάλαι θεοφιλεῖς καὶ προφήτας χριστοὺς ὁ Δαβὶδ μᾶλλον δὲ τὸ θεῖον δι´ αὐτοῦ προσεῖπεν πνεῦμα, οὐ τῷ γεώδει μύρῳ κεχρισμένους. Πῶς γάρ, Μωσέως ὑστέροις χρόνοις οὕτω διαταξαμένου; Ἄκουε δὲ καὶ Ἡσαΐου οὕτω σαφέστατα περὶ τοῦ Χριστοῦ θεσπίζοντος, ὡς ἀποσταλησομένου ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις λυτρωτοῦ καὶ σωτῆρος, ἥξοντός τε «κηρῦξαι» τοῖς τὰς ψυχὰς «αἰχμαλώτοις ἄφεσιν» καὶ τοῖς τὰς διανοίας «τυφλοῖς ἀνάβλεψιν». Τοῦτον γὰρ πάλιν ὁ προφήτης οὐ σκευαστῷ μύρῳ ἀλλὰ τῷ τῆς πατρικῆς θεότητος νοητῷ καὶ θεοπρεπεῖ χριστὸν γεγεν[ν]ῆσθαι διδάσκει, οὐχ ὑπ´ ἀνθρώπων ἀλλ´ ἐκ τοῦ πατρὸς κεχρισμένον. Λέγει δ´ οὖν ἐξ αὐτοῦ προσώπου· « Πνεῦμα κυρίου ἐπ´ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν». τοῦτο μὲν οὖν πρῶτον τετηρήσθω, ὡς καὶ Ἡσαΐας τῷ Δαβὶδ παραπλησίως ὃν ἥξειν ἔφησεν εἰς ἀνθρώπους [καὶ] «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», οὐ σκευαστῷ μύρῳ ἀλλὰ τῷ τῆς ἀγενήτου πατρικῆς τε καὶ παναγάθου δυνάμεως χριστὸν γεγονέναι θεσπίζει. Κατά τινα δὲ συνήθειαν προφητικὴν τὸ μέλλον ὁ προφήτης ὡς παρῳχηκὸς ἀναφωνεῖ, καὶ ὡς περὶ ἑαυτοῦ τοῦ προφητεύοντος δηλοῖ. Τέως μὲν οὖν ὑπὸ θεοῦ ἀλλ´ οὐχ ὑπ´ ἀνθρώπων καὶ πνεύματι θείῳ ἀλλ´ οὐ σκευαστῷ ἐλαίῳ χριομένους τοὺς κατὰ τὸν ἀληθῆ λόγον χριστοὺς ὀνομαζομένους ἔγνωμεν. Καιρὸς δὲ συνιδεῖν ὅτι καὶ θείαν τινὰ δύναμιν κρείττονα ἢ κατ´ ἀνθρώπου φύσιν τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ τυγχάνειν ὁ παρ´ Ἑβραίοις ἐπίσταται λόγος. Ἄκουε δ´ οὖν αὖθις τοῦ Δαβὶδ αἰώνιόν τινα ἱερέα τοῦ θεοῦ φάσκοντος εἰδέναι, κύριόν τε ἑαυτοῦ τοῦτον ἀναγορεύοντος, καὶ σύνθρονον εἶναι τοῦ ἀνωτάτου θεοῦ ὁμολογοῦντος ἐν ἑκατοστῷ καὶ ἐνάτῳ ψαλμῷ, καθ´ ὃν ὧδέ πώς φησιν· « Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» καὶ θέα γε ὡς ἐν τούτοις Δαβίδ, βασιλεὺς ὢν τοῦ παντὸς Ἑβραίων ἔθνους καὶ πρὸς τῇ βασιλείᾳ θείῳ πνεύματι κεκοσμημένος, τοιοῦτόν τινα μέγαν καὶ ὑπερφυῶς θαυμάσιον τὸν πρὸς αὐτοῦ δηλούμενον καὶ τῷ πνεύματι θεωρούμενον συνεῖδεν, ὡς κύριον αὐτὸν ἑαυτοῦ προσειπεῖν. «εἶπεν γάρ», φησίν, «κύριος τῷ κυρίῳ μου». Ἀλλὰ καὶ αἰώνιον αὐτὸν ἀρχιερέα οἶδεν, καὶ ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ σύνθρονον τοῦ ἐπὶ πάντων θεοῦ, καὶ γέννημα αὐτοῦ. Δίχα δὲ χρίσεως ἀδύνατον ἦν παρ´ Ἑβραίοις ἱερᾶσθαι τῷ θεῷ, διόπερ καὶ χριστοὺς ὀνομάζειν αὐτοὺς πάντας ἦν αὐτοῖς φίλον. Χριστὸς ἄρα καὶ ὁ ἐν τῷ ψαλμῷ δηλούμενος ἱερεὺς εἴη ἄν. Πῶς γὰρ ἐμαρτυρήθη ἱερεὺς εἶναι μὴ οὐχὶ πρότερον χριστὸς γεγονώς; ἀλλὰ καὶ «εἰς τὸν αἰῶνα» λέγεται ἱερᾶσθαι. Τοῦτο δ´ οὐκέτ´ ἀνθρωπείᾳ φύσει ἐφαρμόττοι ἄν. Οὐ γὰρ ἀνθρώπου τὸ διαιωνίζειν, ἐπειδὴ θνητὸν καὶ ἐπίκηρον τὸ καθ´ ἡμᾶς γένος. Κρείττων ἄρα τις ἢ κατὰ ἄνθρωπον ὁ δηλούμενος ἦν ἐν τούτοις ἱερεὺς τοῦ θεοῦ, μετὰ ὅρκου διαβεβαιώσεως διαρκῆ καὶ ἄπειρον τὴν ἱερωσύνην παρὰ τοῦ θεοῦ δεδεγμένος. « Ὤμοσεν γάρ», φησίν, «κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». Ἐπειδὴ γὰρ τὸν Μελχισεδὲκ ὁ Μωσῆς ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου γεγονέναι ἱστορεῖ, οὐ μύρῳ σκευαστῷ κεχρισμένον, πολὺ πρότερόν τε τῆς κατ´ αὐτὸν νομοθεσίας γενόμενον ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ κατὰ πολὺ κρείττονα τὴν ἀρετὴν τοῦ βεβοημένου Ἀβραάμ· — λέγει δ´ οὖν· « Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, εὐλόγησεν τὸν Ἀβραάμ», «χωρὶς δὲ πάσης ἀντιλογίας», φησὶν ὁ ἀπόστολος, « Τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται»—ἐπεὶ τοίνυν καὶ ὁ Μελχισεδέκ, ὅστις ποτὲ ἦν ἐκεῖνος, τοιοῦτος εἰσῆκται, οὐ σκευαστῷ μύρῳ κεχρισμένος, ἱερωμένος δὲ τῷ ὑψίστῳ θεῷ, εἰκότως καὶ ὁ διὰ τοῦ Δαβὶδ προφητευόμενος «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἀνείρηται μέγας τις ὢν καὶ πάντας ὑπερβεβηκὼς τὴν φύσιν, ὡς ἂν ἱερεὺς ὢν τοῦ ἐπὶ πάντων θεοῦ καὶ τῆς ἀγενήτου δυνάμεως σύνθρονος, τοῦ τε προφήτου καὶ βασιλέως κύριος, καὶ ἱερεὺς οὐχ ἁπλῶς ἀλλ´ αἰώνιος τοῦ πατρός. λέγει δὲ καὶ ὁ θεῖος ἀπόστολος, ἐξετάζων τὰ κατὰ τοὺς τόπους· « Ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν», καὶ πάλιν· « Οἱ μὲν χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». «καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι´ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν». Διὰ τούτων συνέστηκεν οὖσά τις ἐν τοῖς οὖσιν καὶ ὑφεστῶσα ἐν νοητοῖς θεία δύναμις, ἡ τῷ θεῷ τῶν ὅλων ἱερωμένη κατὰ τὰ Ἑβραίων λόγια, οὐ γεώδει καὶ ἀνθρωπίνῳ μύρῳ, θεοπρεπεῖ δέ τινι καὶ ἐνθέῳ ἀρετῇ τε καὶ δυνάμει ἱερᾶσθαι καθεσταμένη τῷ ἐπὶ πάντων θεῷ. Ὁ γοῦν διὰ τοῦ ψαλμοῦ προφητευόμενος παρέστη ἄντικρυς ἱερεύς τις ὢν αἰώνιος καὶ υἱὸς ὑψίστου θεοῦ, ὡς ἂν ὑπ´ αὐτοῦ τοῦ ὑψίστου θεοῦ γεγενημένος καὶ σύνθρονος τῆς βασιλείας αὐτοῦ. Δέδεικται δὲ καὶ ὁ διὰ τοῦ Ἡσαΐου χριστὸς οὐχ ὑπὸ ἀνθρώπων γεγονὼς ἀλλ´ ὑπ´ αὐτοῦ τοῦ πατρὸς καὶ διὰ τοῦ ἐνθέου πνεύματος κεχρισμένος, λυτρωτής τε ἀπεσταλμένος τῆς τῶν ἀνθρώπων αἰχμαλωσίας. Τοῦτον δὴ οὖν πνεύματι θείῳ τεθεαμένος ὁ Μωσῆς, εἰκόνας καὶ σύμβολα, ὡς ἐν ἀνθρώποις, αὐτοῦ καθίστη, σκευαστῷ μύρῳ τέως ἀντὶ τοῦ θείου πνεύματος τὸν ἐν ἀνθρώποις προηγμένον ἱερέα χρίων τε καὶ ἀλείφων, χριστόν τε αὐτὸν καὶ ἠλειμμένον εἰς ἀναφορὰν τοῦ ἀληθοῦς ἀποκαλῶν. ὅτι δὲ ταῦτα οὕτως ἔχει τίς ἂν γένοιτο μάρτυς αὐτοῦ Μωσέως 〈μᾶλλον〉 ἀξιόχρεως; ἐν γὰρ τῇ αὐτοῦ γραφῇ τὸν χρηματίζοντα αὐτῷ θεὸν καὶ κύριον διαρρήδην παρακελεύσασθαι αὐτῷ διδάσκει κατὰ τὴν ὑποδειχθεῖσαν αὐτῷ νοητὴν καὶ οὐράνιον αὐτοῦ θέαν σωματικωτέραν ἐπὶ γῆς συστήσασθαι λατρείαν, εἰκόνα τῶν νοητῶν καὶ ἀσωμάτων περιέχουσαν. λέγεται γοῦν τῶν ἐν τῷ οὐρανῷ ἀγγέλων καὶ θείων δυνάμεων διάταξιν 〈κατὰ〉 τύπον τινὰ σκιογραφῆσαι, φήσαντος αὐτῷ τοῦ χρησμοῦ· « Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». Ἄρα οὖν ὡς τὰ ἄλλα οὕτω καὶ τὸν ἀρχιερέα παρῆγεν, μύρῳ γεώδει χρίων αὐτόν, καί τινα σκιώδη καὶ εἰκονικὸν ἀλλ´ οὐκ ἀληθῆ χριστὸν καὶ ἀρχιερέα, τοῦ κατ´ οὐρανὸν χριστοῦ τε καὶ ἀρχιερέως ἀντίμιμον, ἀπεργαζόμενος. Ἀλλ´ ὅτι μὲν ὁ κυρίως χριστὸς οὐκ ἄνθρωπος ἦν, υἱὸς δέ τις θεοῦ, δεξιοῖς τῆς πατρικῆς θεότητος τετιμημένος, καὶ πολὺ κρείττων οὐ μόνον τῆς θνητῆς καὶ ἀνθρωπείας φύσεως, ἀλλὰ καὶ πάσης τῆς ἐν γενητοῖς νοερᾶς οὐσίας, σαφῶς οἶμαι ἀποδεδειχέναι. Πλὴν ἀλλ´ ὅτι κατὰ τὰ πρότερον εἰρημένα ὁ αὐτὸς Δαβὶδ ἐν μδʹ ψαλμῷ, προγραφῇ χρησάμενος τῇ «ὑπὲρ τοῦ ἀγαπητοῦ» καὶ «τῶν ἀλλοιωθησομένων», ὁμοῦ θεὸν καὶ βασιλέα καὶ χριστὸν ἕνα τινὰ καὶ τὸν αὐτὸν ἀναγορεύει, γράφων οὕτως· « Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». Οἷς ἑξῆς ἐπιλέγει· « Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». Σκόπει δ´ οὖν ἐπιμελέστερον ὅπως κατὰ τὴν τοῦ ψαλμοῦ προγραφὴν «ὑπὲρ τοῦ ἀγαπητοῦ» τὸν λόγον εἶναι προοιμιάζεται, μετὰ τοῦ καὶ «εἰς σύνεσιν» τῶν λεχθησομένων τὸν ἀκροατὴν παρορμᾶν. Ἐπισημαίνεται δὲ καὶ τὸ αἴτιον τῆς οἰκονομίας τοῦ λόγου φάσκων· « Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, εἰς σύνεσιν ὑπὲρ τοῦ ἀγαπητοῦ». Τίνας δ´ ἄλλους εἴποις 〈ἂν〉 εἶναι τοὺς ἀλλοιωθησομένους, ὑπὲρ ὧν ὁ ψαλμὸς εἴρηται, ἢ τοὺς μέλλοντας μεταβαλεῖσθαι ἐκ προτέρου βίου καὶ τρόπου μετατεθήσεσθαί τε καὶ ἀλλοιωθήσεσθαι διὰ τοῦ προφητευομένου; οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ θεοῦ, ὑπὲρ οὗ ἐπὶ τῆς προφητείας συνέσεως δεῖν ὁ ψαλμὸς ἡμῖν προοιμιάζεται. Εἰ δ´ οὖν ἐπαπορήσαις, τίς ἄρα ἦν ὁ ἀγαπητὸς οὗτος περὶ οὗ ἐν τῷ ψαλμῷ προεφητεύετο, παρὰ πόδας σοι ὁ λόγος παραστήσει ἀρχόμενος εὐθὺς καὶ λέγων· « Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». Εἴποι δ´ οὖν 〈ἄν〉 τις αὐτὸν ἐκεῖνον σημαίνεσθαι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον, ὃν θεολογῶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης παρίστη λέγων· « Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». Τὸ δ´ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» εἴπερ ἐκ προσώπου τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων λέγοιτο, τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὑποφαίνοι ἄν, ὡς ἂν υἱὸν ἐκ τοῦ πατρὸς ὑφεστῶτα, ἀλλ´ οὐ κατὰ προβολήν, ἢ κατὰ διαίρεσιν, ἢ τομήν, ἢ μείωσιν, ἢ κατά τι τῶν ἐν σώμασιν ὑπονοουμένων· ἀσεβῆ γὰρ ταῦτα καὶ πάμπαν ἀπῳκισμένα τῆς ἀρρήτου γενεσιουργίας. Κατὰ δὲ τὰ πρόσθεν ἡμῖν νενοημένα καὶ τάδε χρὴ μεταλαμβάνειν. Ὥσπερ γε «ἀπὸ γαστρὸς» τοῦ θεοῦ καὶ «πρὸ ἑωσφόρου» ἐλέγετο γεγεννῆσθαι, τροπικῶς ἀκουόντων ἡμῶν τὰ τοιαῦτα, [καὶ] κατὰ μόνην τὴν ἐν νοητοῖς θεωρίαν τὸ παραπλήσιον ἀποδέχεσθαι χρὴ καὶ ἐν τῷ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», κατὰ μόνην διάνοιαν τοῦ θείου πνεύματος καὶ ταῦτα διεξιόντος. Ἐφ´ οἷς καὶ νῦν ἡμῖν λέγειν προσήκει τὸ σύνηθες ἐφ´ ἑκάστου τῶν περὶ αὐτοῦ θεολογουμένων καὶ εὐσεβὲς ἐκεῖνο ῥῆμα «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται», κἂν θνηταῖς καὶ ἀνθρωπίναις φωναῖς συνήθως ἡμῖν αἱ θεῖαι γραφαὶ καὶ τὸ γεννᾶσθαι ἐπιλέγωσιν καὶ τὸ γαστρὸς ὄνομα παραλαμβάνωσιν. Ταῦτα γὰρ μόνης ἔχεται τῆς κατὰ διάνοιαν θεωρίας, οὐδ´ ἄλλως ἢ νόμοις ἀλληγορίας ὑποβεβλημένα, ὥσπερ οὖν καὶ τὸ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» περὶ τῆς τοῦ πρώτου λόγου συστάσεώς τε καὶ οὐσιώσεως ἂν φαίη τις εἰρημένον, ἐπεὶ μηδ´ ἄλλως καρδίαν, κατὰ τὴν παρ´ ἡμῖν νοουμένην, καὶ ἐπὶ τοῦ τῶν ὅλων θεοῦ θεμιτὸν ἐκλαμβάνειν. Ἀλλὰ γὰρ ὁ μέν τις τοῦτον εἶναι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον φήσαι ἂν τὸν ἐν ψαλμῷ δηλούμενον, λόγον εἰκότως ὠνομασμένον ἀγαθὸν ὡς ἂν τοῦ παναγάθου πατρὸς ὄντα γέννημα. Ἡμεῖς δὲ μικρῷ ἐν τῷ ψαλμῷ προελθόντες, τὸν προφητευόμενον, αὐτὸν δὴ τοῦτον τὸν ἀγαπητὸν τοῦ θεοῦ, κεχρῖσθαι πάλιν οὐχ ὧδε ὥσπερ ὑπὸ Μωσέως, οὐδ´ ὡς ὑπό τινος τῶν ἐν ἀνθρώποις, ἀλλ´ ὑπ´ αὐτοῦ τοῦ ἀνωτάτου καὶ ἐπὶ πάντων θεοῦ τε καὶ πατρὸς αὐτοῦ εὑρήσομεν. Λέγει δ´ οὖν ἑξῆς προϊών· « Διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου». Τὸν δὴ οὖν κἀνταῦθα ὑπ´ αὐτοῦ τοῦ ἐπὶ πάντων θεοῦ κεχρῖσθαι μεμαρτυρημένον πῶς ἂν ἄλλως τις ὀνομάσειεν ἢ Χριστόν; ἔχομεν τοιγαροῦν ἤδη καὶ διὰ τούτων δύο τοῦ θεσπιζομένου προσηγορίας, Χριστοῦ καὶ ἀγαπητοῦ, ἑνὸς καὶ τοῦ αὐτοῦ κεκλημένου τοῦ τῆς χρίσεως αἰτίου. Δι´ ὃ λέγεται κεχρῖσθαι ὁ δηλούμενος τῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ, τὴν αἰτίαν ἐκδιδάσκει, ἥτις ἀναδραμόντι σοι μικρόν, μᾶλλον δὲ τὴν πᾶσαν διάνοιαν τῆς λέξεως ἐπιθεωρήσαντι, δήλη ἔσται. Φησὶν τοίνυν ὁ ψαλμός, αὐτῷ δὴ τῷ προφητευομένῳ Χριστῷ καὶ ἀγαπητῷ τοῦ θεοῦ προσφωνῶν, τὰ μικρῷ πρόσθεν ἐκτεθειμένα, ἐν οἷς εἴρητο· « Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». σκέψαι τοιγαροῦν εἰ μὴ θεῷ ταῦτα προσεφωνεῖτο ἄντικρυς («σὺ» γάρ, φησίν, «ὁ θεός» ἀντὶ τοῦ ὦ θεέ)· «ὁ θρόνος σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος» ὑπάρχει, καὶ «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου». Καὶ ἐπεὶ σὺ αὐτὸς ὁ θεὸς «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου», καὶ Χριστόν σε παρὰ πάντας κατεστήσατο. Λευκότερον δὲ τούτων ἡ Ἑβραίων παρίστησιν γραφή, ἣν πρὸς ἀκρίβειαν ἑρμηνεύων ὁ Ἀκύλας ὧδέ πως ἐξέδωκεν εἰπών· « Ὁ θρόνος σου, θεέ, 〈εἰς〉 αἰῶνα», καὶ ἔτι· « Σκῆπτρον εὐθύτητος σκῆπτρον βασιλείας σου. ἠγάπησας δίκαιον καὶ ἐμίσησας ἀσέβημα· ἐπὶ τούτῳ ἤλειψέν σε, ὁ θεός, ὁ θεός σου ἔλαιον χαρᾶς ἀπὸ ἑταίρων σου». Ἀντὶ γοῦν τοῦ «ὁ θεὸς ὁ θεός σου» αὐτὴ ἡ ἑβραϊκὴ λέξις «θεέ, ὁ θεός σου» περιέχει, ἵνα ᾖ τὸ ὅλον· ἠγάπησας, ὦ θεέ, τὸ δίκαιον καὶ ἐμίσησας τὸ ἀσέβημα· διόπερ ἐπὶ τούτῳ ἔχρισέν σε, ὦ θεέ, ὁ ἀνωτάτω καὶ μείζων αὐτὸς ὁ καὶ σοῦ θεός, ὡς εἶναι καὶ τὸν χριόμενον 〈θεὸν〉 καὶ τὸν χρίοντα πολὺ πρότερον, πάντων μὲν ὄντα θεὸν καὶ αὐτοῦ δὲ διαφερόντως τοῦ χριομένου. Τοῦτο δὲ καὶ αὐτῇ ἐπιστήσαντι τῇ ἑβραίᾳ γλώττῃ φανερὸν ἂν γένοιτο. Ἐπὶ γὰρ τῆς πρώτης ἐπωνυμίας, καθ´ ἣν ὁ Ἀκύλας «θρόνος σου, θεὲ» ἡρμήνευσεν, σαφῶς ἀντὶ τοῦ «ὁ θεὸς» «θεὲ» εἰπών, τὸ ἑβραϊκὸν ἐλωῒμ περιέχει. Κἀνταῦθα δὲ ὁμοίως ἐπὶ τοῦ « Διὰ τοῦτο ἔχρισέν σε, θεὲ» τὸ ἐλωῒμ παρείληπται, ὅπερ τὴν «ὦ θεὲ» κλητικὴν ἐδήλου πτῶσιν. Ἀντὶ δὲ τῆς ὀρθῆς καὶ εὐθείας τοῦ ὀνόματος, καθ´ ὃ εἴρηται «διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεὸς» τὸ ἑβραϊκὸν ἐλωὰχ περιέχει σφόδρα ἀπηκριβωμένως, ἵν´ ᾖ τὸ μὲν ἐλωῒμ κατὰ κλητικὴν πτῶσιν ἐξενηνεγμένον, δηλοῦν τὸ «ὦ θεέ», τὸ δὲ ἐλωὰχ «ὁ θεός σου» κατὰ τὴν εὐθεῖαν· ὥστε ἀκριβῶς ἔχειν τὴν φήσασαν ἑρμηνείαν «διὰ τοῦτο ἔχρισέν σε, ὁ θεός, ὁ θεός σου». Λευκότατα γοῦν ὁ λόγος διὰ τούτων, θεῷ προσφωνῶν, φησὶν αὐτὸν κεχρῖσθαι ὑπὸ τοῦ θεοῦ ἐλαίῳ ἀγαλλιάσεως παρὰ πάντας τοὺς πώποτε τῆς αὐτῆς αὐτῷ μετεσχηκότας προσηγορίας. ἔχεις τοιγαροῦν ἐν τούτοις σαφῶς θεὸν χριόμενον καὶ χριστὸν γινόμενον, οὐ μύρῳ σκευαστῷ οὐδ´ ὑπ´ ἀνθρώπων εἰς τοῦτο παριόντα, ἀλλ´ οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις παραπλήσιον. ὁ δ´ αὐτὸς οὗτος ἦν καὶ ἀγαπητὸς τοῦ θεοῦ καὶ γέννημα αὐτοῦ καὶ ἱερεὺς αἰώνιος καὶ σύνθρονος ἀνηγορευμένος τοῦ πατρός. Τίς δ´ ἂν οὗτος εἴη ἢ ὁ πρωτότοκος τοῦ θεοῦ λόγος, «ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸς ὤν, ὁ διὰ πάσης τῆς ἐνθέου γραφῆς θεολογούμενος, ὡς καὶ ἐν τοῖς ἑξῆς διὰ πλειόνων ὁ λόγος προϊὼν ἐπιδείξει. Τούτων δῆτα προτεθεωρημένων ἡμῖν περὶ τῆς τοῦ Χριστοῦ οὐσιώσεώς τε καὶ προσηγορίας, φέρε λοιπὸν ἀναλαβόντες τὴν προταθεῖσαν ὑπόθεσιν, δι´ ὅσων προφητικῶν προρρήσεων ὁ Χριστὸς ὀνομαστὶ προεκηρύττετο, θεασώμεθα. |
Les raisons de l'avènement du Christil est appelé par les prophètes des Hébreux, Dieu, Seigneur et pontife du Dieu du monde. Le motif de sa venue parmi les hommes fut de ramener à la connaissance du Père l'homme qui l'avait abandonnée, de faire jouir de sa vie propre une créature à laquelle il appartenait par son origine, qu'il chérissait et avait créée a son image, de ramener à l'amitié de son père et en sa dépendance, celui pour lequel il s'abaissa jusqu'à s'incarner. Ainsi, pour abréger, ces considérations sur notre Sauveur et Seigneur Jésus-Christ seront confirmées par les prophètes des Hébreux, comme les témoignages qui en sont tirés le . montreront, les nouvelles Ecritures appuyant les anciennes, et l'autorité des évangélistes confirmant les prédictions des prophètes. Puisqu'il en est ainsi, il faut commencer par ce nom de Jésus et de Christ qui lui fut donné, et par les prophéties qui l'ont désigné par son nom. Examinons d'abord ce que signifie le nom de Christ, avant de réunir les témoignages des prophètes sur ce nom proposé à nos méditations. Toutefois je pense qu'il est nécessaire de considérer le nom de Christ et d'en pénétrer le sens, afin que rien ne nous échappe de ce que l'on recherche en ce titre. Un autre, en commençant parce qui s'offre de suite et ce qui se rapporte plus à notre sujet, eût dit que Moïse le premier a ordonné que les prêtres du Seigneur fussent oints d'un parfum soigneusement préparé, persuadé qu'ils devaient répandre autour d'eux une agréable odeur. En effet, les exhalaisons fétides plaisent aux puissances impures, comme la douceur des parfums à ceux qui chérissent la vertu. C'est pourquoi il était prescrit aux prêtres du temple d'offrir tous les jours des parfums, afin que l'air étant embaumé et purifié de tout miasme, une émanation divine saisit les adorateurs. Dans cette vue l'on composait un baume exquis pour l'action de ceux qui devaient présider publiquement le peuple, et Moïse le premier donna a ceux qui la recevaient le nom de christs. Or, cette onction n'était pas réservée au grand prêtreelle sanctifiait encore les prophètes et les rois à qui seuls il était permis d'y participer. Cette raison serait bien facile à exposer sans doute, mais elle est fort éloignée du sens sublime et divin du prophète. Notre maître admirable et vraiment pontife suprême, qui savait que la substance corporelle et terrestre ne diffère que par les qualités, que nul autre caractère ne distingue les parties qui la composent, et que dérivées du même principe matériel, toute chose est instable, demeure en une perpétuelle incertitude et tend rapidement à sa destruction, ne prit rien de ce qui fait la beauté du corps ou peut flatter les sensc'eût été la ruine de l'âme qui se serait alors inclinée vers la terre, car la multitude au corps efféminé, entraînée au gré de l'intempérance et du vice, prodigue les parfums et les ornements, tandis que l'âme exhale l'odeur des turpitudes et de la corruption ? de même que les amis de Dieu, au contraire, respirant la vertu, répandent par leur tempérance, leur justice et leur piété une bonne odeur bien supérieure à celle des aromates de la terre, et méprisent les parfums qu'exhale la matière. Convaincu de cette vérité, le prophète ne fit aucune attention particulière aux parfums et à l'encens ; mais il revêtit d'images corporelles des vérités supérieures et divines, parce qu'on n'eût pu comprendre autrement les choses divines. Or il est évident que c'est en ce sens qu'a parlé l'oracle sacré en disant (Ex., XXV,): Ayez soin d'exécuter tout d'après le modèle qui vous a été montré sur la montagne, » Ainsi en achevant les symboles qu'il appelle ordinairement types, il prescrit l'onction de parfum. El voici, autant qu'il est possible de l'expliquer, le sens sublime et profondément caché de cet oracleC'est que le bien seul de bonne odeur, seul désirable, est le principe de la vie et distribue à tout l'être et les qualités de l'être. Les Hébreux connaissaient ce principe unique de l'univers, le Très-Haut, le Dieu suprême et créateur du monde. Ils nomment esprit de Dieu la puissance du Dieu suprême et sans principe, puissance infinie, souverainement bonne et habile à distribuer la beauté sur les créatures. C'est pourquoi ils appellent christ et oint celui qui en reçoit l'influence. Par l'huile il ne faut entendre ici ni la compassion, ni la peine au sein des adversités, mais ce suc digne d'une plante, cette liqueur qui n'est mêlée d'aucune autre, qui ranime la lumière, qui soulage les travaux et les fatigues, qui réjouit ceux qui la font couler sur leurs membres; qui. semblable à la lumière laisse échapper des éclairs, qui fait resplendir le visage de ceux qui en usent, ainsi que le marque l'Ecriture, en disant : «Pour embellir son visage à l'aide de parfums» ( Ps. CIII, ). L'Ecriture applique cette comparaison à la puissance du Dieu suprême, du prince et du roi du mondeet celui qui le premier a reçu l'onction de sa main, qui participe à la bonne odeur incommunicable de la Divinité dont il sort, le Verbe Dieu, son Fils unique, nommé Dieu de Dieu par participation avec le Dieu qui l'a engendré. Être sans principe, sans commencement et au dessus de lui, elle l'appelle le Christ et l'oint du Seigneur. Aussi dans les psaumes une prédiction s'adresse-t-elle ainsi à celui que le Père a oint : « Votre trône, Dieu, est un trône éternel; le sceptre de l'équité est le sceptre de votre empire ; vous avez aimé la justice, et haï l'iniquité, aussi Dieu, votre Dieu vous a oint d'une huile de joie au-dessus de tous ceux qui y participent avec vous» (Ps. XLV, ). La nature de l'huile est simple, tandis que celle du parfum indiqué est un composé de plusieurs substances: ainsi la puissance suprême et éternelle du roi de toute existence, quoique simple et sans aucun mélange, est désignée sous le seul terme d'huile. Or, comme elle peut aussi comprendre plusieurs points divers, comme la force et la royauté, la providence, le discernement, l'amour des hommes et leur salut, et mille autres rapports que l'intelligence saisira, le pouvoir de faire le bien a été sagement comparé au baume dont le grand prêtre était oint, suivant les saintes lettres. Moïse, qui le premier eut l'honneur de voir les mystères des choses divines et ceux du premier et du seul oint, du grand pontife de Dieu, qui lui furent manifestées en ses révélations, reçut l'ordre d'établir sur la terre des images sensibles et des symboles de ce qu'il avait vu dans les ravissements, afin que ceux auxquels il s'adressait pussent méditer sur les symboles, jusqu'au temps de l'initiation à la vérité. Après avoir choisi parmi les hommes de la terre le juste propre à être le prêtre du Seigneur, le premier il l'appela christ, en s'élevant à l'intelligence des choses célestesil le déclare élevé au-dessus des autres hommes par l'onction de suavité qu'il a reçue, et proclame ainsi avec clarté que toute nature créée et surtout la nature humaine si fort délaissée de la puissance incréée, a besoin de la bonne odeur d'un être supérieur, mais pour celle de l'être éternel et suprême. nul ne peut y prétendre, car c'est à son Fils unique et premier-né que ce don est réservé, et ceux qui le suivirent ne purent participer à ses biens que par la communication du second être. Le parfum mosaïque était donc le symbole de l'esprit divincar il y a des divisions de grâces, mais l'esprit est le même» (I Cor., XII, ). Le législateur pensait que les prêtres, les prophètes et les rois devaient désirer d'y participer comme consacrés à Dieu non pour eux seuls, mais pour tout le peuple. Or, établissons ici une preuve convaincante du sens tout divin des symboles de Moïse et de la possibilité d'appeler christs ceux qui avaient reçu l'esprit divin sans cette onction des parfums sensibles. Lorsqu'au CIVI ps. David raconte l'histoire d'Abraham, d'Isaac et de Jacob, ces patriarches pieux, qui ont vécu avant les jours de Moïse, il les appelle christs seulement pour l'effusion de l'esprit divin qu'ils ont reçu. En effet, quand il raconte comment ils ont reçu l'hospitalité des étrangers, et comment dans leurs dangers ils ont été secourus de Dieu selon le récit de Moïse, il les nomme prophètes et christs, bien que Moïse n'existât pas encore et que l'on ignorât le parfum qui fut composé par ses ordres. Voici comment s'exprime le saint roi : « Souvenez-vous des merveilles qu'il a opérées, des prodiges de sa puissance, et des jugements de sa bouche, race d'Abraham, ses serviteurs, fils de Jacob, ses élus. Il est notre Seigneur, notre Dieu ; ses jugements embrassent toute la terre. Il s'est toujours souvenu de son alliance, de la promesse qu'il a étendue aux générations innombrables et qu'il a jurée à Abraham » (Ps.ClV, ). Il se rappelle le serment qu'il a fait à Isaac. Il a confirmé celte alliance à Jacob par un décret irrévocable, et il l'a renouvelé à Israël pour découvrir une alliance éternelle en disant: «Je vous donnerai la terre de Chanaan pour la part de votre héritage ; » et ils errèrent de nations en nations et de peuples en peuples. Il ne permit pas que l'homme leur fît outrage ; et il dit aux rois à leur sujet: «Ne touchez pas à mes christs, et n'offensez pas mes prophètes.» Ainsi parle David. Moïse désigne de la manière suivante les rois que Dieu menaça : « Et le Seigneur frappa de très-grandes plaies Pharaon et sa maison, à cause de Sara la femme d'Abraham.» Il dit encore au roi de Gérase (Gen, XII, ) : « Dieu s'offrit à Abimélech la nuit durant son sommeil, et dit: vous allez mourir à cause de la femme que vous avez enlevée » (Ibid. XX, ). C'était celle d'Abraham. Il ajoute plus loin : « Maintenant rendez celle femme à son mari, parce qu'il est prophète, et il priera pour vous. » Ainsi David, ou plutôt l'Esprit saint, par sa bouche, appelle christs les anciens amis et prophètes du Seigneur, quoique l'onction sensible n'eût pas coulé sur leur tête. Comment, en effet, eût-elle coulé, puisque Moïse établit cet usage dans des temps postérieurs. C'est ainsi que s'exprime Isaïe, lorsqu'il annonce que le Christ sera envoyé de Dieu aux hommes comme libérateur et sauveur, qu'il tiendra annoncer aux âmes captives leur délivrance et le recouvrement de la vue aux aveugles spirituels. Le prophète apprend qu'il est christ, oint, non ne ce parfum matériel, mais du parfum intelligible et divin de l'essence du Père, el non pas de la main des hommes, mais par la grâce du Père. Il dit donc en la personne du Christ : « L'Esprit du Seigneur repose sur moi ; aussi il m'a oint; il m'a envoyé évangéliser les pauvres et annoncer la délivrance des pécheurs et la lumière aux aveugles » (Isaïe. LXI, ). Ainsi d'abord, conforme en cela a David, Isaïe dit que celui qui viendra parmi les hommes, qui annoncera la délivrance des pécheurs et la guérison des aveugles, est christ, non pas par l'action d'un parfum composé par les hommes, mais par l'effusion de la puissance éternelle et souverainement parfaite du Père. Suivant l'usage des prophètes, Isaïe parle encore des événements comme s'ils étaient écoulés et les manifeste en sa personne. Jusqu'ici nous avons reconnu que le nom de christ appartenait à ceux qui étaient oints de la main de Dieu et non pas des hommes, de l'Esprit saint, et non d'un parfum matériel. Voici le moment de considérer comment le texte hébreu établit que le Christ de Dieu a une puissance divine bien supérieure à la nature humaine. Ecoutez David déclarer au CIXe psaume qu'il a vu le pontife éternel de Dieu l'appeler son Seigneur, et qu'il était assis sur le trône du Père suprême. Il parle ainsi : « Le Seigneur a dit à mon SeigneurAsseyez-vous à ma droite jusqu'à ce que je réduise vos ennemis à vous servir de marchepied. Le Seigneur va faire sortir de Sion le sceptre de votre autorité, et vous établirez votre empire au milieu de vos ennemis. Au jour de votre force la puissance vous appartiendra, au milieu de la splendeur de vos saints. Je vous ai engendré avant l'aurore. Le Seigneur l'a juré, et il ne révoquera pas son serment. Vous êtes le prêtre éternel selon l'ordre de Melchisédech » (Ps.CIX) Or, remarquez que c'est David, le roi de la nation juive, qui, outre la royauté, était relevé par l'inspiration divine, qui comprend tellement la grandeur el l'éclat merveilleux de celui qu'il annonce et qu'il a vu en esprit, qu'il rappelle son Seigneur. « Le Seigneur, dit-il, a dit à mon Seigneur. » II le reconnaît même pontife éternel, prêtre du Très-Haut, assis sur le trône du Dieu de l'univers, et son fils chez les Hébreux. On ne pouvait sans l'onction être prêtre de Dieu ; c'est pourquoi leur coutume était de nommer christs tous les prêtres. Ainsi donc le christ qui est désigné en ce psaume sera prêtre. Comment en effet serait-il reconnu prêtre, au témoignage du prophète, s'il n'était christ d'abord? En outre., il est prêtre pour l'éternité, nouveau caractère qui ne peut convenir à la nature humaine; car l'éternité ne saurait appartenir à l'homme, puisque notre race est caduque et mortelle. Il est donc bien relevé au-dessus de l'homme, le prêtre de Dieu indique en ce psaume, qui a reçu du Seigneur un sacerdoce éternel et infini, confirmé par serment. « Le Seigneur, dit le psalmiste, l'a juré, et il ne révoquera pas son serment«vous êtes le prêtre; éternel selon l'ordre de Melchisédech. » Puisque Melchisédech, au récit de Moïse, fut prêtre du Très-Haut sans l'onction des parfums matériels, avant l'alliance que promulgua le législateur, et dont la vertu surpassa celle de cet Abraham si vanté. Moïse dit en effet (Genèse, XIV, ) : « Melchisédech, roi de Salem, prêtre du Très-Haut, bénit Abraham. » Or, dit l'apôtre (Hébreux, VII, ), il est sans difficulté que celui qui est supérieur bénira celui qui est au-dessous de lui, puisque ce Melchisédech, quel qu'il soit, est introduit, non pas oint d'un parfum matériel, mais consacré au Dieu Très-Haut. Il faut que le prêtre, selon l'ordre de Melchisédech, que David annonce, soit grand et au-dessus de toute nature, comme prêtre du Dieu suprême, assesseur de la puissance incréée. Seigneur du roi-prophète, prêtre du Père enfin, mais pour l'éternité. L'apôtre dit donc, en expliquant ce qui concerne ce passage : « Dieu voulant faire concevoir avec plus de certitude aux héritiers de ses promesses la fermeté immobile «le sa résolution, employa le serment, afin que, appuyés sur deux choses inébranlables, par lesquelles il est impossible que Dieu trompe, nous eussions une très-grande consolation. » Et plus bas: «Les autres prêtres ont été établis sans serment, et celui-ci l'а été avec serment par celui qui lui a dit: « Le Seigneur l'a juré, et il ne révoquera pas son sermentVous êtes le prêtre éternel, selon l'ordre de Melchisédech. Il y a eu, sous la loi, plusieurs prêtres, parce que la mort les empêchait de servir toujours ; mais celui ci, vivant éternellement, possède un sacerdoce éternelde là vient qu'il peut toujours sauver ceux qui s'approchent de Dieu par son entremise ; car il vit toujours pour intercéder pour nous. » La puissance divine, qui entretient les existences et anime les substances spirituelles, selon les oracles des Hébreux, n'est pas consacrée au Dieu suprême par un parfum terrestre et destiné à l'homme, mais elle est établie par une onction plus digne, par la vertu et la puissance divine, pour être ministre du Dieu de l'univers. Celui donc qu'annonce ce psaume est évidemment prêtre éternel et Fils du Très-Haut, comme engendré par le Très-Haut lui-même et assesseur de sa royauté. Il a été montré que le Christ annoncé par Isaïe ne reçoit pas des hommes l'onction du sacerdoce, mais qu'il tient du Père l'effusion de l'Esprit saint, envoyé qu'il est pour délivrer les hommes de leurs iniquités. Moïse le vit dans une manifestation de l'Esprit divin, et il établit des images et des symboles de sa glorieuse prérogative. Pour suppléer à l'effusion de l'Esprit, il répandit le baume sur celui qu'il avait choisi pour être prêtre, et lui appliqua, par ressemblance avec le véritable, le nom de Christ et d'oint du Seigneur. Or, pour confirmer la vérité de ce que j'avance, quel témoin plus digne de foi que Moïse lui-même? Il nous apprend dans un de ses livres que le Dieu et le Seigneur qui lui révélait ses volontés, lui ordonna d'établir sur la terre un culte sensible, image des visions célestes dont il avait été favorisé, et symbole corporel des choses incorporelles et intelligibles. Le législateur figura donc en ce culte les offices des anges et des vertus des cieux, l'oracle sacré lui avant dit (Exode, XXV,): « Vous ferez tout d'après le modèle qui vous a été offert sur la montagne. » Ainsi, entre autres instituions, il établit un grand prêtre qu'il sacra d'un parfum matériel, et forma ainsi un christ figuratif et emblématique, l'image du Christ du ciel et du pontife, et non pas le Christ et le pontife véritable. Du reste, que !e Christ véritable ne fût pas homme, mais le Fils de Dieu, orné de mille dons par la droite du Père, et bien supérieur à la substance mortelle de l'homme et à toute intelligence créée, c'est ce que je crois avoir établi. Toutefois, il faut ajouter à ce qui a été exposé précédemment, que, dans le psaume XLIVe, dont l'inscription est pour le bien-aimé et ceux qui seront changés, le même David appelle en même temps celui qu'il désigne Dieu, Roi et Christ, en disant : « Mon cœur a laissé échapper la parole excellente, heureuse, j'adresse mes cantiques au roi: ma langue obéit comme la plume a l'écrivain rapide. Vous surpassez en beauté les enfants des hommes. » Puis il ajoute : «Votre trône, Dieu, est un trône éternel; le sceptre de l'équité est le sceptre de votre empire. Vous avez aimé l'équité et haï l'injustice; aussi le Dieu, votre Dieu, vous a sacré d'une huile de joie au-dessus de tous ceux qui y participent avec vous.» Remarquez avec attention comment, d'après l'inscription du psaume, le prophète indique dès l'abord qu'il parlera du bien aimé, afin d'exciter l'auditeur à comprendre ce qui sera dit; puis il expose toute l'ordonnance du cantique, en ajoutant : « pour ceux qui seront changés» ainsi fait-il comprendre ce qui précède pour le bien-aimé. Or, que représentent ces hommes qui seront changés et que ce psaume concerne, sinon ceux qui doivent abandonner leur première vie et leurs mœurs antiques pour embrasser la vie nouvelle que leur a annoncée celui qui est l'objet de celle prophétie ? C'est lui qui est le bien-aimé du Seigneur, et c'est pour atteindre sa hauteur que le prophète nous dit dès l'abord qu'il faut de l'intelligence ; que si vous doutez encore qu'il soit ce bien- aimé dont il est question ici, les premières paroles du psaume vous le feront comprendre :« Mon cœur a laissé échapper la parole excellente. » On peut dire que ce passage s'applique au Verbe qui, dès le commencement, est en Dieu, et dont le grand évangéliste dit ces belles paroles : « Au commencement était le Verbe, et le Verbe était en Dieu, et le Verbe était Dieu. » Proféré en la personne du Père et du monde entier, ce passage : « Mon cœur a laissé échapper la parole excellente, » désigne le Verbe de Dieu, Fils unique du père qui a engendré, non par émission, par division, ni par retranchement ou par un appauvrissement de sa substance, ni par quelques-uns de ces moyens reconnus en la nature corporelle. De. telles pensées seraient impies et bien éloignées de la vérité de cette génération ineffable; mais il faut prendre ces paroles suivant ce que nous avons déjà compris, et comme . lorsque le Verbe est dit engendré du sein de Dieu et avant l'aurore, nous l'entendons dans un sens figuré d'après la spéculation seule, il faut comprendre de même ce passageMon cœur a laissé échapper la parole excellente. L'esprit de Dieu ne le suggère, en effet que dans le sens spirituel, et il est nécessaire d'ajouter cette parole usitée en chacun des mystères que l'on développe, et qui est pleine de piété : « Qui exposera sa génération . » Car si les divines Écritures empruntent à notre langage mortel et limité comme nous, les termes de naissance du fils et de sein du père, il ne faut les prendre que dans le sens des mystères divins et suivant l'usage des allégories. De même on peut dire que ces parolesMon cœur a laissé échapper la parole excellente s'appliquent à la formation et à la substantialité du premier verbe, puisqu'il n'est pas possible d'entendre diversement le cœur qui est en nous et celui du Dieu suprême. On pourra dire encore que celui qui est désigné dans le psaume est le Verbe qui au commencement était en Dieu et qui est nommé parole excellente, comme engendré d'un père souverainement bon; mais en avançant un peu dans le psaume, nous trouverions que celui qui est annoncé le bien-aimé de Dieu a été oint, non par Moïse ou quelque autre des hommes, mais par le Dieu suprême, le Créateur de l'univers, son pète. En effet, le prophète dit plus loin : « Aussi le Dieu, notre Dieu vous a sacré d'une huile de joie au dessus de tous ceux qui y participent avec vous. » Or, quel autre nom que celui de Christ donnera-t-on à celui qui a été oint par le Dieu souverain? Ainsi nous connaissons les deux noms de celui qui est annoncé Christ et bien–aimé, tandis que l'auteur de cette onction n'en a qu'un seul. Le prophète nous apprend aussi pourquoi il dit que celui dont il parle est oint de l'huile de l'allégresse, et chacun pourra reconnaitre soi-même ce motif en parcourant rapidement le psaume et surtout en examinant le sens des vérités qu'il contient. Ce psaume adresse au Christ dont il vient d'annoncer la venue, ces magnifiques paroles que nous avons déjà citées : « Votre Dieu, est un trône éternel, le sceptre de l'équité est le sceptre de votre empire, vous avez aimé la justice et haï l'iniquité, aussi le Dieu votre Dieu vous a sacré d'une huile de joie au-dessus de tous ceux qui y participent avec vous. » Or examinez si ce n'est pas évidement à Dieu qu'il s'adresse : « Vous, Dieu, dit-il, et non ô Dieu, votre trône est éternel, et le sceptre de l'équité est le sceptre de votre empire. Parce que vous, le Dieu, vous avez chéri la justice et haï l'iniquité, pour cela le Dieu, votre Dieu, vous a oint et vous a établi Christ au-dessus de tous ceux qui y participent avec vous. » Ce passage est encore plus frappant dans l'hébreu qu'Aquila traduit fort exactement de la manière suivante : « Votre trône, ô Dieu, est établi dans le temps et au delà le sceptre de justice est le sceptre de votre puissance, vous avez chéri la justice et détesté l'impiété; pour cela le Dieu, votre Dieu, vous a oint de l'huile de joie préférablement à ceux qui vous entourent. » Au lieu de ces mots: le Dieu, votre Dieu, le texte hébreux porte : « Ô Dieu, votre Dieu, de sorte que le passage est ainsi conçu« Ô Dieu, vous avez aimé la justice et haï l'iniquité, aussi, à Dieu, le Dieu souverain et suprême qui vous a sacré Dieu,» de sorte qu'il y a un consacré et un consécrateur qui le précède, Dieu de toute créature et du consacré lui-même ; ce qui deviendra plus sensible encore à celui qui examinera le génie de l'hébreu; car, au lieu du nom qu'Aquila traduit, votre trône, ô Dieu, en substituant ô Dieu, à ce mot le Dieu, l'hébreu dit: Eloïn; de même dans le passageAussi il vous a oint, ô Dieu, il y a Eloïn, ce qui est la désinence du vocatif ô Dieu. Mais pour la désinence simple du nom, quand il est ditaussi Dieu, le Dieu, vous a oint, l'hébreu met Eloach, et c'est avec justesse, car Eloïn étant le vocatif, se traduit par ô Dieu, tandis qu'Eloach, le nominatif, désigne le Dieu ; de sorte que cette traduction est fort exacteAussi le Dieu, votre Dieu, vous a oint. L'oracle saint s'adresse manifestement à Dieu, et dit qu'il a été oint de Dieu de l'huile d'allégresse, préférablement à tous ceux qui partagent avec lui le nom de christ. Voilà donc clairement ce Dieu qui est oint et qui devient Christ non par un baume matériel, non de la main des hommes ni comme les autres hommes. Or c'est lui même qui est appelé le bien-aimé du Père, son Fils, le pontife éternel et l'assesseur de la gloire du Père. Mais quel est-il enfin, sinon le Verbe premier-né de Dieu, celui qui au commencement était Dieu en Dieu, et dont la divinité est déclarée par toutes les divines Ecritures, comme cet ouvrage le montrera longuement dans la suite. Après ces considérations sur la substantialité et le nom du Christ, nous reprendrons le plan tracé, et nous examinerons quelles sont les prophéties qui ont prédit le Christ par son nom. |
ιςʹ. Δι´ ὅσων προφητικῶν γραφῶν ὁ Χριστὸς ὀνομαστὶ προεκηρύττετο. Ἀπὸ τοῦ βʹ Ψαλμοῦ. «Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». Οἷς ἑξῆς ἐπιλέγει· «ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ´ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγελῶν τὸ πρόσταγμα κυρίου. Κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ´ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». Σαφέστατα καὶ διὰ τούτων τὸ θεῖον πνεῦμα τὸν Χριστὸν ἀναφωνεῖ, υἱόν τε αὐτὸν ἀποκαλεῖ τοῦ θεοῦ κατὰ τὰ προηγορευμένα, ὁμοῦ καὶ ἐπιβουλήν τινα ἔσεσθαι κατ´ αὐτοῦ σημαίνει, καὶ τῶν ἐθνῶν τὴν δι´ αὐτοῦ γενομένην κλῆσιν προκηρύττει· ἅπερ διαρρήδην αὐτοῖς ἔργοις ἐπὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ τῶν πραγμάτων ἐπέδειξεν ἔκβασις, εἰσέτι τε νῦν ἔθνη καὶ λαοὶ βασιλεῖς τε καὶ ἄρχοντες οὔπω παύονται τῆς κατά τε αὐτοῦ καὶ τῆς διδασκαλίας αὐτοῦ συσκευῆς. Εἰ δ´ ἐπὶ μέλλοντα χρόνον ἀναφέροιεν ταῦτα οἱ ἐκ περιτομῆς, ὥρα τὸν προσδοκώμενον αὐτοῖς Χριστὸν ἐπιβουλευθήσεσθαι αὖθις ὁμολογεῖν, κατὰ τὸ παρὸν λόγιον φάσκον· « Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». Ὅπερ οὐκ ἂν δοῖεν, δυνάστην τινὰ μέγαν καὶ βασιλέα αἰώνιον καὶ λυτρωτὴν ἑαυτῶν ἔσεσθαι τὸν ἥξοντα Χριστὸν προσδοκῶντες. Εἰ γὰρ δὴ κἀκεῖνος ἐλθὼν τὰ ὅμοια πάθοι τῷ ἐληλυθότι, καὶ τί μὴ μᾶλλον ἐκείνῳ ἢ τούτῳ πιστευτέον ἢ ἀπιστητέον; εἰ δ´ ἐντεῦθεν ἀποκλεισθέντες ἐπὶ τὸν Δαβὶδ ἤ τινα τῶν ἐξ αὐτοῦ γενομένων βασιλέων τοῦ Ἰουδαίων ἔθνους ἀναφέροιεν τὸν χρησμόν, καὶ οὕτω δεικτέον, ὡς οὔτε Δαβὶδ οὔθ´ ἕτερός τις τῶν πώποτε παρ´ Ἑβραίοις διαφανῶν ἱστόρηται οὔθ´ υἱὸς χρηματίσας τοῦ θεοῦ, οὔθ´ ὑπὸ τοῦ θεοῦ γεγεννημένος κατὰ τὸν ἐν τῷ ψαλμῷ θεσπιζόμενον, οὐδ´ ἄρα ὑπὸ πάντων τῶν ἐθνῶν καὶ βασιλέων ἀρχόντων τε καὶ λαῶν ἐπιβεβουλευμένος. Εἰ δ´ οὐδεὶς ἐκείνων δείκνυται, αὐτοῖς δὲ ἔργοις συνίσταται ταῦτα πάντα καὶ πάλαι μὲν ὑπομείνας καὶ νῦν δὲ ἔτι καὶ σήμερον ὑπό τε βασιλέων καὶ ἀρχόντων ἐθνῶν τε καὶ λαῶν πολεμούμενος ὁ Χριστὸς τοῦ θεοῦ, τί τὸ ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι τὸν προφητευόμενον διὰ τοῦ φήσαντος λογίου· « Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». Μόνῳ δὲ αὐτῷ καὶ τὰ ἐπιφερόμενα ἁρμόττοι ἂν τοῦ ψαλμοῦ δι´ ὧν εἴρηται· « Κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ´ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». Καὶ γὰρ καὶ ταῦτα ἀναμφίλεκτον ἐπὶ μόνου αὐτοῦ τὴν ἔκβασιν τῆς προφητείας ἀνείληφεν, ὅτε τῶν αὐτοῦ μαθητῶν «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». Διαρρήδην δὲ τὸν Χριστὸν ὀνομάζει προαγορεύσας ὁ λόγος, ὡς ἂν ἐξ αὐτοῦ προσώπου διδάσκων αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, διὰ τοῦ « Κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε». ᾧ παραθήσεις καὶ τὸ ἐν Παροιμίαις πάλιν ἐξ αὐτοῦ προσώπου ὧδέ πως εἰρημένον· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», τό τε ἐν ρθʹ ψαλμῷ πρὸς τοῦ πατρὸς αὐτῷ προσπεφωνημένον κατὰ τὸ « Ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε». Ἐπίστησον δέ, ὡς ἕνα καὶ τὸν αὐτὸν ὀνομαστὶ Χριστὸν ὁμοῦ καὶ υἱὸν θεοῦ ὑπ´ ἀνθρώπων ἐπιβουλευόμενον, καὶ κλῆρον τὰ ἔθνη ληψόμενον, περάτων τε γῆς κρατήσοντα θεσπίζουσιν αἱ ἱεραὶ γραφαί, δυσὶ τεκμηρίοις τὴν εἰς ἀνθρώπους οἰκονομίαν αὐτοῦ σημαίνουσαι, διά τε τῆς κατ´ αὐτοῦ συσκευῆς καὶ διὰ τῆς ὑπ´ αὐτὸν τῶν ἐθνῶν ὑποταγῆς. Ἀπὸ τοῦ ιθʹ Ψαλμοῦ. «Πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου. Νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ.» Ἐπεὶ πρόκειται νῦν παραστῆσαι δι´ ὅσων ὀνομαστὶ ὁ Χριστὸς ἐν ταῖς προφητείαις ἀνηγόρευται, εἰκότως καὶ ταῦτα παρατίθεμαι ἐναργῶς κηρύττοντα τὸν Χριστόν. Ὅλος δὲ ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀνδρῶν εὐχὴν ἀναπέμπει εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον. Ἐπειδὴ γὰρ δι´ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν πᾶσαν ἀνεδέξατο ὕβριν ἐνανθρωπήσας, εὐχομένῳ αὐτῷ καὶ δεομένῳ τοῦ πατρὸς ὑπὲρ ἡμῶν διδασκόμεθα συνεύχεσθαι, οἷα δὴ τοὺς καθ´ ἡμῶν πολέμους εἴτε ὁρατοὺς εἴτε καὶ ἀοράτους ἀμυνομένῳ. Διὸ καί φαμεν 〈ἐν〉 νῷ πρὸς αὐτὸν ἀπὸ τοῦ ψαλμοῦ οὕτως ἔχοντα· «ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεώς σου, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου». Εἶτ´ ἐπειδήπερ ἐστὶν οἰκεῖον αὐτῷ, ἅτε μεγάλῳ ὄντι ἀρχιερεῖ, τὰς ἐν δοξολογίαις καὶ θεολογίαις πνευματικὰς ἱερουργίας ὑπὲρ ἡμῶν ἐκτελεῖν, καὶ ἐπειδήπερ οἷά τε ἱερεὺς αὐτός τε ἑαυτὸν καὶ ὃν ἀνείληφεν ἀπὸ γῆς ἄνθρωπον ὑπὲρ ἡμῶν ὁλοκαύτωμα προσανήνεγκεν τῷ θεῷ καὶ πατρί, διὰ τοῦτό φαμεν αὐτῷ· « Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω». Καὶ ἐπεὶ πάντα ὅσα βουλεύεται σωτήριά ἐστιν καὶ ὠφέλιμα [ἐν] τῷ κόσμῳ, εἰκότως ἐπιφωνοῦμεν αὐτῷ, « Δῴη σοι κύριος κατὰ τὴν καρδίαν σου» λέγοντες, « Καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι». Οἷς ἑξῆς τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ ὁμολογοῦντές φαμεν· «ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου». Σωτήριον γὰρ τοῦ Χριστοῦ τί ἂν ἕτερον νοοῖτο, εἰ μὴ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, δι´ ἧς καὶ πάντας τοὺς πρὶν ἐκπεπτωκότας ἀνίστησιν; ὅθεν φαμέν· «καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα, καὶ πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου». Ἐπὶ πᾶσι τούτοις διδασκόμεθα λέγειν τὸ «νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ», μὴ πάλαι τοῦτο εἰδότες, εἰ μὴ ὅτε πρότερον τὸ σωτήριον αὐτοῦ συνήκαμεν, τῆς ἀναστάσεως αὐτοῦ τὴν δύναμιν κατανοήσαντες. Ἀπὸ τοῦ κζʹ Ψαλμοῦ. «Κύριος κραταίωμα τοῦ λαοῦ ἐστιν καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν.» Καὶ ὁ μετὰ χεῖρας ψαλμὸς εἰς τὸν Χριστὸν ἀναφέρεται, αὐτοῦ δὴ τοῦ Χριστοῦ περιέχων εὐχήν, ἣν παρὰ τὸν τοῦ πάθους προσηύξατο καιρόν. Διὸ ἐν μὲν τῇ καταρχῇ τοῦ ψαλμοῦ φησιν· «πρὸς σέ, κύριε, ἐκέκραξα· ὁ θεός μου, μὴ παρασιωπήσῃς ἀπ´ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον». Πρὸς δὲ τῷ τέλει τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ θεσπίζει λέγων· « Εὐλογητὸς κύριος, ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ´ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ». Ἐφ´ οἷς τὸ θεῖον καὶ προφητικὸν πνεῦμα ἐπιλέγει· « Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν», παιδεῦον ἡμᾶς, ὅτι δὴ πάντα τὰ ἐν ταῖς θείαις γραφαῖς ἀνάγραπτα τοῦ Χριστοῦ θαυμάσια, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γενόμενα, εἴτε οὖν μαθήματα εἴτε γράμματα εἴτε κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ μυστήρια νῦν ὀνομαζόμενα, νεύματι καὶ δυνάμει γεγένηται τοῦ πατρός, ἐν ἅπασι τοῖς παραδόξοις καὶ σωτηρίοις λόγοις τε καὶ ἔργοις ὑπερασπίζοντος τοῦ ἰδίου Χριστοῦ. Ἀπὸ τοῦ πγʹ Ψαλμοῦ. «Ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεὸς καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὅτι κρεῖσσον ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.» Οἱ ἐπιστάμενοι τὸν Χριστὸν τοῦ θεοῦ ὄντα λόγον καὶ σοφίαν καὶ φῶς ἀληθινὸν καὶ ζωήν, ἐπεὶ τὴν ἐνανθρώπησιν αὐτοῦ συννοήσαντες, κατεπλάγησαν τὸ παράδοξον τοῦ θελήματος, ὥστε ἀνειπεῖν· « Καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ´ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη», εἰκότως παρακαλοῦσι τὸν θεὸν ἐπιβλέψαι εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ, τὸ δι´ ἡμᾶς ἠτιμωμένον καὶ καθυβρισμένον, ἵλεώ τε ἡμῖν γενέσθαι δι´ αὐτόν, ἐπεὶ « Τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται». Ταῦτα δ´ ἱκετεύουσι, μονονουχὶ ποθοῦντες καὶ ἐν εὐχῇ τιθέμενοι τὸ πρόσωπον τῆς δόξης ἰδεῖν τοῦ Χριστοῦ καὶ τὴν ἡμέραν τοῦ φωτὸς αὐτοῦ θεάσασθαι· αὕτη δὲ ἦν ἡ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἥντινα, μίαν οὖσαν καὶ μόνην ὡς ἀληθῶς κυρίαν οὖσαν καὶ κυριακήν, κρείττονα εἶναί φασιν μυρίων ὅσων τῶν κοινοτέρως νοουμένων ἡμερῶν, ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐν ἑορταῖς καὶ νουμηνίαις καὶ σαββάτοις, ἃς σκιὰν εἶναι ἡμερῶν ἀλλ´ οὐχ ἡμέρας ὁ θεῖος ἀπόστολος διδάσκει. Μόνη δὲ αὕτη ἡ μία κυριακὴ τοῦ σωτῆρος ἡμῶν ἡμέρα οὐκ ἐν παντὶ τόπῳ φωτίζειν ἀλλ´ ἐν μόναις ταῖς αὐλαῖς τοῦ κυρίου λέλεκται. Εἶεν δ´ ἂν αὗται αἱ κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Χριστοῦ ἐκκλησίαι, ἑνὸς οἴκου τοῦ θεοῦ τυγχάνουσαι αὐλαί, ἐν αἷς ἀγαπᾷ καὶ αἱρεῖται «παραρριπτεῖσθαι» ὁ τὰ τοιαῦτα εἰδώς, παρὰ πολὺ κρείττονα τὴν ἐν ταύταις διατριβὴν ἀποφηνάμενος τῆς ἐν τοῖς «σκηνώμασιν» τῶν «ἁμαρτωλῶν»· εἰ μὴ ... Τὰς τῶν Ἰουδαίων συναγωγάς, τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένας, ἢ καὶ τὰς τῶν ἀθέων ἑτεροδόξων καὶ τῶν ἄλλων ἀπίστων ἐθνῶν, 〈ὧν〉 πολὺ βελτίους εἶναι τὰς ἐκκλησίας τοῦ Χριστοῦ πᾶς ὁ ταύτας αἱρούμενος ἀποφαίνεται. Ἀπὸ τοῦ πηʹ Ψαλμοῦ. «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ» καὶ τὰ ἑξῆς. Οἷς ἐπιλέγει· « Μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου». Σαφῶς δὲ καὶ ἐν τούτοις ὁ Χριστὸς ὀνομαστὶ μνημονεύεται καὶ ἡ κατὰ τὸ πάθος αὐτοῦ προφητευομένη περίστασις. Ἐπὶ σχολῆς δὲ τὸν ὅλον ψαλμὸν βασανίζοντες παραστήσομεν, ὅτι ἐπὶ μηδέτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐφαρμόσαι ἂν τὰ προκείμενα. Ἀλλὰ καὶ δεύτερον Χριστὸς ὀνομαζόμενος τίνα ἄλλον ἢ τὸν αὐτὸν δηλοῖ, οὗ «τὸ ἀντάλλαγμα», δηλονότι τὴν ἐκκλησίαν, «ὠνείδισάν» τε καὶ εἰσέτι νῦν ὀνειδίζουσιν οἱ λεγομένοι τοῦ Χριστοῦ ἐχθροί; τὰ γοῦν τοῦ σωτῆρος ἡμῶν πάθη ἃ ὑπὲρ ἡμῶν ἀνεδέξατο, καὶ μάλιστα τὸν θάνατον καὶ τὸν σταυρόν, πᾶς ὁ τῆς Χριστοῦ διδασκαλίας πολέμιος ἐπονειδίζειν ἡμῖν εἴωθεν. Ἀπὸ τοῦ ρλαʹ Ψαλμοῦ. « Ὤμοσεν κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν, ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.» εἶθ´ ὑποβάς φησιν· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου». Κἀνταῦθα περὶ τοῦ «ἐκ σπέρματος Δαβὶδ» ὄμνυσιν ὁ κύριος, ὅπερ σπέρμα καὶ κέρας ὀνομάζει αὐτοῦ. Καὶ πάλιν ὀνομαστὶ τὸν Χριστὸν ἀναγορεύων, «λύχνον» φησὶν ἡτοιμακέναι αὐτῷ, τὸν προφητικὸν ὡς εἰκὸς λόγον τὸν προωδευκότα τοῦ Χριστοῦ, ὃς μόνος ἡλιακοῦ φωτὸς δίκην τοῖς πᾶσιν καθ´ ὅλης τῆς οἰκουμένης ἀνθρώποις ἀνατέταλκεν. Καὶ αὐτὸς δὲ ὁ Δαβὶδ λύχνος τῷ Χριστῷ προητοίμαστο, ὡς παραθέσει ἡλίου καὶ τελείου φωτὸς λύχνου τάξιν ἐπέχων. «ἐκεῖ δέ», φησίν, «ἐξανατελῶ κέρας», τὸν τόπον δηλῶν, ἔνθα σημαίνει τὸν Χριστὸν γεννηθήσεσθαι. Εὐξαμένῳ γὰρ τῷ Δαβὶδ τὸν τόπον τῷ πνεύματι προθεωρῆσαι τῆς γενέσεως τοῦ Χριστοῦ, φήσαντί τε « Εἰ εἰσελεύσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου· νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον· τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακὼβ» ἀποκαλύπτει τὸ θεῖον πνεῦμα τὸν ἐν Βηθλεὲμ τόπον. Διὸ ἐπιφέρει λέγων· « Ἰδοὺ ἠκούσαμεν αὐτὴν 〈ἐν〉 Ἐφραθά (αὕτη δέ ἐστιν ἡ Βηθλεέμ), εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ». Εἰκότως οὖν μετὰ τὴν τούτων φανέρωσιν ἐπιλέγει· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου», τάχα ἴσως καὶ τὸ ἐπὶ τῆς Βηθλεὲμ ἀναληφθὲν τῷ Χριστῷ σῶμα καθ´ ἑτέραν ὑπόνοιαν σημαίνων, ἐπειδὴ διὰ τοῦ σώματος, ὡς δι´ ὀστρακίνου σκεύους, ἐνοικήσασα ἐν αὐτῷ ἡ θεία δύναμις ὡς διὰ λύχνου τὰς τοῦ θείου καὶ λογικοῦ φωτὸς μαρμαρυγὰς εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους. |
DU PSAUME II. Le Christ est fréquemment désigné nommément comme l'objet des persécutions des rois et des princes, des nations et des peuples. Il est engendré de Dieu et appelé Fils de l'homme; il reçoit de son Père les nations et toute la terre en héritage. « Pourquoi les nations ont-elles frémi ? pourquoi les peuples ont-ils médité de vains complots? les rois de la terre se sont levés, et les princes se sont ligués contre le Seigneur et contre son Christ.» Il ajoute : « Mais moi, j'ai été établi roi par lui, sur Sion, sa montagne sainte, et je publie le décret du Seigneur. Le Seigneur m'a ditVous êtes mon fils; je vous ai engendré aujourd'hui. Demandez-moi, et je vous donnerai les nations pour héritage et la terre pour empire.» L'esprit de Dieu désigne ici fort clairement le Christ qu'il appelle le Fils de Dieu, comme le font les passages déjà cités; il annonce en même temps les complots que l'on tramera contre lui, et l'appel qu'il doit faire aux nations, prédiction que l'événement a confirmée dans notre Sauveur Jésus-Christ. Aujourd'hui encore les nations et les peuples, les rois et les princes ne cessent de tramer contre le Seigneur et contre sa doctrine. Et si les Juifs rapportent l'accomplissement de cet oracle à un autre temps, il faut donc qu'ils reconnaissent que le christ qu'ils attendent souffrira de nouveau, selon ces paroles: « Les rois de la terre se sont levés et les princes se sont ligués contre le Seigneur et contre son Christ. » Ce qu'ils n'admettront jamais, puisqu'ils espèrent que le christ à venir sera un grand prince, un roi éternel et le libérateur de leur nation. Car si celui-ci doit subir les mêmes épreuves, pourquoi croire ou rejeter l'un plutôt que l'autre. Exclus de cette allégation, s'ils rapportent l'oracle sacré à David ou a quelqu'un des rois juifs qui sont descendus de lui, il faudra démontrer que ni David, ni tout autre des Hébreux qui se sont jamais illustrés ne fut annoncé comme Fils de Dieu, ni comme engendré de Dieu, ainsi que celui que le psaume annonce, ni enfin comme exposé aux complots des nations et des rois, des princes des peuples. Si l'on ne cite aucun d'eux et s'il est établi par l'événement qu'autrefois le Christ de Dieu eut à essuyer les complots des rois et des princes, des nations et des peuples, et qu'il y est en butte aujourd'hui encore, pourquoi n'est-il pas celui que le prophète annonce quand il dit : « Les rois de la terre se sont levés el les princes se sont ligués contre le Seigneur et contre son Christ. » A lui seul encore se peuvent appliquer ces paroles du même psaume: « Le Seigneur m'a ditVous êtes mon fils, je vous ai engendré aujourd'hui ; demandez-moi et je vous donnerai les nations pour héritage et la terre pour empire, » Or la prophétie s'est accomplie en lui seul incontestablement, lorsque la vois de ses disciples s'est étendue dans toute la terre et que leurs paroles ont retenti jusqu'aux extrémités du monde. Le psaume nomme évidemment le Christ, quand il apprend qu'il est fils de Dieu, en parlant en son nom de la sorte : « Le Seigneur m'a ditVous êtes mon Fils ; je vous ai engendré aujourd'hui. » Comparez ce qui est dit en son nom encore dans les Proverbes;«Avant que les montagnes ne fussent affermies et que les collines ne s'élevassent, il m'a engendré (Prov. VII, ) ainsi que ce passage du psaume CIX où le Père lui dit: «Je vous ai engendré avant l'aurore.» Or, remarquez que les saintes lettres annoncent comme le seul el le même Christ et Fils de Dieu tout ensemble, celui qui sera circonvenu des hommes, qui recevra les nations en héritage et possédera les extrémités de la terre, montrant ses rapports avec les hommes par deux signes: par les complots formés contre lui et par la soumission des nations à sa puissance. Le Christ désigné nommément obtient de ion Père ce qu'il demande. « Que le Seigneur accomplisse vos vœuxmaintenant j'ai su que le Seigneur a sauvé son Christ ; il l'exaucera du haut du ciel. » Puisque nous nous proposons d'exposer ici combien souvent le Christ est désigné par son nom dans les prophéties, juste titre que nous citons ces paroles qui l'annoncent clairement. Du reste, tout le psaume adresse en la personne des saints des prières au Christ. Car, puisqu'après s'être fait homme il a supporté mille outrages à cause de nous et pour nous, nous apprenons à prier avec celui qui a prié et conjuré pour nous le Père, comme avec celui qui repousse les guerres visibles ou invisibles qui nous sont intentées. Aussi empruntons-nous les paroles de ce psaume pour lui direQue le Seigneur vous exauce au jour de la tribulation, que le nom du Seigneur de Jacob vous protège, qu'il vous envoie son secours de son sanctuaire et que de Sion il veille sur vous. Ensuite, comme il lui appartient en qualité de pontife suprême d'offrir pour nous les sacrifices spirituels de glorification el de prédication de l'essence divine, et comme, ainsi qu'un sacrificateur, il s'est offert en holocauste à Dieu le Père, lui et l'homme qu'il s'est uni sur la terre, nous lui disons encore : « Qu'il se souvienne de vos sacrifices et que votre holocauste lui soit agréable, parce que tout ce qu'il prépare est salutaire et utile au monde, » non ajoutons« Que le Seigneur vous donne selon votre cœur et qu'il remplisse tous vos désirs » Puis. nous confessons sa résurrection d'entre les morts et nous disons : « Nous nous réjouirons de votre salut. » Quel est le salut du Christ sinon sa résurrection qui a relevé les hommes de leur abaissement; aussi disons-nous encore : « Nous serons glorifiés par le nom de notre Dieu, et que le Seigneur accomplisse votre vœux. Enfin nous apprenons à dire maintenant j'ai su que le Seigneur a sauvé son fils » ; car nous n'avons reconnu cette vérité que lorsque nous avons reconnu son salut et compris la vertu de sa résurrection. Le christ est désigné par son nom; il a le Seigneur pour père et pour protecteur. Le seigneur est le soutien de son peuple et le protecteur ceux que son Christ a sauvés. Ce psaume se rapporte au Christ, il contient la prière que le Christ adressa à son Père au temps de sa passion. C'est pourquoi il est dit au commencement : « J'ai crié vers vous, Seigneur, mon Dieu, ne vous taisez pas, car je deviendrai semblable à ceux qui descendent dans le sépulcre.» A la fin le Psalmiste prédit la résurrection d'entre les morts : « Béni soit le Seigneur parce qu'il a écouté la voix de ma prière. Le Seigneur est ma défense et mon bouclier; mon cœur a espéré en lui et j'ai été secouru, et ma chair a reverdi et je le louerai en ma volonté. » l'Esprit divin et prophétique ajoute: « Le Seigneur est la force de son peuple et sa protection est le salut de son Christ. » Ainsi nous apprend-il que tout ce que racontent les divines Ecritures des merveilles du Christ opérées pour le salut des hommes, de son enseignement, de ses œuvres, ou des mystères de la résurrection dont il s'agit ici, s'est consommé par la volonté et la puissance du Père, protecteur fidèle de son Christ, dans les merveilles et les bienfaits de sa prédication et de ses œuvres. Le Christ, désigné par son nom, a Dieu pour protecteur; un jour, celui de la résurrection, et une maison de Dieu, qui est l'Eglise. « О Dieu, notre protecteur, jetez les yeux sur nous et regardez la face de votre Christ, parce qu'un jour passé dans votre demeure vaut mieux que mille jours. J'ai préféré être abaissé dans la maison du Seigneur, plutôt que d'habiter dans les tentes des pécheurs. » Ceux qui savent que le Christ de Dieu est le Verbe, la sagesse, la lumière véritable et la vie, et qui connaissent son incarnation, frappés d'étonnement pour un dessein si extraordinaire, s'écrient : « Et nous l'avons vu ; il était sans forme ni beauté, et son extérieur était méprisable et au-dessous de celui des fils des hommes. Homme de douleur et familiarisé avec la misère, il a été méprisé, parce qu'il a détourné le visage.» (Isaïe, LIII. ) Aussi conjurent-ils le Seigneur de regarder la face de son Christ, qui pour nous a été couverte de mépris et abreuvée d'outrages, et de se montrer favorable, parce qu'il a pris nos péchés sur lui et souffre pour nous. Ils le supplient ainsi comme embrasés du désir et demandant par leurs prières, de voir la face de la gloire du Christ et le jour de sa lumière. Ce jour est celui de sa résurrection d'entre les morts, jour seul et unique, jour véritablement grand, jour du Seigneur. Ils le disent préférable à ces innombrables jours ordinaires, ou même à ceux que Moïse a consacrés par les fêtes, les cérémonies et le sabbat, qui, au dire du grand Apôtre, ne sont que l'ombre du jour el non le jour lui-même. Seul jour de Dieu, le jour de noire Sauveur ne resplendit pas en tout lieu, mais seulement dans les parvis du Seigneur, c'est-à-dire dans les églises du Christ établies dans l'univers entier, les parvis du Dieu vivant. Celui qui a pénétré ces merveilles, aime et préfère leur avilissement et proclame que ce séjour en est bien meilleur que celui des tentes des pécheurs. Sous ce dernier caractère, il désigne la synagogue qui a rejeté le Christ, les réunions des impies d'une autre croyance, des nations incrédules. Et quiconque entrera dans l'Eglise du Christ, la trouvera bien préférable à ces assemblées. Le Christ désigné nommément doit souffrir le mépris et l'outrage; son changement; son peuple insulté par ses ennemis. « Cependant, Seigneur, vous avez repoussé, méprisé et rejeté votre Christ; vous avez détruit l'alliance de votre serviteur. Vous avez souillé son sanctuaire dans la poussière et le reste. » II ajoute« Souvenez-vous, Seigneur, des opprobres de vos serviteurs que je porte en mon sein ; des insultes des nations dont vos ennemis couvrent, dont ils chargent la face de votre Christ » (v. ). Le Christ est ici désigné nommément, ainsi que son affliction au jour de la passion. En son temps nous développerons le sens du psaume entier, pour établir que les détails n'en conviennent qu'à notre Sauveur et Seigneur. Cependant le Christ deux fois nommé, quel est-il, sinon celui dont le changement, c'est-à-dire l'Eglise a été et est encore couverte des opprobres, des ennemis du Christ ? Car tout ennemi de la doctrine du Christ nous reproche les souffrances que notre Sauveur a endurées pour notre salut et surtout sa mort et sa croix. Le Christ désigné nommément sort de la race de David; il est appelé la corne de David. Il confondra les Juifs ennemis et renouvellera la sanctification du Père. « Le Seigneur a fait à David un serment véritable ; ce serment est irrévocableJe placerai sur votre trône un fils qui naîtra de vous. Sur la fin il ajoute : « Là je signalerai la corne de Davidj'ai préparé le flambeau de mon Christ, je couvrirai ses ennemis de confusion, et ma sanctification resplendira sur lui. » Le Seigneur jure ici au sujet du rejeton de la race de David qu'il appelle la race; et sa corne. Il indique le Christ et avertit qu'il lui a préparé un flambeau. les prophéties, ce semble, dont fut précédé le Christ qui seul s'est levé comme un soleil sur nous Ici habitants de la terre. David lui-même, préparé comme flambeau du Christ, n'eut que l'éclat du flambeau par rapport à ce soleil et à celle lumière parfaite, « Là. dit-il, je signalerai sa corne, en désignant ainsi le lieu d'où il annonce que. le Christ doit naître. Car David ayant demandé de contempler en esprit le lieu de la naissance du Christ, et ayant dit : « Je ne monterai pas sur le lit de mon repos ; je n'accorderai pas le sommeil à mes yeux, ni l'assoupissement à mes paupières, et le repos à ma tête, jusqu'à ce que j'aie trouvé la demeure du Seigneur el le tabernacle du Dieu de Jacob, » l'Esprit saint lui désigne Bethléem, et le psalmiste ajoute : « Voici que nous avons appris qu'il était en Ephrain, c'est-à-dire en Bethleem. Nous l'avons trouvé dans des campagnes couvertes de forêts. Nous entrerons en son tabernacle, nous adorerons le lieu où se sont arrêtés ses pieds. » Aussi après la manifestation de ces circonstances, il ajoute: « Là je signalerai la corne de David ; j'ai préparé un flambeau à mon Christ. » Peut-être encore dans un autre sens désigne-t-il l'humanité dont le Verbe est revêtu à Bethléem, puis qu'à travers ce corps, de même qu'à travers un vase de terre, la vertu divine qui y résidait a répandu comme par une lampe les splendeurs de la lumière divine et spirituelle sur tous les hommes. |
Ἀπὸ τοῦ Ἀμώς. «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν, Ἰσραήλ, διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. Ἀκούσατε λόγον κυρίου, ὃν ἐγὼ λαμβάνω ἐφ´ ὑμᾶς, θρῆνον, οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκέτι προσθήσει τοῦ ἀναστῆναι· παρθένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτήν.» Ἕβδομον ἤδη τὸν Χριστὸν ὀνομαστὶ καταγγέλλων εἰς ἀνθρώπους ὁ θεός, στερεοῦν βροντὴν καὶ κτίζειν πνεῦμα λέγεται, τοῦ εὐαγγελικοῦ κηρύγματος βροντῆς διὰ τὸ εἰς πάντας ἀνθρώπους ἐξάκουστον ὀνομαζομένου, ὁμοίως δὲ καὶ τοῦ τοῖς ἀποστόλοις ἐμπνεύσαντος Χριστοῦ πνεύματος δηλουμένου· ὃ καὶ σαφῶς ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιδημίᾳ πεπλήρωται, ἐφ´ ᾗ ποιήσειν ὁ θεὸς ὄρθρον ὁμοῦ καὶ ὁμίχλην θεσπίζεται, τοῖς μὲν τὸ σωτήριον φῶς παραδεξαμένοις τὸν ὄρθρον, τοῖς δὲ ἀπειθήσασιν εἰς αὐτὸν τῶν ἐκ περιτομῆς τοὐναντίον. Οἷς καὶ τὴν ἐσχάτην ἀπόφασιν ὁ λόγος προκηρύττει, θρῆνον ἐπιλέγων τοῦ Ἰουδαίων ἔθνους, τὸν καὶ μετελθόντα αὐτοὺς παραυτίκα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ δυσσέβειαν. Ἐξ ἐκείνου γὰρ ἀληθῶς καὶ εἰς δεῦρο ὁ οἶκος Ἰσραὴλ πέπτωκεν, ὅρος τε ἅπαξ ὑπὸ τοῦ θεοῦ καὶ ἀπόφασις ἐξενήνεκται περὶ τοῦ πεσόντος αὐτῶν οἴκου τοῦ ἐν Ἱερουσαλήμ, καὶ κατὰ παντὸς αὐτῶν τοῦ συστήματος, ὡς μηκέτ´ ἀναστησομένων τῷ μηδὲ παρεῖναι τὸν ἀνιστῶντα αὐτούς. «οὐκ ἔστιν» γοῦν, φησίν, «ὁ ἀνιστῶν αὐτήν». Ἐπεὶ γὰρ ἐλθόντα τὸν Χριστὸν τοῦ θεοῦ οὐ προσήκαντο, εἰκότως αὐτοὺς καταλιπὼν ἐπὶ πάντα μετέστη〈σε〉 τὰ ἔθνη, τὸ αἴτιον τῆς μεταπτώσεως διδάξας, δι´ ὧν ἀποκλαυσάμενος μονονουχὶ ἀπελογήσατο, εἰπών· «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· πολλάκις γὰρ ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». Ἀπὸ τοῦ Ἀμβακούμ. «Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον.» Ἀκύλας· « Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, εἰς σωτηρίαν [σου] σὺν χριστῷ σου». Ἐπειδὴ ὁ Ἀκύλας ἀντὶ τοῦ πληθυντικοῦ ἑνικῶς ἐξέδωκεν, σὺν χριστῷ φήσας τὴν σωτηρίαν τῷ λαῷ πεποιῆσθαι τὸν τῶν ὅλων θεόν, εἰκότως παρεθέμεθα τὴν λέξιν, σαφῶς τῷ προβλήματι παρισταμένην. εἶεν δ´ ἂν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν πλείους οἱ ἐξ αὐτοῦ καὶ δι´ αὐτὸν χριστοὶ χρηματίζοντες, περὶ ὧν εἴρηται « Μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε», οἵ τε εἰς αὐτὸν πεπιστευκότες καὶ τοῦ ἁγίου τῆς ἐν τῷ Χριστῷ παλιγγενεσίας χρίσματος κατηξιωμένοι, καὶ οἱ δυνάμενοι λέγειν ὁμοίως τῷ ἱερῷ ἀποστόλῳ· «μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν». Ἀπὸ τῶν Ἱερεμίου θρηνῶν. « Πνεῦμα [προ] προσώπου ὑμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν». Οἱ θεσπέσιοι τοῦ θεοῦ προφῆται τὸ μέλλον θείῳ πνεύματι συνορῶντες, ζήσεσθαι μὲν ἑαυτούς, καὶ τοὺς ἑαυτῶν λόγους ὡς ἂν ζώντων ἐνεργήσειν «ἐν τοῖς ἔθνεσιν», ἀλλ´ οὐκ ἐν τῷ Ἰσραήλ, ἐθέσπιζον, τὸν χριστὸν πάλιν ὀνομαστί, ὡς ἂν αὐτὸν ὄντα τὸν Χριστόν, παρ´ οὗ καὶ τὸ προφητικὸν αὐτοῖς κεχορήγητο πνεῦμα, συλληφθήσεσθαι ἔφασκον «ἐν ταῖς διαφθοραῖς αὐτῶν». Τίνων ἢ δηλονότι τῶν ἐκ περιτομῆς ἐπιβουλευόντων αὐτῷ; τήρει δὲ κἀνταῦθα ὅπως ὁ λόγος τὸν Χριστὸν προαγορεύει συλληφθήσεσθαι, ὅπερ οὐκ ἂν ἐφαρμόσαι τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ, ἣν ἔνδοξον ἔσεσθαι καὶ μετὰ βασιλείας ἐνθέου προκηρύττουσιν οἱ προφητικοὶ λόγοι. Διόπερ εἰκὸς ἐκ περιτομῆς ἀποσφάλλεσθαι, τὰ περὶ τῆς δευτέρας ἐπιφανείας αὐτοῦ ὡς ἐπὶ πρώτης ἀφίξεως ἐκλαμβάνοντας, οὐδαμῶς τοῦτο συγχωροῦντος τοῦ λόγου· ἐπεὶ μὴ οἷόν τέ ἐστιν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἔνδοξον αὐτὸν καὶ ἄδοξον ὑποτίθεσθαι, καὶ ἔντιμον καὶ βασιλέα καὶ πάλιν οὐκ ἔχοντα « Εἶδος οὐδὲ κάλλος» ἀλλ´ «ἄτιμον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», καὶ αὖθις σωτῆρα καὶ λυτρωτὴν τοῦ Ἰσραὴλ καὶ πάλιν ἐπιβουλευόμενον πρὸς αὐτῶν καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον» ἀπό τε τῶν ἀνομιῶν αὐτῶν εἰς θάνατον παραδιδόμενον. Εὖ δὲ καθ´ ἡμᾶς, ὡς ἡ τῶν πραγμάτων ὄψις ἐπιδείκνυσιν, εἰς δύο τρόπους τῶν περὶ τοῦ Χριστοῦ προρρήσεων διαιρουμένων, τὰ μὲν ἀνθρωπινώτερα καὶ σκυθρωπὰ κατὰ τὴν προτέραν ἄφιξιν αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖται, τὰ δ´ ἐνδοξότερα καὶ θειότερα εἰσέτι νῦν προσδοκᾶται κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν. Ἀπόδειξις δὲ τῆς προτέρας ἐναργὴς ἡ ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς ἔργον χωρήσασα δι´ αὐτοῦ θεογνωσία, ἣν διαφόρως μυρίαι θεσπίζουσιν προφητικαὶ φωναί, ὥσπερ οὖν καὶ ἡ παροῦσα, δι´ ἧς εἴρηται «οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν». 〈Ἀπὸ〉 τῆς πρώτης τῶν Βασιλειῶν. «Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.» Τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν αὖθις ὀνομαστὶ τοῦ Χριστοῦ, ᾗ καὶ θεοῦ λόγος ἐπινοεῖται, τήν τε ἐξάκουστον βροντῆς δίκην εἰς ἅπαντας διδασκαλίαν αὐτοῦ καὶ τὴν μετὰ ταῦτα γενησομένην αὐτοῦ κατὰ πάντων κρίσιν ἡ θεία γραφὴ θεσπίζει. Ἑξῆς δὲ τούτοις αὐτὸς ὁ κύριος « Δώσειν ἰσχὺν» λέγεται «τοῖς βασιλεῦσιν ἡμῶν». Οὗτοι δ´ ἂν εἶεν οἱ ἀπόστολοι τοῦ Χριστοῦ, περὶ ὧν ἔχεις ἐν ξζʹ ψαλμῷ τὸ « Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ». Κἀν τούτῳ δὲ Χριστοῦ ὀνομαστὶ μνημονεύει, τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου σωτῆρος ἡμῶν, οὗ τὸ κέρας φησὶν ὑψωθήσεσθαι τὴν ἐν αὐτῷ ἀόρατον δύναμιν καὶ τὴν βασιλείαν αὐτοῦ δηλῶν· ἔθος γοῦν τῇ γραφῇ τὴν βασιλείαν κέρας ὀνομάζειν. Κεῖται δὲ καὶ ἐν τῷ πηʹ ψαλμῷ τὸ «καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ».
|
Le Christ dénommé nommément par son père; il est reconnu de tous les peuples, et rejette les Juifs. « Préparez-vous à invoquer le Dieu d'Israël car voici celui qui fait gronder le tonnerre et qui crée le vent, qui annonce son christ aux hommes, qui forme l'aurore et les ténèbres, et qui marche sur les hauteurs de la terre. Le Seigneur le Dieu tout puissant est son nom. Ecoutez la parole de Dieu, la lamentation que je prononce contre vous. La maison d'Israël est tombée :elle ne se relèvera plus. » La vierge est étendue sur sa propre terre; nul ne pourra la rétablir. (Amos, IV, ). Dieu qui, pour la septième fois, annonce le Christ par son nom, ici fait gronder le tonnerre et crée le vent; et la prédication évangélique est appelée tonnerre, parce qu'elle se fait entendre à tous les hommes, comme sous le nom de vent est désigné le souffle que le Christ a répandu sur ses apôtres. Cette prophétie a été manifestement accomplie à l'avènement du Christ, auquel le Seigneur devait former l'aurore et les ténèbresl'aurore pour ceux qui avaient connu la lumière de salut, et les ténèbres pour ceux des fils de la circoncision qui rejetaient le Christ. La prophétie les menace des dernier malheurs, lorsqu'il leur annonce la désolation à laquelle ils furent livrés aussitôt après leur attentat contre notre Sauveur Jésus-Christ. Depuis cette époque funeste, et jusqu'à nos jours, la maison d'Israël est renversée, l'avertissement et une sentence ont été rendus de Dieu contre la maison de Jérusalem qui doit tomber, et contre les institutions de ce peupleils ne se rétabliront pas, car ils n'ont personne pour leur porter secours, et nul, est-il écrit, ne pourra la rétablir. Comme ils n'ont pas reçu le Christ de Dieu qui leur avait été envoyé, il les a justement abandonné, et il s'est tourné vers les nations de la terre, après avoir manifeste, aux Juifs la cause de leur délaissement dans cette expression de sa douleur où il semble la justifier« Jérusalem, Jérusalem qui tues les prophètes et qui lapides ceux qui te sont envoyés, souvent j'ai voulu réunir tes enfants comme la poule réunit ses petits sous ses ailes ; vous ne l'avez pas voulu ; voici que votre demeure va demeurer déserte. ». C'est le Christ nommément que le Père délivrera et qui délivrera lui-même ses christs. « Vous êtes sorti pour le salut de votre peuple, pour celui de vos christs. Vous aves frappé de mort la tête des impies » (Habacub, III, ). Suivant Aquila, « vous êtes sorti pour le salut de voire peuple avec votre christ. » Comme Aquila met le nombre singulier au lieu du pluriel, en disant que le Dieu de l'univers a lancé son peuple, c'est avec justesse que nous avons cité ce passage qui confirme notre proposition avec évidence. Suivant les septante, plusieurs justes seront appelés christs de lui et par lui, el c'est d'eux qu'il est dit« Ne touchez pas mes christs, et n'offensez pas nos prophètes. » Ils on cru en lui, ils ont été honorés de l'onction sainte de la régénération du Christ et peuvent dire comme le grand Apôtre. « Nous avons été rendus participants du Christ » (Hébr. III, ) Le Christ nommément est circonvenu des Juifs et reçu des nations. « L'Esprit de notre bouche, le Christ, le Seigneur a été enveloppé dans nos péchésnous avions dit de luiNous vivrons sous votre ombre, au milieu des nations. » Les admirables prophètes de Dieu à qui l'Esprit divin recélait l'avenir, annonçaient qu'ils vivraient encore et que leur parole conserverait une énergie pour agir parmi les nations el non pas en Israël. Ils disaient que le Christ désigné nommément comme celui qui leur communiquait l'esprit prophétique, serait enveloppé dans les péchés de ce peuple. Du quel ? évidemment du peuple de la circoncision qui le circonvint. Remarquez que la prédiction dit que le Christ sera enveloppé, ce qui peut s'accorder avec son second avènement annoncé par les prophéties comme glorieux et fort de la puissance divine. Ainsi donc ceux de la circoncision s'égarent en rapportant à son premier avènement ce qui est dit du second, sans que les prophéties le fassent entendre. Comment, en effet, serait-il en même temps glorieux et abject, comblé d'honneur, roi et sans forme ni beauté, et méprisable aux yeux des fils des hommessauveur, libérateur d''Israël el circonvenu par lui, trainé au supplice comme une brebis et livré à la mort par les impies? D'après nous, au contraire, les promesses qui se rapportent au Christ se divisent en deux parts avec une justesse que confirme l'examen; ce qui indique les faiblesses et les souffrances de son humanité est reconnu, consommé en sa première manifestation, et les traits de gloire et de divinité sont attendus encore en son second avènement. Une preuve évidente que le premier avènement a eu lieu, c'est la connaissance de Dieu qui s'est répandue par son entremise chez toutes les nations, diffusion qu'annoncent les prophéties innombrables et diverses comme celles que nous avons citée« Sous son ombre nous vivrons au milieu des nations. » Le Christ désigné nommément est exalté par le Seigneur son père. « Le Seigneur s'est élevé sur les cieux et il a fait gronder son tonnerre. Il jugera les sommets de la terre, il donnera la force à nos rois, et il relèvera la corne de son Christ » (I Rois, II, ). Cette prophétie désigne le rétablissement au ciel du Christ nommément ou de Dieu ; l'Ecriture sainte annonce sa parole qui retentira dans le monde comme le tonnerre, et le jugement qu'il fera des hommes ensuite. Il est dit que le Seigneur donnera la force à nos roisces rois seront les apôtres du Christ dont il est dit au psaume LXVII« Le Seigneur donnera sa parole aux évangélistes avec une grande puissance. » Ici encore est désigné par son nom le Christ, notre Sauveur, selon son humanité. L'oracle saint annonce que sa corne doit être relevée, en nous révélant son invisible puissance et sa royauté. L'Ecriture appelle en effet la royauté une corne. C'est en ce sens qu'il est dit au psaume LXXXVIII« Et sa corne sera élevée par la vertu de mon nom. »
|
Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν. «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου, καὶ τὸ σπέρμα οἴκου πατρός σου· καὶ οὐκ ἔσται πρεσβύτης ἐν τῷ οἴκῳ μου.» ταῦτα πρὸς τὸν Ἠλεὶ φήσας ὁ χρηματισμὸς ἐπιφέρει μεθ´ ἕτερα λέγων· « Καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει; καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας». Μετάστασιν καὶ ἀποβολὴν ἀπειλήσας ὁ θεῖος λόγος τοῖς οὐ κατὰ τὸν ὀρθὸν τρόπον λειτουργοῦσιν, ἕτερον ἐξ ἑτέρου γένους καταστήσειν ἱερέα ἐπαγγέλλεται, ὃν καί φησιν « Διελεύσεσθαι ἐνώπιον χριστοῦ αὐτοῦ», ἢ «ἐμπεριπατήσειν εἰς πρόσωπον ἠλειμμένου αὐτοῦ», ὡς ὁ Ἀκύλας ἡρμήνευσεν, ἢ ὡς ὁ Σύμμαχος, «ἀναστραφήσεσθαι ἔμπροσθεν τοῦ χριστοῦ αὐτοῦ». Τίς δ´ ἂν οὗτος εἴη 〈ἢ〉 πᾶς ὁ εὐσεβῶς προσιὼν τῇ ἱερουργίᾳ τοῦ Χριστοῦ τοῦ θεοῦ, ᾧ τὸν τῆς ἐκκλησίας οἶκον οἷα «σοφὸς ἀρχιτέκτων» καὶ οἰκοδόμος αὐτὸς ὁ τῶν ὅλων θεὸς οἰκοδομήσειν ὑπισχνεῖται, οὐδ´ ἄλλον οἶκον σημαίνων ἢ τὴν καθ´ ὅλης τῆς οἰκουμένης τῷ Χριστῷ ὀνομαστὶ συστᾶσαν ἐκκλησίαν, ἔνθα πᾶς ὁ διὰ Χριστοῦ τοῦ θεοῦ ἱερωμένος κατὰ τὰς πνευματικὰς λειτουργίας τὰ καταθύμια καὶ τὰ κατὰ ψυχὴν τοῦ θεοῦ λέγεται ποιήσειν, τῶν δι´ αἵματος ταύρων καὶ τράγων, κατὰ τὴν πάλαι τυπικὴν ἀγωγὴν ἐπιτελουμένων, μεμισῆσθαι ὑπὸ τοῦ θεοῦ διὰ τῆς Ἡσαΐου προφητείας ὁμολογουμένων; Τοσαῦτα δι´ ὧν ὁ Χριστὸς ὀνομαστὶ προκεκήρυκτο· πλὴν ἀλλ´ ἐπεὶ διὰ τῶν πλείστων τὰ πάθη τοῦ Χριστοῦ συνῆπται τῇ αὐτοῦ προσηγορίᾳ, ἀναγκαῖον ἐπαναλαβεῖν τὰ προειρημένα περὶ τῆς κατ´ αὐτὸν θεότητος, ἣν ἐν τῷ μδʹ ψαλμῷ, ἐπιγεγραμμένῳ «ὑπὲρ τοῦ ἀγαπητοῦ», φέρεσθαι προπαρεστήσαμεν, ἔνθα ὁ λόγος ἐν πρώτοις αὐτὸν ὑπομνήσας ὡς βασιλέα, μεθ´ ἕτερα ἐπάγει περὶ τῆς θεότητος τοῦ Χριστοῦ· « Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». Σαφῶς γὰρ ἐν τούτοις, ὡς ἤδη καὶ πρότερον προπαρεστήσαμεν, εἷς ὢν καὶ 〈ὁ〉 αὐτὸς ὁ δηλούμενος, θεὸς εἶναι λέγεται ἠγαπηκὼς δικαιοσύνην καὶ μεμισηκὼς ἀδικίαν, καὶ τούτου χάριν ὑφ´ ἑτέρου μείζονος θεοῦ καὶ πατρὸς αὐτοῦ κεχρισμένος ἐλαίῳ κρείττονι καὶ διαφέροντι ἢ κατὰ τοὺς τύπους, τῷ καλουμένῳ τῆς ἀγαλλιάσεως. Ὁ δὲ τῷ τοιούτῳ χρισθεὶς ἐλαίῳ οὐ πρὸς ἀνθρώπων, οὐδὲ δι´ ἀνθρώπων, ἀλλ´ ὑπ´ αὐτοῦ τοῦ ἀνωτάτω θεοῦ, τί ἕτερον ἢ Χριστὸς εἰκότως 〈ἂν〉 ὀνομασθείη; οὐκοῦν ὁ αὐτὸς ὁμοῦ καὶ θεὸς δείκνυται ὠνομασμένος, ὥσπερ οὖν ἤδη πρότερον κατὰ τοὺς οἰκείους τόπους παρέστη. Καὶ τοῦ Ἡσαΐου δὲ κἀνταῦθα πάλιν ὑπομνηστέον, ὃς ἔφησεν· « Πνεῦμα κυρίου ἐπ´ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν». Ἐδείκνυμεν καὶ ἐν τούτοις ὡς οἱ μὲν ἐξ ἀνθρώπων πάλαι πρότερον ἐπὶ τὴν τοῦ θείου θεραπείαν προσιόντες ἱερεῖς ἐλαίῳ ἐχρίοντο σκευαστῷ, ὁ δὲ διὰ τῆς προφητείας δηλούμενος τῇ ἐνθέῳ δυνάμει κεχρῖσθαι λέγεται. Τοῦτο δὲ ὅλον ἐπὶ τὸν ἡμέτερον σωτῆρα ἀνεφέρετο, Ἰησοῦν τὸν μόνον ἀληθῆ Χριστὸν τοῦ θεοῦ, ὃς ἐπὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς ποτε λαβὼν τὴν προφητείαν καὶ διελθὼν τὴν ἐκτεθεῖσαν περικοπὴν πεπληρῶσθαι εἰς ἑαυτὸν ἐδίδαξεν τὸ ἀνάγνωσμα. Γέγραπται γὰρ ὡς ἄρα ἀναγνοὺς « Καὶ πτύξας τὸ βιβλίον καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν». Ἐπὶ τούτοις ἅπασιν καὶ τὰ Μωσέως αὖθις παραθετέον, ὃς κατὰ τὸν δειχθέντα αὐτῷ τύπον τὸν ἴδιον ἀδελφὸν τὸν Ἀαρὼν ἀρχιερέα καταστησάμενος, ἀκολούθως τῷ φήσαντι πρὸς αὐτὸν χρησμῷ «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει», δῆλός ἐστιν ὡς τοῖς τῆς διανοίας ὄμμασιν καὶ τῷ θείῳ πνεύματι συνιδὼν τὸν μέγαν τῶν ὅλων ἀρχιερέα, τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ, [οὗ] μετὰ τῆς ἄλλης σωματικῆς καὶ τυπικῆς λατρείας τὴν εἰκόνα διαγράφων τὸν δηλωθέντα τῇ τοῦ ἀληθοῦς Χριστοῦ προσωνυμίᾳ τετίμηκεν. Τοῦτο δὲ παρίστησιν καὶ ὁ θεῖος ἀπόστολος, λέγων περὶ τῶν κατὰ Μωσέα νόμων τὸ « Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων», καὶ πάλιν «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν», καὶ πάλιν «μὴ οὖν τις ὑμᾶς κρινέτω ἢ ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων». Εἰ γὰρ τὰ περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας καὶ τὰ περὶ ἑορτῶν καὶ σαββάτου νενομοθετημένα, ὡς ἂν σκιώδη ὄντα, ὑπογραμμὸν ἑτέρων ἀληθῶν καὶ μυστικῶν πραγμάτων ἔσῳζεν, οὐκ ἀπεικότως ἐρεῖς καὶ τὸν ἀρχιερέα εἰς ἑτέρου ἀρχιερέως παρειλῆφθαι σύμβολον, καὶ χριστὸν αὐτὸν ἐπωνομάσθαι εἰς ... Ἑτέρου τοῦ μόνου καὶ ἀληθῶς Χριστοῦ· τοσοῦτόν γε μὴν λειπόμενον τοῦ ἀληθοῦς, καθ´ ὅσον ὁ μὲν ἀληθὴς Χριστὸς πρὸς τοῦ τῶν ὅλων θεοῦ ἀκούει· « Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», καὶ «κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου», καὶ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», καὶ « Ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», δι´ ὧν σαφῶς γέννημα καὶ υἱὸς θεοῦ πρὸ ἑωσφόρου καὶ πρὸ πάσης δημιουργίας ὑποστὰς αἰώνιος ἀρχιερεὺς ἀναπέφανται. Ὁ δὲ Μωσέως χριστός, ἐν δράματι τὸν τύπον ἐν βραχεῖ καθυποκρινάμενος χρόνῳ, κεῖται ἐν θνητοῖς λελογισμένος, ἑτέρῳ τὴν ἀλήθειαν τῷ μόνῳ καὶ ἀληθεῖ παραδούς. Καὶ ὁ μὲν ἀληθὴς Χριστὸς οὐ δεηθεὶς τῆς κατὰ Μωσέα χρίσεως οὐδ´ ἐλαίου σκευαστοῦ καὶ γεώδους ὕλης, ὅμως τῆς ἀρετῆς καὶ τῆς προσωνυμίας τῆς αὐτοῦ τὴν οἰκουμένην κατέπλησεν, παρώνυμον αὐτοῦ τὸ Χριστιανῶν γένος ἐν πᾶσι τοῖς ἔθνεσι συστησάμενος. Ὁ δὲ Μωσέως οὐδ´ ὅτι ποτὲ ἐν ἀνθρώποις ὠνομάσθη δῆλος ἦν, εἰ μὴ διὰ τῆς Μωσέως γραφῆς. Καὶ οὗτος μὲν ὀψέ ποτε μετὰ τὴν ἔξοδον τὴν ἀπὸ Αἰγύπτου περιρραντηρίοις τισὶν καὶ ταῖς δι´ αἱμάτων θυσίαις καθαρθεὶς ἐλαίῳ κέχριστο σκευαστῷ, Μωσέως αὐτὸν κεχρικότος· ὁ δὲ ἀρχέτυπος καὶ ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα ὅλος δι´ ὅλου καὶ αὐτὸς αὐτῷ τὰ πάντα ὅμοιος μηδ´ ὁτιοῦν παραλλάττων χριστὸς ἦν ἀεὶ καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ´ αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου οὐδὲ δι´ ὕλης τῆς ἐν ἀνθρώποις ἀλλὰ πρὸς τοῦ ἐπὶ πάντων θεοῦ τῇ ἀγενεῖ θεότητι κεχρισμένος. Καὶ ἐπειδήπερ 〈τὸ〉 τῆς προσηγορίας αὐτοῦ τὸ παρὸν ἡμῖν ἐξετάζεται, τῶν εἰρημένων ἁπάντων εἴη ἂν ἐπισφράγισμα τὸ παρὰ τῷ σοφωτάτῳ Σολομῶντι λόγιον· φάσκον ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων· «Μύρον ἐκκενωθὲν ὄνομά σου». Καὶ οὗτος γὰρ ἐνθέῳ σοφίᾳ κεχορηγημένος, καὶ καταξιωθεὶς ἀπορρητοτέρων περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας αὐτοῦ θεωρημάτων, καὶ τοῦ μὲν ὡς ἐπουρανίου νυμφίου, τῆς δὲ ὡς νύμφης αὐτοῦ μνημονεύσας, ἐπιζητουμένου τί ἄρα ἦν ὄνομα τῷ νυμφίῳ, ἐπιφωνεῖ ὡς πρὸς αὐτὸν λέγων· Τὸ ὄνομά σου, νυμφίε, μύρον ἐστίν, καὶ μύρον οὐχ ἁπλῶς, ἀλλὰ κεκενωμένον. Ποῖον δ´ ἂν γένοιτο ὄνομα μύρου κεκενωμένου δηλωτικὸν ἢ τὸ τοῦ χριστοῦ ὄνομα; οὐ γὰρ ἂν ἄλλως οὔτ´ ἂν γένοιτο οὔτ´ ἂν ὀνομασθείη χριστὸς ἢ μύρου προσχυθέντος. Ὁποῖον δὲ τοῦτο ἦν τὸ μύρον, ᾧ χρισθεὶς ὁ δηλούμενος χριστὸς ἀποπέφανται, διὰ τῶν πρόσθεν ἡμῖν ἀποδέδοται. Τοσούτων περὶ τῆς τοῦ Χριστοῦ προσηγορίας διηγορευμένων, φέρε καὶ περὶ τῆς τοῦ Ἰησοῦ διασκεψώμεθα. |
Le Christ nommément reçoit du Père une maison fidèle, son Eglise; pontife fidèle il la préside toujours en esprit de vérité. « Voici que les jours viennent où je détruirai votre postérité et celle de votre père, et il n'y aura pas de vieilles dans votre maison » (I Rois, II. ). Après avoir adressé à Héli ces paroles et d'autres encore, la prophétie ajoute« et je me susciterai un prêtre fidèle qui agira selon mon cœur et selon mon âme ; et je lui établirai une maison fidèle, et il entrera toujours devant mon Christ. » Dieu menace de rejeter ceux qui ne suivent pas les rites sacrésil annonce pour leur succéder un prêtre d'une autre famille qui « entrera, dit- il, en présence de mon Christ » ouil marchera en présence de celui que j'ai choisi suivant le sens d'Aquila ; ou encore comme traduit Symmaque, séjournera en présence de mon Christ. Mais enfin quel sera-t-il? celui sans doute qui s'acquittera avec piété du sacré ministère du Christ de Dieu à qui Dieu, ordonnateur et architecte sage, promet d'édifier la maison de l'Eglise, sans en désigner d'autre que l'Eglise érigée en toute la terre au Christ nommément, où quiconque est consacré par le Christ de Dieu présentera selon un ministère tout spécial les offrandes agréables et selon le cœur de Dieu ; car le sang des taureaux et des boucs répandu selon les anciens rites sera désormais en aversion à Dieu, selon la prophétie d'Isaïe. Telles sont les diverses prophéties où le Christ est désigné sous ces noms. Cependant comme à ce nom est sans cesse attachée la prédiction des souffrances du Seigneur, il faut reprendre ce qui est exposé sur sa divinité dans le psaume XLIV dont le titre est: Au bien aimé; où le prophète, après avoir annoncé dans le commencement le Christ comme roi, après quelques autres paroles ajouta sur la divinité du Christ «Votre trône, Dieu, est un trône éternel; le sceptre d'équité est le sceptre de voire empirevous avez aimé l'équité et haï l'iniquité; aussi Dieu, votre Dieu, vous a sacré d'une huile de joie au- dessus de tous ceux qui y participent avec vous. » Ainsi que nous l'avons déjà montré, celui qui chérit l'équité et qui hait l'iniquité est le même que celui qui, pour, ce motif, a reçu d'un autre Dieu supérieur et son père, l'onction d'allégresse plus magnifique et plus glorieuse que celle qui en fut l'image. Or, honoré de Dieu et non des hommes d'une glorieuse faveur, quel nom méritera-t-il, sinon celui de Christ? Donc il se nomme encore Dieu, comme il a été déjà établi en son lieu. Il faut encore rappeler ici ces paroles d'Isaïe« L'esprit du Seigneur repose sur moi ; aussi le Seigneur m'a envoyé évangéliser les pauvres, relever les courages abattus, annoncer aux captifs la liberté, et aux aveugles la lumière » (Is., LXV, .) Déjà nous avons fait voir à leur occasion que les prêtres qui étaient élevés au milieu des hommes au sacerdoce divin étaient oints d'un parfum matérielmais le Christ de la prophétie est oint par la vertu divine; tous ces traits se rapportaient à notre Sauveur, à Jésus, le seul vrai Christ de Dieu, qui, ayant pris un jour le livre de celle prophétie dans une synagogue, rencontra le passage déjà cité, et en annonça l'accomplissement. Il est écrit en effet, que lorsqu'il eut lu et roulé le livre, il le remit au ministre et s'assit. Les yeux de tous les assistante étaient fixés sur lui, et il commença à dire: « Aujourd'hui celle prophétie s'est accomplie à vos oreilles » (Luc, IV, ). A ces autorités il faut ajouter celle de Moïse, qui, en élevant Aaron, son frère, à la souveraine sacrificature, d'après le modèle qui lui fut montré et l'ordre qu'il reçut« Vous ferez tout d'après le modèle qui vous a été montré sur la montagne, » manifesta qu'il avait vu des yeux de l'intelligence et par la lumière de l'esprit de Dieu, le grand pontife du monde, le vrai Christ de Dieu ; il le figura dans un culte corporel et emblématique, et l'honora du nom de vrai Christ. Le grand Apôtre lui-même confirme cette idée, lorsqu'il dit sur la loi de Moïse« Leur ministère n'a pour objet que ce qui était la figure el l'ombre des choses célestes » (Hеb., VIII, ) ; Ailleurs(Ib. X, ), « la loi n'ayant que l'ombre des biens à venir.» Ailleurs encore (Colos., II, ), « que personne ne vous condamne pour le boire et le manger, ou à cause des jours de fête, de néoménies ou de sabbat, toutes choses qui ne sont que l'ombre de l'avenir. » En effet, si les prescriptions de la loi sur l'usage des viandes, les jours de fête et de sabbat étaient l'ombre de la vérité, vous conviendrez aussi que le grand prêtre représentait un autre pontife, et qu'il s'appelait Christ pour figurer le seul et véritable christ. Ce christ figuratif est d'autant plus éloigné du véritable, que celui-ci a été honoré de ces paroles de la bouche de Dieu: « Asseyez-vous à la droite jusqu'à ce que j'aie réduit vos ennemis à vous servir de marchepied, et régnez sur vos ennemis,» et: «je vous ai engendré avant l'aurore,» et encore«le Seigneur l'а juré et il ne révoquera pas son sermentvous êtes le prêtre éternel, suivant l'ordre de Melchisédech, vous êtes la progéniture et fils de Dieu, engendré avant l'aurore et avant toute créature, » Il est clairement désigné en ces passages comme pontife éternel. Cependant le christ de Moïse, chargé d'un rôle passager, ainsi que les héros de la scène, voit sa carrière s'achever comme celle des hommes, et rend ainsi témoignage au Christ unique et véritable. Le véritable Christ sans l'onction de Moïse, ni l'effusion d'un baume matériel et composé, a rempli néanmoins toute la terre de son nom et de sa vertu, lorsqu'il a formé au sein des nations la société de son nom appelée Christianisme ; or, jamais le christ de Moïse ne fut ainsi appelé des hommes, sinon dans les écrits de Moïse, ce qui est évident. Le nom de Jésus était déjà vénérable aux anciens amis de Dieu ; Moïse le premier, changea le nom de son successeur en celui de Jésus, car il est écrit: «Voici les noms de ceux que Moïse envoya pour examiner la terre promise. Moïse appela Jésus Mausès. fils de Navé, et il les envoya. » Remarquez, comment pénétré de la valeur des noms, après avoir approfondi ce qui concerne les hommes saints qu'il a nommés et les motifs qui lui ont suggéré leurs noms. le prophète introduit Abraham recevant de Dieu pour prix de sa vertu, le nom entier d'Abrahamce n'est pas le temps d'en expliquer la signification ; ainsi appela-t-il Saraï Sara. Celui qui fut appelé Ris à sa naissance, fut nommé Isaac, et Jacob fut honoré du surnom d'Israël en récompense de sa lutte. Moïse comprit par une sagesse et une science toute divine plusieurs vérités surnaturelles de la force et de la nature des noms, et quoique nul de ceux qui avaient vécu avant lui n'eût porté le nom de Jésus, le premier, sous l'impression de l'esprit de Dieu, il changea le nom de celui qui devait être son successeur dans la conduite du peuple pour l'appeler Jésus, convaincu que le nom qu'il avait reçu de ses parents à sa naissance ne lui convenait plus: ses parents l'avaient appelé Nausès. Ce n'est que longtemps après la sortie d'Egypte, lorsqu'il fut purifié par des aspersions et l'effusion du sang des victimes que celui-ci reçut l'onction sainte de la main de Moïse. Mais le Christ figure et véritable au commencement et dès les profondeurs les plus reculées de l'éternité, qui existait sans imperfection tout en tout, toujours semblable à lui-même et ne changeant jamais, fut toujours Christ, et avant de venir parmi les hommes, et après son avènement, non pas consacré de la main d'un homme ou par l'effusion d'une liqueur matérielle qui fut entre leurs mains, mais sanctifié par l'éternelle divinité du Dieu suprême. Le ministère de son nom est développé, .... à ce que nous avons dit, et est exprimé chez le très-sage Saumon, au Cantique des cantiques« Votre nom est un parfum répandu » (Cant.. I.2 ), animé de l'esprit céleste et honoré de la vision des mystères du Christ et de son Eglise; après avoir parlé de l'âme comme de l'épouse, et de l'autre comme de l'époux, il cherche le nom de l'époux et s'écrie comme il lui adressait la parole: « Votre nom d'époux céleste est un parfum et non seulement un parfum, mais d'un parfum répandu; or. quel nom signifie parfum répandu, sinon celui de Christ? car il ne pourrait ni être Christ, ni en porter le nom sans que le parfum fût répandu. Nous avons expliqué quel est ce parfum dont le Christ a reçu l'effusion. Après celte longue explication du nom de Christ, examinons celui de Jésus ;
|
ιζʹ. Ὅτι καὶ τὸ Ἰησοῦ ὄνομα παρὰ τοῖς προπάλαι τοῦ θεοῦ γνωρίμοις τετίμητο. . Πρῶτος πάλιν Μωσῆς πρὸς τὸν αὐτοῦ διάδοχον ἑτέρᾳ χρώμενος προσωνυμίᾳ Ἰησοῦν μετωνόμασεν. Γέγραπται γάρ· « Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωσῆς κατασκέψασθαι τὴν γῆν, καὶ ἐπωνόμασεν Μωσῆς τὸν Ναυσὴν υἱὸν Ναυὴ Ἰησοῦν, καὶ ἀπέστειλεν αὐτούς». Ὅρα δὴ οὖν τίνα τρόπον οὐ μικρὰ νοήσας περὶ φύσεως ὀνομάτων ὁ προφήτης, ἀλλὰ καὶ πλεῖστα ὅσα περὶ τῶν παρ´ αὐτῷ μετονομαζομένων θείων ἀνδρῶν καὶ ὧν ἕνεκα μετονομάζονται φιλοσοφήσας, εἰσάγει τὸν Ἀβρὰμ ἔπαθλον ἐπ´ ἀρετῇ ἀπολαμβάνοντα πρὸς τοῦ θεοῦ τὴν πατρὸς Ἀβραὰμ ἐντελῆ προσηγορίαν, ὅπερ τί ποτε δηλοῖ οὐ νῦν διασαφεῖν καιρός. Οὕτω δὲ καὶ τὴν Σάραν Σάρραν ἐπονομάσας, καὶ Γέλωτα τὸν Ἰσαὰκ πρὸ γενέσεως ἐπικεκλημένον, καὶ τὸν Ἰακὼβ τῆς πάλης τὸ βραβεῖον διὰ τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἀναδούμενον, μυρία τε ἄλλα περὶ ὀνομάτων δυνάμεώς τε καὶ φύσεως θειότερα ἢ κατ´ ἄνθρωπον ἐνθέῳ σοφίᾳ καὶ ἐπιστήμῃ διαλαβών, μηδενὸς τῶν πρὸ αὐτοῦ τῶν ἐξ αἰῶνος τῷ τοῦ Ἰησοῦ κεχρημένου ὀνόματι, πρῶτος αὐτὸς θείῳ πνεύματι θεοφορηθεὶς τὸν μέλλοντα αὐτοῦ διάδοχον τῆς ἀρχῆς τοῦ λαοῦ καταστήσεσθαι, ἑτέρῳ πρότερον ὀνόματι κεχρημένον, μεταβαλὼν Ἰησοῦν καλεῖ, οὐκ ἀρκεῖν ἡγούμενος τὴν ἐκ προγόνων ἐπικληθεῖσαν αὐτῷ γεννωμένῳ προσηγορίαν· Ναυσῆν γὰρ αὐτὸν ἐφώνουν οἱ γεννήσαντες. Ἀλλ´ ὅ γε προφήτης τοῦ θεοῦ τὸ ἐκ γενετῆς ἀμείψας ὄνομα Ἰησοῦν τὸν ἄνδρα κατὰ τὸ θεῖον νεῦμα καλεῖ· οὐκ ἄλλως αὐτὸν ... Καθηγεῖσθαι τοῦ παντὸς λαοῦ μετὰ τὴν ἑαυτοῦ τελευτήν, τῆς 〈δὲ〉 πρὸς αὐτοῦ τεθείσης νομοθεσίας μεταστησομένης ποτὲ καὶ τέλος ἰσχούσης καὶ αὐτῷ γε ὁμοίως Μωσεῖ τρόπον τινὰ τελευτώσης, μηδένα ἕτερον ἢ μόνον Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ πολιτείας ἑτέρας ἡγήσεσθαι κρείττονος ἢ κατὰ τὴν προτέραν. Οὕτω μὲν δὴ Μωσῆς ὁ πάντων προφητῶν θαυμασιώτατος, ἀμφοτέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θείῳ πνεύματι διαγνοὺς τὰς ἐπωνυμίας, ταύταις ὡς ἂν βασιλικοῖς διαδήμασιν τοὺς παρ´ αὐτὸν πάντων τῶν ἀρχόντων ἐκκρίτους ἐτίμησεν, δυσὶν ἄρχουσιν καὶ ἡγεμόσιν τοῦ λαοῦ, τῷ τε ἀρχιερεῖ καὶ τῷ οἰκείῳ διαδόχῳ, τὸν Χριστὸν καὶ τὸν Ἰησοῦν ἐπιφημίσας κατ´ ἀξίαν, τῷ μὲν Ἀαρὼν τὸν Χριστόν, τῷ δὲ Ναυσῇ ὡς ἂν τὴν αὐτοῦ τελευτὴν διαδεξομένῳ τὸν Ἰησοῦν ἀπονείμας. Τοῦτον μὲν οὖν τὸν τρόπον ἡ αὐτοῦ Μωσέως γραφὴ ταῖς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κεκόσμητο προσηγορίαις. Ἀπὸ τῆς Ἐξόδου. « Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάσσῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. Πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ´ αὐτῷ.» ἐμοῦ, φησὶν αὐτὸς ὁ κύριος, τοῦ σοι ταῦτα χρηματίζοντος τοὔνομα ἐπιγέγραπται ὁ μέλλων εἰσάξειν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας· εἰ δ´ αὐτὸς ἦν ὁ Ἰησοῦς, οὐκ ἄλλος, πρόδηλον ὡς τοὔνομα τὸ αὐτοῦ φησιν ἐπιτεθεῖσθαι αὐτῷ. Οὐ θαυμαστὸν οὖν εἰ καὶ ἄγγελον αὐτὸν ἀποκαλεῖ, ὅτε καὶ περὶ Ἰωάννου ἀνθρώπου γεγονότος λέλεκται τὸ « Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου». Ἀπὸ τοῦ Ζαχαρίου. « Καὶ ἔδειξέν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; καὶ ἦν Ἰησοῦς ἐνδεδυμένος ἱμάτια ῥυπαρά, καὶ εἱστήκει πρὸ προσώπου ἀγγέλου κυρίου. Καὶ ἀπεκρίθη καὶ εἶπεν· πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου, λέγων, ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ´ αὐτοῦ. Καὶ εἶπεν πρὸς αὐτόν, ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ περιέβαλον αὐτὸν ἱμάτια.» καὶ ἑξῆς ἐπιλέγει· « Ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου, καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατόσκοποί εἰσιν, διότι ἄγω τὸν δοῦλόν μου ἀνατολήν». Καὶ μετὰ βραχέα τούτοις ἐπιφέρει λέγων· « Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων, λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησμῶν αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν, καὶ εἰσελεύσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον, καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, καὶ ἐρεῖς πρὸς αὐτόν, τάδε λέγει κύριος παντοκράτωρ, ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου· καὶ αὐτὸς λήψεται ἀρετήν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων». Καὶ ὁ ἐν τῷ παρόντι προφήτῃ μέγας ἱερεὺς ἀναγορευόμενος Ἰησοῦς λευκοτάτην εἰκόνα καὶ σύμβολον ἐναργὲς δοκεῖ μοι σῴζειν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ, τῇ τε αὐτοῦ προσηγορίᾳ τιμηθεὶς καὶ τῆς ἐπανόδου τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας τοῦ λαοῦ καθηγησάμενος, ἐπεὶ καὶ ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀφεῖσθαι εἴρηται διὰ Ἡσαΐου τοῦ προφήτου «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, παρακαλέσαι τε πάντας τοὺς πενθοῦντας, καὶ δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης». ἔχεις τοιγαροῦν ἤδη δύο μεγάλους ἀρχιερεῖς, τὸν μὲν παρὰ Μωσεῖ Χριστόν, τὸν δὲ μετὰ χεῖρας Ἰησοῦν, τὰ σύμβολα τῆς περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀληθείας δι´ ἑαυτῶν ἐπενηνεγμένους. Ἀλλ´ ὁ μὲν Ἀαρών, ὁ παρὰ Μωσεῖ Χριστός, τῆς παρ´ Αἰγυπτίοις ἀπαλλάξας τὸν λαὸν δουλείας, ἐπ´ ἐλευθερίᾳ τε καὶ θεραπείᾳ τοῦ 〈θεοῦ〉 τῆς ἀπ´ Αἰγύπτου πορείας αὐτῶν ἡγησάμενος, τὴν εἰκόνα σῴζοι ἂν τοῦ ἀληθοῦς κυρίου, ὃς τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐλυτρώσατο. Ὁ δ´ ἐν τῷ προφήτῃ Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας τῆς ἀπὸ Βαβυλῶνος ἐπὶ τὴν Ἱερουσαλὴμ ἐπανόδου προέστη, δεῖγμα φέρων καὶ αὐτὸς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, ὃν ἔχομεν «ἱερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς», δι´ οὗ καὶ αὐτοὶ ὥσπερ ἐκ Βαβυλῶνος τῆς κατὰ τὸν ἐνεστῶτα βίον συγχύσεώς τε καὶ αἰχμαλωσίας ἀπολυτρωθέντες εἰς τὴν οὐρανόπολιν, τὴν ἀληθῶς Ἱερουσαλήμ, σπεύδειν ἐδιδάχθημεν. Εἰκότως δὲ ὁ τὴν εἰκόνα τῆς ἀληθείας δι´ ἑαυτοῦ φέρων Ἰησοῦς καὶ ῥυπαρὰ ἱμάτια περιεβέβλητο, καὶ ὁ διάβολος ἐκ δεξιῶν αὐτοῦ ἑστὼς καὶ ἀντικείμενος αὐτῷ λέγεται, ἐπεὶ καὶ ὁ ἀληθῶς σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς εἰς τὴν ἡμετέραν καταβὰς αἰχμαλωσίαν τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν, καὶ τὸν ἀνθρώπειον ῥύπον ἀνεμάξατο, τά τε κατὰ τὸ πάθος αἴσχη διὰ τὴν πρὸς ἡμᾶς φιλανθρωπίαν ὑπέμεινεν. Διό φησιν ὁ Ἡσαΐας· « Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δ´ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν». Ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς ἰδὼν τὸν κύριον εἶπεν· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου». :. Καὶ ὁ Παῦλος τούτοις παραπλησίως περὶ αὐτοῦ γράφων φησίν· « Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα ἐν αὐτῷ», καὶ «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». Ταῦτα δὴ οὖν ἅπαντα θεσπίζουσα ἡ προφητεία ἐδήλου δι´ ὧν φησιν· « Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά». Πλὴν ἀλλὰ ταῦτα ἀποθέμενος κατὰ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἀπὸ τῆς καθ´ ἡμᾶς αἰχμαλωσίας εἰς τὰ οἰκεῖα ἐπάνοδον, τῷ τῆς πατρικῆς θεότητος στεφανοῦται διαδήματι, καὶ τὴν λαμπροτάτην στολὴν τοῦ πατρικοῦ φωτὸς περιτίθεται, κιδάρει τε ἐνθέῳ καὶ τοῖς ἄλλοις ἀρχιερατικοῖς κόσμοις κατακοσμεῖται. Οὐ χαλεπὰ δὲ καὶ τὰ κατὰ τὸν διάβολον ἀποδοῦναι, ὃς ἔτι καὶ νῦν ἀντικείμενος τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ καὶ τῇ καθ´ ὅλης τῆς οἰκουμένης ὑπ´ αὐτοῦ ἱδρυθείσῃ ἐκκλησίᾳ, αὐτῷ τῷ σωτῆρι ἡμῶν ἀνθέστηκεν, καὶ πρότερον αὐτῷ ἐξ ἐναντίας ἐπιστρατεύσας, ὅτε παρῆν ἡμᾶς ἐκ τῆς ὑπ´ αὐτὸν αἰχμαλωσίας ῥυόμενος. Ἐπείρασε γοῦν αὐτὸν καὶ πρότερον, καὶ δεύτερον, ὅτε κατὰ τὸ πάθος τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσατο. Ἐφ´ οἷς ἅπασιν καὶ τὸν διάβολον καὶ τοὺς ὑπ´ αὐτῷ πάντας ἀοράτους ἐχθρούς τε καὶ πολεμίους τροπωσάμενος τοὺς αἰχμαλώτους ἡμᾶς οἰκείους αὐτοῦ κατηρτίσατο, καὶ ἐξ ἡμῶν αὐτῶν, ὡς ἂν ἐκ λίθων ζώντων, τὸν οἶκον τοῦ θεοῦ καὶ τὸ τῆς εὐσεβείας πολίτευμα ἐστήσατο, ὥστε εἰκότως ἐφαρμόζειν αὐτῷ τὸ λόγιον φάσκον· « Ἰδοὺ ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου· καὶ αὐτὸς λήψεται ἀρετήν, καὶ καθιεῖται καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ». Πρό〈ς〉σχες δ´ οὖν ἐπιμελῶς τίνα τρόπον νῦν μὲν πνευματικῶς, περὶ τοῦ πάλαι λέγων Ἰησοῦ τοῦ τὴν εἰκόνα τοῦ ἀληθοῦς φέροντος, φησὶν τὸ «ἰδοὺ ἀνατολὴ ὄνομα αὐτῷ», σμικρὸν δ´ ὑποβάς, ὡς περὶ ἑτέρου ὄντος ἀνατολῆς αὐτῷ δὴ τῷ τότε παρόντι Ἰησοῦ λέλεκται· « Ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου, διότι ἄνδρες τερατοσκόποι εἰσίν. ἰδοὺ ἄγω τὸν δοῦλόν μου ἀνατολήν». Εἰ δὴ οὖν ὁ λόγος ἦν περὶ μέλλοντος ἥξειν ἑτέρου, ἀληθέστερον παρὰ τὸν τότε ἀνατολῆς ὀνομαζομένου, εἰκὼν ἄρα τοῦ μέλλοντος ἥξειν ἀνατολῆς ἐκεῖνος ἦν, ὡς ἐν εἰκόνι οὐ μόνον Ἰησοῦς ἀλλὰ καὶ ἀνατολὴ προσαγορευόμενος, εἴ γε ὡς πρὸς παρόντα αὐτὸν τὸ « Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ» ἐλέγετο. Εἰκότως οὖν τῆς εἰκόνος ἕνεκα καὶ οὗτος τῆς τοῦ σωτῆρος προσηγορίας ἠξίωτο, ὥσπερ οὖν καὶ τῆς ἀνατολῆς. Ἐπειδὴ «σωτήριον θεοῦ» εἰς τὴν Ἑλλάδα φωνὴν τὸ τοῦ Ἰησοῦ μεταληφθὲν ὄνομα σημαίνει (Ἰσουὰ μὲν γὰρ παρ´ Ἑβραίοις σωτηρία, Ἰησοῦς δὲ παρὰ τοῖς αὐτοῖς Ἰωσουὲ ὀνομάζεται· Ἰωσουὲ δέ ἐστιν Ἰαὼ σωτηρία, τοῦτ´ ἔστιν θεοῦ σωτήριον), εἰκότως, εἴ που «θεοῦ σωτήριον» ἐν τοῖς Ἑλληνικοῖς ἀντιγράφοις ὠνόμασται, οὐδ´ ἄλλο τι ἢ τὸν Ἰησοῦν κατὰ τὴν Ἑβραίων φωνὴν πέπεισο δηλοῦσθαι. Τούτων καὶ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προσηγορίας ἐπὶ τοσοῦτον εἰρημένων, ἐξ ἑτέρας αὖθις ἀρχῆς τὸν λόγον ἀναλαβόντες, ἐπὶ τὰς ἐντελεστέρας περὶ αὐτοῦ προφητικὰς ἀποδείξεις μεταβησόμεθα. |
mais le prophète de Dieu changea son nom de naissance et sous l'influence de l'Esprit saint, il appelle ce grand homme Jésus; il était convaincu que le fils de Nausès ne devait pas diriger autrement le peuple après sa mort, et que puisque les lois qu'il avait données lui-même, devaient un jour être changées et détruites, et périr comme Moïse lui-même en quelque manière, nul autre que Jésus, le Christ de Dieu, ne pouгrait donner une législation supérieure à la première. Ainsi donc Moïse, le plus admirable des prophètes, ayant puisé dans l'esprit de Dieu la connaissance de ces deux noms de notre Sauveur Jésus-Christ en décora comme d'un royal diadème ceux qu'il discerna des chefs, les conducteurs du peuple, le grand prêtre de Dieu, et son propre successeur; il sut leur distribuer ces deux noms avec intelligence. A Aaron il donna celui de Christ et à Nausès qui devait lui succéder, celui de Jésus. Ainsi les écrits de Moïse furent parés de deux noms de notre Sauveur Jésus-Christ.
Jésus, le successeur de. Moïse, l'ange et le futut conducteur du peuple apporte le nom du Christ qui inspire les prophètes. « Voici que j'envoie mon ange devant vous, afin qu'il vous garde dans le chemin et qu'il vous fasse entrer en la terre que je vous ai préparée. Respectez-le, écoutez sa voie, ne vous élevez pas contre lui, car il ne vous pardonnera point; car c'est mon nom qu'il porte. « Mon nom, dit le Seigneur, le nom du celui qui vous prédit ces événements est celui qui doit vous introduire dans la terre promise. » Si ce fut Jésus seulement, il est évident que Dieu dit qu'il portera son nom. Il ne faut donc plus être surpris s'il l'appelle ange, puisqu'il donne le même, nom à Jean, tout homme qu'il était : « Voici que j'envoie mon ange devant vous, il vous préparera les voies » (Matth., Il, 10). Jésus. le grand prêtre. fils de Josédech, est le symbole et l'image de notre Sauveur qut ramène à Dieu les âmes des hommes dont la captivité s'était appesantie (Zach., III, ). « Et le Seigneur me montra Jésus, Ie grand prêtre, debout devant l'ange du Seigneur, et Satan était à sa droite pour s'opposer à lui, et le Seigneur dit à Satan : « Le Seigneur te réprimera, Satan ; il te réprimera, le Seigneur qui a choisi Jérusalem.» Celui-ci n'est-il pas un tison arraché au feu? Jésus était couvert de vêtements souillés,.» et il se tenait devant la face de l'ange du Seigneur, et l'ange dit à ceux qui se tenaient devant lui : « Otez-lui ses vétements souillés, » et il lui dit : «Voilà que j'ai ôté de vous l'iniquité. Revêtez-le d'un noble vêlement ; posez sur sa tête une tiare pure, et ils le revêtirent de vêtements précieux.» Le prophète ajoute : «Ecoutez, ô Jésus, souverain pontife, vous et tous ceux qui sont auprès de vous, parce que tous, vous serez témoins de grands prodiges, voici que j'amène de l'Orient mon serviteur » ( Zach., VI, 10). Un peu plus bas il ajoute à ces paroles : « Le Seigneur me parla en disant : «Prenez ce qui est de la transmigration de ses princes et de ses prophètes et de ceux qui l'ont connue; vous viendrez en ce jour dans la maison de Sophonie qui arrive de Babylone; vous prendrez l'or et l'argent, et vous ferez des couronnes, et vous les poserez sur la tête de Jésus, fils de Josédech, le grand prêtre, et vous lui direz : Voici ce que dit le Seigneur tout-puissant : Voilà l'homme, l'Orient est son nom. Il gouvernera en cette terre ; il élèvera la maison du Seigneur, et il prendra la force ; il se reposera et il dominera sur son trône, et le prêtre sera à sa droite, et il y aura entre eux un conseil de paix. » Or, le prophète grand prêtre, qui porte le nom de Jésus, me semble une image claire et un symbole fidèle de notre Sauveur Jésus-Christ, honoré qu'il est de son titre et chargé de ramener le peuple de la captivité de Babylone. Ainsi, Jésus-Christ notre Sauveur fut envoyé, suivant Isaïe, pour annoncer aux captifs leur délivrance, rendre la vue aux aveugles, consoler les affligés, et rendre à ceux qui pleurent Sion l'onction d'allégresse. Ces deux illustres grands prêtres, le christ de Moïse et Jésus, le fils de Josédech, offrent l'image de notre Sauveur et Seigneur Jésus-Christ. Aaron le christ de Moïse, qui délivra le peuple de la servitude et fut son guide à la liberté et dans les préparatifs de la sortie de l'Egyple, est un symbole fidèle du véritable Seigneur qui nous a délivrés, nous Gentils, des superstitions d'Egypte. Jésus, le grand prêtre, dont parle le prophète, guide des Juifs qui reviennent de la captivité, est l'image de Jésus notre Sauveur (Heb., IV, 14), notre grand- prêtre, qui a pénétré les cieux et qui nous délivre de la confusion el de la captivité de cette vie pour nous faire tendre à la cité céleste, la vraie Jérusalem. Pour plus de vérité, ce Jésus, image du vrai Jésus, porlait des vêtements doublés, et l'ange de ténèbres se tenait à sa droite et lui résistait ; car notre véritable Sauveur et Seigneur Jésus, qui est descendu du ciel pour notre délivrance s'est revêtu de nos iniquités ; il a purifié l'homme de ses souillures, et a souffert les. tourments de la passion par amour pour nous. Aussi Isaïe dit-il (Isaïe, LIII, 4), « Il porte nos iniquités, et il s'est chargé de nos douleurs, et nous avons cru qu'il était dans le travail, la souffrance et l'affliction. Il a été blessé à cause de nos péchés, et il a été brisé à cause de nos crimes. » Jean-Baptiste encore, en vovant le Seigneur, dit (Jean, I, 29) : « Voici agneau de Dieu qui efface les péchés du monde. » Paul aussi s'exprime d'une manière semblable, et dit (II Cor., V, 21) « A cause de nous, Dieu a traité celui qui ne connaissait pas le péché comme s'il eût été le péché même, afin qu'en lui nous devinssions justes de la justice de Dieu. » Et (Gal., III, 13) : « Le Christ nous a rachetés de la malédiction de la loi, s'étant rendu lui-même malédiction pour nous. » Quand la prophétie annonce ces événemenls, elle les indique en disant : « Jésus était couvert de vêtements souillés. » Cependant il dépouilla ces tristes vêtements,et retourna auciel lorsqu'il abandonna le lieu de notre captivité, et alors il reçut le diadème de la divinité du Père, il revêtit le glorieux vêlement de la lumière du Père, et prit la tiare divine et les autres ornements du pontife. Il n'est pas difficile d'expliquer ce qui concerne le démon. Opposé aujourd'hui encore à la doctrine de Jésus, et à l'Eglise que notre maître a établie dans l'univers, cet esprit résiste à notre Sauveur, comme il l'а déjà fait dès le moment où ce charitable maître descendit pour nous délivrer de sa tyrannie. Le démon l'a assailli une première fois en sa vie, et une seconde par les pièges qu'il lui tendit en la passion. Mais après avoir dissipé ces frivoles attaques du démon et de ces invisibles phalanges qu'animaient la haine et l'inimitié, Jésus nous a fait passer de leur servitude à son service, et il nous a réunis comme des pierres vivantes pour élever la maison de Dieu et la société de la religion, de sorte que l'oracle céleste trouve son accomplissement en lui : « Voilà l'homme, l'Orient est son nom; il germera en celle terre, il élèvera la maison du Seigneur, el il prendra la puissance ; il se reposera et il dominera sur son trône. » Remarquez bien comment en parlant dans ses révélations de l'ancien Jésus, l'image du véritable, le prophète dit : « Voilà l'homme, l'Orient est son nom.» Plus bas il dit comme d'un autre Orient à ce Jésus qui était présent : « Ecoutez, о grand prêtre Jésus, vous et ceux qui sont auprès de vous, parce que tous sont prophétiques : Voici que j'amène de l'Orient, mon serviteur.» Si donc la parole sainte concernait un autre envoyé de Dieu qui doit venir, et qui serait l'Orient, avec plus de vérité le fils de Josédech en fut donc l'image, puisqu'il fut appelé dans un sends mystérieux et Jésus et Orient; car c'est à lui que s'adressent ces mots : « Voici un homme, l'Orient est son nom. » Comme symbole, le pontife mérita le nom de Sauveur, de même que celui d'Orient. En effet, le nom de Jésus traduit en grec signifie salut de Dieu, car l'Isua des Hébreux signifie salut, et le fils de Navé fut nommé par ce peuple Josué ; or, Josué signifie salut de Juo, c'est-à-dire salut de Dieu. Toutes les fois donc que nos exemplaires grecs portent salut de Dieu, il faut se tenir assuré que l'hébreu ne met point d'autre mot que celui de Jésus. |