Eusèbe de Césarée : Démonstration évangélique

EUSÈBE DE CÉSARÉE

DÉMONSTRATION ÉVANGÉLIQUE - Εὐαγγελικῆς Ἀποδείξεως Βιβλίον...

LIVRE III. chapitres V et VI

LIVRE III  chapitres I à IV - LIVRE IV

 

EUSÈBE

 DÉMONSTRATION ÉVANGÉLIQUE

LIVRE ΙI

Εὐαγγελικῆς Ἀποδείξεως Βιβλίον γʹ.
 

 

précédent

Ὅτι μὴ πλασάμενοι οἱ αὐτοῦ μαθηταὶ τῇ δὲ ἀληθείᾳ ἐμαρτύρουν .Pinτὰς ὑπ´ αὐτοῦ πραχθείσας παραδοξοποιοὺς ἱστορίας.

Εἰ δὲ λέγοιεν μηδὲν τὴν ἀρχὴν πεποιηκέναι τὸν σωτῆρα ἡμῶν θαυμαστὸν μηδέ τι παράδοξον ὧν ἐμαρτύρησαν οἱ γνώριμοι, σκεψώμεθα εἰ πιθανὸς ὁ λόγος αὐτοῖς ἔσται, μὴ τὴν αἰτίαν ἔχουσιν ἀποδιδόναι, δι´ ἣν οἱ μὲν μαθηταί, ὁ δὲ διδάσκαλος ἐχρημάτισαν. Ὅ τε γὰρ διδάσκων ἐπαγγελίαν μαθήματός τινος ἐπαγγέλλεται, οἵ τ´ αὖ μαθηταὶ μαθημάτων ὀριγνώμενοι σφᾶς αὐτοὺς τῷ διδασκάλῳ προσφέροντες ἐπιτρέπουσιν. τίνα οὖν ἔστιν εἰπεῖν αἰτίαν τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς σὺν αὐτῷ διατριβῆς, καὶ τί τὸ ἀναγκαῖον τῆς περὶ αὐτὸν σπουδῆς; τίνων δὲ καὶ διδάσκαλον ἐπεγράφοντο μαθημάτων; ἢ τοῦτο μὲν δῆλον; πάντως γάρ που ὧν παρ´ αὐτοῦ μαθόντες εἰς ἑτέρους ἐξήνεγκαν· παραγγελίαι δ´ ἦσαν αὐτῷ φιλοσόφου βίου, ὃν ὑπογράφων αὐτοῖς ἔλεγεν· « Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδόν » καὶ τὰ τοιαῦτα, τῇ δὲ πάντα διοικούσῃ προνοίᾳ αὐτοὺς ἀναθέντας μηδὲν μεριμνᾶν τῶν χρειῶν ἕνεκα. Παρῄνει δ´ αὐτοῖς καὶ τῶν Ἰουδαίοις ὑπὸ Μωσέως παρηγγελμένων κρείττονα φρονεῖν. τὸν μὲν γὰρ οἷα προχείροις εἰς ἀνδροφονίας νομοθετῆσαι μὴ φονεύειν, ὡσαύτως δὲ καὶ μὴ μοιχεύειν, οἷα λαγνιστάτοις καὶ καταφερεστάτοις, καὶ αὖ πάλιν μὴ κλέπτειν, οἷα δουλοπρεπεστάτοις, αὐτοὺς δὲ δεῖν τούτους μὲν ἡγεῖσθαι μὴ προσήκειν αὐτοῖς τοὺς νόμους, τὸ δ´ ἀπαθὲς τῆς ψυχῆς περὶ πολλοῦ προτιμᾶν, κάτωθεν ἐκ βάθους αὐτῆς διανοίας ὥσπερ ἀπὸ ῥιζῶν τὰ τῆς κακίας ἀποτέμνοντας βλαστήματα, καὶ κρατεῖν μὲν ὀργῆς καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας πειρᾶσθαι, μᾶλλον δὲ μηδὲ ὀργίζεσθαι δι´ ἄκραν ψυχῆς ἀπάθειαν, μηδὲ προσβλέπειν γυναῖκα μετὰ ἐπιθυμίας ἀκολάστου, τοῦ δὲ κλέπτειν τοὐναντίον καὶ τὰ οἰκεῖα προΐεσθαι τοῖς δεομένοις, ἀλλὰ μηδὲ σεμνύνεσθαι ἐπὶ τῷ μὴ ἀποστερεῖν ἄλλ[ηλ]ους, ἀλλ´ ἐπὶ τῷ τοὺς σφᾶς ἀποστερεῖν προηγουμένους ἀμνησικάκως φέρειν. Καὶ τί με δεῖ συναγαγεῖν πάνθ´ ὅσα ὁ μὲν ἐδίδασκεν, οἱ δ´ ἐμάνθανον; παρῄνει δ´ αὐτοῖς πρὸς τοῖς ἄλλοις τῆς ἀληθείας οὕτως ἔχεσθαι ὡς μηδ´ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν, παρασκευάζειν δὲ τὸν τρόπον παντὸς ὅρκου πιστότερον φαίνεσθαι, μέχρι τοῦ ναί καὶ τοῦ οὔ χωροῦντας, σὺν ἀληθείᾳ τοῖς ῥήμασι χρωμένους.

Πευστέον τοίνυν, τίνα ἂν ἔχοι λόγον τοὺς τῶν τοιωνδὶ ἀκροατάς, ἤδη δὲ καὶ διδασκάλους τῶν αὐτῶν φύντας μαθημάτων, πεπλάσθαι ὑπονοεῖν ὅσα διαπράξασθαι τὸν διδάσκαλον ἐμαρτύρησαν.

Τί δὲ τὸ πιθανὸν τοῦ νομίζειν συμφώνως ἅπαντας ψεύσασθαι, δώδεκα μὲν ὄντας τὸν ἀριθμὸν τοὺς ἐκκρίτους, ἑβδομήκοντα δὲ τοὺς λοιπούς, οὓς καὶ ἀποστεῖλαι λέγεται «ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ χώραν οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι»; ἀλλ´ οὐδεὶς αἱρεῖ λόγος ἀπιστεῖσθαι τοσοῦτο πλῆθος ἀνδρῶν εὐσεβῆ καὶ σεμνὸν βίον ἀσπασαμένων καὶ πάντων μὲν τῶν οἰκείων ὠλιγωρηκότων, ἀντὶ δὲ τῶν φιλτάτων, γυναικὸς λέγω καὶ παίδων καὶ παντὸς γένους, τὸν ἀκτήμονα τρόπον ἑλομένων, καὶ τὴν περὶ τοῦ διδασκάλου μαρτυρίαν σύμφωνον ὡς ἀφ´ ἑνὸς στόματος εἰς πάντας ἀνθρώπους ἐξενηνοχότων.

 

 

précédent

CHAPITRE V.

Contre ceux qui ne croient pas les merveilles racontées de Notre-Seigneur.

Si l'on avance que notre Sauveur n'a rien fait des prodiges et des miracles que racontent ceux qui vécurent avec lui, voyons s'il est possible de croire des personnes qui ne pourront dire comment des disciples se rangèrent autour de lui, et comment le Christ devint docteur. Celui qui enseigne, enseigne les préceptes de quelque science ; et les disciples , entraînés par les charmes de cette doctrine, se livrent au maître pour y être initiés. Mais quelle raison alléguer de l'entraînement qui attacha les disciples à Jésus; quelle fut la cause qui les unit? Quelle science leur enseigna-t-il ? N'est-il pas clair que c'est celle qu'ils ont répandue dans le monde, la science d'une vie pleine de philosophie, qu'il leur décrivît lui-même en ces termes : Ne portez ni or ni argent dans vos ceintures, ni sac en votre route (Matt., X, »), et le reste ? II voulait qu'ils négligeassent les biens de ce monde, pour s'abandonner à la Providence qui règle tout sur la terre. Il Ies exhortait à s'élever au-dessus des préceptes que Moïse avait donnés aux Juifs. Si ce grand législateur défend de tuer, il s'adresse à un peuple entraîné au meurtre ; s'il les détourne de l'adultère, il parle à des hommes au cœur lascif et dissolu ; il leur recommande de ne pas voler, comme à des esclaves. Mais les disciples du nouveau législateur doivent penser que ces lois ne les concernent pas ; ils estimeront par-dessus tout la parfaite guérison de l'âme, et couperont avec constance au fond de leur cœur, comme à la racine même, les rejetons de la concupiscence. Ils commanderont à leur colère et à toute affection mauvaise, ou plutôt dans la parfaite tranquillité de la partie supérieure de leur âme, ils retiendront leur ardeur el ne regarderont pas une femme avec un mauvais désir; ils ne voleront pas ; au contraire, ils partageront leurs biens avec les indigents. Ils ne seront pas joyeux de ne pas faire injure, mais d'oublier celle qui les a outragés. Pourquoi énumérer ici tout ce que leur maître a enseigné, et ce qu'ils ont appris? Ce maître les exhorte entre autres vertus à aimer tellement la vérité, qu'ils n'aient jamais recours au serment , bien moins encore au parjure; à régler tellement toute leur conduite, qu'elle semble plus digne de foi qu'on serment, et à ne répondre jamais que oui ou non, et n'usant du langage que suivant la vérité.

Je demande maintenant s'il est présumable que les disciples d'une si belle doctrine, qui eux-mêmes l'ont enseignée, aient pu jamais inventer ce qu'ils ont attribué à leur maître.

Est-il raisonnable de supposer un si parfait accord d'imposture entre les douze disciples de choix et les soixante-et-dix autres que Jésus envoya deux à deux devant lui dans les lieux et les contrées qu'il devait parcourir? Pourquoi encore n'ajouter pas foi à cette multitude d'hommes qui ont embrassé cette religion austère, et abandonné leurs biens et ce qu'ils avaient de plus cher, leurs femmes, leurs enfants, leurs familles, pour pratiquer la pauvreté, et qui se sont réunis pour rendre d'une commune voix, en face de l'univers , le même témoignage sur leur maître ?

Ὁ μὲν οὖν κύριος καὶ πρῶτος καὶ ἀληθὴς λόγος εἴη ἂν οὗτος. Σκεψώμεθα δὲ καὶ τὸν ἐναντίον. Ἔστω γὰρ ὁ μὲν διδάσκαλος, οἱ δὲ μαθηταί· εἶθ´ ὡς ἐν ὑποθέσει λόγου ὁ μὲν μὴ τὰ προλελεγμένα διδασκέτω, τὰ δ´ ἐκείνοις ἐναντία, παρανομεῖν δηλαδὴ καὶ ἀσεβεῖν καὶ ἀδικεῖν καὶ πλεονεκτεῖν καὶ ἀποστερεῖν, καὶ εἴ τι ἕτερον κακὸν λέγοιτο, λανθάνειν δ´ ἐπὶ πᾶσι τούτοις σπουδάζειν καὶ τὸ ἦθος μάλ´ εὐφυῶς ἐπικρύπτεσθαι προσχήματι σεμνῆς διδασκαλίας καὶ εὐσεβείας ἐπαγγελίᾳ καινῆς· οἱ δὲ ταῦτα μετερχέσθων, καὶ τὰ τούτων ἔτι μοχθηρότερα, διὰ τὸ προαλὲς τῆς κακίας καὶ αὐτοδίδακτον αὐτῆς· ἐπὶ μέγα δὲ πλαστοῖς ῥήμασιν ἐπαιρόντων τὸν διδάσκαλον, μηδενὸς ψευδοῦς φειδόμενοι λόγου· πάντα δὲ αὐτῷ τὰ παράδοξα καὶ τὰς θαυματουργίας πεπλασμένως ἐπιγραφόντων, ὡς ἂν θαυμάζοιντο καὶ αὐτοὶ καὶ μακαρίζοιντο, οἷα μαθηταὶ τοιοῦδε γενέσθαι ἠξιωμένοι. Φέρε οὖν ἴδωμεν, εἰ τοιοῖσδε οὖσιν αὐτοῖς συστῆναι οἷόν τε ἦν τὸ ἐπιχείρημα. Κακῷ δὴ κακὸν οὔ φασιν εἶναι φίλον, ἀλλ´ οὐδὲ ἀγαθῷ. Πόθεν οὖν ἐν πλήθει τοσῶνδε ἀνδρῶν ἡ τῶν κακῶν εὕρηται συμφωνία; πόθεν ἡ περὶ τῶν αὐτῶν ἐν πᾶσιν αὐτοῖς ὁμόφωνος μαρτυρία, ἡ μέχρι θανάτου ὁμοφροσύνη; ἀνδρὶ δὲ γόητι τοιάδε διδάσκοντι καὶ τοιάδε ἐπαγγελλομένῳ τίς ἂν τὴν ἀρχὴν προσέσχεν τὸν νοῦν; εἴποις ἂν ὅτι γόητες ἄλλοι τοῦ καθηγητοῦ κατ´ οὐδέν. ἆρ´ οὖν οἵδε τὸ τέλος οὐ συνεωράκεσαν τοῦ διδασκάλου καὶ οἵῳ κέχρητο θανάτῳ; τί δῆτα οὖν καὶ μετὰ τὸ αἴσχιστον ἐκεῖνο τέλος αὐτοῦ ἐπέμενον, τὸν ἐν νεκροῖς θεολογοῦντες, ἢ τί ἄρα ποθοῦντες τὰ ἴσα παθεῖν; καὶ τίς πώποτ´ ἐπ´ οὐδενὶ λόγῳ πρόδηλον ἕλοιτ´ 〈ἂν〉 τοιαύτην τιμωρίαν; καὶ μὴν δεδόσθω τιμᾶν αὐτὸν συνόντα ἔτι καὶ σὺν αὐτοῖς διατρίβοντα καὶ δι´ ἀπάτης αὐτούς, ὡς ἂν φαίη τις, ἀποπλανῶντα· τί οὖν, ὅτι καὶ μετὰ τὴν τελευτήν, καὶ πολὺ μᾶλλον τότε ἢ πρότερον, αὐτὸν τεθειάκασιν, ἐπεὶ σὺν ἀνθρώποις μένοντα λέγονται καὶ ἀπολελοιπέναι καὶ ἀπηρνῆσθαί ποτε, ὅτε αὐτῷ τὰ τῆς γε ἐπιβουλῆς ἐσκευώρητο, μετὰ δὲ τὸ ἐξ ἀνθρώπων γενέσθαι ἀσμένως αὐτοὶ θνῄσκειν μᾶλλον ᾑροῦντο ἢ τῆς ὑπὲρ αὐτοῦ μαρτυρίας ἀγαθῆς ἐξίστασθαι; εἰ δὴ οὖν μηδὲν ἀγαθὸν συνεγνωκότες τῷ διδασκάλῳ, μὴ βίον μὴ μάθημα μὴ πρᾶξιν μὴ ἔργον ἐπαίνου ἄξιον, μηδὲ μὴν κατά τι ὠφελημένοι πρὸς αὐτοῦ, ἢ ὅσον πονηρίαν καὶ ἀνδρῶν πλάνην, πῶς ἔθνῃσκον προθύμως, τὰ σεμνὰ καὶ ἐπίδοξα περὶ αὐτοῦ μαρτυροῦντες, παρὸν ἑκάστῳ ζῆν ἀπραγμόνως καὶ ἐπὶ τῆς οἰκείας ἑστίας μετὰ τῶν φιλτάτων τὸν ἀκίνδυνον διάγειν βίον; Πλάνοι δὲ ἄνδρες καὶ ἀπατεῶνες πῶς ἀγαπητὸν ἡγοῦντο τὸν ὑπὲρ ἑτέρου θάνατον, ὃν ἀκριβῶς πάντων μᾶλλον ἐγίνωσκον οὐδενὸς μὲν αὐτοῖς, ὡς ἂν φαίη τις, γεγονότα παραίτιον ἀγαθοῦ, πάσης δὲ κακίας διδάσκαλον; ἀνὴρ μὲν γὰρ λογισμοῦ καὶ ἀρετῆς μέτοχος ὑπὲρ ἀγαθοῦ κατορθώματος κἂν εὐλόγως ποτὲ τὸν μετ´ εὐκλείας θάνατον ὑπομείνειεν, ὁ δὲ μοχθηρός, τὸν τρόπον φιλοπαθής τις καὶ φιλήδονος ὤν, μόνην δὲ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν καὶ τὰς κατ´ αὐτὴν ἡδυπαθείας μεταδιώκων, οὐκ ἄν ποτε ἕλοιτο πρὸ ζωῆς θάνατον, οὐδ´ ὑπὲρ οἰκείων καὶ φιλτάτων τιμωρίας ὑπομείνειεν, μή τί γε ὑπὲρ τοῦ φαυλότητα κατεγνωσμένου. Πῶς οὖν οἱ τοῦ δηλουμένου μαθηταί, εἰ ἄρα πλάνος ἦν καὶ γόης, οὐκ ἀγνοοῦντες αὐτὸν τοιοῦτον, ἀλλὰ καὶ αὐτοὶ χείρονι μοχθηρίας τρόπῳ τὰς ψυχὰς ἐνεσχημένοι, ὑπέμενον πρὸς τῶν ὁμοεθνῶν πάσας αἰκίας καὶ πᾶν τιμωριῶν εἶδος ὑπὲρ τῆς αὐτοῦ μαρτυρίας ἀναδέχεσθαι, οὐκ ὂν τοῦτο τῆς τῶν φαύλων οἰκεῖον φύσεως; Ἔτι δὲ καὶ τούτῳ πρό〈ς〉σχες. Εἰ δὴ καὶ αὐτοὶ πλάνοι καὶ ἀπατεῶνες ἐτύγχανον, προσθὲς δ´ ὅτι καὶ ἀπαίδευτοι καὶ παντελῶς ἰδιῶται, μᾶλλον δὲ ὅτι καὶ βάρβαροι, καὶ τῆς Σύρων οὐ πλέον ἐπαΐοντες φωνῆς, πῶς ἐπὶ πᾶσαν προῆλθον τὴν οἰκουμένην; ἢ ποίᾳ τοῦτο διανοίᾳ ἐφαντάσθησαν τολμῆσαι; ποίᾳ δὲ δυνάμει τὸ ἐπιχειρηθὲν κατώρθωσαν; ἔστω γὰρ ἐπὶ τῆς οἰκείας γῆς καλινδουμένους ἀγροίκους ἄνδρας πλανᾶν καὶ πλανᾶσθαι, καὶ μὴ ἐφ´ ἡσυχίας βάλλεσθαι τὸ πρᾶγμα· κηρύττειν δ´ εἰς πάντας τὸ τοῦ Ἰησοῦ ὄνομα, καὶ τὰς παραδόξους πράξεις αὐτοῦ κατά τε ἀγροὺς καὶ κατὰ πόλιν διδάσκειν, καὶ τοὺς μὲν αὐτῶν τὴν Ῥωμαίων ἀρχὴν καὶ αὐτήν τε τὴν βασιλικωτάτην πόλιν νείμασθαι, τοὺς δὲ τὴν Περσῶν, τοὺς δὲ τὴν Ἀρμενίων, ἑτέρους δὲ τὸ Πάρθων ἔθνος, καὶ αὖ πάλιν τὸ Σκυθῶν, τινὰς δὲ ἤδη καὶ ἐπ´ αὐτὰ τῆς οἰκουμένης ἐλθεῖν τὰ ἄκρα, ἐπί τε τὴν Ἰνδῶν φθάσαι χώραν, καὶ ἑτέρους ὑπὲρ τὸν Ὠκεανὸν παρελθεῖν ἐπὶ τὰς καλουμένας Βρεττανικὰς νήσους, ταῦτα οὐκ ἔτ´ ἔγωγε ἡγοῦμαι κατὰ ἄνθρωπον εἶναι, μή τί γε κατὰ εὐτελεῖς καὶ ἰδιώτας, πολλοῦ δεῖ κατὰ πλάνους καὶ γόητας. Οἱ δὲ διδασκάλου φαύλου καὶ διαστροφέως πεπειραμένοι, καὶ τούτου τὴν ἔκβασιν τῆς τελευτῆς καθεωρακότες, ποίοις ἄρα λόγοις ἐχρήσαντο πρὸς ἀλλήλους εἰς τὸ σύμφωνα περὶ αὐτοῦ πλάσασθαι; ἐξ ἑνὸς γὰρ στόματος οἱ πάντες καὶ λεπρῶν καθάρσεις καὶ δαιμόνων ἀπελάσεις νεκρῶν τε ἀναβιώσεις πηρῶν τε ἀναβλέψεις καὶ μυρίας ἄλλας νοσούντων ἰάσεις πρὸς αὐτοῦ γενέσθαι ἐμαρτύρησαν, καὶ ἐπὶ πᾶσιν τὴν αὐτοῦ μετὰ τὸν θάνατον ἀναβίωσιν πρώτοις αὐτοῖς ἑωραμένην. ταῦτα γὰρ μὴ γενόμενα μηδ´ ἀκουσθέντα πω κατὰ τοὺς αὐτῶν χρόνους πῶς ἐξ ἑνὸς στόματος ἐμαρτύρουν γεγονέναι, μέχρι καὶ θανάτου πιστούμενοι τὴν ὁμολογίαν; ἢ μή ποτε ἄρα συνελθόντες συνωμοσίαν τε κατὰ τὸ αὐτὸ πεποιημένοι συνθήκας ἔθεντο πρὸς ἀλλήλους πλάσασθαι καὶ καταψεύσασθαι τῶν μὴ γεγονότων; καὶ ποίοις ἄρα πιθανὸν εἰπεῖν χρήσασθαι αὐτοὺς λόγοις ἐπὶ ταῖς συνθήκαις; ἢ μή ποτε τοῖς τοιοῖσδε·

« Ἄνδρες φίλοι, τὸν μὲν δὴ χθὲς καὶ πρώην ἀπατεῶνα καὶ πλάνης διδάσκαλον ὑπ´ ὀφθαλμοῖς ἁπάντων ἡμῶν τὴν ἐσχάτην ὑπομείναντα τιμωρίαν, ὅστις ποτὲ ἦν, πάντων ἡμεῖς μάλιστα ἀκριβῶς ἴσμεν, οἷα μύσται τῶν ἀπορρήτων αὐτοῦ γεγενημένοι· σεμνὸς μέν τις τοῖς πολλοῖς ἐφαντάζετο, καί τι πλέον ἔχειν παρὰ τοὺς πολλοὺς ἐφρόνει, οὐδὲν δὲ μέγα οὐδὲ τῆς ἀναστάσεως ἄξιον ἐπήγετο, εἰ μή τις τὸ δολερὸν καὶ ὕπουλον λέγοι τοῦ τρόπου, καὶ τὸ διάστροφα διδάξαι ἡμᾶς αὐτοὺς τόν τε δι´ ἀπάτης τῦφον· ἀνθ´ ὧν, φέρε, δεξιὰς δόντες ἀλλήλοις, ὁμοῦ πάντες συνθώμεθα περὶ αὐτοῦ σύμφωνον ἐξενεγκεῖν εἰς πάντας ἀνθρώπους πλάνην, καὶ λέγωμεν ἑωρακέναι αὐτὸν τυφλοῖς τὸ βλέπειν κεχαρισμένον, ὃ οὐδείς ποθ´ ἡμῶν ἱστόρησεν· καὶ κωφοῖς τὴν ἀκοὴν παρασχεῖν, ὃ οὐδείς ποθ´ ἡμῶν ἤκουσεν· λεπρούς τε καθαρίσαι καὶ νεκροὺς ἐγεῖραι. Καὶ συλλήβδην εἰπεῖν, ἃ μήτε εἴδομεν πρὸς αὐτοῦ πραχθέντα μήτε ἠκούσαμεν λεχθέντα, ταῦτα ὡς ἀληθῶς πεπραγμένα διατεινώμεθα.  Ἀλλ´ ἐπεὶ καὶ ἡ ἐσχάτη αὐτοῦ τελευτὴ περιβόητον ἔσχεν καὶ διαφανῆ τὸν θάνατον, ὡς μὴ δύνασθαι αὐτὸν ἐπικρύψασθαι, ἀλλὰ καὶ τοῦτον ἡμεῖς ἀδιαστρέπτως ἐπιλυώμεθα, μαρτυροῦντες εὖ μάλα ἀναιδῶς, ὅτι δὴ πᾶσιν ἡμῖν μετὰ τὸ ἐκ νεκρῶν ἀναβιῶσαι συνεγένετο, ἑστίας τε καὶ τροφῆς συνήθους ἐκοινώνησεν. Φυλαττέσθω δ´ ἡμῖν πᾶσιν τὸ ἀναιδὲς καὶ ἀδιάτρεπτον, μενέτω δὲ ἡ ἔκστασις μέχρι θανάτου· τί γὰρ καὶ ἄτοπον ὑπὲρ τοῦ μηδενὸς ἀποθνῄσκειν; τί δὲ καὶ λυπεῖ μηδενὸς εὐλόγου χάριν μάστιγας καὶ βασάνους κατὰ τοῦ σώματος 〈φέρειν〉, εἰ δὲ δέοι καὶ δεσμωτηρίων πειρᾶσθαι ἀτιμιῶν τε καὶ ὕβρεων ὑπὲρ οὐδενὸς ἀληθοῦς. Καὶ τοῦθ´ ἡμῖν ἤδη μεμελετήσθω

«Ψευδώμεθα δὴ πάντες ὁμοῦ συμφώνως, καὶ πλαττώμεθα ἐπ´ οὐδενὸς ὠφελείᾳ, οὔθ´ ἡμῶν οὔτε τῶν ἀπατωμένων, οὐδὲ μὴν αὐτοῦ τοῦ τὰ ψευδῆ πρὸς ἡμῶν ἐκθειαζομένου. τείνωμεν δὲ τὸ ψεῦδος μὴ ἐπὶ μόνους τοὺς ὁμοεθνεῖς, ἀλλὰ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους, καὶ σύμπασαν τὴν οἰκουμένην καταπλήσωμεν τῶν περὶ αὐτοῦ συντιθεμένων. Ἤδη δὲ ἐντεῦθεν νομοθετῶμεν πᾶσι τοῖς ἔθνεσιν ἀντίστροφα ταῖς ἐξ αἰῶνος παρ´ αὐτοῖς περὶ τῶν πατρῴων θεῶν δόξαις. Κελεύωμεν Ῥωμαίοις αὐτοῖς πρώτιστα πάντων μὴ σέβειν οὓς ἡγοῦντο θεοὺς οἱ προπάτορες, παρίωμεν δὲ καὶ ἐπὶ τὴν Ἑλλάδα, καὶ τοῖς τούτων σοφοῖς ἀντικηρύττωμεν, μηδ´ Αἰγυπτίους ἀνῶμεν, πολεμῶμεν δὲ καὶ τοὺς τούτων θεούς, μὴ τὰ Μωσέως πρόσθεν κατ´ αὐτῶν γενόμενα ἀνατεινόμενοι, τὸν δὲ τοῦ ἡμετέρου διδασκάλου θάνατον ὥσπερ τι φόβητρον αὐτοῖς ἀντιτάττοντες, καὶ τὴν ἀπ´ αἰῶνος ἐξ αὐτῶν εἰς πάντας ἀνθρώπους προελθοῦσαν περὶ θεῶν φήμην μὴ ῥηματίοις καὶ λόγοις δυνάμει δὲ τοῦ σταυρωθέντος διδασκάλου καταλύωμεν, ἀπίωμεν καὶ ἐπὶ τὴν ἄλλην βάρβαρον γῆν, καὶ τὰ παρὰ τοῖς πᾶσιν ἀνατρέπωμεν. Προθυμίας δὲ μηδεὶς ἡμῶν λειπέσθω».

«Οὔτε γὰρ μικρὸς ὁ ἆθλος τῶν τολμωμένων, ἐπεὶ μὴ τὰ τυχόντα βραβεῖα ἡμᾶς ἐκδέξεται, ἀλλ´ αἱ ἀπὸ τῶν παρ´ ἑκάστοις, ὡς εἰκός, νόμων τιμωρίαι, δεσμὰ δηλαδὴ καὶ βάσανοι καὶ φυλακαί, πῦρ τε καὶ σίδηρος, καὶ σταυροὶ καὶ θῆρες, ὧν μάλιστα προθυμητέον καὶ τοῖς κακοῖς ὁμόσε χωρητέον, ὑπόδειγμα τὸν διδάσκαλον κεκτημένοις. τί γὰρ τούτων γένοιτ´ ἂν κάλλιον ἐχθροὺς καὶ θεοῖς καὶ ἀνθρώποις ἐπ´ οὐδενὶ λόγῳ καταστῆναι, καὶ μή ποτε ἡδέος ἀπολαῦσαί τινος, μήτε τῶν φιλτάτων ὄνασθαι, μήτε χρημάτων τυχεῖν, μήτε τινὸς ἀγαθοῦ τὸ παράπαν ἐλπίδα κτήσασθαι, εἰκῆ δὲ καὶ μάτην πλανᾶσθαι καὶ πλανᾶν; τοῦτο γὰρ ἦν τὸ συμφέρον καὶ τὸ φέρεσθαι ἐξ ἐναντίας πᾶσι τοῖς ἔθνεσιν καὶ τὸ θεοῖς μὲν τοῖς ἐξ αἰῶνος παρὰ πᾶσιν ὡμολογημένοις πολεμεῖν, τὸν δ´ ὑπ´ ὀφθαλμοῖς ἡμῶν ἀποθανόντα διδάσκαλον θεὸν εἶναι καὶ θεοῦ παῖδα κηρύττειν, ὑπὲρ οὗ καὶ αὐτοὺς θνῄσκειν ἑτοίμους εἶναι, μηδὲν ἀληθὲς παρ´ αὐτοῦ μηδ´ ὠφέλιμον μεμαθηκότας. ταύτῃ δ´ οὖν καὶ μᾶλλον τιμητέον αὐτόν, εἰ μηδὲν ἡμᾶς ὤνησεν, πάντα τε ἐπὶ τῷ δοξάσαι αὐτοῦ τὴν προσηγορίαν ποιητέον, καὶ πάσας ὕβρεις καὶ τιμωρίας ὑπομενετέον, πάντα τε τρόπον ἀναδεκτέον θανάτου ὑπὲρ μηδενὸς ἀληθοῦς. Κακὸν γὰρ ἴσως ἀλήθεια, τὸ δὲ ψεῦδος ἔχει τοῦ κακοῦ τὸ ἐναντίον. Διὸ λέγωμεν, ὅτι καὶ νεκροὺς ἤγειρεν, καὶ λεπροὺς ἐκαθάρισεν, καὶ δαίμονας ἤλασεν, καὶ τῶν ἄλλων παραδόξων ἔργων γέγονεν ποιητής, μηδὲν μὲν τοιοῦτον αὐτῷ συνεγνωκότες, ἑαυτοῖς δὲ τὰ πάντα πλαττόμενοι καὶ πλανῶντες μὲν οὓς δυνατόν· εἰ δὲ μὴ πείθοιτό τις, ἀλλ´ αὐτοί γε ὑπὲρ ὧν συντεθείμεθα τἀπίχειρα τῆς πλάνης καθ´ ἑαυτῶν ἐφελκόμενοι.»

 

Telle est la première raison que nous opposons aux adversaires de notre maître, voyons maintenant ce qu'ils y répondent, et d'abord convenons ensemble que Jésus fut maître, que les Juifs qui le suivirent toujours furent ses disciples, supposons ensuite que, loin d'enseigner la doctrine que nous venons d'exposer, ce maître n'ait appris qu'à violer les lois, à outrager la religion, la justice, à offenser et à dépouiller les faibles, et des crimes plus grands encore, et qu'il se soit appliqué à cacher cette morale, et à couvrir ses moeurs du voile d'un enseignement austère et d'une religion nouvelle. Admettons enfin que ses disciples l'aient imité eux-mêmes, et se soient laissé entraîner à de plus grands forfaits par un effet de leur pente naturelle au mal; qu'ils aient élevé bien haut leur maître, sans épargner l'imposture, et qu'ils aient forgé tous les prodiges et les merveilles qu'ils lui supposent, afin qu'on les admirât et qu'on célébrât le bonheur qu'ils ont eu d'être choisis pour ses disciples, voyons maintenant si. avec de semblables coopérateurs, une telle entreprise eût pu subsister. On dit que les méchants ne peuvent aimer ni les méchants, ni même les bons. D'où proviendrait alors dans une si grande multitude de pervers une telle union ? d'où proviendrait une si grande conformité dans leurs récits, cette harmonie que la mort ne peut troubler? qui jamais s'attacherait d'abord à un imposteur débitant une doctrine semblable? Dira-t-on que les disciples ne furent pas moins imposteurs que leur maître? mais ils n'ont donc pas connu la fin de sa vie et sa mort ? Pourquoi donc après un événement si honteux se préparèrent-ils à une fin semblable, en publiant que celui qui venait de mourir était Dieu? mais qui jamais, sans espérance aucune, se déciderait à un supplice si affreux ? Si, comme on peut, l'avancer, ses enchantements;il fut sorti du milieu des hommes, ils aimèrent mieux mourir que de renoncer à leur témoignage. Si donc ils n'avaient reconnu rien de vertueux dans la vie de leur maître, dans ses enseignements et dans sa doctrine, s'ils n'avaient rien vu de louable en ses œuvres, s'ils n'avaient retiré de son commerce qu'une profonde perversité et le talent de séduire les hommes, comment étaient-ils joyeux de mourir en affirmant de lui des actions extraordinaires et respectables, tandis que chacun d'eux pouvait vivre sans peine, couler dans la paix et auprès de ses foyers des jours heureux partagés entre ses amis? Comment ces hommes, s'ils eussent aimé le mensonge et l'imposture , eussent-ils souffert la mort pour celui qu'ils auraient su, mieux que qui que ce soit, leur avoir enseigné toute sorte de noirceurs, loin de leur avoir été utile? Pour la justice, un homme sage et vertueux s'exposera raisonnablement à une mort que doit suivre la gloire; mais un voluptueux, un débauché, un homme dont le coeur est perverti, qui n'aime que la vie de ce monde et oui poursuit les délices qu'elle offre, ne préférera jamais la mort à la vie, même pour ses proches et ses amis les plus chers, bien moins encore pour un homme qui serait un scélérat. Si ce juif fut un imposteur et un séducteur, comment donc se peut-il faire que les disciples, qui ne se méprenaient pas sur son compte, el dont les coeurs avaient souillés de l'iniquité la plus honteuse, se soient exposés, pour lui rendre témoignage, à toute sorte de violences de la part de leurs concitoyens , et aux plus cruelles tortures? Non ! telle n'est pas la conduite des méchants I Et encore si les disciples furent des imposteurs et des fourbes, comment ces gens sans instruction, de la lie du peuple, barbares et qui ne connaissaient que le langage de la Syrie, ont-ils parcouru la terre? Dans quelle pensée ont-ils imaginé cette vaste entreprise? Quelle fut la puissance qui les accompagna dans l'exécution ? Que des gens grossiers soient séduits, entraînent quelques concitoyens et se mettent en mouvement pour leur entreprise, je le conçois ; mais faire retentir toute la terre du nom de Jésus, répandre dans les villes et les bourgades le bruit de ses miracles, envahir l'empire romain et la ville maîtresse de l'univers, pénétrer en Perse, en Arménie, en Thrace, s'avancer jusqu'aux extrémités de la terre, aux frontières de l'Inde, franchir l'Océan pour arriver aux lies de la Bretagne . je n'y vois rien de l'homme, rien de facile et de vulgaire, rien surtout que puisse réaliser l'imposture et la fourberie. Or, comment ces victimes des fascinations d'un criminel imposteur ont-elles établi un si grand accord entre elles ? Tous, en effet, attestaient unanimement de sa puissance, el les guérisons des lépreux, et les délivrances des possédés, et les résurrections de morts, et la vue accordée à des aveugles, et la santé mille fois rendue à des malades» et sa résurrection, enfin, dont ils furent les premiers témoins. Comment purent-ils protester tous d'une voix de la vérité de choses extraordinaires et inouïes, et confirmer leur accord merveilleux par leur mort, s'ils ne se sont réunis pour convenir entre eux de leurs récits, et se jurer mutuellement d'inventer des événements qui n'existèrent pas ? et sans doute dans leurs conventions ils se seront servis de paroles semblables?

Complice de nos crimes, l'imposteur qui, hier encore, fut notre maître et a souffert sous nos yeux le dernier des supplices, tous nous savons parfaitement quel il fut, nous qui avons partagé ses secrets. Il parut quelquefois vénérable; il voulait être supérieur au vulgaire. Mais en lui rien ne fut grand ni digne du retour â la vie, à moins qu'on ne glorifie ses fraudes et ses impostures , les leçons de fourberies et d'orgueil pour les prestiges qu'il nous donna. Jurons donc ensemble et promettons-nous de répandre la même erreur parmi les hommes ; affirmons que nous sommes témoins qu'il a rendu la vue aux aveugles, ce que nul d'entre nous n'a jamais vu ; qu'il a fait entendre les sourds, ce que nul d'entre nous n'a jamais entendu ; qu'il a guéri des lépreux et ressuscité des morts ; enfin, soutenons comme véritable ce que nous ne lui avons jamais vu faire, ce qu'il n'a jamais enseigné. Toutefois, comme le supplice qui a terminé ses jours est trop connu pour qu'on puisse le déguiser, délivrons-nous de cet embarras, mais en assurant sans rougir qu'après être ressuscité il a conversé avec nous, et s'est assis à la même table et au même foyer. Persévérons dans cette impudence et cette constance dans l'imposture, et que cette folie persévère en nous jusqu'à la mort. Qu'y a-t-il, en effet, d'insensé à mourir pour soutenir le mensonge? qui peut encore détourner de l'exposer sans motif aux fouets et aux tourments ? Supportons, s'il le faut, pour l'imposture , les feux, les outrages et les injures ; que ce soit l'objet continuel de nos pensées.

Mentons tous de concert sans aucun avantage ni pour nous ni pour ceux que nous aurons séduits, ni même pour celui dont nous proclamons la fausse apothéose. Que notre fraude n'obtienne pas foi seulement en notre patrie; répandons-nous sur la terre, et accréditons-la parmi tous les hommes. Aux antiques idées de la divinité qui gouvernaient les peuples substituons-en de nouvelles. Ordonnons d'abord aux Romains de ne plus honorer ceux que leurs ancêtres vénérèrent comme des dieux. Pénétrons dans la Grèce, et luttons avec ses sages ; passons en Égypte, et combattons ses dieux, non plus avec les miracles de Moïse, mais par la mort de noire maître, en la montrant comme un prodige redoutable. Ces dogmes, enfin, que toutes les nations ont reçus de ce peuple religieux, détruisons-les, non par la force des discours et de l'éloquence, mais par la puissance d'un maître élevé à une croix. Allons aux barbares, et renversons leur ancien culte. Que nul n'abandonne l'entreprise,

car le prix de notre audace ne sera pas méprisable. Au lieu des récompenses vulgaires, les vengeances des lois de toutes les nations nous atteindront avec justice , les fers et les tortures et la prison, le feu et le glaive, la croix et les bêtes du cirque, voilà ce qui doit aiguiser notre courage, et les peines qu'il faut affronter à l'exemple de notre maître. En effet, quoi de plus beau que de se déclarer sans sujet l'ennemi des dieux et des hommes , que de se priver de tout plaisir, de renoncer à ce qu'on a de plus cher, de refuser les biens de ce monde, de se dépouiller de toute espérance honnête, et de se tromper grossièrement soi-même et les autres hommes, c'est là ce que nous nous proposons, ainsi que de nous élever contre les nations, et de déclarer la guerre aux dieux honorés dès l'origine du monde. C'est pour cela que nous proclamons comme Dieu et fils de Dieu, notre maître, crucifié à nos yeux, et que nous sommes prêts à mourir pour cet homme qui ne nous a rien appris d'utile. C'est parce qu'il ne nous a rien appris d'avantageux qu'il faut l'honorer, plus entreprendre tout pour illustrer son nom, et s'exposer pour une fausseté à toute espèce d'injures et de supplices, à la mort même la plus cruelle. Peut-être l'erreur est-elle vérité, et ce qui est contraire au mensonge est-il une imposture. Disons donc que Jésus a ressuscité les morts, qu'il a guéri les lépreux, chassé les démons, et fait bien des merveilles, quoique nous n'en sachions rien, que nous ayons tout imaginé, et trompons ceux que nous pourrons. Si personne ne se laisse séduire, alors nous aurons la digne récompense de nos impostures.

Ἆρά σοι πιθανὰ ταῦτα ἢ καὶ ἀληθοῦς ἐχόμενα λόγου τὰ τοιαῦτα εἶναι δοκεῖ; καὶ πείσειέ τις 〈ἂν〉 ἑαυτόν, ὡς τοιαῦτα πλασάμενοι καὶ συνθέμενοι ἀλλήλοις εὐτελεῖς ἄνδρες καὶ ἰδιῶται παρῄεσαν ἐπὶ τὴν Ῥωμαίων ἀρχήν, ἢ ὡς ἀνθρωπεία φύσις τὸ φιλόζωον οἰκεῖον κεκτημένη δύναιτ´ ἄν ποθ´ ὑπὲρ τοῦ μηδενὸς αὐθαίρετον ὑπομεῖναι τελευτήν, 〈ἢ〉 ὡς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ εἰς τοσαύτην ὑπερβολὴν ἐκπληξίας ἤλασαν, ὡς μηδὲν μὲν ὑπ´ αὐτοῦ παράδοξον πραχθὲν ἑωρακέναι, αὐτοὺς δ´ ἐκ συνθήματος ὁμοῦ πάντα τὰ τοιαῦτα πεπλάσθαι, ἔπειτα ῥημάτια περὶ αὐτοῦ ψευδῆ συν〈τ〉αξαμένους ὑπὲρ τούτων θνῄσκειν ὑπομένειν ἑτοίμως ἔχειν; ἀλλὰ τί φῄς; μὴ προσδοκῆσαι αὐτοὺς μηδὲ ἐλπίσαι δεινόν τι πείσεσθαι ἐκ τῆς περὶ τοῦ Ἰησοῦ μαρτυρίας, διὸ καὶ ἀδεῶς ἐπὶ τὸ περὶ αὐτοῦ κήρυγμα προελθεῖν; ἀλλ´ οὐκ εἰκὸς ἦν ἀπελπίσαι τὰ πάντα ὑπ〈ὲρ〉 αὐτοῦ πείσεσθαι, τοὺς Ῥωμαίοις ὁμοῦ καὶ Ἕλλησι καὶ βαρβάροις θεῶν ἀνατροπὴν εἰσηγησαμένους. Ἡ δέ γε περὶ αὐτῶν ἱστορία σαφῶς δείκνυσιν, ὡς μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπίβουλοί τινες συλλαβόντες αὐτοὺς πρῶτα μὲν παρέδωκαν φυλακῇ, ἔπειτα δὲ ἀπέλυσαν παραγγείλαντες μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· γνόντες δὲ αὐτοὺς μετὰ ταῦτα δημοσίᾳ τῷ πλήθει τὰ περὶ αὐτοῦ διαλεγομένους, ἀναρπάσαντες ἐμάστιζον, ἐπιτιμῶντες ἐπὶ τῇ διδασκαλίᾳ, ὅτε ἀποκριθεὶς αὖθις αὐτοῖς ὁ Πέτρος εἶπεν· « Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις». Μετὰ δὲ ταῦτα λίθοις βληθεὶς ἀναιρεῖται Στέφανος, ἐπὶ τοῦ Ἰουδαίων πλήθους παρρησιασάμενος, καὶ διωγμὸς οὐχ ὁ τυχὼν ἐπανίσταται τοῖς πρεσβεύουσι τὸ τοῦ Ἰησοῦ ὄνομα.

 Καὶ πάλιν ἄλλοτε Ἡρώδης ὁ τῶν Ἰουδαίων βασιλεὺς «ἀνεῖλεν τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ», τόν τε Πέτρον ὁ αὐτὸς δεσμοῖς περιέβαλεν, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται. Καὶ τούτων ταῦτα πεπονθότων, οἱ λοιποὶ μαθηταί, ἀπρὶξ ἐχόμενοι τοῦ Ἰησοῦ, παρέμενον ἔτι μᾶλλον εἰς πάντας αὐτόν τε καὶ τὰς παραδοξοποιίας αὐτοῦ καταγγέλλοντες. Ἐπὶ τούτοις Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ὃν οἱ πάλαι τὰ Ἱεροσόλυμα οἰκοῦντες ἐκάλουν δίκαιον διὰ τὰ τῆς ἀρετῆς πλεονεκτήματα, ἐρωτηθεὶς πρὸς τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ Ἰουδαίων ἔθνους, τίνα περὶ τοῦ Χριστοῦ ἔχοι δόξαν, κἄπειτα ἀποκρινάμενος ὅτι υἱὸς θεοῦ εἴ〈η〉, λίθοις καὶ αὐτὸς πρὸς αὐτῶν βάλλεται. Καὶ Πέτρος δὲ ἐπὶ Ῥώμης κατὰ κεφαλῆς σταυροῦται, Παῦλός τε ἀποτέμνεται, Ἰωάννης τε νήσῳ παραδίδοται. Καὶ τούτων ταῦτα παθόντων οὐδεὶς τῶν λοιπῶν ἐξέστη τῆς προθέσεως, δι´ εὐχῆς δὲ τιθέμενοι καὶ αὐτοὶ τῶν ἴσων τοῖς προειρημένοις τῆς εἰς τὸ θεῖον εὐσεβείας ἕνεκα τυχεῖν, ἔτι μᾶλλον τῷ Ἰησοῦ καὶ τοῖς παραδόξοις ἔργοις αὐτοῦ μετὰ παρρησίας ἐμαρτύρουν.

Καὶ μήν, εἴπερ ψεύσματα ἦν κατὰ συνθήκην αὐτοῖς πεπλασμένα, θαυμάζειν ἄξιον ὅπως τοσοῦτο πλῆθος τὴν συμφωνίαν ἐπὶ τοῖς πλάσμασιν καὶ μέχρι θανάτου διεφύλαξεν, οὐδείς τε αὐτῶν πώποτε, τὰ συμβάντα τοῖς προανῃρημένοις τρέσας, ἐξέστη τῆς ἑταιρίας, οὐδ´ ἀντεκήρυξε τοῖς ἄλλοις εἰς φῶς ἀγαγὼν τὰ συντεθειμένα, ἀλλὰ καὶ ὁ ζῶντα προδοῦναι τολμήσας αὐτὸν αὐτοχειρίᾳ καθ´ ἑαυτοῦ παραχρῆμα τὴν δίκην ἐπεσπάσατο. Κἀκεῖνο δὲ πῶς οὐ μεστὸν ἐκπλήξεως, τὸ πλάνους ἄνδρας καὶ ἰδιώτας, μήτε λαλεῖν μήτε ἀκούειν πλέον τῆς πατρίου φωνῆς ἐπισταμένους, μὴ μόνον διανοηθῆναι τολμῆσαι προελθεῖν ἐπὶ τὴν τῶν ἐθνῶν ἁπάντων περίοδον, ἀλλὰ καὶ προελθόντας κατορθῶσαι τὸ ἐπιτήδευμα; σκέψαι δὲ ὁποῖόν ἐστιν καὶ τὸ μηδένα μηδαμοῦ διάφωνον ἐξενεγκεῖν περὶ τῶν πράξεων τοῦ Ἰησοῦ λόγον. Εἰ γὰρ ἐπὶ πάντων ἀμφιγνοουμένων πραγμάτων ἔν τε τοῖς κατὰ νόμους δικαστηρίοις καὶ ἐν ταῖς κοιναῖς ἀμφισβητήσεσιν τῶν μαρτύρων συμφωνία κυροῖ τὸ ἀμφιγνοούμενον («ἐπὶ στόματος» δ´ οὖν «δύο καὶ τριῶν μαρτύρων συνίσταται πᾶν ῥῆμα»), πῶς οὐκ ἂν ἡ ἀλήθεια καὶ ἐπὶ τῶνδε συσταίη, δώδεκα μὲν ὄντων ἀποστόλων, ἑβδομήκοντα δὲ μαθητῶν, μυρίου τε πλήθους τούτων ἐκτός, πάντων θαυμαστὴν συμφωνίαν ἐπιδεδειγμένων καὶ μαρτυρησάντων γε τοῖς ὑπὸ τοῦ Ἰησοῦ πεπραγμένοις, οὐκ ἀνιδρωτί, διὰ δὲ βασάνων ὑπομονῆς καὶ πάσης αἰκίας καὶ θανάτου, καὶ ἐπὶ πᾶσιν ὑπὸ τοῦ θεοῦ μαρτυρηθέντων, ὃς τὸν ὑπ´ αὐτῶν καταγγελθέντα λόγον ἔτι καὶ νῦν καὶ εἰς ὅλον τὸν αἰῶνα κρατύνει;

Ταῦτα μὲν οὖν, ἀρχῆς ἀτόπου κατὰ συγχώρησιν δοθείσης, γεγυμνάσθω. τὸ γὰρ τοῖς ἐγγράφοις τἀναντία ὑπολαβεῖν, καὶ φάναι τὸν Ἰησοῦν διδάσκαλον γεγονέναι μὴ σωφρόνων λόγων, ἀδικίας δὲ καὶ πλεονεξίας καὶ πάσης ἀκολασίας, τούς τε μαθητὰς αὐτοῦ τοιαῦτα παρ´ αὐτοῦ δεδιδαγμένους παντορέκτας γεγονέναι καὶ παμπονήρους τῶν πώποτε ἀνθρώπων, καθ´ ὑπόθεσιν ἡμῖν συνεχωρεῖτο, ὅπερ ἦν παντὸς ἀτοπώτατον· ὅμοιον ὡς εἰ καὶ Μωσέως ἐν τοῖς νόμοις λέγοντος «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις», συκοφαντῶν αὐτὸν διέβαλλέ τις λέγων εἰρωνείᾳ ταῦτα φάναι καὶ προσποιήσει· βούλεσθαι μὲν γὰρ τοὺς ὑπηκόους καὶ φονεύειν καὶ μοιχεύειν καὶ τἀναντία πράττειν οἷς νομοθετεῖν προσποιεῖται, σχηματίζεσθαι δὲ καὶ καθυποκρίνεσθαι τὸν σεμνὸν βίον. ταύτῃ γὰρ καὶ τὰς τῶν παρ´ Ἕλλησι φιλοσόφων ὑποθήκας διαβάλλοι ἄν τις τόν τε καρτερικὸν βίον καὶ τοὺς λόγους αὐτῶν πάντας, φάσκων ἐναντίως μὲν τοῖς ἀναγεγραμμένοις διατεθεῖσθαι αὐτοὺς καὶ ἀναβεβιωκέναι, προσπεποιῆσθαι δὲ καθ´ ὑπόκρισιν τὸν φιλόσοφον ἑλεῖν βίον. Οὕτως δέ τις καὶ πάσας ἁπλῶς εἰπεῖν τὰς τῶν παλαιῶν διαβάλλοι ἂν ἱστορίας, ἀθετῶν τὴν ἐν αὐταῖς ἀλήθειαν, καὶ εἰς τοὐναντίον τὰ δηλούμενα παρεκδεχόμενος.

 

Vous semble-t-il croyable et vrai qu'après une convention semblable, ces gens grossiers et de basse extraction aient envahi l'empire romain, que la nature humaine ait dépouillé l'amour naturel quelle a de la vie pour se résigner sans sujet a une mort volontaire? Pourriez-vous présumer que les disciples de notre Sauveur, bien qu'ils n'aient rien vu d'extraordinaire dans les actions de Jésus, en soient venus cependant à ce point d'aveuglement d'inventer de concert tout ce qu'ils en ont publié, et d'être prêts à mourir pour confirmer toutes les prétendues sentences qu'ils lui ont prêtées. Que dire ? Qu'ils ignoraient les supplices ou les exposerait leur témoignage rendu au nom de Jésus, et que c'est ainsi qu'ils allaient le confesser généreusement? Mais il n'est pas présumable qu'ils ignorassent tous les maux qui les attendaient ces hommes qui allaient renverser les dieux des Romains, des Grecs et des Barbares. Leur histoire ne dit-elle pas clairement qu'après la mort de leur maître, quelques-uns de leurs ennemis se saisirent d'eux, les jetèrent en prison, et ne leur en ouvrirent les portes qu'en leur défendant de parler au nom de Jésus? Lorsqu'ils apprirent que, malgré leur défense, ces hommes intrépides proclamaient devant tout le peuple la divinité de Jésus, ils les frappèrent de verges pour la doctrine qu'ils prêchaient. C'est alors que Pierre s'écria qu'il valait mieux obéir à Dieu qu'aux hommes (Act., V,29). La générosité qu'Etienne déploya devant la multitude, le fit lapider ; et alors il s'éleva une furieuse persécution contre ceux qui prêchaient le nom de Jésus.

Plus tard, Hérode, roi de Judée, fit décapiter Jacques, frère de Jean, jeta Pierre dans les chaînes, ainsi que le racontent les Actes des apôtres. Et néanmoins, tous les disciples persévérèrent dans la foi de Jésus, se répandirent encore davantage en annonçant le Christ et les œuvres de sa puissance. L'un d'entre eux, Jacques, frère du Seigneur, que le peuple de Jérusalem surnomma le Juste pour sa vertu, interrogé par les princes des prêtres et les docteurs de la loi sur ce qu'il pensait du Christ, répondit qu'il le tenait pour le fils de Dieu, et fut aussitôt lapidé. A Rome, Pierre est crucifié, la tête en bas ; Paul est décapité, et Jean est envoyé en exil à Pathmos. Et cependant, aucun des disciples n'abandonne l'entreprise commune; tous appellent de leurs vœux une semblable récompense de leur piété, et ils publient avec plus de courage encore le nom de Jésus et ses merveilles.

Si donc cette doctrine n'était qu'un tissu d'impostures, n'est-il pas admirable qu'une si grande multitude ait gardé un tel concert dans le mensonge jusqu'à la mort, et que nul d'entre eux, pour éviter des supplices semblables à ceux de ses collègues, ne soit sorti de la société, ne se soit levé contre les autres disciples en révélant leurs impostures ? Bien plus, celui qui le trahit durant sa vie ne se fit-il pas aussitôt justice de ses propres mains ? Ne serait-ce pas le comble de la témérité pour des imposteurs de la lie du peuple, qui ne parlait et ne pouvaient comprendre que la langue de leur patrie, de former le dessein de parcourir l'univers ? et la réalisation de ce dessein ne serait-elle pas le plus grand des miracles ? Songez encore que jamais ils n'ont varié sur les actions de Jésus. Or, si dans les questions litigieuses, si devant les grands tribunaux ou dans les discussions entre les particuliers, le concert des témoins détruit tout doute (Deut., XIX, 15), car toute circonstance est garantie par le concert de deux ou trois témoins, comment mettre en question la vérité de ces mêmes actions qu'attestent douze apôtres, soixante et dix disciples choisis, sans compter une innombrable multitude d'hommes, qui tous gardent un concert admirable, qui protestent de la vérité des prodiges de Jésus, non pas sans essuyer d'assauts, mais au milieu des tourments, des outrages, et jusque dans les bras de la mort? Comment en douter lorsque Dieu lui-même leur rend témoignage en prolongeant la force de leur témoignage jusqu'à ce jour et jusqu'au dernier moment du dernier des siècles.

En voilà assez sur une supposition aussi absurde. Nous n'avions admis, en effet, que pour éclaircir la question, cette étrange hypothèse contraire à l'Évangile, que Jésus, loin d'avoir été un docteur de sainteté, n'enseigna que l'injustice, l'orgueil et la perversité la plus consommée, et que ses disciples, formés à une telle école, furent les plus ambitieux et les plus corrompus des hommes : hypothèse aussi insensée qu'il serait insensé de calomnier Moïse, en disant que ce n'est que par feinte et par dérision que ce législateur a défendu le meurtre, l'adultère, le vol et le parjure ; qu'il voulait que ceux qui reconnaîtraient son autorité commissent et l'homicide et l'adultère et les autres crimes qu'il a défendus, pourvu qu'ils conservassent les dehors, et sussent s'entourer de l'extérieur de la sainteté. Ainsi encore, l'on peut vilipender les philosophes de la Grèce, leur tempérance et leurs préceptes, en disant qu'ils ont vécu contrairement à leurs écrits, et que, cachant ainsi leurs débordements, ils ont feint qu'ils aimaient la sagesse. Ainsi, pour tout dire enfin, l'on peut taxer d'imposture les histoires des anciens, nier ce qu'elles contiennent, et croire le contraire des faits quelles rapportent. Or. si un homme sage ne balancerait pas à ranger un esprit ainsi disposé au nombre des insensés, pourquoi ne pas traiter de la sorte celui qui, par rapport aux paroles et aux préceptes de notre Sauveur et de ses disciples violenterait la vérité et tenterait de lui supposer des idées opposées à son enseignement.

Ἀλλ´ ὡς οὐκ ἄν τις ὀκνήσειεν τῶν εὖ φρονούντων μαίνεσθαι τὸν τοιοῦτον ἀποφήνασθαι, οὕτω καὶ ἐπὶ τῶν τοῦ σωτῆρος λόγων τε καὶ μαθημάτων, εἴ τις τἀληθὲς διαστρέφων τὴν ἐναντίαν οἷς ἐδίδασκεν περιβάλλειν αὐτῷ δόξαν πειρῷτο. Πλὴν ἀλλ´ ἐδόθη καὶ τοῦτο ὡς ἐν ὑποθέσει, ὅπως καὶ ἐκ περιουσίας καὶ ἐν ἀτόπῳ συγχωρήσει τὸ ἀσύστατον τοῦ δι´ ἐναντίας λόγου φανῇ. Ἐληλεγμένου δῆτα τούτου, φέρε ἀναδραμόντες ἐπὶ τὴν τῶν ἱερῶν γραφῶν ἀλήθειαν, τὸ ἦθος τῶν τοῦ Ἰησοῦ μαθητῶν θεασώμεθα. Αὐτόθεν μὲν οὖν ἄν τις εὖ φρονῶν πῶς οὐ πάσης ἀποδοχῆς αὐτοὺς ἀξίους κρίνειεν, ἄνδρας μὲν εὐτελεῖς ὁμολογουμένως καὶ τὸν λόγον ἰδιώτας, εὐσεβοῦς δὲ καὶ φιλοσόφου διδασκαλίας εἰς ἔρωτα συμβεβηκότας, καὶ στέρξαντας βίον καρτερικὸν καὶ ἐπίπονον, διὰ νηστειῶν, οἴνου τε καὶ κρεῶν ἀποχῆς, καὶ πλείστης ἄλλης ταπεινώσεως τοῦ σώματος, διά τε εὐχῶν καὶ ἱκετηριῶν τῶν πρὸς τὸν θεόν, καὶ πολὺ πρότερον δι´ ἄκρας σωφροσύνης καὶ ἁγνείας σώματος ὁμοῦ καὶ ψυχῆς κατορθούμενον. τίς δ´ οὖν οὐκ ἂν αὐτοὺς θαυμάσειεν δι´ ὑπερβολὴν φιλοσοφίας καὶ ταῖς κατὰ νόμον συγκεχωρημέναις γαμεταῖς ἀποτεταγμένους, καὶ μήθ´ ὑπὸ τῆς φυσικῆς ἡδονῆς καθελκυσθέντας, μήτε παίδων καὶ ἐγγόνων ἐπιθυμίᾳ δουλωθέντας, ἐπεὶ μηδὲ θνητῶν ἐγγόνων ἀλλ´ ἀθανάτων ὠρέχθησαν; τὸ δὲ ἀφιλοχρήματον αὐτῶν τοῦ τρόπου πῶς οὐκ ἄν τις ἐκπλαγείη; καὶ τοῦτο τεκμηράμενος ἐκ τοῦ μὴ φεύγειν ἀλλ´ ἀσπάσασθαι διδάσκαλον χρυσοῦ καὶ ἀργύρου τὴν κτῆσιν ἀπαγορεύοντα καὶ νομοθετοῦντα μηδὲ μέχρι δευτέρου χιτῶνος αὔξειν τὴν ὕπαρξιν· ὅπερ τάχα τις ἀκούσας παρῄτητο ἂν τὸ βαρὺ τοῦ προστάγματος, οἱ δὲ καὶ ἔργον πεποιηκότες τὸν λόγον ἀποδείκνυνται. Αἰτήσαντος γοῦν ποτε τοὺς ἀμφὶ τὸν Πέτρον χωλοῦ τινος (οὗτος δ´ ἦν τῶν δι´ ἐσχάτην ἀπορίαν τὰς τροφὰς μεταιτούντων), οὐκ ἔχων ὁ Πέτρος ὅ τι δῷ, ὡμολόγει πάσης ὑπάρξεως χρυσίου καὶ ἀργυρίου καθαρεύειν, φήσας· « Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει».

Σκυθρωπὰ δὲ αὐτοῖς προαγγέλ〈λ〉οντος τοῦ διδασκάλου, προσέχοντες δι´ ὧν πρὸς αὐτοὺς ἔλεγεν « Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε» καὶ πάλιν « Κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται», πῶς οὐκ αὐτοὶ μὲν δῆλοι τὸν τρόπον, ὅτι δὴ στερροί τινες καὶ βαθεῖς ὑπῆρχον, μὴ φεύγοντες τὰ τῆς ψυχῆς γυμνάσια μηδὲ τὰ πρὸς ἡδονὴν μεταδιώκοντες· καὶ ὁ διδάσκαλος δέ, ὅτι μὴ δι´ ἀπάτης θέλγων αὐτοὺς καὶ τὰ οἰκεῖα προϊσχόμενος ἐξῳκειοῦτο, ἐλευθέρῳ δὲ καὶ ἀληθεῖ λόγῳ τὰ συμβησόμενα θεσπίζων, τὴν αἵρεσιν τῆς κατ´ αὐτὸν πολιτείας εἰς αὐτοὺς ἐνετίθετο. τοιαῦτα δὲ ἦν καὶ τὰ περὶ τῶν μελλόντων διὰ τὸ ὄνομα αὐτοῦ συμβήσεσθαι αὐτοῖς, ἐν οἷς προλέγων ἐμαρτύρατο, ὅτι καὶ ἐπὶ ἡγεμόνας ἀχθήσονται, καὶ μέχρι βασ?ροῦντας ἐνεργούμενον ... Καταπλαγῆναι τὴν πρόρρησιν· ἡ γὰρ τοῦ Ἰησοῦ ὀνόματος ὁμολογία τοὺς θυμοὺς εἴωθεν ἐκκαίειν τῶν ἀρχόντων. Κἂν μηδὲν γὰρ φαῦλον ᾖ πεπραγμένον τῷ τὸν Χριστὸν ὁμολογοῦντι, κολάζουσιν ὅμως αἰκιζόμενοι διὰ τὸ ὄνομα αὐτοῦ ὡς πάντων ἀνοσιουργῶν χαλεπωτέρους· εἰ δ´ ἐξομόσαιτό τις τὴν προσηγορίαν καὶ ἀρνηθείη μὴ εἶναι τῶν Χριστοῦ μαθητῶν, ἀφεῖται παραχρῆμα ἐλεύθερος, κἂν μυρίοις ἔνοχος ἁλίσκηται πλημμελήμασιν.

Καὶ τί με 〈χρὴ〉 μυρία συναγαγεῖν τὸ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν διαγράφειν ἦθος πειρώμενον, ἀρκούντων καὶ τῶν εἰρημένων εἰς ἀπόδειξιν τοῦ προκειμένου; οἷς ἔτι ταῦτα προσθεὶς ἐπὶ τὸ ἕτερον στῖφος τῶν συκοφαντῶν μεταβήσομαι.

Ματθαῖος 〈ὁ〉 ἀπόστολος τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς διατριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνείας καὶ πλεονεξίας σχολαζόντων. τοῦτο οὐδεὶς τῶν 〈λοιπῶν〉 εὐαγγελιστῶν ἐδήλωσεν, οὐχ ὁ συναπόστολος αὐτοῦ Ἰωάννης, οὐδέ γε Λουκᾶς, οὐδὲ Μάρκος, αὐτὸς δὲ Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον, καὶ κατήγορος αὐτὸς ἑαυτοῦ γιγνόμενος. Ἐπάκουσον γοῦν ὅπως διαρρήδην ἐπ´ ὀνόματος αὐτοῦ μέμνηται ἐν τῷ πρὸς αὐτοῦ γραφέντι εὐαγγελίῳ ... τὸν τρόπον· « Καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον ὀνόματι, καὶ εἶπεν αὐτῷ, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο ἀνακειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ». Καὶ πάλιν προϊὼν ἑξῆς τόν τε κατάλογον τῶν μαθητῶν ἐξαριθμούμενος, αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου ὄνομα προστίθησιν. Λέγει δ´ οὖν· « Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης». Οὕτως μὲν ὁ Ματθαῖος δι´ ὑπερβολὴν ἐπιεικείας τὸ φιλάληθες ὑποφαίνων τοῦ ἰδίου τρόπου καὶ τελώνην ἑαυτὸν ἀπεκάλει, μὴ ἐπικρύπτων τὸν πρότερον ἑαυτοῦ βίον καὶ τοῦ συζύγου δεύτερον ἑαυτὸν κατέλεγεν. Συνεζευγμένος γοῦν τῷ Θωμᾷ, ὡς Πέτρος Ἀνδρέᾳ, καὶ Ἰάκωβος τῷ Ἰωάννῃ, καὶ Φίλιππος Βαρθολομαίῳ, προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς κρείττονα τὸν συναπόστολον, τῶν λοιπῶν εὐαγγελιστῶν τοὐναντίον πεποιηκότων. Ἄκουε γοῦν Λουκᾶ, πῶς τοῦ Ματθαίου μνημονεύσας οὐ τελώνην ὀνομάζει, οὐδ´ ὑποτάττει τῷ Θωμᾷ, κρείττονα δὲ αὐτὸν εἰδὼς πρῶτον αὐτὸν κατέλεξεν, δεύτερον τὸν Θωμᾶν ἐπαγαγών, ὥσπερ καὶ ὁ Μάρκος πεποίηκεν. Ἔχουσιν δὲ αὐτοῦ αἱ λέξεις οὕτως· « Καὶ ὅτε ἡμέρα ἐγένετο, ἐφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἐξ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, Σίμωνα, ὃν καὶ ἐκάλεσεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν». Οὕτως μὲν τὸν Ματθαῖον ὁ Λουκᾶς ἐτίμησεν, καθ´ ἃ παρέδωκαν αὐτῷ «οἱ ἀπ´ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου».

Καὶ τὸν Ἰωάννην δὲ ὅμοιον εὕροις ἂν τῷ Ματθαίῳ· ἐν μὲν γὰρ ταῖς ἐπιστολαῖς αὐτοῦ οὐδὲ μνήμην τῆς οἰκείας προσηγορίας ποιεῖται, ἢ πρεσβύτερον ἑαυτὸν ὀνομάζει, οὐδαμοῦ δὲ ἀπόστολον οὐδ´ εὐαγγελιστήν· ἐν δὲ τῷ εὐαγγελίῳ ἐπισημηνάμενος «ὃν ἠγάπα ὁ Ἰησοῦς» οὐκ ἐδήλωσεν ὀνομαστὶ ἑαυτόν. Ὅ γε μὴν Πέτρος οὐδὲ καθῆκεν ἐπὶ εὐαγγελίου γραφὴν δι´ εὐλαβείας ὑπερβολήν. τούτου Μάρκος γνώριμος καὶ φοιτητὴς γεγονὼς ἀπομνημονεῦσαι λέγεται τὰς τοῦ Πέτρου περὶ τῶν πράξεων τοῦ Ἰησοῦ διαλέξεις· ὃς ἐλθὼν ἐπ´ ἐκεῖνα τῆς ἱστορίας, ἐν οἷς ὁ Ἰησοῦς ἐρωτήσας, τίνα φασὶν αὐτὸν οἱ ἄνθρωποι, καὶ αὐτοὶ δὲ οἱ αὐτοῦ μαθηταὶ τίνα δόξαν ἔχοιεν περὶ αὐτοῦ, ὑπακούσαντος τοῦ Πέτρου, ὡς περὶ Χριστοῦ, οὐδὲν ἀποκρινάμενον τὸν Ἰησοῦν οὐδὲ λέγοντα αὐτῷ γράφει, ἀλλ´ ὅτι «ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ». Οὐ γὰρ παρῆν ὁ Μάρκος τοῖς ὑπὸ τοῦ Ἰησοῦ λεχθεῖσιν, ἀλλ´ οὐδὲ Πέτρος τὰ πρὸς αὐτὸν καὶ περὶ αὐτοῦ λεχθέντα τῷ Ἰησοῦ ἐδικαίου δι´ οἰκείας προφέρειν μαρτυρίας. τίνα δὲ ἦν τὰ πρὸς αὐτὸν λεχθέντα Ματθαῖος δηλοῖ διὰ τούτων· « Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ´ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Καὶ ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτην τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς». τοσούτων εἰρημένων τῷ Πέτρῳ ὑπὸ τοῦ Ἰησοῦ, ὁ Μάρκος μηδενὸς τούτων μνημονεύσας, ὅτι μηδ´ ὁ Πέτρος ταῦθ´ ὡς εἰκὸς ἐν ταῖς αὐτοῦ διδασκαλίαις ἐξηγόρευσεν, ὅρα τί φησίν· ἐρωτήσαντος τοῦ Ἰησοῦ, « Ἀποκριθεὶς ὁ Πέτρος λέγει, σὺ εἶ ὁ Χριστός. Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ». ταῦτα μὲν οὖν ὁ Πέτρος εἰκότως παρασιωπᾶσθαι ἠξίου· διὸ καὶ Μάρκος αὐτὰ παρέλιπεν. τὰ δὲ κατὰ τὴν ἄρνησιν αὐτοῦ εἰς πάντας ἐκήρυξεν ἀνθρώπους, ἐπεὶ καὶ ἔκλαυσεν ἐπ´ αὐτῇ πικρῶς. Εὕροις δ´ οὖν τὸν Μάρκον ἱστοροῦντα περὶ αὐτοῦ τάδε· «καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ ἔρχεται πρὸς αὐτὸν μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, καὶ ἰδοῦσα αὐτὸν θερμαινόμενον. Ἐμβλέψασα αὐτῷ λέγει, καὶ σὺ μετὰ Ἰησοῦ τοῦ Ναζωραίου ἦς. Ὁ δὲ ἠρνήσατο λέγων· οὔτε οἶδα οὔτε ἐπίσταμαι τί σὺ λέγεις. Καὶ ἐξῆλθεν εἰς τὴν ἔξω πρόαυλιν, καὶ ἀλέκτωρ ἐφώνησεν. Πάλιν δὲ ἰδοῦσα αὐτὸν ἡ παιδίσκη ἤρξατο λέγειν τοῖς παρεστῶσιν· οὗτος ἐξ αὐτῶν ἐστιν. Ὁ δὲ πάλιν ἠρνήσατο. Καὶ μετὰ μικρὸν πάλιν 〈οἱ〉 παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ. Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν λέγετε· καὶ εὐθέως ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν».

.

Cependant, dans la force de notre cause, admettons encore cette supposition vraiment absurde, afin de montrer le peu de solidité des rêveries que l'on nous veut opposer. Or, après la discussion précédente, nous pouvons recourir ici aux livres sacrés pour y voir la vie des disciples dé Jésus. Mais, sur leur exposé, quel homme sage pourra refuser croyance à ces hommes qui, grossiers et sans littérature, ont embrassé avec ardeur les dogmes de la philosophie la plus sainte et la plus sublime, et se sont livrés aux pratiques une vie de tempérance et de sueurs, qu'ils ont rendue plus sainte encore par les jeunes, l'abstinence du vin et de la chair, et par la mortification de leur corps, unie à de ferventes prières et à des exercices précédés depuis longtemps déjà de la chasteté et de là pureté du corps et de l'àme? Qui n'admirerait pas cette sublimité de sagesse qui les détache de leurs alliances légitimes, qui les élève au-dessus des plaisirs naturels et du désir de perpétuer leur nom ; car au lieu d'une race mortelle; ils ambitionnaient une immortelle progéniture. Qui n'admirerait leur détachement, ce détachement dont nous pouvons comprendre retendue, lorsque nous les voyons se resserrer auprès de leur maître qui les détournait des richesses, et leur défendait d'étendre jusqu'à une seconde tunique ce qui était à leur usage. Quel homme ne déclinerait un précepte si austère? Et cependant, il est constant qu'ils l'ont accompli, en jour un boiteux tendit la main à Pierre et à ceux qui raccompagnaient. C'était un de ceux qui mendiaient le soutien de leur misérable vie. Pierre, n'ayant rien à donner, avoue qu'il ne possède ni or, ni argent. « Je n'ai ni or, ni argent, dit-il, mais ce que j'ai, je vous le donne au nom de Jésus-Christ : « Levez-vous et marchez » (Act., III, 6).

Lorsqu'ils apprenaient les maux qui les menaçaient, de la bouche de leur maître qui les leur annonçait ainsi : Dans le monde vous éprouverez des tribulations, et vous pleurerez, et vous gémirez ; le monde se réjouira (Jean. XVI, 21), ne témoignèrent-ils pas la fermeté et l'élévation de leur courage. Ils ne fuirent pas ces luttes de l'âme, et ne cherchèrent pas les plaisirs de la terre, tandis que pour se les attacher, loin de les flatter et de faire ostentation de sa puissance, leur maître leur annonça sans déguisement les maux qui les menaçaient, inculquant ainsi sa doctrine dans leurs cœurs. Tel était ce qui devait suivre leur témoignage au nom de Jésus, ces citations aux tribunaux des princes et devant les trônes des rois, et ces innombrables supplices dont ils éprouvèrent la violence sans crime ni raison plausible de leur côté, mais seulement pour son nom. En voyant l'accomplissement de cette prophétie se prolonger jusou'à ce jour, ne devons-nous pas être saisis d'admiration? Le nom de Jésus irrite encore l'esprit des princes; et sans qu'ils aient à lui reprocher aucun crime, ils châtient le chrétien qui confesse ce nom comme le dernier des scélérats. Si, au contraire, quelqu'un vient à renier cette croyance et à protester qu'il n'était pas des disciples du Christ, aussitôt on le renvoie libre, de quelques crimes qu'il se soit souillé.

Pourquoi chercher à réunir d'autres preuves sur les mœurs des apôtres de notre Sauveur, tandis que celles-là peuvent suffire pour établir notre proposition? Après y avoir ajouté ce qui suit, je passerai à un autre genre de calomniateurs de notre foi.

Matthieu, l'apôtre, n'avait pas d'abord suivi un genre de vie grave et honnête: car il était un de ceux qui perçoivent les impôts et cherchent à amasser de l'argent. Nul des autres évaagélistes ne nous l'a fait connaître, ni Jean, son frère d'apostolat, ni Luc, ni Marc; Matthieu seul signala sa première vie et fut ainsi son propre accusateur. Voici en quels termes il parle sans déguisement de loi et de son genre de vie, dans l'Evangile qu'il a écrit : « Jésus, en s'éloignant, vit assis au bureau des impôts un homme qui se nommait Matthieu, et il lui dit : Suivez-moi. Le receveur se leva et le suivit. Comme Jésus était assis dans la maison, voici que plusieurs publicains et des pécheurs s'assirent auprès de lui et de ses disciples » {Matt', IX, 9à. Plus loin, Matthieu énumère les disciples, et ajoute à son nom le titre de publicain. « Le premier, dit-il, fut Simon, surnommé Pierre, et André son frère ; Jacques, fils de Zébédée, et Jean son frère; Philippe et Barthélemi; Thomas, et Matthieu le publicain » (Matth., X, 2). Ainsi, par un trait de modestie, il révèle l'ignominie de sa première profession ; il se nomme le publicain, sans vouloir cacher ce qu'il fut, et ne se place qu'après son compagnon. Tandis, en effet, que Matthieu et Thomas sont joints l'un à l'autre, comme le sont Pierre et André, Jacques et Jean, Philippe et Barthélemi, l'humble écrivain met avant lui son frère d'apostolat, qu'il vénère comme bien supérieur, quoique les autres évangélisles fassent le contraire ; car Luc, en parlant de Matthieu, ne le nomme pas publicain et ne le place pas après Thomas ; mais comme il le sait supérieur, il le nomme le premier et Thomas le second. C'est encore ce que fait Marc. Voici comme Luc s'exprime : « Lorsque le jour parut, Jésus appela ses disciples. Il en choisit parmi eux douze qu'il nomma apôtres, savoir : Simon qu'il surnomma Pierre, et André son frère ; Jacquet et Jean, Philippe et Barthélemi, Matthieu et Thomas. » Luc parle ainsi de Matthieu, suivant le témoignage que lui ont rendu les témoins et les ministres de la parole sainte.

L'humilité de Jean est semblable à celle de Matthieu. Sans insérer son nom en quelqu'une de ses épîtres, il ne s'appelle que le vieillard, et jamais apôtre ni évangélîsle. Quand il parle dans l'Evangile de celui qu aima Jésus, jamais il ne trahit son nom. Le profond respect de Pierre pour la parole de Dieu ne lui permit pas de l'écrire. Marc, son ami et son disciple, écrivit d'après les paroles de Pierre les actions de Jésus. Arrivé au moment où Jésus demande à ses disciples ce que les hommes pensent de lui, après que ceux-ci ont répondu ce qu'ils croyaient et que Pierre a confessé qu'il le tenait pour le Christ, cet homme vénérable n'ajoute pas que Jésus-Christ répondit à ce témoignage, mais il dit de suite qu'il leur défendit de le révéler à qui que ce soit. Marc, en effet, ne se trouva pas à cet entrelien de Jésus, et Pierre ne jugea pas à propos de lui exposer le témoignage que Jésus lui rendît pour ta foi. Mais Matthieu nous le révèle ainsi ? « Et vous , dit Jésus, qui dites-vous que je suis? Simon Pierre répondit : Vous étrs le Christ, le fils du Dieu vivant ; et Jésus lui répondit : Vous êtes heureux, Simon Barjonas; car ce n'est ni la chair ni le sang qui vous l'a révélé, mais mon Père qui est au ciel. Et moi, je vous dis : Vous êtes Pierre, et sur cette pierre je bâtirai mon Eglise, et les portes de l'enfer ne prévaudront pas contre elle. Et je vous donnerai les clés du royaume des cieux ; ce que vous lierez sur la terre sera lié dans la ciel, et ce que vous délierez sur la terre sera délié dans le ciel » (Math., XVI, 18} Marc ne rapporte aucune des paroles de Jésus à Pierre, parce que Pierre, comme il semble , ne les lui a pas fait connaître. Voici ce qu'il dit seulement : « A la demande de Jésus, Simon répondit : Vous êtes le Christ. Et Jésus leur défendit de le révéler à personne. »  (Marc, VIII, 29) Pierre jugea qu'il devait taire ce témoignage.  C'est pourquoi Marc l'a passé sous silence, tandis qu'il publie bien haut dans le monde son reniement, parce que l'apôtre le pleura avec amertume. Voici comme il en parle : « Pierre était dans la cour ; il vint à lui une servante du grand prêtre, qui l'ayant regardé, dit : Et vous, vous étiez aussi avec Jésus le Nazaréen. Il le nia et dit : Je ne sais ce que vous dites. Il sortit dans la cour, et le coq chanta. La servante le vit de nouveau, et se mit à dire aux assistants : Cet homme était parmi ces gens-là. Pierre la nia encore. Quelques moments après , ceux qui étaietit là dirent à Pierre ; En vérité, vous étiez avec eux, car vous êtes galiléen. Pierre commença à jurer et à protester qu'il ne connaissait point cet homme. Et aussitôt pour la seconde fois le coq chanta »  (Marc, XIV. 72).

Μάρκος μὲν ταῦτα γράφει, Πέτρος δὲ ταῦτα περὶ ἑαυτοῦ μαρτυρεῖ· πάντα γὰρ τὰ παρὰ Μάρκῳ τῶν Πέτρου διαλέξεων εἶναι λέγεται ἀπομνημονεύματα.

Οἱ δὴ οὖν τὰ μὲν δόξαντα αὐτοῖς ἀγαθὴν φέρειν φήμην παραιτούμενοι, τὰς δὲ καθ´ ἑαυτῶν διαβολὰς εἰς ἄληστον αἰῶνα καταγράφοντες, καὶ τῶν πλημμεληθέντων αὐτοῖς τὰς κατηγορίας, ἃς οὐκ ἄν τις ἔγνω τῶν μετὰ ταῦτα εἰ μὴ διὰ τῆς αὐτῶν ἔμαθεν φωνῆς, καθ´ ἑαυτῶν στηλιτεύοντες, πῶς οὐ φιλαυτίας μὲν ἁπάσης καὶ ψευδολογίας ἐκτὸς γεγονέναι ἐνδίκως ἂν ὁμολογοῖντο, φιλαλήθους δὲ διαθέσεως σαφῆ καὶ ἐναργῆ τεκμήρια παρεσχηκέναι; Οἱ δέ γε τοὺς τοιούσδε πεπλάσθαι καὶ κατεψεῦσθαι νομίζοντες, καὶ οἷα πλάνους βλασφημεῖν πειρώμενοι, πῶς οὐκ ἂν γένοιντο καταγέλαστοι, φίλοι μὲν φθόνου καὶ βασκανίας, ἐχθροὶ δὲ αὐτῆς ἀληθείας ἁλισκόμενοι, οἵ γε τοὺς οὕτως ἀπανούργους, καὶ ἄπλαστον ὡς ἀληθῶς καὶ ἀκέραιον ἦθος διὰ τῶν οἰκείων λόγων ἐπιδεδειγμένους, πανούργους τινὰς καὶ δεινοὺς ὑποτίθενται σοφιστάς, ὡς τὰ μὴ ὄντα πλασαμένους, καὶ τῷ οἰκείῳ διδασκάλῳ τὰ μὴ πρὸς αὐτοῦ πραχθέντα κεχαρισμένως ἀναθέντας;

Ὡς εὖ μοι δοκεῖ εἰρῆσθαι, πάντα χρὴ πιστεύειν τοῖς τοῦ Ἰησοῦ μαθηταῖς, ἢ μή· καὶ εἰ μόνοις τούτοις τοῖς ἀνδράσιν ἀπιστητέον, καὶ τοῖς πᾶσιν, οἵτινες ποτ´ ἄρα παρ´ Ἕλλησιν ἢ παρὰ βαρβάροις βίους καὶ λόγους καὶ ἀπομνημονεύματα τῶν κατὰ χρόνους ἐπί τισιν ἀγαθοῖς κατορθώμασι βοηθέντων συνεγράψαντο. ἢ τοῖς μὲν ἄλλοις πιστεύειν εὔλογον, μόνοις δὲ τούτοις ἀπιστεῖν; καὶ πῶς οὐκ ἐμφανὴς ὁ φθόνος; Τί δέ; οἱ καταψευδόμενοι τοῦ διδασκάλου καὶ τὰ μὴ γεγονότα τῇ αὐτῶν παραδιδόντες γραφῇ, ἆρα καὶ τὰ πάθη κατεψεύσαντο αὐτοῦ; τὴν ἑνὸς λέγω μαθητοῦ προδοσίαν, καὶ τὴν τῶν συκοφαντῶν κατηγορίαν, χλεύας τε καὶ διασυρμοὺς δικαστῶν, τάς τε ὕβρεις καὶ τὰς πληγὰς τὰς κατὰ προσώπου, μάστιγάς τε κατὰ νώτου, καὶ τὸν ἐξ ἀκανθῶν στέφανον ἐπ´ ἀτιμίᾳ περιτιθέμενον αὐτῷ, φοινικοῦν τε χιτῶνα ἐν χλαμύδος σχήματι περιβληθέντα, καὶ τέλος αὐτὸν αὐτὸ τὸ τοῦ σταυροῦ τρόπαιον ἐπικομίζοντα, ἐν τούτῳ τε πηγνύμενον καὶ χεῖρας καὶ πόδας καταπειρόμενον, ὄξει τε ποτιζόμενον, καὶ παιόμενον κατὰ κόρρης καλάμῳ, καὶ πρὸς τῶν ὁρώντων ὀνειδιζόμενον; ἀλλὰ γὰρ καὶ ταῦτα, καὶ ὅσα τούτοις [συμ]φέρεται ὅμοια, πεπλάσθαι χρὴ ..  Πρὸς τῶν αὐτοῦ μαθητῶν, ἢ ἐν τούτοις μὲν χρὴ πιστεύειν αὐτοῖς ὡς ἀληθεστάτοις, ἐν δὲ τοῖς ἐπιδόξοις καὶ σεμνοτέροις ἀπιστεῖν. Καὶ πόθεν τὸ περὶ αὐτοὺς ἐναντίον δόγμα συστήσεται; τὸ γὰρ ἀληθεύειν τοὺς αὐτοὺς φάναι καὶ ἐν τῷ αὐτῷ ψεύδεσθαι οὐδέν ἐστιν ἢ τἀναντία κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγειν. τίς οὖν ὁ τούτων ἔλεγχος; εἰ γὰρ δὴ πλάττεσθαι αὐτοῖς σκοπὸς ἦν καὶ λόγοις ψευδέσι τὸν διδάσκαλον κοσμεῖν, οὐκ ἄν ποτε αὐτοῖς τὰ προειρημένα κατέγραφον, οὐδ´ ἂν ἐδήλουν τοῖς μετὰ ταῦτα ἀνθρώποις, ὅτι δὴ «ἐλυπεῖτο» καὶ «ἠδημόνει» καὶ τετάρακτο τὴν ψυχήν, ὅτι αὐτοὶ αὐτὸν ἀπολιπόντες ᾤχοντο, ἢ ὅτι ὁ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς αὐτοῦ Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο. ταῦτα γάρ, κἂν ἄλλων λεγόντων, χρῆν δήπουθεν ἀρνεῖσθαι τοὺς οὐδὲν ἄλλο ἢ χαρίζεσθαι τὰ σεμνότερα τῷ διδασκάλῳ προτεθειμένους. Εἰ δὲ φιλαλήθεις ἐν τοῖς περὶ αὐτοῦ σκυθρωποῖς διηγήμασι φαίνονται, πολὺ μᾶλλον ἐν τοῖς ἐνδοξοτέροις εἶεν ἂν τοιοῦτοι. τοὺς γὰρ ἅπαξ ψεύδεσθαι προελομένους τὰ λυπηρὰ χρῆν μᾶλλον ἐκφυγεῖν, ἤτοι διὰ σιωπῆς, ἢ διὰ τῆς περὶ αὐτὸν ἀρνήσεως, μὴ ἄλλως τῶν ὀψιγόνων ἐλέγξαι δυναμένων τὰ σεσιγημένα. Διὰ τί γὰρ μὴ ἐψεύσαντο καὶ ἔφησαν, ὅτι Ἰούδας μὲν ὁ προδοὺς αὐτὸν φιλήματι, τολμήσας τὸ σύμβολον ἐνδείξασθαι τῆς προδοσίας, ἀπελιθώθη αὐτίκα, ὁ δὲ ῥαπίσαι αὐτὸν τολμήσας ξηρὸς παραχρῆμα τὴν δεξιάν, ὁ δ´ ἀρχιερεὺς Καϊάφας, ὡς ἂν συντρέχων τοῖς κατ´ αὐτοῦ συκοφάνταις, πηρωθείη τὰς ὄψεις; διὰ τί δὲ μὴ ἐψεύσαντο πάντες, ὅτι μηδὲν σκυθρωπὸν ἀληθῶς περὶ αὐτὸν γέγονεν, ἀλλ´ ὁ μὲν ἀφανὴς ἦν καταγελάσας αὐτῶν τοῦ δικαστηρίου, οἱ δὲ ἐπιβουλεύοντες, ὑπὸ φαντασίας θεηλάτου πλανώμενοι, ἐνεργεῖν κατ´ αὐτοῦ μὴ παρόντος ἐδόκουν; τί δ´ ἄρα; οὐκ ἦν σεμνότερον τοῦ πλάττεσθαι, ... Καὶ τῶν τοιῶνδε ποιητὴς ἔργων παραδόξων γέγονεν, τὸ γράφειν ὅτι μηδὲν μὲν ἀνθρώπινον μηδὲ θνητὸν περὶ αὐτὸν συνέβη, ἐνθέῳ δὲ δυνάμει τὰ πάντα καταστησάμενος τὴν εἰς οὐρανοὺς ἐπάνοδον μετὰ θειοτέρας δόξης ἐποιήσατο; οὐ γὰρ δὴ τούτοις ἀπιστεῖν ἔμελλον οἱ ταῖς ἄλλαις αὐτῶν διηγήσεσιν πεπιστευκότες. Οἱ δὴ οὖν μηδὲν τῆς ἀληθείας ἐν τοῖς ἀπεμφαίνουσι καὶ σκυθρωποῖς παραχαράξαντες πῶς οὐκ ἂν εἶεν ἄξιοι καὶ ἐν τοῖς λοιποῖς, οἷς ἐμαρτύρησαν αὐτῷ τὰ παράδοξα, φαύλης ἐκτὸς ὑπονοίας καθεστάναι;

Αὐτάρκης μὲν οὖν καὶ ἡ τῶνδε τυγχάνει περὶ τοῦ σωτῆρος ἡμῶν μαρτυρία. Οὐδὲν δὲ 〈κωλύει〉 οἷον ἐκ περιουσίας καὶ τῷ ἐξ Ἑβραίων Ἰωσήπῳ μάρτυρι χρήσασθαι, ὃς ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας τὰ κατὰ τοὺς Πιλάτου χρόνους ἱστορῶν μέμνηται τοῦ σωτῆρος ἡμῶν ἐν τούτοις·

« Γίνεται δὲ κατ´ ἐκεῖνον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή. Ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τἀληθῆ σεβομένων. Καὶ πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. Ὁ Χριστὸς οὗτος ἦν· καν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ εἰρηκότων. Ὅθεν εἰσέτι νῦν ἀπὸ τοῦδε τῶν Χριστιανῶν οὐκ ἐπέλ[ε]ιπεν τὸ φῦλον.»

Εἰ τοίνυν καὶ κατὰ τὸν ἱστορικὸν μαρτυρεῖται οὐ μόνον τοὺς δώδεκα ἀποστόλους οὐδὲ τοὺς ἑβδομήκοντα μαθητὰς ἐξῳκειωμένος, ἀλλὰ «πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ τοῦ Ἑλληνικοῦ» προσαγόμενος, δῆλος ἂν εἴη περιττόν τι κεκτημένος παρὰ τοὺς λοιποὺς ἀνθρώπους. Πῶς γὰρ 〈ἂν〉 ἄλλως προσήγετο τοῦ Ἰουδαϊκοῦ καὶ τοῦ Ἑλληνικοῦ πλείους, εἰ μή τισιν θαυμαστοῖς καὶ παραδόξοις ἔργοις καὶ ξενιζούσῃ κέχρητο διδασκαλίᾳ; μαρτυρεῖ δὲ καὶ ἡ τῶν Πράξεων τῶν ἀποστόλων γραφή, ὅτι πολλαὶ μυριάδες ἦσαν Ἰουδαίων ἀνδρῶν πεπεισμένων αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ὑπὸ τῶν προφητῶν κατηγγελμένον. Καὶ ἡ ἱστορία δὲ κατέχει ὡς καὶ μεγίστη τις ἦν ἐκκλησία Χριστοῦ ἐν τοῖς Ἱεροσολύμοις ἀπὸ Ἰουδαίων συγκροτουμένη μέχρι τῶν χρόνων τῆς κατ´ Ἀδριανὸν πολιορκίας.  Λέγονται γοῦν οἱ πρῶτοι κατὰ διαδοχὴν προστάντες αὐτόθι ἐπίσκοποι Ἰουδαῖοι γεγονέναι, ὧν καὶ τὰ ὀνόματα εἰσέτι νῦν παρὰ τοῖς ἐγχωρίοις μνημονεύεται· ὡς καὶ ἐκ τούτων λελύσθαι πᾶσαν τὴν κατὰ τῶν μαθητῶν αὐτοῦ διαβολήν, ὅτε καὶ πρὸς αὐτῶν καὶ δίχα τῆς αὐτῶν μαρτυρίας μυρία ὁμολογεῖται πλήθη Ἰουδαίων τε καὶ Ἑλλήνων αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, δι´ ὧν ἐπετέλει παραδόξων ἔργων, ὑφ´ ἑαυτὸν πεποιημένος. Ἀλλὰ τούτων ἡμῖν ἐπὶ τοσοῦτον εἰρημένων πρὸς τὸ πρῶτον τῶν ἀπίστων τάγμα, φέρε καὶ πρὸς τὸ δεύτερον στῖφος ἐνστῶμεν. τοῦτο δὲ ἦν τὸ τῶν συνομολογούντων μὲν τὸν Ἰησοῦν τὰ παράδοξα πεποιηκέναι, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων οἷα θαυματουργὸν ἢ φαρμακέα τινὰ θαυμασιῶσαι τοὺς παρόντας.

Marc dit la chute de Pierre, et cet apôtre l'atteste : tout ce qu'a écrit cet évangéliste n'est en effet que l'exposé des récits de Pierre.

Et ces hommes qui ont tu ce qui pouvait inspirer une bonne opinion d'eux-mêmes, qui, dans leurs écrits, ont divulgué leurs fautes pour toujours, et fait connaître des actions coupables que personne n'eût sues, si on ne l'eût appris de leur témoignage, les accusera-t-on d'amour-propre et d'imposture?  Ne faudra-t-il pas plutôt reconnaître dans leurs écrits les caractères les plus évidents de l'amour de la vérité? Ceux au contraire qui les accusent d'imposture et de mensonges, qui les chargent de blasphèmes comme des fourbes, ne sont-ils pas plutôt dignes de dérision? Ne semblent-ils pas coupables d envie et de calomnie et ennemis de la vérité, ces mêmes hommes qui changent en imposteurs et en subtils sophistes, comme ayant imaginé des aventures merveilleuses et prêté gratuitement à leur maître ce qu'il n'avait pas fait, des gens impies qui nous ont révélé dans leurs écrits leur âme sincère et bien éloignée de la subtilité,

Il me semble qu'on doit dire : Il faut croira les disciples de Jésus en tout ou non; mais , si l'on ne peut ajouter foi à ces hommes seulement, on ne le peut pas davantage aux écrivains qui, chez les Grecs ou chez les Barbares, ont fait les vies, les discours ou les mémoires de ceux qui, à diverses époques, ont été célèbres par leurs grandes actions. Si l'on ne refuse croyance qu'aux apôtres, n'est-ce pas une partialité manifeste? S'ils ont menti sur le compte de leur maître ; si, dans leurs écrits, ils ont supposé mille faits sans fondement, n'ont-ils pas aussi enseigné ses souffrances, je veux dire la trahison d'un disciple , les calomnies de ses accusateurs, les railleries et la dérision des juges, les injures et les soufflets qui meurtrirent son visage, les coups de verges qui déchirèrent son corps, la couronne d'épines qui ceignit sa tête d'une ignominie nouvelle, cette robe de pourpre , dont on fit sa chlamyde, cette croix enfin qu'il porta comme un trophée, à laquelle il fut attaché, et ses mains et ses pieds cloués ; le vinaigre qui l'abreuva, le roseau qui frappa sa tête, et les sarcasmes des spectateurs? Mais il faut croire que ces souffrances et les autres de la vie de Jésus sont l'œuvre de l'imposture de ses disciples, ou il faut dire qu'on ne leur accordera de croyance que pour ces tristes circonstances, tandis que pour celles qui relèveraient la gloire et la majesté du maître, on rejettera leur témoignage; mais comment autoriser cette diversité? vouloir que sur le même sujet ils aient dit le vrai et le faux, c'est supposer qu'ils sont tombés en une étrange contradiction ; mais alors comment les combattre? S'ils eussent voulu feindre et embellir le nom de leur maître d'imaginations mensongères, ils n'eussent pas écrit son supplice; ils n'eussent pas révélé aux hommes qu'il fut rempli d'affliction et de tristesse , que son âme fut troublée, et qu'eux-mêmes l'abandonnèrent et s'enfuirent ; que . Pierre, son disciple et l'apôtre privilégié, sans avoir à craindre les supplices et les menaces du magistrat, l'a renié trois fois. Si d'autres écrivains eussent raconté de semblables faits, sans doute des disciples qui cherchaient à relever par leurs écrits la gloire de leur maître, eussent dû nier leurs récits. Si donc ils sont véridiques en l'exposé de ces affreuses circonstances, ils le sont bien davantage en celui des traits qui l'honorent; car s'ils avaient formé une fois le dessein de tromper les hommes, ils pouvaient les omettre ou les nier, afin que la postérité n'eût rien à leur reprocher. Pourquoi donc ne pas feindre ? Pourquoi ne pas dire que Judas, qui le trahit par un baiser, aussitôt qu'il eut donné le gage de sa trahison, fut changé en pierre? que celui qui osa le saisir vit aussitôt sa main se dessécher? que Caïphe le grand prêtre, qui écouta favorablement ses zélateurs, fut frappé de cécité ? Pourquoi ne pas s'entendre pour proclamer qu'il ne lui est rien arrivé de sinistre, qu'il disparut de la présence des juges en se riant de leur faiblesse? que, jouets d'une illusion par la permission divine, ceux qui conspirèrent contre sa vie crurent agir contre un homme qui n'était plus en leur puissance? Quoi donc! plutôt que de lui prêter les miracles qu'on en rapporte, n'était-il pas plus beau de raconter qu'il ne fut soumis ni aux malheurs qui éprouvent les hommes, ni à la mort, et qu'après avoir opéré ces prodiges par la puissance divine, il monta au ciel entouré d'une gloire toute céleste? De tels récits ne remporteraient-ils pas sur les merveilles précédentes? Comment, en effet, leur refuser alors son assentiment après le leur avoir déjà accordé sur d'autres merveilles? Comment donc, après avoir déclaré sans altération la vérité de la tristesse et de l'agonie de Jésus, ne seront-ils pas à l'abri de tout soupçon sur les traits de puissance et de sainteté qu'ils en rapportent?

Ainsi, le témoignage que les apôtres ont rendu du Sauveur est admissible. Je pense, cependant, qu'il ne sera pas inutile de recourir au témoignage du juif Josèphe, qui, au xviiie livre des Antiquités judaïques , dans l'histoire des temps de Pilate, parle ainsi de Jésus :

Josèphe sur le Christ.

« Alors vivait Jésus, homme sage, s'il est permis de le nommer homme ; car il opérait des merveilles et révélait la vérité à ceux qui l'aimaient. Il attira à lui un grand nombre de sectateurs du judaïsme et de la religion grecque, c'était le Christ. Lorsque, sur les accusations des princes de notre nation, il eut été crucifié par Pilate, ses disciples ne lui en furent pas moins attachés; car il leur apparut trois jours après, suivant les paroles des divines prophéties, qui prédirent plusieurs autres circonstances de sa venue. La société chrétienne fondée alors s'est soutenue jusqu'à ce jour. »

Or, si, d'après les paroles de l'historien Juif, il s'attacha les douze apôtres et les soixante et dix disciples, et s'attira un grand nombre des sectateurs du judaïsme et de la religion grecque, assurément il y avait en lui quelque chose de supérieur à ce qui anime les autres hommes. Comment, en effet, eût il pu gagner les partisans de ces croyances sans leur offrir le gage d'actions merveilleuses et d'une doctrine extraordinaire? Les Actes des apôtres attestent qu'une grande multitude de Juif crurent que Jésus était le Christ de Dieu qu'annoncèrent les prophètes. L'histoire nous apprend encore qu'à Jérusalem était une Église du Christ, très considérable, composée de Juifs, et qui dura jusqu'au siège d'Adrien. Les premiers évêques qui se succédèrent en cette église furent juifs, et leurs noms sont conservés encore par les habitants du pays. Ainsi se trouve anéanti tout ce que l'on élevait contre les apôtres, puisque, par leur témoignage ou sans ce secours , il est reconnu que Jésus-Christ de Dieu s'est attaché par ses oeuvres merveilleuses une multitude de Grecs et de Juifs. Après avoir ainsi répondu à la première classe d'incrédules, tournons-nous vers la seconde, vers ceux qui reconnaissent les merveilles de Jésus, mais qui prétendent que c'est par ses prestiges qu'il a ravi l'admiration de ceux qui l'entouraient, comme le ferait un enchanteur, un magicien.

 

ςʹ.

Ὅτι μὴ κατὰ γοητείαν ἐνθέῳ δὲ ἀρετῇ καὶ δυνάμει τὰ παράδοξα διεπράξατο.

Καὶ δὴ τούσδε πρῶτον ἁπάντων ἐρωτητέον, τίνα φαῖεν πρὸς τὰ προωδευμένα; ἆρα γὰρ ἐπινοῆσαι δυνατόν, ἄνδρα διδάσκαλον σεμνῆς καὶ παναρέτου πολιτείας, ὑγιῶν τε καὶ ἀληθῶν δογμάτων, οἵων προδιήλθομεν, γόητα τὸν τρόπον γεγονέναι; εἰ δὲ δὴ μαγγανευτής τις ἦν καὶ φαρμακεύς, ἀπατεών τε καὶ γόης, πῶς ἂν τοιαύτης διδασκαλίας· πᾶσι τοῖς ἔθνεσι κατέστη αἴτιος, οἵας αὐτοῖς ὁρῶμεν ὀφθαλμοῖς καὶ ἀκοαῖς εἰς δεῦρο παραλαμβάνομεν; ποῖος δὲ καὶ αἱρήσεται τὰ ἀσύνακτα συνάγειν; γόης μὲν γάρ τις ὡς ἀληθῶς ἀνόσιος καὶ μιαρὸς τὸν τρόπον, ἀπειρημένοις καὶ ἀνοσίοις ἐγχειρῶν, πάντα πράττει αἰσχροῦ καὶ ῥυπαροῦ κέρδους χάριν. Μή τι οὖν καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοιοῖσδέ τισιν ἔνοχος ἦν; πόθεν, ἢ πῶς, ὁ τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς πρὸς αὐτῶν μεμαρτύρηται, εἰρηκώς· « Μὴ κτήσησθε χρυσὸν μηδ´ ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδόν, μηδ´ ὑποδήματα»; πῶς δ´ ἂν ἐπείθοντο λέγοντι, καὶ ἐν ἀπομνημονεύμασιν ἐγγράφοις ταῦτα παραδιδόναι ἠξίουν, εἰ χρηματιζόμενον τὸν διδάσκαλον ἑώρων καὶ τἀναντία οἷς ἑτέρους ἐδίδασκεν μετιόντα; πάλαι δ´ ἂν καταγελάσαντες αὐτοῦ καὶ τῶν λόγων καταπτύσαντες ἀνεχώρησαν τῆς μαθητείας εἰκότως, εἰ αὐτοῖς μὲν τοιαῦτα σεμνῶς νομοθετοῦντα ἑώρων, αὐτὸν δὲ τὸν νομοθέτην κατ´ οὐδένα τρόπον ἑπόμενον τοῖς οἰκείοις λόγοις. Πάλιν ὁ μὲν γόης καὶ ὡς ἀληθῶς πλάνος τοῖς ἀπειρημένοις καὶ τοῖς ἀνοσίοις ἑαυτὸν ἐπιδίδωσιν ἀνοσίων καὶ ἀθεμίτων ἡδονῶν ἕνεκεν θήρας, ὥστε ἤδη διὰ τὰς μαγγανείας γύναιά τινα καταβάλλειν καὶ ὑποσύρειν τῇ αὐτοῦ κακίᾳ· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐδ´ ἔστιν εἰπεῖν ὅπως ἀνέστραπται περὶ σωφροσύνην, ὁπότε πάλιν οἱ μαθηταὶ μαρτυροῦσι παραινεῖν μηδ´ ἐμβλέπειν μετ´ ἐπιθυμίας ἀκολάστου, φήσαντα· « Ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Καί ποτε ἀναγκαίως ἐπ´ ὠφελείᾳ καὶ σωτηρίᾳ πολλῶν Σαμαρείτιδι γυναικὶ διαλεγόμενον αὐτὸν τεθεαμένοι «ἐθαύμαζον, ὅτι μετὰ γυναικὸς ἐλάλει», παράδοξόν τι τοῦτο δόξαντες ὁρᾶν, ὥσπερ οὔπω καὶ ἄλλοτε πρότερον. Συνίστη δὲ ἄρα ὁ λόγος τοῦ σωτῆρος ἡμῶν τὸ ἐμβριθὲς καὶ αὐστηρὸν τοῦ τρόπου· σωφροσύνης δὲ αὐτοῦ μέγα δεῖγμα ἦν κἀκείνη ἡ διδασκαλία, δι´ ἧς ἁγνεύειν ἐξ αὐτοῦ τοῦ τῆς διανοίας βάθους, τὰς ἐμπαθεῖς ὀρέξεις ἀποτέμνοντας, ἐδίδασκεν λέγων· « Εἰσὶν εὐνοῦχοι οἵτινες ἐγενήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν».

Πάλιν ὁ μὲν γόης καὶ ἀληθῶς λαοπλάνος πάντα ἐγχειρεῖ καὶ πράττει δοξοκοπῶν τὰ πολλὰ καὶ φαντασιοκοπῶν, καὶ πλέον τι παρὰ τοὺς πολλοὺς εἰδέναι καὶ ἔχειν μεγαλαυχούμενος· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν, ὅτι μὴ δοξομανὴς καὶ ἀλαζὼν καὶ φαντασιοκόπος ἦν, ἀφ´ ὧν ἰώμενος παρῄνει μηδενὶ φράζειν μηδὲ εἰς πολλοὺς αὐτὸν ἐκφαίνειν γένοιτ´ ἂν ἔκδηλος, ἀπό τε τοῦ τὰς ἐν ὄρεσι διατριβὰς καὶ τὰς ἀναχωρήσεις διώκειν καὶ φεύγειν τὰς κατὰ πόλεις τῶν πολλῶν ἐπιβλαβεῖς ὁμιλίας. Εἰ μήτε τοιγαροῦν δόξης μήτε χρημάτων μήτε ἡδονῆς ἕνεκεν ἐπιβέβλητο τῇ διδασκαλίᾳ, τίς ἔτι χώρα περιλείπεται ὑπονοίας τοῦ πλάνον αὐτὸν καὶ γόητα νομίζειν;

Σκέψαι δὲ καὶ ταῦτα πάλιν· γόης, ὅταν ἑτέροις τὰ τῆς κακίας μεταδιδῶ, ὁποίους ἄνδρας κατασκευάζει; ἆρ´ οὐχὶ γόητας καὶ πλάνους καὶ φαρμακέας αὐτῷ κατὰ πάντα παραπλησίους; τίς οὖν ἤδη πώποτε τὸ πᾶν Χριστιανῶν γένος ἐκ τῆς ἐκείνου διδασκαλίας γοητεῦον ἢ φαρμακεῦον κατείληφεν; ἀλλ´ οὐκ ἔστιν εἰπεῖν, ἔμπαλιν δὲ λόγους φιλοσόφους μετιόν, ὡς ἀποδέδεικται. Ὁ δὴ οὖν ἑτέροις σεμνοῦ καὶ σώφρονος βίου εὐσεβείας τε τῆς ἀνωτάτω παραίτιος γεγενημένος τίς ἂν ἐνδίκως νομισθείη ἢ φιλοσόφων ὁ πρώτιστος καὶ εὐσεβῶν ἀνδρῶν διδάσκαλος; Καὶ γὰρ ἂν εἴη βελτίων δή που πᾶς ὁ διδάσκων τῶν μαθητευομένων· φιλόσοφος ἄρα καὶ ἀληθῶς εὐσεβής, πολλοῦ δεῖ πλάνος καὶ γόης, ὁμολογοῖτ´ ἂν ὁ σωτὴρ καὶ κύριος ἡμῶν.

Εἰ δὴ οὖν τοιόσδε τις ἦν, πῶς ἂν ἄλλως ἐπεχείρει ταῖς θαυματουργίαις ἢ θείᾳ καὶ ἀπορρήτῳ δυνάμει καὶ τῇ ἀνωτάτω περὶ τοῦ τῶν ὅλων θεοῦ εὐσεβείᾳ, ὃν οἷα πατέρα τιμῶν καὶ σέβων τὰ μάλιστα ἀποδείκνυται ἐκ τῶν περὶ αὐτοῦ λόγων.

Ἐπὶ τοσοῦτον δὲ ἄρα οἵ τε ἀρχῆθεν αὐτῷ προσεσχηκότες μαθηταὶ αὐτοῦ, καὶ οἱ μετὰ ταῦτα τῆς ἐκείνων διατριβῆς διάδοχοι, πορρωτάτω καθεστήκεσαν φαύλης καὶ πονηρᾶς ὑπονοίας, ὡς μηδὲ τοῖς νοσηλευομένοις ἐπιτρέπειν, οἷα πολλοὶ πολλὰ δρᾶν ἐπιχειροῦσιν, ἢ πετάλων ἐπιγραφαῖς καὶ περιάμμασιν χρῆσθαι, ἢ τοῖς κατεπᾴδειν ἐπαγγελλομένοις προσέχειν τὸν νοῦν, ἢ ῥιζῶν καὶ βοτανῶν θυμιάμασιν καί τισιν ἄλλοις τοιουτοτρόποις ἀκέσεις τῶν παθῶν ἑαυτοῖς πορίζειν. ταῦτα γοῦν πάντα τῆς Χριστοῦ διδασκαλίας ἐξελήλαται, οὐδ´ ἔστιν πώποτε Χριστιανὸν περιάμματι χρώμενον θεάσασθαι, οὐδ´ ἐπιλαλιαῖς, ἢ πετάλων τινῶν περιέργων ἐπιγραφαῖς, οὐδ´ ἄλλοις, ὧν τὴν χρῆσιν ἀδιάφορον οἱ πολλοὶ νενομίκασιν. τίς οὖν αἱρεῖ λόγος τοὺς τοιούσδε διδασκάλου γόητος καὶ πλάνου μαθητὰς γεγονέναι νομίζειν; Καὶ μὴν παντὸς ἐπαγγελλομένου τι μέγας ἔλεγχος ἡ τῶν φοιτητῶν συνουσία. Ἄνδρες γοῦν ἔντεχνοι καὶ ἐπιστήμονες πάντως που τὸν αἴτιον αὐτοῖς τῆς ἐπιστήμης πολὺ κρείττονα σφῶν αὐτῶν ἀποφαίνουσιν· ὥσπερ οὖν ἰατρικοὶ μὲν τῆς τοῦ διδασκάλου περὶ τὸ μάθημα κατορθώσεως εἶεν ἂν μάρτυρες· γεωμετρικοὶ δὲ τὸν ἄρχοντα τίνα ἄλλον ἢ γεωμέτρην ἐπιγράψονται καὶ ἀριθμητικοὶ τὸν ἀριθμητικόν; κατὰ τὰ αὐτὰ δὲ καὶ γόητος ἀνδρὸς μέγιστοι ἂν εἶεν μάρτυρες οἱ φοιτηταί, τὰ ὅμοιά που τῷ διδασκάλῳ καὶ αὐτοὶ μετιόντες. Ἀλλ´ οὐδείς πω τοσούτων ἐτῶν γόης πέφανται τοῦ Ἰησοῦ μαθητής, καίτοι διὰ βασάνων πείρας τῶν κατὰ χρόνους ἡγεμόνων τε καὶ βασιλέων ἀκριβῆ τῶν καθ´ ἡμᾶς πραγμάτων τὴν ἐξέτασιν πεποιημένων. Οὕτως δὲ ἄρα οὐδεὶς ἦν γόης, ὡς ἐλεύθερον ἀφεῖσθαι καὶ παντὸς ἐκτὸς κινδύνου τὸν αὐτὸ μόνον τὸ θῦσαι πρὸς αὐτῶν βεβιασμένον. Εἰ δὲ οὐδεὶς πώποτε τῶν καθ´ ἡμᾶς οὔτε τῶν παλαιῶν ἐκείνων τοῦ Ἰησοῦ μαθητῶν γοητείας ἥλω, οὐδ´ ὁ διδάσκαλος ἦν ἄρα τοιοῦτος.

Ἵνα δὲ μὴ ἐξ ἀγράφων ὁ λόγος ἡμῖν ὁδεύοι, δέχου τὰς ἀποδείξεις καὶ ἀπὸ ἱστορίας ἐγγράφου. Οἱ δὴ πρῶτοι τοῦ Ἰησοῦ μαθηταὶ ἐν τῇ βίβλῳ τῶν ἰδίων Πράξεων ἱστοροῦνται τοὺς ἐξ ἐθνῶν τῇ διδασκαλίᾳ αὐτῶν προσιόντας ... Ὥστε πολλοὺς τῶν πρότερον περὶ γοητείαν διαβεβλημένων εἰς τοσοῦτον μεταβάλλειν τὸν ἑαυτῶν τρόπον, ὡς εἰς μέσον ἀγαγεῖν τολμῆσαι τὰς ἀπηγορευμένας βίβλους καὶ ταύτας ἐνώπιον πάντων πυρὶ παραδοῦναι. Ἐπάκουσον δὲ ὅπως ἡ γραφὴ περιέχει· « Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνεισενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον μυριάδας πέντε». τοιοῦτοι δή τινες οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, τοσαύτην δύναμιν προφέροντες λόγων ἐν ταῖς πρὸς τοὺς ἀκροωμένους ὁμιλίαις, ὡς καθικνεῖσθαι τοῦ βάθους τῆς ψυχῆς αὐτῶν, καθάπτεσθαί τε καὶ τιτρώσκειν τὸ ἑκάστου συνειδός, ὡς μηκέτι στέγειν ἀποκρύπτοντας, εἰς φανερὸν δὲ ἄγειν τὰ ἀπόρρητα, ἐλέγχους τε αὐτοὺς ἑαυτῶν καὶ τῆς προτέρας αὐτῶν μοχθηρίας ἀπεργάζεσθαι. τοιοῦτοι δὲ καὶ οἱ πρὸς αὐτῶν μαθητευόμενοι, καθαροὶ καὶ γνήσιοι τὰς διαθέσεις, ὡς μηδὲν ὕπουλον ἐν αὐτοῖς λανθάνειν, ἐνσεμνύνεσθαι δὲ καὶ παρρησιάζεσθαι ἐπὶ τῇ τῶν κρειττόνων ἀπὸ τῶν χειρόνων μεταβολῇ. Οἱ δὴ οὖν πυρὶ παραδόντες τὰς μαγικὰς βίβλους καὶ παντελῆ φθορὰν αὐτῶν ψηφισάμενοι πῶς οὐκ ἂν εἶεν πρόδηλοι τοῖς πᾶσιν, ὅτι μηδεμίαν ἔχοιεν τοῦ λοιποῦ περὶ γοητείαν σπουδήν, καθαροὶ δὲ ἐξ ἐκείνου πάσης τῆς περὶ τούτου ὑπονοίας ἐτύγχανον; ὅτε τοίνυν οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν πεφήνασιν γεγονότες τοιοῦτοι, πῶς οὐ πολὺ πρότερον ὁ διδάσκαλος;

CHAPITRE VI.

Contre ceux qui croient que le Christ de Dieu fut un magicien.

Nous demanderons d'abord à ces hommes ce qu'ils répondraient à ce que nous avons exposé précédemment, ét s'il est possible qu'un homme qui a formé à une vie grave et sainte, qui a répandu une doctrine véritable et pure, comme nous l'avons établi, ait pu être un magicien? Et s'il fut un magicien et un enchanteur, un trompeur ou un charlatan , comment put-il être pour les nations l'auteur d'une doctrine semblable à celle que nous entendons aujourd'hui ? Qui oserait jamais concilier de la sorte des choses si inconciliables ? Le charlatan, toujours aux moeurs corrompues et viles, forme des entreprises déshonnétes et injustes, ne cherche qu'un lucre honteux et sordide. Notre Sauveur et Seigneur Jésus, le Christ de Dieu, s'est-il donc jamais souillé de ces turpitudes? mais pourquoi? comment l'aurail-il fait, celui qui disait à ses disciples, comme ils nous l'apprennent eux-mêmes :« Ne possédez ni or ni argent en vos bourses, ni besaces pour la route, ni souliers.» Comment ces disciples se fussent-ils laissé gagner et eussent-ils jugé à propos de rédiger ses leçons par écrit, s'ils eussent vu leur maître entassant des richesses et détruisant sa doctrine par ses actions ? Ne l'eussent-ils pas abandonné en se riant d'un docteur si étrange et en méprisant ses propos, s'ils eussent vu ce législateur d'une doctrine vénérable ne pas suivre ses propres maximes en sa conduite. Un imposteur, un fourbe s'entoure de gens perdus et souillés de crimes , afin de jouir de plaisirs criminels et affreux, d'entraîner par ses maléfices quelque femme légère pour en faire sa victime ; mais qui pourra jamais dire la pureté de notre Sauveur et Seigneur, qui, au témoignage de ses disciples, ne voulait pas même que l'on regardât une femme avec un mauvais désir. Il a été dit aux anciens : Vous ne commettrez pas d'adultère; et moi je vous dis que quiconque regarde une femme avec un mauvais désir, a déjà commis un adultère en son cœur (Matth., V,27). Lorsque ses disciples le virent tenir avec la Samaritaine un entretien que nécessitait le salut et l'utilité de plusieurs, ils furent surpris qu'il causât avec une femme, étonnés de cette action étrange qu'ils ne lui avaient pas vu faire précédemment. Les discours du Sauveur portaient toujours à la gravité et à l'austérité des mœurs. C'était encore une grande preuve de sa chasteté, ce soin avec lequel il exhortait à purifier le fond du cœur des affections déréglées. Il y a, disait-il à ceux qui l'entouraient, des eunuques qui sont nés tels ; il y a des eunuques qui le sont devenus par la main des hommes, et il y a des eunuques qui le sont devenus volontairement poui le royaume des cieux (Matth., XIX 12)

Le fourbe, le séducteur du peuple s'agite ; il s'efforce par ses jactances et ses rêveries de s'élever au-dessus de la multitude et d'itudes des montagnes et à fuir le séjour si dangereux des villes. Si donc jamais il ne parut rechercher en sa prédication ni la gloire, ni les richesses, ni les plaisirs,comment supposer qu'il fut un imposteur et un fourbe.

Revenons-y cependant encore. L'imposteur qui a communiqué sa funeste science aux hommes, qu'en fait-il? Des imposteurs assurément, des hommes pervers, des charlatans semblables en tout à leur maître. Or, a-t-on surpris la société chrétienne fondée par la doctrine de Jésus, s'adonnant à la magie ou à l'imposture? On ne saurait le dire; mais tout le monde peut voir ses disciples rechercher la sagesse, ainsi que nous l'avons montré. Ce!ui donc qui établit parmi les hommes un genre de vie si austère et si vénérable et une religion si relevée, est sans doute le premier des philosophes et le docteur des vrais adorateurs de la Divinité; car tout maître est bien supérieur à ceux qu'il enseigne.

Loin de passer pour un fourbe et un imposteur, notre Sauveur et Seigneur doit doue être honoré comme animé de la sagesse et 'de la religion véritable. S'il s'est toujours montré tel, comment a-t-il accompli ses miracles, sinon par la puissance divine qui résidait secrètement en lui, et par sa religion si pure pour le Dieu de l'univers? Il l'honora comme son père, ainsi que le font sentir les discours qu il en tint.

Bien loin donc que l'on puisse laisser planer des soupçons odieux et sinistres sur ses disciples et sur leurs successeurs dans la religion , jamais ils n'ont permis aux malades d'user de quelqu'un de ces moyens que plusieurs multiplient, tels que les signes sur le papier, les talismans ; de récourir à certains enchanteurs, aux propriétés de certaines plantes ou racines, ni aux autres moyens de se délivrer de leurs maux .Tous ces moyens sont rejetés par la doctrine du christianisme, et jamais l'on ne pourra voir un chrétien se servir d'amulettes, de formules magiques, de caractères mystérieux inscrits sur des feuilles, ni d'aucun de ces secours dont l'usage est réputé indifférent par la plupart des hommes. Comment donc penser que ces hommes aient élé les disciples d'un enchanteur et d'un fourbe? Les succès des disciples sont assurément un grand témoignage en faveur du maître. Des hommes habiles et instruits attestent que celui qui leur a communiqué son savoir leur est bien supérieur. Ainsi, les médecins témoignent de l'excellence de celui qui les a formés, les géomètres n'auront eu qu'un géomètre pour maître, les arithméticiens qu'un arithméticien. Par la même raisonl; les témoins les plus irrécusables des imposteur, d'un maître, ce sont les disciples , qui se font gloire de suivre ses enseignements. Mais jusqu'ici nul des disciples du Christ n'a paru un faiseur de sortilèges, quoiqu'à différentes époques les magistrats et les rois aient recherché avec soin par les tourments ce qui nous concerne. Ainsi, nul ne se reconnut magicien pour être renvoyé libre et préservé de tout danger, après avoir été contraint de sacrifier. Si parmi nous ou parmi les disciples du Christ nul ne fut convaincu de magie, notre maître fut-il donc un imposteur?

Mais afin que cette discussion ne repose pas sur rien d'écrit, empruntons nos preuves l'histoire. Il est rapporté au livre des Actes que les premiers disciples firent si heureusement changer les mœurs de ceux des Gentils qui embrassèrent leur croyance , qu'un grand nombre, qui, parmi eux, s'étaient livrés aux excès de la magie, apportèrent au milieu de l'assemblée les livres de ces pratiques infimes, et les jetèrent dans un grand feu...Voici comment s'exprime l'Ecriture : « Plusieurs, qui s'étaient livrés à des pratiques superstitieuses, apportèrent leurs livres et les firent brûler devant l'assemblée; on estima leur valeur qui monta à cinq mille pièces d'argent » (Act., XIX, 19). Tels furent les disciples du Sauveur; et la puissance de leur parole sur ceux qui les écoutaient fut si grande, qu'elle pénétrait jusqu'au fond des cœurs; elle atteignait et frappait la conscience, de sorte que leurs auditeurs ne pouvaient plus rien déguiser : ils découvraient leurs secrets les plus intimes, et devenaient ainsi les accusateurs de leur vie et de ses débordements anciens. Tels étaient les fidèles que formaient les disciples ; leurs consciences devenaient pures et saintes : ils n'y retenaient plus de honteux secrets, et pouvaient se glorifier avec confiance d'avoir quitté une vie déréglée pour en embrasser une plus parfaite. Mais s'ils livrèrent aux flammes leurs livres de magie et s'ils les condamnèrent à périr, ces nouveaux convertis n'attestèrent-ils pas qu'ils renonçaient à toute pratique de cette science funeste, et que désormais ils étaient à l'abri de tout soupçon à cet égard ? Si telle fut l'aversion des disciples pour ces criminelles recherches, combien plus grande dut être celle du maître?

Εἰ δ´ ὅλως ἀπὸ τῶν γνωρίμων τὸν προστάτην, ὁποῖός τις ἦν, βούλει διαγιγνώσκειν, ἔχεις τοῦ Ἰησοῦ τῶν λόγων μαθητὰς εἰσέτι νῦν μυρίους, ὧν πλεῖστα μὲν ἀνδρῶν τυγχάνει πλήθη, παραταξαμένων μὲν πρὸς τὰς φυσικὰς τοῦ σώματος ἡδονάς, ἄτρωτον δὲ καὶ τὴν διάνοιαν παντὸς αἰσχροῦ πάθους φυλαξάντων, οἳ καὶ τὸν πάντα βίον ἐν ἐγκρατείᾳ καταγηράσαντες τῆς ἐκ τῶν λόγων αὐτοῦ τροφῆς λαμπρὰ τεκμήρια παρεστήσαντο. Οὐ μόνον δὲ ἄνδρες παρ´ αὐτῷ τοῦτον φιλοσοφοῦσι τὸν τρόπον, ἀλλὰ καὶ γυναικῶν οὐδ´ ἔστιν εἰπεῖν ὅσαι μυριάδες καθ´ ὅλης τῆς οἰκουμένης, οἷά τινες ἱέρειαι τοῦ τῶν ὅλων θεοῦ, τὴν ἀνωτάτω σοφίαν ἀσπασάμεναι, οὐρανίου τε σοφίας ἔρωτι ληφθεῖσαι, τῶν μὲν σαρκὸς ἐγγόνων ἠλόγησαν, ψυχῆς δὲ πᾶσαν ἐπιμέλειαν πεποιηκυῖαι ὅλας αὐτὰς αὐτῷ σώματι καὶ ψυχῇ τῷ παμβασιλεῖ καὶ θεῷ τῶν ὅλων ἀνατεθείκασιν, ἁγνείαν παντελῆ καὶ παρθενίαν ἀσκήσασαι. Ἕνα μὲν οὖν μηλόβοτον καταλιπόντα τὴν ἑαυτοῦ χώραν προφάσει φιλοσοφίας ᾄδουσιν ὧδε κἀκεῖσε περιφέροντες Ἑλλήνων παῖδες· Δημόκριτος αὐτοῖς οὗτος ἦν.

Καὶ Κράτης εἷς παρ´ αὐτοῖς θαυμάζεται, ὅτι δὴ τὴν οὐσίαν καταλιπὼν τοῖς πολίταις, αὐτὸς ἑαυτόν, Κράτης Κράτητα, ἠλευθέρου κομπάζων. Οἱ δὲ τῶν Ἰησοῦ λόγων ζηλωταὶ μυρίοι τὸν ἀριθμόν, ἀλλ´ οὐχ εἷς οὐδὲ δύο, τὰς κτήσεις ἀπεμπολήσαντες πένησι καὶ ἐνδεέσιν μεταδεδώκασιν, ὧν καὶ αὐτοὶ τυγχάνομεν μάρτυρες συγγενόμενοι τοιούτοις, καὶ αὐτοῖς ἔργοις ἀλλ´ οὐ λόγοις μόνοις τῆς τοῦ Ἰησοῦ μαθητείας συνιδόντες τὰ κατορθώματα. Τί χρὴ λέγειν ὁπόσαι μυριάδες καὶ αὐτῶν βαρβάρων, οὐχὶ δὲ μόνον Ἑλλήνων, ἐκ τῶν Ἰησοῦ λόγων πᾶσαν μὲν ὑπερεκκῦψαι πολύθεον πλάνην «τὸν δὲ πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς» μόνον εἰδέναι θεὸν ἐμαρτύρησαν; ὃν πάλαι φιλοσόφων εἷς μόνος ὁ Πλάτων εἰδώς, εἰς πάντας ἐκφέρειν ὡμολόγει μὴ τολμᾶν, διαρρήδην φάσκων· « Τὸν μὲν οὖν πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν». Ἀλλ´ ἐκείνῳ μὲν καὶ ἔργον εὑρεῖν ἐδόκει τὸ πρᾶγμα, καὶ ἦν ὡς ἀληθῶς μέγιστον, ἀδύνατον δ´ ἦν αὐτῷ λέγειν εἰς πάντας, ὅτι μὴ παρῆν αὐτῷ τοσαύτη τις εὐσεβείας δύναμις ὅση τοῖς Ἰησοῦ μαθηταῖς, οἷς διὰ τῆς τοῦ διδασκάλου συνεργίας τὸν πατέρα καὶ δημιουργὸν τῶν ὅλων εὑρεῖν τε καὶ γνῶναι ῥᾴδιον γέγονεν, καὶ εὑροῦσιν εἰς πᾶν γένος ἀνθρώπων ἐξενεγκεῖν ἀνακαλύψαι τε καὶ πληρῶσαι καὶ κηρῦξαι τὴν γνῶσιν πᾶσιν, ὥστε ἐκ τῆς αὐτῶν ἐκείνων διδασκαλίας εἰσέτι νῦν κατὰ τὸν παρόντα καιρὸν ἐν ὅλοις τοῖς ἐπὶ γῆς ἔθνεσιν μυρία πλήθη οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἀγροίκων, τοσοῦτον 〈τῷ〉 τοῦ Πλάτωνος μὴ πείθεσθαι, ὡς τὸν ποιητὴν καὶ «δημιουργὸν τοῦδε τοῦ παντὸς» μόνον θεὸν γνωρίζειν καὶ μόνον σέβειν καὶ μόνον διὰ τοῦ Χριστοῦ θεολογεῖν. ταῦτ´ ἦν τοῦ νέου καὶ καινοῦ γόητος τὰ κατορθώματα, τοιαῦτα τοῦ νομιζομένου πλάνου τὰ γοητεύματα, καὶ τοιοίδε οἱ τοῦ Ἰησοῦ μαθηταί, ἀφ´ ὧν δεῖ τὸν διδάσκαλον ὁποῖός τις ἦν γνωρίζειν.

Φέρε δ´ ἔτι καὶ ταύτῃ τὸν λόγον διερευνησώμεθα. Γόητα φῂς αὐτόν, ὦ οὗτος, ἀλλὰ καὶ φαρμακέα δεινὸν καὶ ἀπατεῶνα καλεῖς. ἆρ´ οὖν πρῶτος αὐτὸς καὶ μόνος εὑρετὴς κατέστη τοῦ πράγματος, ἢ πάντως που κατὰ τὸ ἀκόλουθον εἰς διδασκάλους ἀναπέμπειν χρὴ τὰ αἴτια; εἰ μὲν γὰρ μηδενὸς διδάξαντος αὐτὸς πρῶτος καὶ μόνος εὑρετὴς γέγονε τῆς ἐπιχειρήσεως, μηδὲν μηδαμῶς παρ´ ἑτέρων μαθὼν μηδ´ ἐκ παλαιῶν ἐρανισάμενος, πῶς οὐ θείας φύσεως χρῆν ὁμολογεῖν αὐτόν, ὃς ἄνευ βίβλων καὶ λόγων καὶ διδασκάλων αὐτοδίδακτος καὶ αὐτομαθὴς τοιούτων πραγμάτων εὑρετὴς ἀναπέφηνεν; καὶ μὴν οὔτε βαναύσου τέχνης οὔτε λογικῆς ἐπιστήμης οὐδέ γε τῶν πρώτων στοιχείων τὴν μάθησιν δίχα ποδηγοῦ καὶ διδασκάλου τινὸς ἀναλαβεῖν δυνατόν, μὴ οὐχὶ τὴν κοινὴν ἐκβεβηκότα φύσιν. Οὐδεὶς γοῦν τῶν πώποτε αὐτοδίδακτος ἡμῖν γραμματικῆς παρῆλθεν διδάσκαλος, οὐδέ γε ῥήτωρ μὴ μεμαθηκώς, οὐδ´ αὐτοφυὴς ἰατρός, οὐδὲ τέκτων, οὐδ´ ἑτέρας δημιουργὸς τέχνης. Καίτοι μικρὰ ταῦτα καὶ ἀνθρώπεια· τὸ δὲ φάναι τὸν τῆς ἀνθρώπων εὐσεβείας ἀληθοῦς διδάσκαλον τοιαῦτα τεθαυματουργηκότα, καθ´ ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, καὶ τοιαύτας παραδόξους τεραστείας πεποιηκότα, ἃς ἀρτίως διεξήλθομεν, ἐκ τοῦ αὐτομάτου τοιοῦτον φῦναι, μήτε παρὰ παλαιῶν ἐρανισάμενον μήτ´ ἐκ νέων διδασκάλων ὠφελημένον, τὰ ὅμοια καὶ πρὸ αὐτοῦ πεποιηκότων, τί ἄλλο ἢ μαρτυρούντων ἐστὶ καὶ ὁμολογούντων θεῖον ἀληθῶς χρῆμα γεγονέναι, καὶ πᾶσαν ἀνθρώπου φύσιν ὑπερβεβηκέναι τὸν δηλούμενον; Ἀλλὰ διδασκάλοις αὐτὸν φῂς προσεσχηκέναι πλάνοις, μηδὲ λαθεῖν αὐτὸν τὰ σοφὰ τῶν Αἰγυπτίων καὶ τῶν πάλαι παρ´ αὐτοῖς λεγομένων τὰ ἀπόρρητα, παρ´ ὧν συλλεξάμενον, ἄνδρα τοιοῦτον, οἷον ὁ λόγος παρίστησιν, ἀποδειχθῆναι. τί δῆτα οὖν, ἦ τινες ἄλλοι κρείττους αὐτοῦ πεφήνασιν καὶ πρότεροι τῷ χρόνῳ καὶ αὐτοῦ διδάσκαλοι, εἴτ´ ἐπ´ Αἰγύπτου εἴθ´ ὅπῃ δή; τί οὖν οὐχὶ κἀκείνων, πρὸ τῆς τούτου κατηγορίας, ἔφθασεν εἰς πάντας ἀνθρώπους ἡ φήμη, ἢ τί μὴ οὐχὶ κἀκείνων εἰσέτι νῦν τὸ κλέος ᾄδεται τῷ ἡμετέρῳ παραπλησίως; Τίς δὲ τῶν ἀπ´ αἰῶνος πώποτε γόης, βάρβαρος ἢ Ἕλλην, τοιούτων κατέστη διδάσκαλος φοιτητῶν καὶ τοιούτων νόμων καὶ λόγων αὐθέντης, οἵων ἡ τοῦ σωτῆρος ἡμῶν ἐπιδέδεικται δύναμις; ἰάσεις δὲ τοσάσδε καὶ παραδόξους εὐεργεσίας τοιάσδε, οἵας ὁ ἡμέτερος πεποιηκὼς μνημονεύεται, τίς πώποτε διαπραξάμενος ἱστορεῖται; τίνος δὲ οἱ γνώριμοι καὶ τῶν πραγμάτων αὐτόπται διὰ πυρὸς καὶ σιδήρου δοκιμῆς τὴν ὑπὲρ ὧν ἐμαρτύρησαν ἀλήθειαν ἐπιστώσαντο ὥσπερ οὖν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, πάσας μὲν αἰκίας ἀνατλάντες, πάσας δὲ βασάνων ἰδέας ὑπομείναντες, καὶ τέλος διὰ τοῦ ἰδίου αἵματος τὰ περὶ αὐτοῦ μαρτυρηθέντα αὐτοῖς πιστωσάμενοι; Ἔτι πρὸς τούτοις ὁ τῷ δι´ ἐναντίας ἡμῖν λόγῳ παριστάμενος λεγέτω, τίς τῶν πώποτε γοήτων κἂν εἰς νοῦν ἐβάλλετο νέου ἔθνους ἐπὶ οἰκείῳ ὀνόματι σύστασιν ποιήσασθαι. τὸ δὲ μὴ μόνον ἐννοῆσαι τοῦτο, ἀλλὰ καὶ κατορθῶσαι τὸ βουληθέν, πῶς οὐ πᾶσαν ἀνθρώπου καλύπτοι ἂν φύσιν; Βασιλέων δὲ δόγμασιν καὶ παλαιῶν νομοθετῶν φιλοσόφων τε καὶ ποιητῶν καὶ θεολόγων ἐξ ἐναντίας θέσθαι νόμους τοὺς κατ´ εἰδωλολατρίας, καὶ τούτους κρατῦναι, ἀμάχους τε καὶ ἀηττήτους εἰς μακρὸν ἐπιδεῖξαι αἰῶνα, τίς πώποτε γοήτων διανενόηται; ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐκ ἐνενόησεν μέν, οὐ τετόλμηκεν δὲ ἐπιχειρῆσαι, ἀλλ´ οὐδ´ ἐπεχείρησεν μέν, οὐ κατώρθωσεν δέ, ἑνὶ δὲ ῥήματι καὶ μιᾷ φωνῇ φήσας πρὸς τοὺς ἑαυτοῦ μαθητὰς « Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν», ἔργον ἐπῆγε τῷ λόγῳ, αὐτίκα τε ἐμαθητεύετο ἐν ὀλίγῳ πᾶν γένος Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, καὶ νόμοι πᾶσι τοῖς ἔθνεσι κατεσπείροντο ἐναντίοι τῇ τῶν παλαιῶν δεισιδαιμονίᾳ, νόμοι δαιμόνων πολέμιοι καὶ πάσης ἐχθροὶ πολυθέου πλάνης, νόμοι Σκυθῶν καὶ Περσῶν καὶ τῶν ἄλλων βαρβάρων σωφρονισταί, ἐπιστρεπτικοί τε πάσης ἐκθέσμου καὶ θηριώδους διαίτης, νόμοι τῶν ἐξ αἰῶνος παρ´ αὐτοῖς Ἕλλησιν ἐθῶν ἀνατρεπτικοί, καινῆς δὲ καὶ ἀληθοῦς εὐσεβείας καταγγελτικοί. Τί δῆτα οὖν τοῖς πάλαι γόησιν πρὸ τῶν τοῦ Ἰησοῦ χρόνων ἢ καὶ μετὰ ταῦτα τοιοῦτον ἢ καὶ παραπλήσιον τετόλμηται, ὡς εἰκότως φάναι αὐτὸν παρ´ ἑτέρων ὠφελῆσθαι τὰ τῆς γοητείας; εἰ δ´ οὐδένα ἄν τις ἔχοι λέγειν αὐτῷ γεγονέναι ὅμοιον (οὐδεὶς γὰρ ἦν αὐτῷ αἴτιος τῆς τοσαύτης ἀρετῆς), ὥρα τοιγαροῦν ὁμολογεῖν ξένην τινὰ καὶ θείαν φύσιν ἐπιδεδημηκέναι τῷ βίῳ, ᾗ μόνῃ καὶ πρώτῃ τὰ μηδεπώποτε παρ´ ἀνθρώποις μνημονευθέντα κατώρθωται. Ἀλλὰ καὶ ταῦτα μὲν ὧδε τέλος ἐχέτω. Πάλιν δ´ ἐπὶ τὸν δι´ ἐναντίας ἰτέον, ἐρωτητέον τε εἴ ποτε ὀφθαλμοῖς εἶδεν ἢ ἀκοῇ ἔγνω γόητάς τε καὶ φαρμακέας δίχα σπονδῶν καὶ θυμάτων καὶ δαιμόνων ἐπικλήσεώς τε καὶ παρουσίας γοητεύοντας. Μή τι οὖν καὶ κατὰ τοῦ σωτῆρος ἡμῶν, ἢ κατὰ τῶν αὐτοῦ λόγων, ἢ κατὰ τῶν εἰσέτι νῦν ζηλούντων τὸν αὐτοῦ βίον, ἔχει τις τοιαύτην ἐπιφέρειν διαβολήν; οὐχὶ καὶ τυφλῷ δῆλον ὡς πᾶν τοὐναντίον τούτοις ἡμεῖς οἱ τὰ Ἰησοῦ φρονοῦντες ἐπιτηδεύομεν, θᾶττον μὲν θανάτῳ τὴν ψυχὴν ἢ δαίμοσιν θυσίαν προέσθαι τολμῶντες, θᾶττον δὲ τῆς ζωῆς ἐξιστάμενοι ἢ τοῖς πονηροῖς δαίμοσιν δουλωθῆναι ὑπομένοντες. τίς δ´ οὐκ οἶδεν, ὅπως σὺν αὐτῇ τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ καὶ σὺν εὐχαῖς καθαρωτάταις πᾶν τὸ δαιμόνων ἔργον ἀπελαύνειν ἡμῖν φίλον ἐστίν; οὕτως ὁ τοῦ Ἰησοῦ λόγος καὶ ἡ παρ´ αὐτοῦ διδασκαλία πολὺ κρείττους τῆς ἀοράτου ταύτης δυνάμεως πάντας ἡμᾶς ἀπειργάσατο, ἐχθρούς τε δαιμόνων καὶ πολεμίους, ἀλλ´ οὐ φίλους οὐδὲ συνήθεις, πολλοῦ δεῖ ὑπηκόους καὶ ὑποχειρίους εἶναι παρεσκεύασεν. Ὁ δὴ τοιούτους ἡμᾶς προαγαγὼν πῶς ἂν αὐτὸς δοῦλος ἐγεγόνει δαιμόνων; πῶς δ´ ἂν τοῖς πονηροῖς πνεύμασιν ἔθυσεν; ἢ πῶς βοηθοὺς δαίμονας ἐπεκαλέσατο ἐν ταῖς παραδοξοποιίαις, ὁπότε εἰσέτι δεῦρο πᾶς δαίμων καὶ πᾶν ἀκάθαρτον πνεῦμα, ὥς τι τῶν κολαστικῶν καὶ βασανιστικῶν τῆς οἰκείας φύσεως, τοῦ Ἰησοῦ τὸ ὄνομα φρίττει, ὑπεξίσταταί τε καὶ παραχωρεῖ τῇ τῆς προσηγορίας δυνάμει; ὥσπερ οὖν καὶ πάλαι καθ´ ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, μὴ φέροντες αὐτοῦ τὴν παρουσίαν, ἄλλος ἄλλοθεν ἐβόα· « Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς»;

Ἀνὴρ δὲ ὅλως γοητείᾳ προσέχων τὸν νοῦν, καὶ πάντως γέ που ἀπειρημένοις πράγμασιν ἐγχειρῶν, ἆρ´ οὐκ ἂν εἴη δῆλος ἀνόσιος ὢν τὸν τρόπον καὶ μιαρὸς καὶ αἰσχρὸς καὶ ἄθεος καὶ ἄδικος καὶ ἀσεβής; τοιοῦτος δὲ ὢν πόθεν ἢ πῶς τὰ περὶ εὐσεβείας διδάξειεν ἂν ἑτέρους, ἢ τὰ περὶ σωφροσύνης, ἢ τὰ περὶ θεοῦ γνώσεως, ἢ τὰ περὶ δικαιωτηρίου καὶ κρίσεως τοῦ ἐπὶ πάντων θεοῦ; οὐχὶ τούτων ἁπάντων τὰ ἐναντία πρεσβεύ〈ς〉ει, ἀκόλουθα τῇ ἑαυτοῦ μοχθηρίᾳ πράττων, καὶ θεὸν μὲν ἀρνήσεται καὶ θεοῦ πρόνοιαν καὶ θεοῦ κρίσιν, χλευάσει δὲ τοὺς περὶ ἀρετῆς καὶ τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους; εἰ μὲν δὴ τοιαῦτά τινα ἦν ἰδεῖν καὶ περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, οὐδὲν ἂν ἦν εἰπεῖν· εἰ δ´ ἐφ´ ἑκάστῳ πράγματι καὶ λόγῳ τὸν πάντων δημιουργὸν πατέρα θεὸν ἀνακαλούμενος ἀποδείκνυται καὶ τοὺς φοιτητὰς τοιούτους εἶναι παρασκευάζων, καὶ εἰ σώφρων αὐτὸς καὶ σωφρόνων λόγων διδάσκαλος, καὶ εἰ ποιητὴς καὶ κῆρυξ δικαιοσύνης καὶ ἀληθείας καὶ φιλανθρωπίας καὶ ἀρετῆς ἁπάσης καὶ θεοσεβείας εἰσηγητὴς τοῦ παμβασιλέως θεοῦ, πῶς οὐχ ἕπεται τούτοις τὸ μηδὲν μὲν ἡγεῖσθαι κατὰ γοητείαν αὐτὸν τῶν παραδόξων πεποιηκέναι, δυνάμει δ´ ἀπορρήτῳ καὶ ὡς ἀληθῶς ἐνθέῳ συνομολογεῖν;

Ἀλλ´ εἰς τοσοῦτον ἐλαύνεις ἀπηνείας, ὡς μὴ λογισμοῖς σώφροσιν λόγων τε ἀκολουθίᾳ προσέχειν τὸν νοῦν, μηδὲ πείθεσθαι τοῖς εἰκόσι τεκμηρίοις, ὑπονοῶν τάχα που τοὺς λέγοντας ἡμᾶς. Ἀλλὰ σύ γε κἂν τῶν σαυτοῦ δαιμόνων, αὐτῶν δὴ τῶν χρησμῳδῶν θεῶν, ἄκουε τῷ σωτῆρι ἡμῶν οὐχ ὥσπερ σὺ γοητείαν, ἀλλ´ εὐσέβειαν καὶ σοφίαν καὶ εἰς οὐρανοὺς ἄνοδον μαρτυρούντων. τίς δ´ ἂν γένοιτό σοι τούτων ἀξιόπιστος ὁμολογία 〈μᾶλλον〉 τῆς τοῦ καθ´ ἡμῶν πολεμίου γραφῆς, ἣν ἐν οἷς ἐπέγραψεν· «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» ἐν τρίτῳ συγγράμματι τέθειται, ὧδέ πως ἱστορῶν κατὰ λέξιν·

 

 

 

Si vous voulez connaître de la bouche des disciples eux-mêmes quel fut leur maître, vous pouvez consulter ces innombrables disciples de la doctrine de Jésus, dont un grand nombre, ayant formé une ligue contre les plaisirs de la terre, gardent leur âme pure de toute passion désordonnée, vieillissent et meurent ans une continence parfaite, et peuvent donner une idée fort exacte de la sainteté qu'inspire cette doctrine.  Et ce ne sont pas les hommes seulement qui suivent ces exemples ; dans tout l'univers, une inexprimable multitude de femmes , devenant comme les prêtresses du Dieu de toute chair, embrassent la vérité chrétienne, et, ravies d'amour pour la sagesse céleste, abandonnent le soin de leur famille et consacrent leur corps et leur âme au service du Dieu du monde, pour vivre dans la chasteté et la virginité. Les fils de la Grèce vantent avec emphase un homme, un Démocrite, qui seul abandonna un pays dévasté, sous prétexte de se livrer à la philosophie.

Cratès est célèbre parmi eux pour avoir abandonné tous ses biens à ses concitoyens, en s'écriant que Cratès avait mis Cratès en liberté. Mais les disciples, qui sont innombrables et ne se réduisent pas à un ou deux hommes, abandonnent leurs richesses et les distribuent aux indigents et aux nécessiteux : générosité dont nous sommes témoins, nous qui vivons au milieu d'eux et qui avons vu la doctrine du Christ, non plus dans la prédication, mais dans les œuvres qu'elle suggère. Faut-il énumérer ici ces milliers de Grecs et de Barbares mêmes qui, à la prédication de la parole de Jésus, ont abandonné les erreurs au polythéisme, pour confesser qu'ils ne connaissent plus qu'un Dieu, le Sauveur et le Créateur du monde...? Platon, qui seul entre tous les philosophes anciens, connut son existence, n'osait pas la proclamer. « S'il est difficile de découvrir le Père et le Créateur du monde, disait-il, il est impossible de divulguer son existence. » S'il lui était difficile de trouver Dieu, dont la connaissance est en effet si élevée, ce sage ne put pas répandre cette connaissance, parce qu'il n'avait pas celle puissante foi qui animait les disciples de Jésus. Aidés de l'assistance de leur maître, il leur fut facile de trouver et de connaître le Père et le Créateur du monde, de manifester son nom aux hommes et d'en répandre la connaissance ; de sorte que de leur prédication jusqu'à nos jours, chez toutes les nations du monde, une foule innombrable d'hommes, de femmes et d'enfants, d'esclaves et de laboureurs, loin de partager le sentiment de Platon, reconnaissent ce seul Dieu comme le créateur du monde et l'ordonnateur de ce bel univers, l'honorent seul et le reconnaissent seul comme Dieu, grâces aux lumières du Christ. Voilà les succès de ce charlatan nouveau : voilà les disciples de Jésus, dont la vie nous fait connaître celle du maître.

Maintenant exposons encore une preuve nouvelle. Vous dites donc que Jésus fut un magicien, vous l'appelez un subtil enchanteur et un fourbe adroit ! Fut-il donc l'inventeur de cette triste science? Ou faut-il, comme cela est juste, la rapportera d'autres? Car si, dépourvu du secours d'un maître, ce personnage a découvert cet art, sans qu'il le tînt d'un homme, ni qu'il le dût à d'autres plus anciens, comment ne pas confesser qu'il fût Dieu, lui qui sans livres, sans leçons et sans maîtres, devina et s'appropria de telles connaissances? Notre faiblesse ne peut ici bas, sans ces secours, comprendre même un art d'expérience, une science un peu élevée, ni même en acquérir les premiers éléments : bien moins encore peut-elle saisir ce qui surpasse notre nature. A-t-on jamais trouvé un grammairien qui n'ait point eu de maître, un rhéteur qui n'ait été formé à une école, un médecin, ou encore un architecte ou un artiste, qui le soient devenus d'eux-mêmes? Et cependant tout cela est bien petit et se rapporte à l'homme. Mais dire que l'auteur de la vraie religion, qui a mu#39;est-ce pas avouer et attester qu'en lui résidait quelque chose de divin et bien supérieur aux forces humaines? Supposez-vous qu'il s'instruisit dans la société de magiciens, qu'il pénétra les secrets de l'Égypte, les mystères antiques des sages de ce pays, et que c'est à leurs leçons qu'il dut cette illustre renommée dont il jouit? Quoi donc, aurait-on vu en Égypte ou ailleurs quelques charlatans plus habiles qui l'auraient précédé et l'auraient formé par leurs leçons? Mais pourquoi, avant de répandre le nom de Jésus, la renommée n'eût-elle pas proclamé le leur ? Pourquoi leur gloire a est-elle pas comparable aujourd'hui à celle de notre maître? Quel enchanteur grec ou barbare s'est jamais entouré de disciples et leur a donné une loi, comme l'a fait la puissance du Christ? De qui raconta-t-on jamais les guérisons et les merveilles de bienfaisance que l'on rapporte du Sauveur? Quel est l'homme dont les amis et les témoins de ses œuvres protestèrent de la vérité de ce qu'ils en racontaient, au sein des flammes, sous le tranchant du glaive, comme le firent les disciples du Sauveur, qui s'exposèrent aux outrages, à toutes sortes de supplices, et versèrent enfin leur sang pour confirmer les vérités qu'ils annonçaient. Que le contradicteur qui rejette nos preuves nous dise enfin si jamais magicien conçut l'étrange projet de réunir un nouveau peuple sous un nouveau nom? Former un tel projet et vouloir le mettre à exécution, n'est-ce pas au-dessus des forces humaines? Établir contre les lois des rois, des anciens législateurs, des philosophes, des poètes et des prêtres, des lois nouvelles qui attaqueraient l'idolâtrie, qui n'éprouveraient nul obstacle et demeureraient toujours sans altération, quel enchanteur le prétendit jamais ? Le Sauveur et Seigneur n'osa-t-il pas former cette entreprise; n'osa-t-il pas y mettre la main? Et quand il y eut mis la main, ne l'accomplit-il pas, après avoir dit à ses disciples cette seule parole : « Allez, prêchez toutes les nations en mon nom, et enseignez-leur à garder ce que je vous ai appris » {Matth., XXVIII, 19)? Il donna à sa parole une telle puissance, qu'aussitôt Grecs et Barbares, tous embrassèrent sa croyance, et qu'alors se répandirent dans le monde ces lois contraires a toutes superstitions , ces lois ennemies des démons et de l'idolâtrie ; ces lois qui perfectionnèrent les Scythes, les Perses, tous les Barbares, et détruisirent les coutumes cruelles et sauvages; ces lois qui renversèrent les mœurs antiques de la Grèce et leur substituèrent une religion nouvelle et sainte. Les magiciens qui précédèrent le siècle de Jésus, firent-ils jamais quelque oeuvre comparable, qui puisse faire soupçonner qu'il ait eu recours à leurs leçons? Mais s'il est impossible d'en nommer un seul, si nul ne lui a donné une semblable puissance,.il faut reconnaître que la divine essence est descendue sur la terre pour nous enseigner une sagesse inconnue jusqu'alors.

Cette preuve établie, nous entreprendrons celui qui résisterait encore, et nous lui demanderons s'il a vu jamais, s'il a connu des enchanteurs et des magiciens qui fascinaient le peuple sans faire des libations ou des sacrifices, sans invoquer les démons et implorer leur assistance ? Or, qui pourra, sur les discours de notre Sauveur et de ses disciples ou de ceux qui partagent leur croyance, élever une semblable accusation? Mais plutôt, n'est-il pas évident au moins clairvoyant que nous agissons bien différemment, nous tous, adorateurs de Jésus, qui préférons subir la mort plutôt que de sacrifier aux démons ; nous qui aimons mieux sortir de ce monde plutôt que de subir le joug des démons. Qui ignore que c'est par l'invocation du nom de Jésus, et par les prières les plus pures que nous chassons les démons ? Ainsi, le nom de Jésus et sa doctrine nous élèvent au-dessus des puissances spirituelles et nous rendent les ennemis déclarés des démons. Sommes-nous donc leurs amis ou leurs partisans, bien moins encore leurs disciples ou leurs sujets ? Celui qui nous a rendus ce que nous sommes, fut-il jamais le serviteur des démons? Mais peut-il se faire qu'il leur ait sacrifié, ou qu'il ail imploré leur assistance en ses opérations, ce Jésus, dont le nom redoutable aux démons et à l'esprit impur, les fait encore trembler, les chasse de leurs demeures et les met en fuite ? Aussi, lorsqu'il vivait parmi les hommes, ils ne supportaient pas sa présence, et criaient de toutes parts : « Laissez-nous ! Qu'y a-t-il entre nous et vous, Jésus, fils de Dieu ? Vous êtes venu avant le temps nous tourmenter » (Matth., Vlll, 29).

Si un homme se livre à la magie et à toutes les actions illicites que nous venons d'énumérer, ne manifestera-t-il pas en ses actions les vices de son âme, ses crimes, ses obscénités, ses impiétés, son injustice et son irréligion? Dans ces dispositions, pourrait-il prêcher les maximes de piété et de tempérance, répandre la connaissance de Dieu, annoncer ses justices et ses jugements? Dans l'emportement de ses désirs effrénés, ne profèrera-t-il pas des propos bien différents? Ne reniera-t-il pas Dieu, sa Providence et son jugement; ne se rira-t-il pas de la vertu et de l'immortalité de l'âme? Si telle fut la conduite de notre Sauveur et Seigneur, nous ne pouvons rien alléguer pour sa défense. Mais si en toutes ses actions et en tous ses discours, il s'est montré l'adorateur fidèle de Dieu, le Père et Créateur du monde, s'il s'est appliqué à remplir ses disciples des mêmes sentiments de respect, s'il a été sage et maître de sagesse, auteur et docteur de justice, de vérité, de charité, de toute vertu, de religion enfin pour le Dieu du monde, comment se défendre d'avouer qu'il n'a jamais consommé ses miracles par des enchantements, mais que toujours il agissait par un secours surnaturel et vraiment divin qui résidait en lui.

Mais peut-être, dans l'entraînement de l'opposition, vous n'appréciez ni la sagesse de nos paroles, ni la suite de nos raisons, ni le poids de nos preuves, et vous nous soupçonnez d'artifice. Écoutez maintenant vos démons, ces dieux, vains artisans d'oracles, qui rendirent un si illustre témoignage à la piété, à la sagesse et même à l'ascension dans le ciel même de celui que vous accusez de magie. Quel aveu vous paraîtra plus digne de foi que celui de notre ennemi déclaré, qui, au troisième des livres qu'il composa sur la philosophie des sages célèbres, s'exprime ainsi : La grandeur des œuvres manifeste aux amis de la vérité la puissance divine qui résidait en lui.

ζʹ.

Ὡς καὶ ἀπὸ τῆς ἐνεργείας αὐτῆς συνορᾶται τοῖς φιλαληθέσιν ἡ τῆς περὶ αὐτὸν ἐνθέου ἀρετῆς δύναμις.

«Παράδοξον ἴσως δόξειεν 〈ἄν〉 τισιν εἶναι τὸ μέλλον λέγεσθαι ὑφ´ ἡμῶν. τὸν γὰρ Χριστὸν οἱ θεοὶ εὐσεβέστατον ἀπεφήναντο καὶ ἀθάνατον γεγονότα, εὐφήμως τε αὐτοῦ μνημονεύουσιν.» καὶ ὑποβὰς ἐπιλέγει· « Περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων εἰ ἔστιν θεός, φησίν· Ὅτ〈τ〉ι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει γιγνώσκεις, σοφίης δὲ τετμημένη αἰὲν ἀλᾶται· ἀνέρος εὐσεβίῃ προφερεστάτου ἐστὶν ἐκείνη ψυχή·

εὐσεβέστατον ἄρα ἔφη αὐτόν, καὶ τὴν ψυχὴν αὐτοῦ, καθάπερ 〈καὶ〉 τῶν ἄλλων 〈εὐσεβῶν〉, μετὰ θάνατον ἀπαθανατισθῆναι, ἣν σέβειν ἀγνοοῦντας τοὺς Χριστιανούς. Ἐπερωτησάντων δὲ διὰ τί ἐκολάσθη, ἔχρησεν· Σῶμα μὲν ἀδρανέσι〈ν〉 βασάνοις αἰεὶ προβέβληται· ψυχὴ δ´ εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει», καὶ ἐπιλέγει μετὰ τὸν χρησμὸν ἑξῆς· « Αὐτὸς οὖν εὐσεβὴς καὶ εἰς οὐρανούς, ὥσπερ οἱ εὐσεβεῖς, χωρήσας. Ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν ἄνοιαν.»

Ταῦτα καὶ νῦν ὁ Πορφύριος. ἆρ´ οὖν ἀπατεὼν οὗτος; κἂν τὰ φίλα σε δυσωπείτω τῶν οἰκείων ῥήματα. Ἔχεις τοιγαροῦν τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ καὶ παρὰ τοῖς σαὐτοῦ ὡμολογημένον οὐ γόητα οὐδὲ φαρμακέα, ἀλλ´ εὐσεβῆ καὶ δικαιότατον καὶ σοφὸν καὶ οὐρανίων ἁψίδων οἰκήτορα. Ὁ δὴ οὖν τοιοῦτος πῶς ἂν ἄλλως τῶν παραδόξων ἔργων γεγόνει ποιητὴς ἢ δυνάμει θείᾳ, ἣν καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν αὐτῷ, θεοῦ λόγον καὶ θεοῦ δύναμιν τὴν ἀνωτάτω ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι μᾶλλον δ´ ἐν αὐτῇ σαρκὶ καὶ σώματι κατοικῆσαι, καὶ πᾶσαν τὴν ἐν ἀνθρώποις οἰκονομίαν ἐπιτελέσαι μαρτυροῦντα; Καὶ σὺ δ´ ἂν αὐτὸς καταμάθοις τὸ ἔνθεον τῆς περὶ αὐτοῦ δυνάμεως, εἰ λογίσαιο, τίς ποτε ὢν ἄρα τὴν φύσιν καὶ πηλίκος, ἄνδρας εὐτελεῖς ἐξ ἁλείας καὶ ταπεινοῦ βίου προσοικειωσάμενος, τούτοις κέχρηται διακόνοις ἐπὶ κατορθώσει πράγματος πάντα καλύπτοντος λόγον. Διανοηθεὶς γάρ, ὃ μηδεὶς πώποτε, νόμους οἰκείους καὶ ξένην διδασκαλίαν εἰς πάντα κατασπεῖραι τὰ ἔθνη, καὶ παντὸς γένους ἀνθρώπων διδάσκαλον εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ἑαυτὸν ἀποφῆναι, τοῖς πάντων ἀγροικοτάτοις καὶ εὐτελεστάτοις ἡγήσατο χρῆσθαι τῆς οἰκείας βουλῆς ὑπηρέταις, 〈ὡς〉 εἰκός τινα παραλογώτατα ταῦτ´ αὐτὸν πεποιηκέναι νομίσαι. Πῶς γάρ; οἱ μηδὲ διᾶραι δυνάμενοι στόμα, κἂν ἑνός τινος διδάσκαλοι κατέστησαν, οὐχί γε ἀνδρῶν συλλόγου; πῶς δ´ ἂν πλήθει διειλέχθησαν οἱ πάσης ἐκτὸς γεγονότες παιδείας; ἀλλὰ τοῦτ´ ἦν ἄρα τὸ τῆς ἐνθέου βουλῆς καὶ τῆς ἐνεργούσης ἐν αὐτοῖς θείας δυνάμεως παραστατικόν. Ἀνακαλέσας γοῦν αὐτοὺς τὰ μὲν πρῶτά φησιν· « Δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων»· ἐπειδὴ δὲ λοιπὸν αὐτοὺς ἀκολούθους ἐκτήσατο, ἐμπνεύσας αὐτοῖς δυνάμεως θείας, μένους τε καὶ θάρσους ἐμπλήσας, καὶ δὴ οἷά τις ἀληθῶς θεοῦ λόγος καὶ αὐτὸς θεὸς τηλικούτων θαυμάτων ποιητής, νοερῶν αὐτοὺς καὶ λογικῶν ψυχῶν θηρευτὰς ποιήσας, ἔργον τε ἐπιθεὶς τῇ φωνῇ τῇ « Δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων» φησάσῃ, ὁμοῦ τε ἐργάτας καὶ διδασκάλους αὐτοὺς εὐσεβείας ἀπειργασμένος ἤδη καὶ εἰς πάντα τὰ ἔθνη διεπέμπετο, κήρυκας ἀναδείξας τῆς αὐτοῦ διδασκαλίας.

Καὶ τίς οὐκ ἂν ἐξεπλάγη καὶ ἠπίστησεν ἂν εἰκότως τῷ παραδόξῳ τοῦ θαύματος, ὅτε μηδεὶς μὲν τῶν πώποτε ἐν ἀνθρώποις γενομένων διαφανῶν, μὴ βασιλεὺς μὴ νομοθέτης μὴ φιλόσοφος μὴ Ἕλλην μὴ βάρβαρος, τοιοῦτόν τι διανοηθεὶς ἱστορεῖται, ἀλλ´ οὐδ´ εἰς φαντασίαν ἐλθὼν τοῦ παραπλησίου; ἀγαπητὸν γὰρ ἑκάστῳ ἦν, εἰ καὶ ἐπὶ μόνης τῆς οἰκείας γῆς τὸ οἰκεῖον ἐπάγγελμα συνεστήσατο, καὶ τοὺς καλῶς ἔχειν φανέντας νόμους κἂν ἐφ´ ἑνὸς τοῦ οἰκείου ἔθνους κρατῦναι οἷός τε ἦν· ὁ δὲ μηδὲν θνητὸν καὶ ἀνθρώπινον διανοηθεὶς ὅρα εἰ μὴ ὡς ἀληθῶς θεοῦ πάλιν προήκατο φωνήν, αὐτολεξεὶ φήσας τοῖς εὐτελεστάτοις ἐκείνοις αὐτοῦ μαθηταῖς· « Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη». Καὶ πῶς, εἶπον ἂν οἱ μαθηταὶ τῷ διδασκάλῳ πάντως που ἀποκρινάμενοι, τοῦθ´ ἡμῖν ἔσται δυνατόν; πῶς γὰρ Ῥωμαίοις, φέρε, κηρύξομεν; πῶς δ´ Αἰγυπτίοις διαλεχθησόμεθα; ποίᾳ δὲ χρησόμεθα λέξει πρὸς Ἕλληνας, ἄνδρες τῇ Σύρων ἐντραφέντες μόνῃ φωνῇ; Πέρσας δὲ καὶ Ἀρμενίους, καὶ Χαλδαίους, καὶ Σκύθας, καὶ Ἰνδούς, καὶ εἴ τινα βαρβάρων γένοιτο ἔθνη, πῶς πείσομεν τῶν μὲν πατρίων θεῶν ἀφίστασθαι, ἕνα δὲ τὸν πάντων δημιουργὸν σέβειν; ποίᾳ δὲ λόγων ἱκανότητι θαρσοῦντες ἐπὶ τοῦτο παρελευσόμεθα; ἢ τίς ἡμῖν ἐλπὶς ἔσται τοῦ κατορθώματος ἀντινομοθετεῖν τολμῶσιν τοῖς πάντων ἐθνῶν περὶ τῶν οἰκείων θεῶν ἐξ αἰῶνος κειμένοις νόμοις; ἐπὶ ποίᾳ δὲ καὶ δυνάμει περιέσεσθαι ἔστιν τοῦ τολμήματος; ταῦτα ἢ φησάντων ἂν κατὰ τὸ εἰκὸς ἢ διανοηθέντων τῶν τοῦ Ἰησοῦ μαθητῶν, μιᾶς προσθήκῃ λέξεως αὐτοῖς ὁ διδάσκαλος λύσιν τῶν ἀπορηθέντων ὑπέθετο, φήσας κατορθώσειν « Τῷ ὀνόματί μου»· οὐ γὰρ δὴ ἁπλῶς καὶ ἀδιορίστως μαθητεῦσαι πάντα τὰ ἔθνη προσέταττεν, μετὰ προσθήκης δὲ ἀναγκαίας τῆς « Ἐν τῷ ὀνόματι αὐτοῦ». Ἐπειδὴ γὰρ ἡ δύναμις τῆς αὐτοῦ προσηγορίας τοιαύτη τις ἦν, ὡς φάναι τὸν ἀπόστολον, ὅτι δὴ « Ἐχαρίσατο αὐτῷ ὁ θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», εἰκότως τῆς τοὺς πολλοὺς λανθανούσης ἐν τῷ ὀνόματι αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐμφαίνων, τοῖς αὐτοῦ μαθηταῖς ἔφησεν· « Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη τῷ ὀνόματί μου». Εἶτα καὶ θεσπίζει εὖ μάλα ἀκριβῶς τὸ μέλλον εἰπών· « Δεῖ γὰρ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν».

Ὁ δὲ λόγος εἴρητο μὲν ἐν γωνίᾳ γῆς τότε, καὶ οἱ παρόντες ἤκουον μόνοι. Πῶς οὖν ἄρα πιστὸς ἦν αὐτοῖς τοῦτο λέγων, εἰ μὴ ἐξ ἑτέρων τῶν ὑπ´ αὐτοῦ πεπραγμένων ἐνθέων ἔργων τῆς ἐν τοῖς λόγοις ἀληθείας αὐτοῦ τὴν πεῖραν εἰλήφεσαν; ὅτι γὰρ ἐπίστευσαν λέγοντι, συλλογιζομένῳ σοι ὁμολογεῖν ἀνάγκη. Προστάξαντι γὰρ οὐδεὶς ἠπείθει, ἀλλὰ πειθαρχήσαντες αὐτοῦ τῷ νεύματι κατὰ τὰ παρηγγελμένα πᾶν γένος ἀνθρώπων ἐμαθήτευον, ἐκ τῆς οἰκείας γῆς ἐπὶ πάντα στειλάμενοι τὰ ἔθνη, ἐν ὀλίγῳ τε ἦν ἔργα θεωρῆσαι τοὺς λόγους. Κεκήρυκτο γοῦν τὸ εὐαγγέλιον ἐν βραχεῖ χρόνῳ ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον τοῖς ἔθνεσιν, καὶ βάρβαροι καὶ Ἕλληνες τὰς περὶ τοῦ Ἰησοῦ γραφὰς πατρίοις χαρακτῆρσιν καὶ πατρίῳ φωνῇ μετελάμβανον.

Καίτοι τίς οὐκ ἂν ἀπορήσειεν εὐλόγως, τίς ἦν ἄρα ὁ τῆς τῶν μαθητῶν τοῦ Ἰησοῦ διδασκαλίας τρόπος; ἆρα γὰρ εἰς μέσην παρελθόντες πόλιν, ἔπειτα ἐν ἀγορᾷ στάντες καὶ βοῇ μείζονι χρησάμενοι συνεκάλουν τοὺς παριόντας κἄπειτα ἐδημηγόρουν; καὶ τίς ἦν ἄρα αὐτοῖς τῆς δημηγορίας ὁ λόγος, ᾧ πεπεῖσθαι εἰκὸς ἦν τοὺς ἀκροωμένους; πῶς δὲ καὶ ἐδημηγόρουν ἄνδρες λόγων ἄπειροι καὶ πάσης ἀμέτοχοι παιδείας; ἀλλὰ μὴ〈ν〉 οὐ κατὰ πλῆθος, κατὰ μέρος δὲ τοῖς προστυχοῦσι διελέγοντο. τίσιν οὖν καὶ ὁποίοις ἐχρῶντο λόγοις ἐπὶ πειθὼ τῶν ἀκουόντων, ἐπεὶ μηδὲ μικρὸς ἦν αὐτοῖς ὁ ἀγών, μὴ ἀρνουμένοις τὸν ἐπονείδιστον θάνατον τοῦ καταγγελλομένου; εἰ μὲν γάρ, τοῦτον ἐπικρυψάμενοι καὶ μὴ ὁμολογοῦντες εἰς πάντας, οἷα καὶ ὁπόσα πέπονθεν ὑπὸ Ἰουδαίων, τὰ σεμνὰ μόνα καὶ ἔνδοξα προσεκόμιζον (λέγω δὲ τὰς θαυματουργίας καὶ τὰς παραδοξοποιίας αὐτοῦ τάς τε φιλοσόφους διδασκαλίας αὐτοῦ), οὐδ´ οὕτως ἦν αὐτοῖς εὐχερὴς ὁ λόγος πρὸς τὸ ποιῆσαι ῥᾳδίως συγκαταθέσθαι τοὺς ἀκούοντας ξενοφωνουμένους καὶ ἄρτι πρῶτον ἐπακούοντας καινῶν ῥημάτων ὑπ´ ἀνδρῶν οὐδὲν ἐπαγομένων ἀξιόπιστον εἰς τὴν τῶν λεγομένων μαρτυρίαν· πλὴν ἀλλ´ ἔδοξεν ἂν πιθανώτερον λέγεσθαι τὰ εἰρημένα. Νῦν δὲ τοτὲ μὲν τὸν πρεσβευόμενον θεὸν ἐν ἀνθρώπου γεγονέναι σώματι καὶ οὐδὲν ἄλλο τὴν φύσιν εἶναι ἢ θεοῦ λόγον (διὸ καὶ τοιαύτας τεραστίας δυνάμεις πεποιηκέναι οἷα θεόν), τοτὲ δὲ τούτοις ἐναντίως ὕβρεις αὐτὸν καὶ ἀτιμίας ὑπομεῖναι καὶ τέλος τὴν αἰσχίστην καὶ τοῖς πάντων ἀνθρώπων κακουργοτάτοις ἐπηρτημένην διὰ σταυροῦ τιμωρίαν, τίς οὐκ ἂν ὡς ἐναντία λεγόντων κατέπτυσεν εἰκότως; τίς δ´ οὕτως ἠλίθιος ὑπῆρχεν, ὡς εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἦν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ´ ἂν λέγουσιν χρῆναι δεῖν τῶν μὲν πατρῴων θεῶν καταφρονῆσαι, καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος καταγνῶναι πάντων, μόνοις δὲ αὐτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυρωθέντος παρηγγελμένοις; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάντων θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα.

Ἐγὼ μὲν οὖν ἐξετάζων παρ´ ἐμαυτῷ φιλαλήθως τὸν λόγον, οὐδεμίαν πειστικὴν δύναμιν ἐν αὐτῷ, οὐδέ τι σεμνὸν οὐδ´ ἀξιόπιστον, ἀλλ´ οὐδὲ πιθανὸν εἰς τὸ κἂν ἕνα τινὰ τῶν ἠλιθίων πεῖσαι δύνασθαι ... Ἀλλὰ πάλιν ἀφορῶν εἰς τὴν τοῦ λόγου δύναμιν ὡς μυρία πλήθη πέπεικεν, καὶ ὡς συνέστησαν μυρίανδροι ἐκκλησίαι πρὸς αὐτῶν ἐκείνων τῶν εὐτελεστάτων καὶ ἀγροίκων τοῦ Ἰησοῦ μαθητῶν, οὐκ ἐν ἀδήλοις που καὶ ἀφανέσι τόποις, ἀλλ´ ἐν ταῖς μάλιστα διαπρεπεστάταις πόλεσιν ἱδρυθεῖσαι, ἐπ´ αὐτῆς λέγω τῆς Ῥωμαίων βασιλευούσης, ἐπί τε τῆς Ἀλεξανδρέων καὶ Ἀντιοχέων, καθ´ ὅλης τε τῆς Αἰγύπτου καὶ Λιβύης, Εὐρώπης τε καὶ Ἀσίας, ἔν τε κώμαις τε καὶ χώραις καὶ παντοίοις ἔθνεσιν, πάλιν ἐξ ἀνάγκης ἀνατρέχειν ἐκβιάζομαι ἐπὶ τὴν τοῦ αἰτίου ζήτησιν, καὶ συνομολογεῖν μὴ ἄλλως αὐτοὺς κεκρατηκέναι τοῦ τολμήματος ἢ θειοτέρᾳ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει καὶ συνεργίᾳ τοῦ φήσαντος αὐτοῖς· « Μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου».

Τοῦτο δ´ οὖν εἰπὼν ἐπισυνῆψεν ἐπαγγελίαν, δι´ ἧς ἔμελλον ἐπιθαρρεῖν καὶ προθύμως ἐπιδιδόναι σφᾶς αὐτοὺς τοῖς παρηγγελμένοις. Φησὶν γοῦν αὐτοῖς· « Καὶ ἰδοὺ ἐγὼ μεθ´ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος». Ἀλλὰ καὶ πνεύματος αὐτοῖς ἐμπνεῦσαι λέγεται θείου, ἀλλὰ καὶ δύναμιν αὐτοῖς ἔνθεον καὶ παραδοξοποιὸν πεποιηκέναι, τοτὲ μὲν φήσας «λάβετε πνεῦμα ἅγιον», τοτὲ δὲ εἰπὼν « Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαίμονας ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε». Συνορᾷς τοιγαροῦν καὶ αὐτὸς ὅπως κεκράτηκεν ὁ δι´ αὐτῶν λόγος, ἐπεὶ καὶ αὐτῶν ἡ βίβλος τῶν Πράξεων συνῳδὰ τούτοις καὶ σύμφωνα μαρτυρεῖ· ἔνθα ἱστοροῦνται καὶ αὐτοὶ τῇ τῶν παραδόξων ἐνεργείᾳ δι´ ὀνόματος τοῦ Ἰησοῦ πρὸς αὐτῶν ἐπιτελουμένῃ τοὺς παρόντας καὶ τοὺς θεωμένους ἐκπλῆξαι. Ἐξέπληττον γὰρ ὡς εἰκὸς διὰ τῶν ἔργων τοὺς θεωμένους πρότερον· εἶθ´ οὕτως προθύμους εἶχον αὐτοὺς ἐπὶ τὸ φιλοπευστεῖν, τίς ποτ´ ἦν οὗτος οὗ τῇ δυνάμει καὶ προσηγορίᾳ τὸ θαῦμα γέγονεν· εἶτα διδάσκοντες ηὕρισκον τῇ πίστει φθάνοντας τὴν παρ´ αὐτῶν διδασκαλίαν. Οὐ γὰρ τοῖς λόγοις πεισθέντες ἀλλὰ τοῖς ἔργοις προκαταληφθέντες ῥᾴδιον ἐποιοῦντο τὴν ἐν τοῖς λόγοις διάθεσιν. Λέγονται γοῦν ἤδη τινὲς βουθυσίας καὶ σπονδὰς ὡς ἂν ἤδη θεοῖς οὖσιν τοῖς τοῦ Ἰησοῦ προσαγηοχέναι· καὶ τινὰ μὲν αὐτῶν τὸν Ἑρμῆν εἶναι, τινὰ δὲ τὸν Δία νενομικέναι. τοσοῦτον αὐτῶν τὰς διανοίας ἐξέπληττεν ἡ τῶν παραδόξων ἔργων ἐπίδειξις. Καὶ δὴ οὕτω διακειμένοις πάνθ´ ὅσα περὶ τοῦ Ἰησοῦ κατήγγελλον ἤδη λοιπὸν ἀληθεύειν εὐλόγως ἐνομίζοντο, καὶ τῇ μετὰ τὸν θάνατον ἀναβιώσει αὐτοῦ οὐχ ἁπλοῖς οὐδ´ ἀναποδείκτοις ἐμαρτύρουν λόγοις, δι´ αὐτῆς δ´ ἐνεργείας ἔπειθον, ζῶντος ἔργα παριστῶντες. Εἰ δὲ καὶ θεὸν αὐτὸν καὶ θεοῦ παῖδα πρὸ τῆς εἰς ἀνθρώπους ἀφίξεως παρὰ τῷ πατρὶ τυγχάνοντα κατήγγελλον, καὶ τούτῳ πῶς οὐκ ἂν προσέθεντο μᾶλλον, τὸ ἐναντίον ἄπιστον εἶναι καὶ ἀδύνατον ἡγούμενοι εἰκότως, λογισάμενοι μὴ δύνασθαι θνητῆς ἔργα φύσεως εἶναι νομίζειν τὰ δρώμενα ἀλλὰ θεοῦ, κἂν μὴ λέγῃ τις; τοῦτ´ ἦν ἄρα καὶ οὐδὲ〈ν〉 ἄλλο τὸ ζητηθὲν αὐτὸ ἐκεῖνο, ὁποίᾳ δυνάμει περιγεγόνασιν τῶν ἐν ἀρχαῖς ἀκροωμένων οἱ τοῦ Ἰησοῦ μαθηταί, καὶ ὅπως Ἕλληνας ὁμοῦ καὶ βαρβάρους ὡς περὶ λόγου θεοῦ περὶ αὐτοῦ φρονεῖν ἔπεισαν, ὅπως τε ἐν μέσαις ταῖς πόλεσιν καὶ ἀνὰ τὰς χώρας εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ συνεστήσαντο διδασκαλεῖα. Καίτοι τίς οὐκ ἂν θαυμάσειεν πρὸς ἑαυτὸν ἐπιλογισάμενος καὶ ἐνθυμηθείς, ὡς οὐκ ἀνθρώπινον ἦν τὸ μηδ´ ἄλλοτε ὑπὸ μίαν τὴν Ῥωμαίων 〈ἀρχὴν〉 γενέσθαι τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη, ἀλλ´ ἀπὸ τῶν τοῦ Ἰησοῦ χρόνων. Ἅμα γὰρ τῇ εἰς ἀνθρώπους αὐτοῦ παραδόξῳ ἐπιδημίᾳ καὶ τὰ Ῥωμαίων ἀκμάσαι συνηνέχθηείνου τε καὶ εἰς δεῦρο τὸ ἀπ´ αἰῶνος καὶ ἀπ´ αὐτῆς ὡς εἰπεῖν τῆς πρώτης ἀνθρωπείας ... Συστὰν Αἰγύπτου βασίλειον καθῄρητο. Ἐξ ἐκείνου τε καὶ τὸ Ἰουδαίων ἔθνος Ῥωμαίων δοῦλον γέγονεν, καὶ τὸ Σύρων ὡσαύτως, Καππαδόκων τε καὶ Μακεδόνων, καὶ Βιθυνῶν καὶ Ἑλλήνων, καὶ συνελόντι φάναι τῶν λοιπῶν τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ἁπάντων. τοῦτο δ´ ὅτι μὴ ἀθεεὶ τῇ περὶ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ συνεισῆλθεν τίς οὐκ ἂν ὁμολογήσειεν, διανοηθεὶς ὡς οὐ ῥᾴδιον ἦν τοῖς μαθηταῖς αὐτοῦ πορείαν ἐπὶ τῆς ἀλλοδαπῆς στείλασθαι, διεστώτων πρὸς ἄλληλα τῶν ἐθνῶν, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτοῖς ἐπιμιξίας διὰ τὰς πολλὰς ἐθναρχίας· ὧν περιῃρημένων ἀφόβως ἤδη καὶ ἐπ´ ἀδείας τὸ προκείμενον ἤνυον, τὴν πορείαν αὐτοῖς προεξευμαρίσαντος τοῦ ἐπὶ πάντων θεοῦ καὶ τοὺς θυμοὺς τῶν κατὰ πόλεις δεισιδαιμόνων φόβῳ τῆς μείζονος ἀρχῆς καταστείλαντος. Λόγισαι γὰρ ὡς, εἰ μηδὲν τὸ κωλῦον ἦν τοὺς περὶ τὴν πολύθεον πλάνην ἐπτοημένους τῇ τοῦ Χριστοῦ πολεμεῖν διδασκαλίᾳ, πάλαι ἂν ἑώρας κατὰ πόλεις καὶ κατὰ ἀγροὺς ἐμφυλίους στάσεις, διωγμούς τε καὶ πολέμους οὐ τοὺς τυχόντας, εἰ δὴ ἐφ´ ἑαυτοῖς εἶχον οἱ δεισιδαίμονες τὴν ἐπ´ αὐτῶν ἐξουσίαν. Νῦν δὲ καὶ τοῦτο θεοῦ τοῦ ἐπὶ πάντων ἔργον ἦν, τὸ μείζονι φόβῳ τῆς ἀνωτάτω ἀρχῆς τοὺς ἐχθροὺς τοῦ οἰκείου λόγου καταδουλῶσαι· προκόπτειν γὰρ αὐτὸν ὁσημέραι καὶ εἰς πάντας ἀνθρώπους αὔξειν βούλεται. Πάλιν τε αὖ ὡς μὴ νομισθείη κατὰ συγχώρησιν τῶν κρατούντων διαρκέσειν· εἴποτέ τις τούτων πονηρίᾳ ληφθεὶς τῷ τοῦ Χριστοῦ λόγῳ πολεμεῖν προύθετο, καὶ τούτῳ πράττειν ἐνεδίδου τὸ καταθύμιον, ὁμοῦ μὲν εἰς ἔνδειξιν τῶν τῆς εὐσεβείας ἀθλητῶν, ὁμοῦ δὲ καὶ εἰς τὸ τοῖς πᾶσιν φανερὸν καταστῆναι, ὅτι μὴ ἐξ ἀνθρώπων ἦν βουλῆς ἀλλ´ ἐκ τῆς τοῦ θεοῦ δυνάμεως ἡ τοῦ λόγου σύστασις.

Αὐτίκα τίς οὐκ ἂν θαυμάσειεν τὰ συμβαίνειν κατὰ τοὺς τοιούσδε καιροὺς εἰωθότα; οἱ μὲν γὰρ τῆς εὐσεβείας ἀθληταὶ τὸ πρὶν ἀνθρώποις γε ... τοῖς πᾶσιν διάδηλοι καὶ διαπρεπεῖς ἐγίνοντο τῶν παρὰ τῷ θεῷ κατηξιωμένοι βραβείων· οἱ δὲ τῆς εὐσεβείας πολέμιοι τὰς προσηκούσας ἐξέτινον δίκας, θεηλάτοις μάστιξιν οἰστρούμενοι καὶ πᾶν τὸ σῶμα δεινοῖς καὶ ἀνιαροῖς πάθεσιν διαφθειρόμενοι, ὥστε ἤδη καὶ εἰς ὁμολογίαν τῆς κατὰ Χριστοῦ δυσσεβείας ἥκειν περιελαθῆναι. Οἱ δέ γε λοιποὶ πάντες τῆς ἐνθέου προσηγορίας ἠξιωμένοι καὶ τὰ Χριστοῦ φρονεῖν αὐχοῦντες, ἐπ´ ὀλίγον ἐγγυμνασάμενοι τοῖς πειρατηρίοις, τὸ δὲ γνήσιον καὶ εἰλικρινὲς τοῦ φρονήματος ἐπιδειξάμενοι, τὴν οἰκείαν αὖθις ἀπελάμβανον ἐλευθερίαν, εἰς μεῖζον ὁσημέραι δι´ αὐτῶν ἐκλάμποντος τοῦ σωτηρίου λόγου καὶ ἐν αὐτοῖς γε μέσοις τοῖς ἐχθροῖς κατακρατοῦντος, μὴ μόνον τε τῶν ὁρατῶν πολεμίων κατεξανισταμένου, ἀλλὰ καὶ τῶν ἀοράτων, εἴ τινες ἄρ´ εἶεν ἀμφὶ τὸν περὶ γῆν ἀέρα ζοφώδη πονηροὶ δαίμονες καὶ ἄρχοντες τούτων· οὓς καὶ αὐτοὺς οἱ γνήσιοι τοῦ Χριστοῦ μαθηταὶ δι´ ἁγνείας βίου καὶ τῶν πρὸς τὸν θεὸν εὐχῶν διά τε τῆς αὐτοῦ ἐνθέου προσηγορίας ἐξελαύνοντες, ... Σημείων τῶν πάλαι ἱστορουμένων ὑπ´ αὐτοῦ γεγονέναι παραδόξων, καὶ ἐν τούτῳ τοῖς συνορᾶν δυναμένοις τὰ τεκμήρια τῆς ἐνθέου ἀρετῆς αὐτοῦ διαδεικνύντες.

Ἀλλὰ γὰρ τῶνδε κατὰ καιρὸν προγεγυμνασμένων, καιρὸς ἤδη καλεῖ τῆς μυστικωτέρας περὶ αὐτοῦ θεολογίας ἐφάψασθαι, καὶ τὸν θεὸν λόγον, ὅστις ποτ´ ἦν ὁ διὰ τοῦ φαινομένου ἀνδρὸς τὰς θαυματουργίας ἐκτελῶν, ἐποπτεῦσαι.

Oracles sur le Christ.

Ce que je vais dire semblera bien étrange à plusieurs personnes. Les dieux ont publié la profonde religion du Christ, son immortalité, et n'ont parlé de lui qu'avec respect. Plus loin, il répond ainsi à ceux qui demandaient si le Christ était Dieu : le sage sait que l'âme immortelle est supérieure au corps, et l'âme de cet homme fut remplie dune religion insigne.

Ainsi, il avoue sa piété; il avoue que la mort n'aura pas plus d'empire sur son âme que les chrétiens honorent d'un culte insensé, que sur celle des autres hommes. Voici ce qu'il répondit à ceux qui demandaient pourquoi il lut livré au supplice :

« Le corps de l'homme est toujours exposé à la douleur; mais l'âme que la religion anime s'élève aux cieux. Cet écrivain ajoute â cet oracle les paroles suivantes : « Il fut donc saint et s'éleva vers le ciel comme les âmes saintes. Cessez donc de le blasphémer, et ayez plutôt compassion de l'ignorance de ses adorateurs. »

Ainsi parlait Porphyre. Maintenant donc, je vous le demande, notre maître, fût-il un imposteur, vous laisserez-vous entraîner par les paroles de ceux dont vous suivez les doctrines? Vous voyez que notre Sauveur Jésus, le Christ de Dieu, loin de passer pour un magicien et un charlatan, est reconnu comme rempli de piété, de justice et de sagesse, et reçu dans les demeures du ciel. Cet homme si vertueux n'a donc opéré ses prodiges que par une puissance divine, puissance reconnue des oracles des dieux, lorsqu'ils confessent que la sagesse et la souveraine puissance a paru parmi nous sous les dehors d'un homme, ou plutôt qu'elle a habité un corps mortel, et qu'elle s'est soumise à toutes les nécessités de cette demeure fragile. Vous reconnaîtrez facilement la divinité de la vertu qui l'anima, si vous cherchez quel dut être cet homme qui arracha les apôtres à leurs filets et à leur obscurité, afin d'en faire les ministres d'une entreprise inouïe : car après avoir forme un plan que personne n'imagina jamais, celui de soumettre les nations à ses lois et à sa doctrine, et de se manifester aux peuples du monde comme l'auteur du nouveau culte envers le Dieu unique, il appela à concourir à son dessein les plus grossiers et les moins éclairés des hommes ; c'était sans doute une étrange conduite. Comment, en effet, des hommes qui pouvaient à peine ouvrir la bouche pour proférer une parole, s'établirent-ils maîtres, non pas d'un homme, mais d'une innombrable multitude ? Comment des gens sans nulle éducation instruisirent-ils les peuples? Mais ce fut l'effet de la volonté divine et de la puissance surnaturelle qui opérait en eux ; car Jésus les ayant appelés, leur dit : «Venez, suivez-moi, je vous ferai pécheurs d'hommes» (Matth.. V, 19). Quand il se les fut attachés, il les anima de l'esprit de Dieu, il les remplit de force et de confiance, et, verbe de Dieu, Dieu lui-même, auteur de miracles aussi grands, il les érigea en pécheurs d'âmes. A cette parole : Venez, suivez-moi, je vous ferai pécheurs d'hommes, il joignit l'action, il en fit les ouvriers et les maîtres de la piété, et les envoya dans l'univers comme les hérauts de sa doctrine.

Qui ne serait ravi d'étonnement?qui pourrait croire une entreprise si étrange, que jamais elle n'a été connue, ni même rêvée par quelqu'un de ces hommes dont la renommée conserve les noms,roi, législateur, philosophe, grec, barbare? Chacun se contente de maintenir ses institutions, de porter de bonnes lois, de les mettre en vigueur en ses États Mais le Christ, dans sa pensée si supérieure à l'humanité, ne prononce-t-il pas une parole vraiment divine, en disant aux pauvres gens dont il fit ses disciples : « Allez, enseignez toutes les nations » (ld., XXVIII, 19) ? Eh ! auraient-ils pu répondre â leur maître, comment le pourrons-nous ? Comment prêcher votre doctrine aux Romains? Comment l'annoncer aux Égyptiens? Nous qui ne connaissons que le langage de la Syrie, en quel idiome nous adresserons-nous â la Grèce, â la Perse, à l'Arménie, à la Chaldée, â la Scythie, aux Indes, à chaque nation barbare en un mot? Comment leur persuaderons-nous d'abandonner les dieux de leur patrie pour s'attacher au culte du Créateur du monde? Quel est notre usage de la parole pour compter sur son efficacité? quelle espérance concevoir de réussir à changer dans le monde les traditions religieuses aussi anciennes que les nations ? Par quelle puissance enfin entreprendre une si audacieuse réforme? A ces difficultés, que purent émettre ou former en eux-mêmes les disciples de Jésus, leur maître offrit une réponse décisive : « Prêchez, dit-il, en mon nom » ( Luc. XXIV, 47 ). Car la mission d'enseigner le monde, qu'il leur confia, ne fut pas vague et indéterminée ; mais avec cette circonstance nécessaire de prêcher en son nom. Or, la puissance de ce nom auguste est si grande, que l'Apôtre a dit : « Dieu lui a donné un nom au-dessus de tout nom, afin qu'au nom de Jésus tout genou fléchit au ciel, sur la terre et aux enfers » {Philip., II, 10). Il révéla la force de ce nom, force cachée au grand nombre, lorsqu'il dit à ses disciples : « Aller, enseignez toutes les nations en mon nom. »Puis, il leur annonce avec l'exactitude la plus merveilleuse les grands événements qui devaient avoir lieu : « Il faut, disait-il, que cet Évangile soit annoncé à toute la terre, en témoignage à toutes les nations » (Marc,Xl!l,10).

Ces paroles furent prononcées dans un coin de la terre; elles ne furent recueillies que par ceux auxquels elles s'adressaient. Comment alors Jésus eût-il entraîné leur fol, si d'autres œuvres de sa vertu divine n'eussent déterminé leur confiance. Ce qu'ils crurent sur sa parole, croyez-le, vous aussi, sur la force des preuves. Nul d'entre eux ne refusa son adhésion; mais tous, obéissant à sa voix, abandonnèrent leur patrie pour révéler ses instructions au monde. En peu de temps, le succès prouva la sincérité de la promesse. Quelques jours suffirent pour que l'Évangile fût prêché en témoignage aux nations; Grecs, barbares, tous les hommes entendirent la doctrine de Jésus, prêchée en leur langue, et la virent écrite en leurs caractères.

Cependant, qui ne demandera pas ici quelle fut la prédication des disciples? Sans doute ils s'avançaient dans la ville, pour s'arrêter sur la place; et là, appelant à haute voix les passants, ils leur annonçaient la parole de Dieu. Quelles règles suivaient-ils dans des discours qui devaient leur attacher leur auditoire? Comment s'exprimaient ces hommes inhabiles dans l'art de parler et privés de la première éducation? Mais d'abord, loin de réunir autour d'eux une grande multitude, ils s'adressaient seulement à ceux que la Providence leur faisait rencontrer. Alors quelles formes employaient-ils pour persuader? Car ce ne leur était pas chose facile, lorsqu'ils avouaient la mort ignominieuse de celui qu'ils annonçaient. Et même, s'ils l'eussent cachée, s'ils eussent voilé les horribles supplices qu'il souffrit de la rage des Juifs, pour ne rapporter que ce qui pouvait relever sa gloire, c'est-à-dire ses miracles, ses prodiges et ses préceptes de sagesse, il n'eût pas été facile d'entraîner des hommes qui s'exprimaient dans une autre langue, et qui entendaient pour la première fois des merveilles inouïes de la bouche de personnages qui n'appuyaient leur récit d'aucune preuve. Cependant c'était ce qui devait leur attirer le moins de contradiction. Mais annoncer un Dieu fait homme, le Verbe de Dieu incarné, trouvant en sa toute-puissance la source de ses prodiges ; le montrer exposé aux injures et aux invectives des Juifs, et le faire mourir sur une croix, supplice de honte et des plus grands crimes, n'est-ce pas vouloir soulever le mépris? Qui serait encore assez insensé pour les croire, lorsqu'ils avancent qu'ils ont vu ressuscité d'entre les morts celui qui, durant sa vie, ne sut pas se prémunir contre les violences ? Qui se laissera jamais aisément persuader par des gens épais et grossiers de mépriser les dieux de son peuple et de mépriser la folie de tous ceux qui ont vécu avant lui, pour ne croire qu'aux paroles des prédicateurs du crucifié, et pour regarder cette victime de la fureur populaire comme le bien-aimé et le fils unique du seul Dieu du monde.

Pour moi, lorsque je viens à examiner ces faits en moi-même, je n'y trouve rien qui les rende croyables, rien d'auguste, rien de digne de foi, ni de probable, même aux yeux d'un insensé. Mais si je reporte mes yeux sur la puissance de l'éloquence de ces artisans grossiers qui a subjugué les peuples, et fondé de grandes églises, non pas en des lieux obscurs ou inconnus, mais au sein des plus illustres cités, dans cette Rome, la reine du monde, dans Alexandrie et dans Antioche dans l'Égypte et la Lybie, l'Europe et l'Asie, ainsi que dans les bourgs et les hameaux, dans toutes les nations, entraîné par la nécessité , je reviens à en chercher le secret, et je me sens contraint de reconnaître qu'un si prodigieux succès n'a d'explication que dans la puissance surnaturelle et divine et dans le concours de celui qui a dit : « Enseignez toutes les nations en mon nom. »

A cet ordre, Jésus ajouta une promesse, afin que leur courage s'affermit, et qu'ils abordassent avec confiance leur immense mission. Il leur dit donc : « Voici que je suis avec vous tous les jours jusqu'à la consommation des siècles » (Matth., XXVIII, 20). Il les remplit de l'Esprit saint el leur communiqua le pouvoir de faire des miracles et des prodiges en disant : « Recevez le Saint-Esprit » (Jean, XX, 22), et : «Guérissez les malades ; rendez sains les lépreux, et chassez les démons. Vous avez reçu gratuitement, donnez gratuitement » (Matth., X; 8). Ne voyez vous pas combien leur parole eut de puissance, puisque le livre de leurs Actes contient l'accomplissement des paroles de Jésus? Ils remplissaient d'étonnement, y est-il dit, ceux qui les entouraient, par les miracles qu'ils opéraient au nom de Jésus. Ils excitaient d'abord la surprise par leurs œuvres. Ils faisaient naître le désir de connaître celui dont le nom et la puissance opéraient ces merveilles : et alors ils trouvaient des cœurs déjà soumis par la foi à leur parole ; car, entraînés non par l'éloquence des apôtres, mais par leurs étonnantes actions, ils se prêtaient avec docilité à leur enseignement. Quelques-uns même, dans leur entraînement, apportèrent des offrandes pour les sacrifier à deux des disciples, dont ils croyaient l'un Mercure et l'autre Jupiter; tant était grande l'impression, de leurs œuvres : ils étaient crus en tout ce qu'ils annonçaient de Jésus à des hommes ainsi préparés, et ils attestaient la vérité de sa résurrection, non par des paroles simples et sans autorité, mais par des œuvres, en confirmant les actions de sa vie. Car, si les disciples avançaient que Jésus était Dieu, Fils de Dieu, et reposait dans le sein de son Père avant de descendre au milieu des hommes, comment leurs auditeurs ne l'eussent-ils pas cru facilement, lorsqu'ils tenaient le contraire pour incroyable et impossible, en voyant que les œuvres que l'on faisait en leur présence ne pouvaient provenir de l'efficace humaine, mais seulement de la puissance divine, bien que personne ne le leur eût suggéré? Nous avons donc établi ici ce que nous cherchions, le secret de la puissance qui attachait aux disciples tes hommes qui les entendaient, qui amena les Grecs et les Barbares à regarder le Christ comme le Verbe de Dieu, et qui établit dans les villes du monde et les contrées de la terre l'enseignement du culte de Dieu, unique Créateur de l'univers. Mais qui ne serait frappé d'étonnement qui ne reconnaîtrait que la soumission de la terre à l'empire romain, aux jours du Christ seulement, ne fût pas une œuvre humaine? Car c'est au moment de sa venue merveilleuse parmi les hommes, que la puissance romaine s'est élevée à ce degré de gloire; alors qu'Auguste gouverna en maître des nations, que Cléopâtre fut captive, et que la succession des Ptolémée d'Égypte ne put se maintenir. Dès lors, et jusqu'à ce jour, fut détruite cette monarchie d'Égypte, aussi ancienne que le monde, et Juifs, Syriens, Cappadociens, Macédoniens, Bithyniens et Grecs, tous les peuples disparurent dans l'empire romain. Comment douter encore que ce concours ne soit l'œuvre de Dieu, si l'on songe à la difficulté que les disciples du Sauveur eussent éprouvée à parcourir des nations qui n'avaient point de commerce et qui étaient divisées en une multitude de petites principautés ?  Mais quand toutes ces distinctions eurent disparu, ils purent, sans crainte et en toute liberté, accomplir leur œuvre ; Dieu la facilitait en tenant dans le respect d'une grande autorité les sectateurs de l'idolâtrie. Que rien n'eût défendu aux païens de poursuivre la religion du Christ, songez aux séditions populaires, aux poursuites et aux violences dont vous eussiez été témoins, si les adorateurs des dieux eussent été dépositaires de la puissance souveraine. Ce fut donc l'œuvre du Dieu de toute créature seul de soumettre à la crainte d'une grande autorité les ennemis de sa parole. Il voulait qu'elle se répandît tous les jours et multipliât ses fidèles. Pour qu'on ne s'imaginât pas que la foi ne se maintenait que par la protection des princes, Dieu permit que si quelqu'un d'eux venait à concevoir quelque projet hostile à la parole du Christ, il pût l'accomplir. Ainsi se montra à découvert le courage de ceux qui combattirent pour la foi, et il parut clairement que rétablissement de la religion, loin d'être une œuvre humaine, était due à la puissance de Dieu.

Qui n'admirerait encore les merveilles qui eurent lieu alors ? Les athlètes de la foi s'élevaient au-dessus des forces humaines, et Dieu les honorait des plus glorieuses récompenses, tandis que leurs ennemis expiaient leurs cruautés sous sa main vengeresse qui accablait leur corps de maladies si cruelles et si affreuses qu'ils étaient contraints de confesser leur impiété contre le Christ. Mais ceux qui portaient un nom vénérable, et se glorifiaient de professer la foi du Christ, après avoir traversé de courtes épreuves en témoignant de leur conviction franche et sincère, possédaient la liberté des enfants de Dieu. Tous les jours leur confession généreuse rehaussait tout l'éclat de la vérité qui s'affermissement au milieu même de ces ennemis acharnés. Antagonistes d'ennemis visibles et invisibles, des démons et des puissances qui se trouvaient dans la partie ténébreuse de l'air qui entoure la terre, les généreux disciples de Jésus les mettaient en fuite par la durée de leur vie, la ferveur de leurs prières à Dieu et l'invocation de son nom auguste, et donnaient ainsi aux témoins de leurs actions le gage des merveilles qu'il opéra sur la terre, et les preuves les plus authentiques de la puissance divine qui le dirigeait.

Laissons toutefois ce sujet déjà longuement traité, pour pénétrer les mystères de la nature de Jésus, et contempler le Verbe de Dieu, Dieu lui-même, qui opéra de si grandes merveilles par l'homme auquel il s'unit

 

(01) Il y a dans le Grec: τὴν εἰς τὴν θείοτητα  μεταβολήν.